|
ΜΙΘΡΙΔΑΤΕΙΟΣ
I. [1] Θρᾷκας Ἕλληνες ἡγοῦνται, τοὺς ἐς Ἴλιον μετὰ Ῥήσου στρατεύσαντας, Ῥήσου νυκτὸς
ὑπὸ Διομήδους ἀναιρεθέντος ὃν τρόπον Ὅμηρος ἐν τοῖς ἔπεσι φράζει, φεύγοντας ἐπὶ
τοῦ Πόντου τὸ στόμα, ᾗ στενώτατός ἐστιν ἐς Θρᾴκην ὁ διάπλους, οἱ μὲν οὐκ
ἐπιτυχόντας πλοίων τῇδε καταμεῖναι καὶ τῆς γῆς κρατῆσαι Βεβρυκίας λεγομένης, οἱ
δὲ περάσαντας ὑπὲρ τὸ Βυζάντιον ἐς τὴν Θρᾳκῶν τῶν Βιθυνῶν λεγομένων παρὰ Βιθύαν
ποταμὸν οἰκῆσαι, καὶ λιμῷ πιεσθέντας ἐς Βεβρυκίαν αὖθις ἐπανελθεῖν, καὶ Βιθυνίαν
ἀντὶ Βεβρυκίας, ἀπὸ τοῦ ποταμοῦ παρ' ὃν ᾤκουν, ὀνομάσαι, ἢ καὶ τὸ ὄνομα αὐτοῖς
ἀλόγως σὺν χρόνῳ παρατραπῆναι, οὐκ ἐς πολὺ τῆς Βιθυνίας παρὰ τὴν Βεβρυκίαν
διαφερούσης. Ὧδε μὲν ἔνιοι νομίζουσιν, ἕτεροι δὲ Βίθυν ἄρξαι πρῶτον αὐτῶν, παῖδα
Διός τε καὶ Θρᾴκης, οὓς ἐπωνύμους ἑκατέρᾳ γῇ γενέσθαι.
[2] Τάδε μὲν οὖν μοι προλελέχθω περὶ Βιθυνίας· τῶν δὲ πρὸ Ῥωμαίων αὐτῆς
βασιλέων, ἐννέα καὶ τεσσαράκοντα ἐφεξῆς γενομένων, ὅτου μοι μάλιστα μνημονεῦσαι
προσήκει τὰ Ῥωμαίων συγγράφοντι, Προυσίας ἦν ὁ κυνηγὸς ἐπίκλησιν, ᾧ Περσεὺς ὁ
Μακεδόνων βασιλεὺς τὴν ἀδελφὴν ἠγγύησεν. Καὶ οὐ πολὺ ὕστερον Περσέως καὶ Ῥωμαίων
ἐς χεῖρας ἐπ' ἀλλήλους ἰόντων, ὁ Προυσίας οὐδετέροις συνεμάχει. Περσέως δ'
ἁλόντος ἀπήντησε τοῖς Ῥωμαίων στρατηγοῖς εἷμά τε Ῥωμαϊκὸν ἀμπεχόμενος, ὃ
καλοῦσι τήβεννον, καὶ ὑποδήματα ἔχων Ἰταλικά, τὴν κεφαλὴν ἐξυρημένος καὶ πῖλον
ἐπικείμενος, ᾧ τρόπῳ τινὲς προΐασι τῶν ἐν διαθήκαις ἐλευθερωθέντων, αἰσχρὸς ὢν
καὶ τἆλλα ὀφθῆναι καὶ βραχύς. Ἐντυχὼν δ' αὐτοῖς ἔφη ῥωμαϊστὶ τῷ ῥήματι « Ῥωμαίων
εἰμὶ λίβερτος, » ὅπερ ἐστὶν ἀπελεύθερος. Γέλωτα δὲ παρασχὼν ἐς Ῥώμην ἐπέμφθη, καὶ
φανεὶς κἀνταῦθα γελοῖος ἔτυχε συγγνώμης.
[3] Χρόνῳ δ' ὕστερον Ἀττάλῳ τι χαλεπήνας, τῷ Βασιλεῖ τῆς Ἀσίας τῆς περὶ τὸ
Πέργαμον, τὴν γῆν ἐδῄου τὴν Ἀσιάδα. Μαθοῦσα δ' ἡ Ῥωμαίων βουλὴ προσέπεμπε τῷ
Προυσίᾳ μὴ πολεμεῖν Ἀττάλῳ, φίλῳ Ῥωμαίων ὄντι καὶ συμμάχῳ. Καὶ δυσπειθῶς ἔτι
ἔχοντι οἱ πρέσβεις μετ' ἀνατάσεως προσέτασσον πείθεσθαι τοῖς ὑπὸ τῆς συγκλήτου
λεγομένοις, καὶ ἥκειν μετὰ χιλίων ἱππέων ἔς τι μεθόριον ἐπὶ συνθήκαις, ἔνθα καὶ
τὸν Ἄτταλον ἔφασαν περιμένειν μετὰ τοσῶνδε ἑτέρων. Ὁ δ' ὡς ὀλίγων τῶν σὺν Ἀττάλῳ
καταφρονήσας, καὶ ἐλπίσας αὐτὸν ἐνεδρεύσειν, προύπεμπε τοὺς πρέσβεις ὡς μετὰ
χιλίων ἑπόμενος, πάντα δ' ἀναστήσας τὸν στρατὸν ἦγεν ὡς ἐς μάχην. Ἀττάλου δὲ καὶ
τῶν πρέσβεων αἰσθομένων τε καὶ διαφυγόντων ᾗ δυνατὸς αὐτῶν ἐγίγνετο ἕκαστος, ὁ
δὲ καὶ τῶν σκευοφόρων τῶν Ῥωμαϊκῶν ὑπολειφθέντων ἥπτετο, καὶ χωρίον τι
Νικηφόριον ἐξελὼν κατέσκαπτε, καὶ τοὺς ἐν αὐτῷ νεὼς ἐνεπίμπρη, Ἄτταλόν τε ἐς τὸ
Πέργαμον συμφυγόντα ἐπολιόρκει, μέχρι καὶ τῶνδε οἱ Ῥωμαῖοι πυθόμενοι πρέσβεις
ἑτέρους ἔπεμπον, οἳ τὸν Προυσίαν ἐκέλευον Ἀττάλῳ τὰς βλάβας ἀποτῖσαι. Τότε οὖν
καταπλαγεὶς ὁ Προυσίας ὑπήκουσε καὶ ἀνεχώρει. Ποινὴν δὲ τῶν πρέσβεων ὁρισάντων
αὐτὸν ἐσενεγκεῖν Ἀττάλῳ ναῦς καταφράκτους εἴκοσιν αὐτίκα καὶ ἀργυρίου σὺν χρόνῳ
τάλαντα πεντακόσια, τάς τε ναῦς ἔδωκε καὶ τὰ χρήματα ἐν τῷ χρόνῳ συνέφερεν.
[4] Ὄντι δ' αὐτῷ διὰ μίσους τοῖς ὑπηκόοις ἐπὶ ὠμότητι χαλεπῇ, Νικομήδης υἱὸς ἦν,
πάνυ τοῖς Βιθυνοῖς ἀρέσκων· ὅπερ ὁ Προυσίας ὑφορώμενος ἐς Ῥώμην αὐτὸν βιοῦν
μετεστήσατο. Καὶ μαθὼν εὐδοκιμοῦντα κἀκεῖ, προσέταξε τῆς βουλῆς δεηθῆναι τῶν ἔτι
ὀφειλομένων Ἀττάλῳ χρημάτων αὐτὸν ἀπολῦσαι. Μηνᾶν τε αὐτῷ συμπρεσβεύσοντα
ἔπεμπε· καὶ εἴρητο τῷ Μηνᾷ, εἰ μὲν ἐπιτύχοι τῆς ἀφέσεως τῶν χρημάτων, ἔτι
φείδεσθαι τοῦ Νικομήδους, εἰ δὲ ἀποτύχοι, κτείνειν αὐτὸν ἐν Ῥώμῃ. Κερκούρους τέ
τινας ἐς τοῦτο συνέπεμψεν αὐτῷ, καὶ δισχιλίους στρατιώτας. Ὁ δὲ τῆς μὲν ζημίας
οὐκ ἀφεθείσης τῷ Προυσίᾳ ̔̓Ανδρόνικος γὰρ ἐπιπεμφθεὶς ἐς ἀντιλογίαν ὑπὸ Ἀττάλου
τὴν ζημίαν ἀπέφαινεν ἐλάττονα τῆς ἁρπαγῆσ̓, τὸν δὲ Νικομήδη λόγου καὶ σπουδῆς
ἄξιον ὁρῶν, ἠπόρητο, καὶ οὔτε κτείνειν αὐτὸν ὑφίστατο οὔτε αὐτὸς ἐς Βιθυνίαν
ἐπανιέναι διὰ δέος. Ὅμως δ' αὐτῷ βραδύνοντι συνεὶς ὁ νεανίσκος ἐς λόγους ἦλθεν,
ἐθέλοντι κἀκείνῳ. Συνθέμενοι δ' ἐπιβουλεῦσαι τῷ Προυσίᾳ, τὸν Ἀττάλου πρεσβευτὴν
Ἀνδρόνικον ἐς τὸ ἔργον προσέλαβον, ἵνα τὸν Ἄτταλον πείσειε τὸν Νικομήδη
καταγαγεῖν ἐς Βιθυνίαν. Ἀναμείναντες δ' ἀλλήλους ἐν τῇ Βερνίκῃ, πολισματίῳ τινὶ
τῆς Ἠπείρου, νυκτὸς ἐσβάντες ἐς ναῦν ἅ τε δέοι ποιεῖν συνετίθεντο, καὶ
διελύθησαν ἔτι νυκτός.
[5] Ἅμα δ' ἡμέρᾳ Νικομήδης μὲν ἐξέβαινε τῆς νεὼς πορφύραν τε βασιλικὴν
ἠμφιεσμένος καὶ διάδημα ἐπικείμενος, Ἀνδρόνικος δ' αὐτὸν ὑπαντιάσας τε καὶ
βασιλέα προσειπὼν παρέπεμπε μετὰ στρατιωτῶν ὧν εἶχε πεντακοσίων. Μηνᾶς δὲ
ὑποκρινόμενος τότε πρῶτον ᾐσθῆσθαι Νικομήδους παρόντος, ἐς τοὺς δισχιλίους
διαδραμὼν ἐδυσφόρει. Προϊὼν δὲ τῷ λόγῳ, « Δύο, » ἔφη, « βασιλέοιν, τοῦ μὲν ὄντος
ἐν τῇ χώρᾳ τοῦ δ' ἐπιόντος, ἀναγκαῖον ἡμῖν τὸ σφέτερον εὖ διατίθεσθαι καὶ τοῦ
γενησομένου καλῶς τεκμαίρεσθαι, ὡς ἐν τῷδε τῆς ἡμετέρας σωτηρίας βεβαιουμένης,
ἢν καλῶς προϊδώμεθα πότερος αὐτῶν ἐπικρατήσει. Ὁ μὲν δὴ γέρων ἐστίν, ὁ δὲ νέος·
καὶ Βιθυνοὶ τὸν μὲν ἀποστρέφονται, τὸν δὲ αἱροῦνται. Ῥωμαίων τε οἱ δυνατοὶ τὸν
νεανίαν ἀγαπῶσι· καὶ Ἀνδρόνικος αὐτὸν ἤδη δορυφορῶν ὑποδείκνυσι τὴν Ἀττάλου
συμμαχίαν, ἀρχήν τε μεγάλην ἔχοντος καὶ Βιθυνοῖς γειτονεύοντος καὶ ἐκ πολλοῦ τῷ
Προυσίᾳ πεπολεμωμένου. » Λέγων δὲ ταῦθ' ἅμα καὶ τὴν ὠμότητα τοῦ Προυσίου
παρεγύμνου, καὶ ὅσα πονηρὰ πράξειεν ἐς ἅπαντας, καὶ τὸ κοινὸν ἐπὶ τοῖσδε Βιθυνῶν
ἐς αὐτὸν ἔχθος. Ὡς δὲ κἀκείνους εἶδε τὴν Προυσίου μοχθηρίαν ἀποστρεφομένους,
ἦγεν αὐτοὺς ἐς τὸν Νικομήδην αὐτίκα, καὶ προσειπὼν καὶ ὅδε βασιλέα δεύτερος ἐπὶ
Ἀνδρονίκῳ μετὰ τῶν δισχιλίων ἐδορυφόρει.
[6] Ἄτταλός τε τὸν νεανίαν προθύμως ὑπεδέχετο, καὶ τὸν Προυσίαν ἐκέλευσε τῷ
παιδὶ πόλεις τέ τινας ἐς ἐνοίκησιν καὶ χώραν ἐς ἐφόδια δοῦναι. Ὁ δ' αὐτίκα
δώσειν ἔφη τὴν Ἀττάλου βασιλείαν ἅπασαν, ἣν δὴ καὶ πρότερον Νικομήδει περιποιῶν
ἐς Ἀσίαν ἐσβαλεῖν. Ταῦτα δ' εἰπὼν ἔπεμπεν ἐς Ῥώμην τοὺς Νικομήδους καὶ Ἀττάλου
κατηγορήσοντάς τε καὶ προκαλεσομένους ἐς κρίσιν. Οἱ δ' ἀμφὶ τὸν Ἄτταλον εὐθὺς
ἐχώρουν ἐς τὴν Βιθυνίαν, καὶ προσιοῦσιν αὐτοῖς οἱ Βιθυνοὶ κατ' ὀλίγους
προσετίθεντο. Προυσίας δ' ἅπασιν ἀπιστῶν, καὶ Ῥωμαίους ἐλπίζων αὑτὸν
ἐξαιρήσεσθαι τῆς ἐπιβουλῆς, Διήγυλιν τὸν Θρᾷκα, κηδεστὴν ὄντα οἱ, πεντακοσίους
Θρᾷκας αἰτήσας καὶ λαβὼν τοῖσδε μόνοις τὸ σῶμα ἐπέτρεψεν, ἐς τὴν ἀκρόπολιν τὴν
ἐν Νικαίᾳ καταφυγών· ὁ δὲ Ῥωμαίων στρατηγὸς ἐν ἄστει οὔτε αὐτίκα ἐπῆγεν ἐπὶ τὴν
βουλὴν τοὺς τοῦ Προυσίου πρέσβεις, χαριζόμενος Ἀττάλῳ· ἐπαγαγών τέ ποτε,
ψηφισαμένης τῆς βουλῆς τὸν στρατηγὸν αὐτὸν ἑλέσθαι τε καὶ πέμψαι πρέσβεις οἳ
διαλύσουσι τὸν πόλεμον, εἵλετο τρεῖς ἄνδρας, ὧν ὁ μὲν τὴν κεφαλήν ποτε λίθῳ
πληγεὶς ἀσχήμονας ἐπέκειτο ὠτειλάς, ὁ δὲ τοὺς πόδας διέφθαρτο ὑπὸ ῥεύματος, ὁ δ'
ἠλιθιώτατος ἐνομίζετο εἶναι, ὥστε Κάτωνα τὴν πρεσβείαν ἐπισκώπτοντα εἰπεῖν τὴν
πρεσβείαν ταύτην μήτε νοῦν ἔχειν μήτε πόδας μήτε κεφαλήν.
[7] Οἱ μὲν δὴ πρέσβεις ἐς Βιθυνίαν ἀφίκοντο, καὶ προσέτασσον αὐτοῖς τὸν πόλεμον
ἐκλῦσαι, Νικομήδους δὲ καὶ Ἀττάλου συγχωρεῖν ὑποκρινομένων οἱ Βιθυνοὶ
διδαχθέντες ἔλεγον οὐκ εἶναι δυνατοὶ φέρειν ἔτι τὴν ὠμότητα τὴν Προυσίου,
φανεροὶ μάλιστα αὐτῷ γενόμενοι δυσχεραίνοντες. Οἱ μὲν δὴ πρέσβεις, ὡς οὔπω
Ῥωμαίων τάδε πυθομένων, ἐπανῄεσαν ἄπρακτοι· Προυσίας δ' ἐπεὶ καὶ τὰ Ῥωμαίων
ἀπέγνω, οἷς μάλιστα πιστεύων οὐδενὸς ἐς ἄμυναν ἐπεφροντίκει, μετῆλθεν ἐς
Νικομήδειαν ὡς κρατυνούμενος τὴν πόλιν καὶ τοῖς ἐπιοῦσι πολεμήσων. Οἱ δὲ
προδιδόντες αὐτὸν τὰς πύλας ἀνέῳξαν, καὶ ὁ μὲν Νικομήδης ἐσῄει μετὰ τοῦ στρατοῦ,
τὸν δὲ Προυσίαν ἐς ἱερὸν Διὸς καταφυγόντα συνεκέντησάν τινες ἐπιπεμφθέντες ἐκ
τοῦ Νικομήδους. Οὕτω Νικομήδης ἀντὶ Προυσίου Βιθυνῶν ἐβασίλευε, καὶ αὐτὸν χρόνῳ
τελευτήσαντα Νικομήδης ὁ υἱός, ᾧ φιλοπάτωρ ἐπίκλησις ἦν, διεδέξατο, Ῥωμαίων αὐτῷ
τὴν ἀρχὴν ὡς πατρῴαν ψηφισαμένων.
Τὰ μὲν δὴ Βιθυνῶν ὧδε εἶχε· καὶ εἴ τῳ σπουδὴ πάντα προμαθεῖν, υἱωνὸς τοῦδε
ἕτερος Νικομήδης Ῥωμαίοις τὴν ἀρχὴν ἐν διαθήκαις ἀπέλιπεν.
II. [8] Καππαδοκίας δὲ πρὸ μὲν Μακεδόνων οἵτινες ἦρχον, οὐκ ἔχω
σαφῶς εἰπεῖν, εἴτε ἰδίαν ἀρχήν, εἴτε Δαρείου κατήκουον· Ἀλέξανδρος δέ μοι δοκεῖ
τοὺς ἄρχοντας τῶνδε τῶν ἐθνῶν ἐπὶ φόρῳ καταλιπεῖν, ἐπειγόμενος ἐπὶ Δαρεῖον.
Φαίνεται γὰρ καὶ Ἀμισόν, ἐν Πόντῳ πόλιν Ἀττικοῦ γένους, ἐπὶ δημοκρατίαν ὡς
πάτριόν σφισι πολιτείαν ἀναγαγών. Ἱερώνυμος δὲ οὐδ' ἐπιψαῦσαι τῶν ἐθνῶν ὅλως,
ἀλλ' ἀνὰ τὴν παράλιον τῆς Παμφυλίας καὶ Κιλικίας ἑτέραν ὁδὸν ἐπὶ τὸν Δαρεῖον
τραπέσθαι. Περδίκκας δέ, ὃς ἐπὶ Ἀλεξάνδρῳ τῆς Μακεδόνων ἦρχεν, Ἀριαράθην
Καππαδοκίας ἡγούμενον, εἴτε ἀφιστάμενον εἴτε τὴν ἀρχὴν αὐτοῦ περιποιούμενος
Μακεδόσιν, εἷλε καὶ ἐκρέμασε, καὶ ἐπέστησε τοῖς ἔθνεσιν Εὐμένη τὸν Καρδιανόν.
Εὐμένους δὲ ἀναιρεθέντος ὅτε αὐτὸν οἱ Μακεδόνες εἵλοντο εἶναι πολέμιον,
Ἀντίπατρος ἐπὶ τῷ Περδίκκᾳ τῆς ὑπὸ Ἀλεξάνδρῳ γενομένης γῆς ἐπιτροπεύων, Νικάνορα
ἔπεμψε Καππαδοκῶν σατραπεύειν.
[9] Μακεδόνων δὲ οὐ πολὺ ὕστερον ἐς ἀλλήλους στασιασάντων, Ἀντίγονος μὲν ἦρχε
Συρίας Λαομέδοντα ἐκβαλών, Μιθριδάτης δ' αὐτῷ συνῆν, ἀνὴρ γένους βασιλείου
Περσικοῦ. Καὶ ὁ Ἀντίγονος ἐνύπνιον ἔδοξε πεδίον σπεῖραι χρυσίῳ, καὶ τὸ χρυσίον
ἐκθερίσαντα τὸν Μιθριδάτην ἐς τὸν Πόντον οἴχεσθαι. Καὶ ὁ μὲν αὐτὸν ἐπὶ τῷδε
συλλαβὼν ἐβούλετο ἀποκτεῖναι, ὁ δ' ἐξέφυγε σὺν ἱππεῦσιν ἕξ, καὶ φραξάμενός τι
χωρίον τῆς Καππαδοκίας, πολλῶν οἱ προσιόντων ἐν τῇδε τῇ Μακεδόνων ἀσχολίᾳ,
Καππαδοκίας τε αὐτῆς καὶ τῶν ὁμόρων περὶ τὸν Πόντον ἐθνῶν κατέσχεν, ἐπί τε μέγα
τὴν ἀρχὴν προαγαγὼν παισὶ παρέδωκεν. Οἱ δ' ἦρχον, ἕτερος μεθ' ἕτερον, ἕως ἐπὶ
τὸν ἕκτον ἀπὸ τοῦ πρώτου Μιθριδάτην, ὃς Ῥωμαίοις ἐπολέμησεν. Τούτου δὲ τοῦ
γένους ὄντες οἱ Καππαδοκίας τε καὶ Πόντου βασιλεῖς ἔσθ' ὅτε μοι δοκοῦσι διελεῖν
τὴν ἀρχήν, καί οἱ μὲν τοῦ Πόντου κατασχεῖν οἱ δὲ Καππαδοκίας.
[10] Ὅ γέ τοι Ῥωμαίοις πρῶτος ἐν φιλίᾳ γενόμενος καὶ ναῦς τινὰς ἐπὶ Καρχηδονίους
καὶ συμμαχίαν ὀλίγην παρασχών, βασιλεὺς Πόντου, Μιθριδάτης ὁ εὐεργέτης
ἐπίκλησιν, ὡς ἀλλοτρίαν τὴν Καππαδοκίαν ἐπέδραμεν. Καὶ διαδέχεται Μιθριδάτης
υἱός, ᾧ Διόνυσος καὶ εὐπάτωρ ἐπώνυμα ἦν. Ῥωμαῖοι δ' αὐτὸν ἐκστῆναι Καππαδοκίας
ἐκέλευσαν Ἀριοβαρζάνῃ, καταφυγόντι τε ἐς αὐτοὺς καὶ δόξαντι ἄρα γνησιωτέρῳ τοῦ
Μιθριδάτου πρὸς τὴν Καππαδοκῶν ἀρχήν, ἢ καὶ τὸ μέγεθος τῆς ἀρχῆς τοῦ Μιθριδάτου
πολλῆς οὔσης ὑφορώμενοί τε καὶ ἐς πλέονα διαιροῦντες ἀφανῶς. Ὁ δὲ τοῦτο μὲν
ἤνεγκε, Νικομήδει δὲ τῷ Νικομήδους τοῦ Προυσίου, Βιθυνίας ὡς πατρῴας ὑπὸ Ῥωμαίων
ἀποδειχθέντι βασιλεύειν, Σωκράτη τὸν ἀδελφὸν αὐτοῦ Νικομήδους, ὅτῳ χρηστὸς
ἐπώνυμον ἦν, μετὰ στρατιᾶς ἐπέμψε· καὶ τὴν Βιθυνῶν ἀρχὴν ὁ Σωκράτης ἐς αὑτὸν
περιέσπασεν. Τοῦ δ' αὐτοῦ χρόνου Μιθράας καὶ Βαγώας Ἀριοβαρζάνη τόνδε τὸν ὑπὸ
Ῥωμαίων κατηγμένον ἐς τὴν Καππαδοκίαν ἐκβαλόντες, Ἀριαράθην κατήγαγον ἐς αὐτήν.
[11] Ῥωμαῖοι δὲ Νικομήδην ὁμοῦ καὶ Ἀριοβαρζάνην ἐπανῆγον ἐς τὴν οἰκείαν
ἑκάτερον, πρέσβεις τέ τινας αὐτοῖς ἐς τοῦτο συνέπεμψαν, ὧν Μάνιος Ἀκύλιος
ἡγεῖτο· καὶ συλλαβεῖν ἐς τὴν κάθοδον ἐπέστειλαν Λευκίῳ τε Κασσίῳ, τῆς περὶ τὸ
Πέργαμον Ἀσίας ἡγουμένῳ, στρατιὰν ἔχοντι ὀλίγην, καὶ τῷδε τῷ εὐπάτορι Μιθριδάτῃ.
Ἀλλ' ὁ μὲν αὐτῆς τε Καππαδοκίας ἕνεκα Ῥωμαίοις ἐπιμεμφόμενος, καὶ Φρυγίαν
ἔναγχος ὑπ' αὐτῶν ἀφῃρημένος, ὡς διὰ τῆς Ἑλληνικῆς γραφῆς δεδήλωται, οὐ
συνέπραττε· Κάσσιος δὲ καὶ Μάνιος τῷ τε Κασσίου στρατῷ, καὶ πολὺν ἄλλον
ἀγείραντες Γαλατῶν καὶ Φρυγῶν, Νικομήδη τε κατήγαγον ἐς Βιθυνίαν καὶ
Ἀριοβαρζάνην ἐς Καππαδοκίαν. Εὐθύς τε ἀνέπειθον ἄμφω, γείτονας ὄντας Μιθριδάτου,
τὴν γῆν τὴν Μιθριδάτου κατατρέχειν καὶ ἐς πόλεμον ἐρεθίζειν, ὡς Ῥωμαίων αὐτοῖς
πολεμοῦσι συμμαχησόντων. Οἱ δὲ ὤκνουν μὲν ὁμοίως ἑκάτερος γείτονος πολέμου
τοσοῦδε κατάρξαι, τὴν Μιθριδάτου δύναμιν δεδιότες· ἐγκειμένων δὲ τῶν πρέσβεων, ὁ
Νικομήδης πολλὰ μὲν ὑπὲρ τῆς ἐπικουρίας τοῖς στρατηγοῖς καὶ τοῖς πρέσβεσιν
ὡμολογηκὼς χρήματα δώσειν καὶ ἔτι ὀφείλων, πολλὰ δ' ἄλλα παρὰ τῶν ἑπομένων
Ῥωμαίων δεδανεισμένος καὶ ὀχλούμενος, ἄκων ἐσέβαλεν ἐς τὴν Μιθριδάτου γῆν καὶ
ἐλεηλάτησεν ἐπὶ πόλιν Ἄμαστριν, οὐδενὸς οὔτε κωλύοντος αὐτὸν οὔτε ἀπαντῶντος. Ὁ
γάρ τοι Μιθριδάτης ἑτοίμην ἔχων δύναμιν ὅμως ὑπεχώρει, πολλὰ καὶ δίκαια διδοὺς
ἐγκλήματα τῷ πολέμῳ γενέσθαι.
[12] Ἀναζεύξαντος δὲ τοῦ Νικομήδους μετὰ πολλῶν λαφύρων, Πελοπίδαν ὁ Μιθριδάτης
ἔπεμπεν ἐς τοὺς Ῥωμαίων στρατηγούς τε καὶ πρέσβεις, οὐκ ἀγνοῶν μὲν αὐτοὺς
πολεμησείοντας αὑτῷ καὶ τῆσδε τῆς ἐσβολῆς αἰτίους γεγονότας, ὑποκρινόμενος δέ,
καὶ πλείονας ὁμοῦ καὶ εὐπρεπεστέρας αἰτίας τοῦ γενησομένου πολέμου πορίζων,
ἀνεμίμνησκε φιλίας καὶ συμμαχίας ἰδίας τε καὶ πατρῴας. Ἀνθ' ὧν αὐτὸν ὁ Πελοπίδας
ἔφη Φρυγίαν ἀφῃρῆσθαι καὶ Καππαδοκίαν, τὴν μὲν ἀεὶ τῶν προγόνων αὐτοῦ γενομένην
καὶ ὑπὸ τοῦ πατρὸς ἀναληφθεῖσαν, Φρυγίαν δὲ ἐπινίκιον ἐπὶ Ἀριστονίκῳ παρὰ τοῦ
ὑμετέρου στρατηγοῦ δοθεῖσάν τε καὶ οὐχ ἧσσον παρὰ τοῦ αὐτοῦ στρατηγοῦ πολλῶν
χρημάτων ἐωνημένην. « Νῦν δ', » ἔφη, « καὶ Νικομήδη τὸ στόμα τοῦ
Πόντου διακλείοντα περιορᾶτε, καὶ τὴν γῆν μέχρι Ἀμάστριδος ἐπιτρέχοντα, καὶ
λείαν ἄγοντα ὅσην ἴστε ἀκριβῶς, οὐκ ἀσθενῶς οὐδὲ ἀνετοίμως ἔχοντος πρὸς ἄμυναν
τοῦ ἐμοῦ βασιλέως, ἀλλ' ἀναμένοντος ὑμᾶς ἐν ὄψει μάρτυρας τῶν γιγνομένων
γενέσθαι. Ἐπειδὴ δὲ ἐγένεσθέ τε καὶ εἴδετε, παρακαλεῖ Μιθριδάτης, φίλος ὢν ὑμῖν
καὶ σύμμαχος, φίλους ὄντας ὑμᾶς καὶ συμμάχους ̔ὧδε γὰρ αἱ συνθῆκαι λέγουσιν̓,
ἐπικουρεῖν ἡμῖν ἀδικουμένοις ὑπὸ Νικομήδους, ἢ κωλύειν αὐτὸν ἀδικοῦντα. »
[13] Ὁ μὲν τοιαῦτα εἶπε, Νικομήδους δὲ πρέσβεις ἐς ἀντιλογίαν αὐτῷ παρόντες
ἔφασαν· « Νικομήδει μὲν ἐκ πολλοῦ Μιθριδάτης ἐπιβουλεύων Σωκράτη μετὰ στρατιᾶς
ἐπὶ τὴν βασιλείαν ἐπῆγεν, ἡσυχάζοντα καὶ δικαιοῦντα τὸν πρεσβύτερον ἄρχειν. Καὶ
ὧδε Μιθριδάτης ἐς Νικομήδην ἔπραξεν, ὃν ὑμεῖς, ὦ Ῥωμαῖοι, Βιθυνῶν ἐστήσασθε
βασιλεύειν· ὃ καὶ δῆλόν ἐστιν οὐκ ἐς ἡμᾶς μᾶλλον ἢ ἐς ὑμᾶς γεγονέναι. Τῷ δ' αὐτῷ
λόγῳ κεκελευκότων ὑμῶν τοῖς ἐν Ἀσίᾳ βασιλεῦσι τῆς Εὐρώπης μηδὲ ἐπιβαίνειν, τὰ
πολλὰ Χερρονήσου περιέσπασεν. Καὶ τάδε μὲν ἔστω τῆς ἐς ὑμᾶς ὕβρεώς τε καὶ
δυσμενείας αὐτοῦ καὶ ἀπειθείας ἔργα· ἡ παρασκευὴ δὲ ὅση, καὶ πᾶσα ἕτοιμος ὡς ἐπὶ
μέγαν δὴ καὶ ἐγνωσμένον πόλεμον ἤδη, τοῦ τε ἰδίου στρατοῦ καὶ συμμάχων Θρᾳκῶν
καὶ Σκυθῶν, ὅσα τε ἄλλα πλησίον ἔθνη. Ἐς δὲ τὸν Ἀρμένιον αὐτῷ καὶ ἐπιγαμία
γέγονε, καὶ ἐς Αἴγυπτον καὶ Συρίαν περιπέμπει προσεταιριζόμενος τοὺς βασιλέας.
Νῆές τε εἰσὶν αὐτῷ κατάφρακτοι τριακόσιαι, καὶ ἑτέρας προσαπεργάζεται· ἐπί τε
πρῳρέας καὶ κυβερνήτας ἐς Φοινίκην καὶ ἐς Αἴγυπτον περιέπεμψεν. Ἅπερ οὐκ ἐπὶ
Νικομήδει που, τοσάδε ὄντα, ἀλλ' ἐφ' ὑμῖν, ὦ Ῥωμαῖοι, Μιθριδάτης, ἐργάζεται,
δυσμεναίνων μὲν ἐξ οὗ Φρυγίαν αὐτὸν πανούργως πριάμενον, καὶ δεκάσαντα τῶν
ὑμετέρων τινὰ στρατηγῶν, ἀποθέσθαι προσετάξατε, τῆς οὐ δικαίας κτήσεως
καταγνόντες, χαλεπαίνων δ' ἐπὶ Καππαδοκία, δεδομένῃ καὶ τῇδε πρὸς ὑμῶν
Ἀριοβαρζάνῃ, δεδιὼς δ' αὐξομένους ὑμᾶς, καὶ παρασκευαζόμενος ἐν τῇ καθ' ἡμᾶς
προφάσει καὶ ὑμῖν, εἰ δύναιτο, ἐπιθέσθαι. Σωφρόνων δ' ἐστὶ μὴ περιμένειν ὅτε
πολεμεῖν ὑμῖν ὁμολογήσει, ἀλλ' ἐς τὰ ἔργα αὐτοῦ μᾶλλον ἢ τοὺς λόγους ἀφορᾶν μηδὲ
φιλίας ὄνομα ἐπίπλαστον ὑποκρινομένῳ τοὺς ἀληθεῖς καὶ βεβαίους ἐκδοῦναι φίλους,
μηδὲ τὴν σφετέραν περὶ τῆς ἡμετέρας βασιλείας κρίσιν ὑπεριδεῖν ἀκυρουμένην ὑπ'
ἀνδρὸς ὁμοίως ἡμῖν τε καὶ ὑμῖν ἐχθροῦ. »
[14] Ὧδε μὲν καὶ οἱ Νικομήδους ἔλεξαν· ἐπελθὼν δὲ αὖθις ὁ Πελοπίδας ἐς τὸ τῶν
Ῥωμαίων συνέδριον περὶ μὲν τῶν πάλαι γεγονότων, εἴ τι Νικομήδης ἐπιμέμφοιτο,
δικάσαι Ῥωμαίους ἠξίου, τὰ δὲ νῦν ̔ἐν ὄψει γὰρ ὑμῶν γέγονε, τῆς τε γῆς τῆς
Μιθριδάτου δῃουμένης καὶ τῆς θαλάττης ἀποκεκλεισμένης καὶ λείας τοσῆσδε
ἐλαυνομένησ̓ οὐ λόγων ἔφη χρῄζειν οὐδὲ κρίσεως, « Ἀλλ' αὖθις ὑμᾶς παρακαλοῦμεν ἢ
κωλύειν τὰ γιγνόμενα ἢ Μιθριδάτῃ συμμαχεῖν ἀδικουμένῳ, ἢ τελευταῖον, ὦ ἄνδρες
Ῥωμαῖοι, μηδὲ κωλύειν ἀμυνόμενον, ἀλλ' ἀμφοῖν ἐκστῆναι τοῦ πόνοῦ. » Τοσαῦτα τοῦ
Πελοπίδου παλιλλογήσαντος, ἔγνωστο μὲν ἐκ πολλοῦ τοῖς Ῥωμαίων στρατηγοῖς
ἐπικουρεῖν Νικομήδει, καὶ ἐς ὑπόκρισιν τῆς ἀντιλογίας ἠκροῶντο· τὰ δὲ εἰρημένα
ὅμως ὑπὸ τοῦ Πελοπίδου, καὶ τὴν τοῦ Μιθριδάτου φιλίαν ἐνσύνθηκον ἔτι οὖσαν,
αἰδούμενοι ἠπόρουν ἀποκρίσεως ἐπὶ πολύ, μέχρι ἐπιστήσαντες μετὰ σοφίας ὧδε
ἀπεκρίναντο. « Οὔτε Μιθριδάτην ἄν τι βουλοίμεθα πάσχειν ἄχαρι πρὸς Νικομήδους,
οὔτε Νικομήδους ἀνεξόμεθα πολεμουμένου· οὐ γὰρ ἡγούμεθα Ῥωμαίοις συμφέρειν
βλάπτεσθαι Νικομήδη. » Ταῦτα δ' εἰπόντες τὸν Πελοπίδαν, βουλόμενον διελέγχειν τῆς
ἀποκρίσεως τὴν ἀπορίαν, ἀπέπεμψαν ἐκ τοῦ συνεδρίου.
III. [15] Μιθριδάτης μὲν οὖν, ὡς ἐμφανῶς ἤδη πρὸς Ῥωμαίων
ἀδικούμενος, ἔπεμπε σὺν πολλῇ χειρὶ τὸν υἱὸν Ἀριαράθην βασιλεύειν Καππαδοκίας.
Καὶ εὐθὺς ἦρχεν αὐτῆς ὁ Ἀριαράθης, Ἀριοβαρζάνην ἐκβαλών. Πελοπίδας δὲ ἐς τοὺς
Ῥωμαίων στρατηγοὺς αὖθις ἐλθὼν ἔλεγεν ὧδε. « Ἃ μὲν ἠδικημένος πρὸς ὑμῶν, ὦ
Ῥωμαῖοι, βασιλεὺς Μιθριδάτης ἔφερε, Φρυγίαν τε καὶ Καππαδοκίαν ἀφῃρημένος
ἔναγχος, ἠκούσατε· ἃ δὲ Νικομήδης αὐτὸν ἔβλαπτεν, ὁρῶντες ὑπερείδετε. Φιλίαν τε
καὶ συμμαχίαν ἡμῖν προφέρουσιν, ὥσπερ οὐκ ἐγκαλοῦσιν ἀλλ' ἐγκαλουμένοις
ἀπεκρίνασθε μὴ νομίζειν συμφέρειν τοῖς Ῥωμαίων πράγμασι βλάπτεσθαι Νικομήδη
οἷάπερ αὐτὸν ἀδικούμενον. Ὑμεῖς οὖν αἴτιοι τῷ κοινῷ Ῥωμαίων τοῦδε τοῦ περὶ
Καππαδοκίαν γεγονότος· διὰ γὰρ ὑμᾶς, ὧδε μὲν ἡμᾶς ὑπερορῶντας ὧδε δὲ σοφίζοντας
ἐν ταῖς ἀποκρίσεσιν, οὕτως ἔπραξεν ὁ Μιθριδάτης. Καὶ πρεσβεύσεται καθ' ὑμῶν ἐς
τὴν ὑμετέραν βουλήν, ἐφ' ἣν ὑμῖν ἀπολογησομένοις ἐπαγγέλλει παρεῖναι, φθάνειν δὲ
μηδέν, μηδ' ἐξάρχειν ἄνευ τοῦ κοινοῦ τῶν Ῥωμαίων τοσοῦδε πολέμου, ἐνθυμουμένους
ὅτι Μιθριδάτης βασιλεύει μὲν τῆς πατρῴας ἀρχῆς, ἣ δισμυρίων ἐστὶ σταδίων τὸ
μῆκος, προσκέκτηται δὲ πολλὰ περίχωρα, καὶ Κόλχους, ἔθνος ἀρειμανές, Ἑλλήνων τε
τοὺς ἐπὶ τοῦ Πόντου κατῳκισμένους, καὶ βαρβάρων τοὺς ὄντας ὑπὲρ αὐτούς. Φίλοις
δ' ἐς πᾶν τὸ κελευόμενον ἑτοίμοις χρῆται Σκύθαις τε καὶ Ταύροις καὶ Βαστέρναις
καὶ Θρᾳξὶ καὶ Σαρμάταις καὶ πᾶσι τοῖς ἀμφὶ Τάναΐν τε καὶ Ἴστρον καὶ τὴν λίμνην
ἔτι τὴν Μαιώτιδα. Τιγράνης δ' ὁ Ἀρμένιος αὐτῷ κηδεστής ἐστι, καὶ Ἀρσάκης ὁ
Παρθυαῖος φίλος. Νεῶν τε πλῆθος ἔχει, τὸ μὲν ἕτοιμον τὸ δὲ γιγνόμενον ἔτι, καὶ
παρασκευὴν ἐς πάντα ἀξιόλογον.
[16] Οὐκ ἐψεύσαντο δ' ὑμῖν ἔναγχος οἱ Βιθυνοὶ καὶ περὶ τῶν ἐν Αἰγύπτῳ καὶ Συρίᾳ
βασιλέων· οὓς οὐ μόνον εἰκός ἐστιν ἡμῖν, εἰ πόλεμος γένοιτο, προσθήσεσθαι, ἀλλὰ
καὶ τὴν νεόκτητον ὑμῖν Ἀσίαν καὶ Ἑλλάδα καὶ Λιβύην καὶ πολλὰ καὶ αὐτῆς Ἰταλίας,
ὅσα τὴν ὑμετέραν πλεονεξίαν οὐ φέροντα πολεμεῖ νῦν ὑμῖν πόλεμον ἄσπειστον. Ὃν
οὔπω διαθέσθαι δυνηθέντες ἐπιχειρεῖτε Μιθριδάτῃ, Νικομήδην αὐτῷ καὶ Ἀριοβαρζάνην
παρὰ μέρος ἐπιπέμποντες· καὶ φατὲ μὲν εἶναι φίλοι καὶ σύμμαχοι, καὶ ὑποκρίνεσθε
οὕτω, χρῆσθε δὲ ὡς πολεμίῳ. Φέρετε οὖν, καὶ νῦν, εἴ τι πρὸς τῶν γεγονότων ἐς
μετάνοιαν ἠρέθισθε, ἢ Νικομήδη κωλύσατε τοὺς ὑμετέρους ἀδικεῖν φίλους ̔καὶ τάδε
πράξασιν ὑμῖν ὑπέχομαι συμμαχήσειν ἐπὶ τοὺς Ἰταλοὺς βασιλέα Μιθριδάτην̓, ἢ τὴν
δοκοῦσαν ἐς ἡμᾶς φιλίαν λύσατε, ἢ ἐς Ῥώμην ἐπὶ κρίσιν ἴωμεν. »
Ὁ μὲν δὴ Πελοπίδας ὧδε ἔλεξεν, οἱ δὲ φορτικώτερον αὐτὸν εἰπεῖν ἡγούμενοι,
Μιθριδάτην μὲν ἐκέλευον ἀπέχεσθαι Νικομήδους καὶ Καππαδοκίας ̔αὐτοὶ γὰρ αὖθις
Ἀριοβαρζάνην ἐς αὐτὴν κατάξειν̓, Πελοπίδαν δ' εὐθὺς ἐξιεναι τοῦ στρατοπέδου, καὶ
μηκέτι πρεσβεύειν ἐς αὑτους, εἰ μὴ τοῖς κελευομένοις ὁ βασιλεὺς ἐμμένοι. Οὕτω
μὲν ἀπεκρίναντο, καὶ ἀπιόντι φυλακὴν συνέπεμψαν, ἵνα μή τινας ἐπιτρίψειε
παροδεύων.
[17] Ταῦτα δὲ εἰπόντες, οὐκ ἀναμείναντες περὶ τοσοῦδε πολέμου τὴν βουλὴν ἢ τὸν
δῆμον ἐπιγνώμονα γενέσθαι, στρατιὰν ἤγειρον ἔκ τε Βιθυνίας καὶ Καππαδοκίας καὶ
Παφλαγονίας καὶ Γαλατῶν τῶν ἐν Ἀσίᾳ. Ὡς δὲ αὐτοῖς ὅ τε ἴδιος στρατός, ὅσον εἶχε
Λεύκιος Κάσσιος ὁ τῆς Ἀσίας ἡγούμενος, ἕτοιμος ἦν ἤδη, καὶ τὰ συμμαχικὰ πάντα
συνεληλύθει, διελόμενοι τὸ πλῆθος ἐστρατοπέδευον, Κάσσιος μὲν ἐν μέσῳ Βιθυνίας
τε καὶ Γαλατίας, Μάνιος δὲ ᾗ διαβατὸν ἦν ἐς Βιθυνίαν τῷ Μιθριδάτῃ, Ὄππιος δὲ
ἔτερος στρατηγὸς ἐπὶ τῶν ὀρῶν τῶν Καππαδοκίας, ἱππέας ἔχων ἕκαστος αὐτῶν καὶ
πεζοὺς ἀμφὶ τοὺς τετρακισμυρίους. Ἦν δὲ καὶ νεῶν στόλος αὐτοῖς, οὗ περὶ
Βυζάντιον Μινούκιός τε Ῥοῦφος καὶ Γάιος Ποπίλιος ἡγοῦντο, τὸ στόμα τοῦ Πόντου
φυλάσσοντες. Παρῆν δὲ αὐτοῖς καὶ Νικομήδης, ἄρχων ἑτέρων πεντακισμυρίων πεζῶν
καὶ ἱππέων ἑξακισχιλίων. Τοσόσδε μὲν αὐτοῖς ἀθρόως στρατὸς ἀγήγερτο· Μιθριδάτῃ
δὲ τὸ μὲν οἰκεῖον ἦν μυριάδες πεζῶν πέντε καὶ εἴκοσι καὶ ἱππεῖς τετρακισμύριοι,
καὶ νῆες κατάφρακτοι τριακόσιαι, δίκροτα δὲ ἑκατόν, καὶ ἡ ἄλλη παρασκευὴ τούτων
κατὰ λόγον, στρατηγοὶ δὲ Νεοπτόλεμός τε καὶ Ἀρχέλαος, ἀλλήλων ἀδελφώ, καὶ τοῖς
πλείστοις αὐτὸς παρεγίγνετο. Συμμαχικὰ δὲ ἦγον αὐτῷ Ἀρκαθίας μέν, αὐτοῦ
Μιθριδάτου παῖς, ἐκ τῆς βραχυτέρας Ἀρμενίας μυρίους ἱππέας, καὶ Δορύλαος . . .
ἐν φάλαγγι ταττομένους, Κρατερὸς δ' ἑκατὸν καὶ τριάκοντα ἅρματα. Τοσαύτη μὲν ἦν
ἑκατέροις ἡ παρασκευή, ὅτε πρῶτον ᾔεσαν ἐς ἀλλήλους Ῥωμαῖοί τε καὶ Μιθριδάτης,
ἀμφὶ τὰς ἑκατὸν καὶ ἑβδομήκοντα τρεῖς ὀλυμπιάδας.
[18] Ἐν δὲ πεδιῳ πλατεῖ παρὰ τὸν Αμνειον ποταμὸν κατιδόντες ἀλλήλους ὅ τε
Νικομήδης καὶ οἱ τοῦ Μιθριδάτου στρατηγοὶ παρέταττον ἐς μάχην, Νικομήδης μὲν
ἅπαντας τοὺς ἑαυτοῦ, Νεοπτόλεμος δὲ καὶ Ἀρχέλαος τοὺς εὐζώνους μόνους, καὶ οὓς
Ἀρκαθίας εἶχεν ἱππέας καί τινα τῶν ἁρμάτων· ἡ γὰρ φάλαγξ ἔτι προσῄει. Ἐς δέ τινα
γήλοφον τοῦ πεδίου πετρώδη προλαβόντες ἀνέπεμψαν ὀλίγους, ἵνα μὴ κυκλωθεῖεν ὑπὸ
τῶν Βιθυνῶν πολὺ πλειόνων ὄντων. Ὡς δὲ ἐξωθουμένους εἶδον αὐτοὺς ἐκ τοῦ γηλόφου,
δείσας ὁ Νεοπτόλεμος περὶ τῇ κυκλώσει προσεβοήθει μετὰ σπουδῆς, καλῶν ἅμα καὶ
τὸν Ἀρκαθίαν. Νικομήδης δ' ὁρῶν ἀντιπαρῄει· καὶ γίγνεται πολὺς ἐνταῦθα ἀγὼν καὶ
φόνος. βιασαμένου δὲ τοῦ Νικομηδους ἔφευγον οἱ Μιθριδάτειοι, ἕως ὁ Ἀρχέλαος ἀπὸ
τοῦ δεξιοῦ μετελθὼν ἐνέβαλεν ἐς τοὺς διώκοντας. Οἱ δ' ἐς αὐτὸν ἐπεστράφησαν.
Ὁ
δ' ὑπεχώρει κατ' ὀλίγον, ἵν' ἔχοιεν ἐκ τῆς φυγῆς ἐπανελθεῖν οἱ περὶ Νεοπτόλεμον.
Ὡς δὲ εἴκασεν αὐτάρκως ἔχειν, ἐπέστρεφε, καὶ τοῖς Βιθυνοῖς τὰ δρεπανηφόρα ἅρματα
ἐμπίπτοντα μετὰ ῥύμης διέκοπτε καὶ διέτεμνε τοὺς μὲν ἀθρόως ἐς δύο τοὺς δ' ἐς
μέρη πολλά. Τό τε γιγνόμενον ἐξέπληττε τὴν στρατιὰν τοῦ Νικομήδους, ὅτε ἴδοιεν
ἡμιτόμους ἄνδρας ἔτι ἔμπνους, ἢ ἐς πολλὰ διερριμμένους, ἢ τῶν δρεπάνων
ἀπηρτημένους. Ἀηδίᾳ τε μᾶλλον ὄψεως ἢ μάχης ἥσσῃ τὴν τάξιν ὑπὸ φόβου συνέχεαν.
Ταραχθεῖσι δ' αὐτοῖς ὁ μὲν Ἀρχέλαος ἐκ τοῦ μετώπου, Νεοπτόλεμος δὲ καὶ Ἀρκαθίας
ἐκ τῆς φυγῆς ἀναστρέφοντες ἐπέκειντο ὄπισθεν. Οἱ δ' ἐπὶ πολὺ μὲν ἠμύνοντο, ἐς
ἑκατέρους ἐπιστρεφόμενοι· ὡς δὲ τὸ πλεῖστον ἐπεπτώκει, Νικομήδης μὲν ἔφευγε μετὰ
τῶν ὑπολοίπων ἐς Παφλαγονίαν, οὐδ' ἐς χεῖρας ἐλθούσης πω τῆς Μιθριδατείου
φάλαγγος, ἑάλω δ' αὐτοῦ τὸ χαράκωμα καὶ τὰ χρήματα πολλὰ ὄντα καὶ πλῆθος
αἰχμαλώτων. Οὓς πάντας ὁ Μιθριδάτης φιλανθρωπευσάμενός τε καὶ ἐφόδια δοὺς
ἀπέλυσεν ἐς τὰ οἰκεῖα ἀπιέναι, δόξαν ἐμποιῶν τοῖς πολεμίοις φιλανθρωπίας.
[19] Ἔργον δὴ τόδε πρῶτον τοῦ Μιθριδατείου πολέμου καὶ οἱ στρατηγοὶ τῶν Ῥωμαίων
κατεπεπλήγεσαν, ὡς οὐκ εὐβουλίᾳ μᾶλλον ἢ προπετῶς, ἄνευ τοῦ κοινοῦ, τοσόνδε
πόλεμον ἅψαντες. Ὀλίγοι τε γὰρ πολὺ πλειόνων ἐκεκρατήκεσαν, καὶ οὐδεμιᾷ συντυχίᾳ
χωρίων ἢ πολεμίου σφάλματος, ἀλλ' ἀρετῇ στρατηγῶν καὶ ἀνδρείᾳ στρατοῦ. Νικομήδης
μὲν οὖν Μανίῳ παρεστρατοπέδευε, Μιθριδάτης δ' ἐπὶ τὸ Σκορόβαν ὄρος ἀνῄει, ὃ
τέλος ἐστὶ Βιθυνῶν καὶ τῆς Ποντικῆς χώρας. Πρόδρομοί τε αὐτοῦ, Σαυροματῶν ἑκατὸν
ἱππεῖς, ὀκτακοσίοις ἱππεῦσι τοῦ Νικομήδους ἐντυχόντες αἱροῦσι καὶ τούτων τινάς·
οὓς πάλιν ὁ Μιθριδάτης σὺν ἐφοδίοις μεθῆκεν ἐς τὰς πατρίδας ἀπιέναι. Μάνιον δ'
ὑποφεύγοντα Νεοπτόλεμός τε καὶ Νεμάνης ὁ Ἀρμένιος ἀμφὶ τὸ πρῶτον Πάχιον χωρίον
ἑβδόμης ὥρας καταλαβόντες, οἰχομένου πρὸς Κάσσιον Νικομήδους, ἠνάγκασαν ἐς μάχην
ἱππέας ἔχοντα τετρακισχιλίους καὶ πεζοὺς ἔτι τούτων δεκαπλασίονας. Κτείναντες δ'
αὐτοῦ περὶ μυρίους, ἐζώγρησαν ἐς τριακοσίους· οὓς ὁμοίως ὁ Μιθριδάτης ἐς αὐτὸν
ἀναχθέντας ἀπέλυσε, καταδημοκοπῶν τοὺς πολεμίους. Μανίου δ' ἐλήφθη καὶ τὸ
στρατόπεδον, καὶ φεύγων αὐτὸς ἐπὶ τὸν Σαγγάριον ποταμὸν νυκτὸς γενομένης ἐπέρασέ
τε καὶ ἐς Πέργαμον ἐσώθη. Κάσσιος δὲ καὶ Νικομήδης, καὶ ὅσοι ἄλλοι Ῥωμαίων
πρέσβεις παρῆσαν, ἐς Λεόντων κεφαλήν, ὃ τῆς Φρυγίας ἐστὶν ὀχυρώτατον χωρίον,
μετεστρατοπέδευον· καὶ τὸ πλῆθος ὅσον εἶχον, οὐ πάλαι συνειλεγμένον, χειροτεχνῶν
ἢ γεωργῶν ἢ ἰδιωτῶν, ἐγύμναζον, καὶ τοὺς Φρύγας αὐτοῖς προσκατέλεγον. Ὀκνούντων
δὲ ἑκατέρων ἀπέγνωσαν πολεμεῖν ἀνδράσιν ἀπολέμοις, καὶ διαλύσαντες αὐτοὺς
ἀνεχώρουν, Κάσσιος μὲν ἐς Ἀπάμειαν σὺν τῷ ἑαυτοῦ στρατῷ, Νικομήδης δὲ ἐς
Πέργαμον, Μάνιος δὲ ἐπὶ Ῥόδου. Ὧν, ὅσοι τὸ στόμα τοῦ Πόντου κατεῖχον, πυθόμενοι
διελύθησαν, καὶ τάς τε κλεῖς τοῦ Πόντου, καὶ ναῦς ὅσας εἶχον, τῷ Μιθριδάτῃ
παρέδοσαν.
[20] Ὁ δὲ ὁρμῇ τῇδε μιᾷ τὴν ἀρχὴν ὅλην τοῦ Νικομήδους ὑπολαβὼν ἐπῄει, καὶ
καθίστατο τὰς πόλεις. Ἐμβαλὼν δὲ καὶ ἐς Φρυγίαν, ἐς τὸ τοῦ Ἀλεξάνδρου πανδοκεῖον
κατέλυσεν, αἰσιούμενος ἄρα, ἔνθαπερ Ἀλέξανδρος ἀνεπαύσατο, καὶ Μιθριδάτην
σταθμεῦσαι. Ὁ μὲν δὴ καὶ Φρυγίας τὰ λοιπὰ καὶ Μυσίαν καὶ Ἀσίαν, ἃ Ῥωμαίοις
νεόκτητα ἦν, ἐπέτρεχε, καὶ ἐς τὰ περίοικα περιπέμπων ὑπηγάγετο Λυκίαν τε καὶ
Παμφυλίαν καὶ τὰ μέχρι Ἰωνίας. Λαοδικεῦσι δὲ ἔτι ἀντέχουσι, τοῖς περὶ τὸν Λύκον
ποταμόν ̔̔Ρωμαίων γάρ τις στρατηγὸς Κόιντος Ὄππιος, ἱππέας ἔχων καὶ μισθοφόρους
τινάς, ἐς τὴν πόλιν ἐσδραμὼν ἐφύλαττεν αὐτήν̓, κήρυκα ἐπιπέμψας ἐπὶ τὰ τείχη
λέγειν ἐκέλευσεν ὅτι βασιλεὺς Μιθριδάτης ὑπέχεται Λαοδικεῦσιν ἄδειαν, εἰ τὸν
Ὄππιον αὐτῷ προσαγάγοιεν. Οἱ δ' ἐπὶ τῷ κηρύγματι τοὺς μὲν μισθοφόρους Ὀππίου
μεθῆκαν ἀπαθεῖς ἀπιέναι, αὐτὸν δ' ἤγαγον τῷ Μιθριδάτῃ τὸν Ὄππιον, ἡγουμένων αὐτῷ
τῶν ῥαβδοφόρων ἐπὶ γέλωτι. Καὶ αὐτὸν ὁ Μιθριδάτης οὐδὲν διαθεὶς ἐπήγετο πανταχοῦ
λελυμένον, ἐπιδεικνύμενος ἄρα Ῥωμαίων αἰχμάλωτον στρατηγόν.
[21] Μετ' οὐ πολὺ δὲ καὶ Μάνιον Ἀκύλιον, τὸν τῆσδε τῆς πρεσβείας καὶ τοῦδε τοῦ
πολέμου μάλιστα αἴτιον, ἑλὼν δεδεμένον ἐπὶ ὄνου περιήγετο, κηρύσσοντα τοῖς
ὁρῶσιν ὅτι Μάνιος εἴη, μέχρι ἐν Περγάμῳ τοῦ στόματος αὐτοῦ κατεχώνευσε χρυσίον,
δωροδοκίαν ἄρα Ῥωμαίοις ὀνειδίζων. Σατράπας δὲ τοῖς ἔθνεσιν ἐπιστήσας, ἐς
Μαγνησίαν καὶ Ἔφεσον καὶ Μιτυλήνην παρῆλθεν, ἀσμένως αὐτὸν ἁπάντων δεχομένων,
Ἐφεσίων δὲ καὶ τὰς Ῥωμαίων εἰκόνας τὰς παρὰ σφίσι καθαιρούντων, ἐφ' ᾧ δίκην
ἔδοσαν οὐ πολὺ ὕστερον. Ἐπανιὼν δὲ ἐκ τῆς Ἰωνίας Στρατονίκειαν εἷλε καὶ ἐζημίωσε
χρήμασι, καὶ φρουρὰν ἐς τὴν πόλιν ἐσήγαγεν. Παρθένον τε εὔμορφον ἰδὼν ἐς τὰς
γυναῖκας ἀνεδέξατο· καὶ εἴ τῳ σπουδὴ καὶ τὸ ὄνομα πυθέσθαι, Μονίμη Φιλοποίμενος
ἦν. Μάγνησι δὲ καὶ Παφλαγόσι καὶ Λυκίοις ἔτι ἀντέχουσι διὰ τῶν στρατηγῶν
ἐπολέμει.
IV. [22] Καὶ τάδε μὲν ἦν ἀμφὶ τὸν Μιθριδάτην· Ῥωμαῖοι δ' ἐξ οὗ τῆς
πρώτης αὐτοῦ ὁρμῆς τε καὶ ἐς τὴν Ἀσίαν ἐσβολῆς ἐπύθοντο, στρατεύειν ἐπ' αὐτὸν
ἐψηφίσαντο, καίπερ ἀσχολούμενοι στάσεσιν ἀτρύτοις ἐν τῇ πόλει καὶ οἰκείῳ πολέμῳ
χαλεπῷ, τῆς Ἰταλίας ἀφισταμένης σχεδὸν ἁπάσης ἀνὰ μέρος. Κληρουμένων δὲ τῶν
ὑπάτων, ἔλαχε μὲν Κορνήλιος Σύλλας ἄρχειν τῆς Ἀσίας καὶ πολεμεῖν τῷ Μιθριδάτῃ,
χρήματα δ' οὐκ ἔχοντες αὐτῷ ἐσενεγκεῖν, ἐψηφίσαντο πραθῆναι ὅσα Νουμᾶς Πομπίλιος
βασιλεὺς ἐς θυσίας θεῶν διετέτακτο. Τοσήδε μὲν ἦν τότε πάντων ἀπορία καὶ ἐς
πάντα φιλοτιμία. Καὶ τινα αὐτῶν ἔφθασε πραθῆναι καὶ συνενεγκεῖν χρυσίου λίτρας
ἐνακισχιλίας, ἃς μόνας ἐς τηλικοῦτον πόλεμον ἔδοσαν.
Σύλλαν μὲν οὖν ἐς πολὺ αἱ στάσεις κατέσχον, ὡς ἐν τοῖς ἐμφυλίοις συγγέγραπται·
ἐν τούτῳ δ' ὁ Μιθριδάτης ἐπί τε Ῥοδίους ναῦς πλείονας συνεπήγνυτο, καὶ σατράπαις
ἅπασι καὶ πόλεων ἄρχουσι δι' ἀπορρήτων ἔγραφε, τριακοστὴν ἡμέραν φυλάξαντας ὁμοῦ
πάντας ἐπιθέσθαι τοῖς παρὰ σφίσι Ῥωμαίοις καὶ Ἰταλοῖς, αὐτοῖς τε καὶ γυναιξὶν
αὐτῶν καὶ παισὶ καὶ ἀπελευθέροις ὅσοι γένους Ἰταλικοῦ, κτείναντάς τε ἀτάφους
ἀπορρῖψαι, καὶ τὰ ὄντα αὐτοῖς μερίσασθαι πρὸς βασιλέα Μιθριδάτην. Ἐπεκήρυξε δὲ
καὶ ζημίαν τοῖς καταθάπτουσιν αὐτοὺς ἢ ἐπικρύπτουσι, καὶ μήνυτρα τοῖς ἐλέγχουσιν
ἢ τοὺς κρυπτομένους ἀναιροῦσι, θεράπουσι μὲν ἐπὶ δεσπότας ἐλευθερίαν, χρήσταις
δ' ἐπὶ δανειστὰς ἥμισυ τοῦ χρέους. Τάδε μὲν δὴ δι' ἀπορρήτων ὁ Μιθριδάτης
ἐπέστελλεν ἅπασιν ὁμοῦ, καὶ τῆς ἡμέρας ἐπελθούσης συμφορῶν ἰδέαι ποικίλαι κατὰ
τὴν Ἀσίαν ἦσαν, ὧν ἔνια τοιάδε ἦν.
[23] Ἐφέσιοι τοὺς ἐς τὸ Αρτεμίσιον καταφυγόντας, συμπλεκομένους τοῖς ἀγάλμασιν,
ἐξέλκοντες ἔκτεινον. Περγαμηνοὶ τοὺς ἐς τὸ Ἀσκληπιεῖον συμφυγόντας, οὐκ
ἀφισταμένους, ἐτόξευον τοῖς ξοάνοις συμπλεκομένους. Ἀδραμυττηνοὶ τοὺς ἐκνέοντας
ἐσβαίνοντες ἐς τὴν θάλασσαν ἀνῄρουν, καὶ τὰ βρέφη κατεπόντουν. Καύνιοι Ῥοδίοις
ὑποτελεῖς ἐπὶ τῷ Ἀντιόχου πολέμῳ γενόμενοι, καὶ ὑπὸ Ῥωμαίων ἀφεθέντες οὐ πρὸ
πολλοῦ, τοὺς Ἰταλοὺς ἐς τὴν βουλαίαν Ἑστίαν καταφυγόντας ἕλκοντες ἀπὸ τῆς
Ἑστίας, τὰ βρέφη σφῶν πρῶτα ἔκτεινον ἐν ὄψει τῶν μητέρων, αὐτὰς δὲ καὶ τοὺς
ἄνδρας ἐπ' ἐκείνοις. Τραλλιανοὶ δ' αὐθένται τοῦ κακοῦ φυλαξάμενοι γενέσθαι,
Παφλαγόνα Θεόφιλον, ἄγριον ἄνδρα, ἐς τὸ ἔργον ἐμισθώσαντο, καὶ ὁ Θεόφιλος αὐτοὺς
συναγαγὼν ἐπὶ τὸν τῆς ὁμονοίας νεὼν ἥπτετο τοῦ φόνου, καὶ τινῶν τοῖς ἀγάλμασι
συμπλεκομένων τὰς χεῖρας ἀπέκοπτεν. Τοιαύταις μὲν τύχαις οἱ περὶ τὴν Ἀσίαν ὄντες
Ἰταλοὶ καὶ Ῥωμαῖοι συνεφέροντο, ἄνδρες τε ὁμοῦ καὶ βρέφη καὶ γυναῖκες, καὶ
ἐξελεύθεροι καὶ θεράποντες αὐτῶν, ὅσοι γένους Ἰταλικοῦ. ᾯ καὶ μάλιστα δῆλον
ἐγένετο τὴν Ἀσίαν οὐ φόβῳ Μιθριδάτου μᾶλλον ἢ μίσει Ῥωμαίων τοιάδε ἐς αὐτοὺς
ἐργάσασθαι. Ἀλλ' οὗτοι μὲν δίκην ἔδοσαν διπλῆν, αὐτοῦ τε Μιθριδάτου μετ' ὀλίγον
ἀπίστως ἐξυβρίσαντος ἐς αὐτούς, καὶ ὕστερον Κορνηλίῳ Σύλλᾳ· Μιθριδάτης δὲ ἐς μὲν
Κῶ κατέπλευσε, Κῴων αὐτὸν ἀσμένως δεχομένων, καὶ τὸν Ἀλεξάνδρου παῖδα τοῦ
βασιλεύοντος Αἰγύπτου, σὺν χρήμασι πολλοῖς ὑπὸ τῆς μάμμης Κλεοπάτρας ἐν Κῷ
καταλελειμμένον, παραλαβὼν ἔτρεφε βασιλικῶς, ἔκ τε τῶν Κλεοπάτρας θησαυρῶν γάζαν
πολλὴν καὶ τέχνην καὶ λίθους καὶ κόσμους γυναικείους καὶ χρήματα πολλὰ ἐς τὸν
Πόντον ἔπεμψεν.
[24] Ἐν δὲ τούτῳ Ῥόδιοι τά τε τειχη σφῶν καὶ τοὺς λιμένας ἐκρατύναντο, καὶ
μηχανὰς ἅπασιν ἐφίστανον· καί τινες αὐτοῖς Τελμισέων τε καὶ Λυκίων συνέμαχουν.
Ὅσοι τε ἐξ Ἀσίας Ἰταλοὶ διεπεφεύγεσαν, ἐς Ῥόδον ἅπαντες ἐχώρουν, καὶ σὺν αὐτοῖς
Λεύκιος Κάσσιος ὁ τῆς Ἀσίας ἀνθύπατος. Ἐπιπλέοντος δὲ τοῦ Μιθριδάτου τὰ
προάστεια καθῄρουν, ἵνα μηδὲν εἴη χρήσιμα τοῖς πολεμίοις, καὶ ἐπὶ ναυμαχίαν
ἀνήγοντο, ταῖς μὲν ἐκ μετώπου ταῖς δὲ πλαγίοις. Ὁ δὲ βασιλεὺς ἐπὶ πεντήρους
περιπλέων ἐκέλευε τοὺς ἰδίους ἐς τὸ πέλαγος ἀνάγειν ἐπὶ κέρως, καὶ τὴν εἰρεσίαν
ἐπιταχύναντας περικυκλοῦσθαι τοὺς πολεμίους ὀλιγωτέρους ὄντας, μέχρι δείσαντες
οἱ Ῥόδιοι περὶ τῇ κυκλώσει ὑπεχώρουν κατ' ὀλίγον· εἶτ' ἐπιστρέψαντες ἐς τὸν
λιμένα κατέφυγον, καὶ κλείθροις αὐτὸν διαλαβόντες ἀπὸ τῶν τειχῶν τὸν Μιθριδάτην
ἀπεμάχοντο. Ὁ δὲ τῇ πόλει παραστρατοπεδεύων καὶ συνεχῶς τῶν λιμένων πειρώμενος
καὶ ἀποτυγχάνων, ἀνέμενε τὸ πεζὸν ἐκ τῆς Ἀσίας οἱ παραγενέσθαι. Κἀν τούτῳ
βραχεῖαι καὶ συνεχεῖς ἐγίγνοντο ἁψιμαχίαι τῶν ἐφεδρευόντων τοῖς τείχεσιν, ἐν αἷς
οἱ Ῥόδιοι πλεονεκτοῦντες ἀνεθάρσουν κατ' ὀλίγον, καὶ τὰς ναῦς διὰ χειρὸς εἶχον
ὡς, εἴ πῃ καιρὸν εὕροιεν, ἐπιθησόμενοι τοῖς πολεμίοις.
[25] Ὁλκάδος δὲ βασιλικῆς ἱστίῳ παραπλεούσης, Ῥοδία δίκροτος ἐπ' αὐτὴν ἀνήχθη·
καὶ ταῖσδε κατὰ σπουδὴν ἑκατέρων ἐπιβοηθούντων ναυμαχία γίγνεται καρτερά,
Μιθριδάτου μὲν ἐπιβαρύνοντος ὀργῇ καὶ πλήθεσι νεῶν, Ῥοδίων δ' αὐτοῦ τὰ σκάφη σὺν
ἐμπειρίᾳ περιπλεόντων τε καὶ ἀνατιτρώντων, ὥστε καὶ τριήρη αὐτοῖς ἀνδράσιν
ἀναδησάμενοι καὶ ἀκροστόλια πολλὰ καὶ σκῦλα ἐς τὸν λιμένα φέροντες ἐπανελθεῖν.
Πεντήρους δὲ σφῶν εἰλημμένης ὑπὸ τῶν πολεμίων, ἀγνοοῦντες οἱ Ῥόδιοι ἐπὶ ζήτησιν
αὐτῆς ἓξ ταῖς μάλιστα ταχυναυτούσαις ἀνέπλεον, καὶ Δαμαγόρας ἐπ' αὐτῶν ὁ
ναύαρχος ἐπέπλει. Πέντε δ' αὐτῷ καὶ εἴκοσιν ἐπιπέμψαντος τοῦ Μιθριδάτου, μέχρι
μὲν ἐς δύσιν ὁ Δαμαγόρας ὑπεχώρει, συσκοτάζοντος δ' ἤδη ταῖς βασιλικαῖς ἐς
ἀπόπλουν ἐπιστρεφομέναις ἐμβαλὼν δύο κατεπόντωσε, δύο δ' ἄλλας ἐς Λυκίαν
συνεδίωξε, καὶ τὴν νύκτα πελαγίσας ἐπανῆλθεν. Τοῦτο Ῥοδίοις καὶ Μιθριδάτῃ τέλος
ἦν τῆς ναυμαχίας, παρὰ δόξαν Ῥοδίοις τε διὰ τὴν ὀλιγότητα καὶ Μιθριδάτῃ διὰ τὸ
πλῆθος γενόμενον. Ἐν δὲ τῷ ἔργῳ περιπλέοντι τῷ βασιλεῖ, καὶ τοὺς οἰκείους
ἐπισπέρχοντι, Χία συμμαχὶς ἐμβαλοῦσα ἐκ θορύβου κατέσεισε· καὶ ὁ βασιλεύς, οὐδὲν
τότε φροντίζειν ὑποκρινάμενος, τὸν κυβερνήτην ὕστερον ἐκόλασε καὶ τὸν πρῳρέα,
καὶ Χίοις ἐμήνισε πᾶσιν.
[26] Τῶν δ' αὐτῶν ἡμερῶν τοῦ πεζοῦ τῷ Μιθριδάτῃ παραπλέοντος ἐπὶ ὁλκάδων καὶ
τριήρων, πνεῦμα Καυνικὸν ἐμπεσὸν ἐς αὐτὰς ἐς Ῥόδον παρήνεγκε· καὶ οἱ Ῥόδιοι
τάχιστα ἐπαναχθέντες, ἐνοχλουμέναις ὑπὸ τοῦ κλύδωνος ἔτι καὶ διεσπαρμέναις
ἐμβαλόντες, ἀνεδήσαντό τινας καὶ διέτρησαν ἑτέρας καὶ ἐνέπρησαν ἄλλας, καὶ
ἄνδρας αἰχμαλώτους εἷλον ἐς τετρακοσίους. Ἐφ' οἷς ὁ Μιθριδάτης ἐς ἑτέραν
ναυμαχίαν ὁμοῦ καὶ πολιορκίαν ἡτοιμάζετο, σαμβύκην δέ τινα, μηχάνημα μέγιστον,
ἐπὶ δύο νεῶν φερόμενον ἐποίει. Αὐτομόλων δ' αὐτῷ λόφον ὑποδειξάντων ἐπιβατόν, ᾗ
Ἀταβυρίου Διὸς ἱερὸν ἦν καὶ κολοβὸν τειχίον ἐπ' αὐτοῦ, τὴν στρατιὰν ἐς τὰς ναῦς
νυκτὸς ἐπέβησε, καὶ ἑτέροις ἀναδοὺς κλίμακας ἐκέλευσε χωρεῖν ἑκατέρους μετὰ
σιωπῆς, μέχρι τινὲς αὐτοῖς πυρσεύσειαν ἐκ τοῦ Ἀταβυρίου, καὶ τότε ἀθρόως, μετὰ
βοῆς ὅτι μάλιστα μεγάλης, τοὺς μὲν τοῖς λιμέσιν ἐμπίπτειν, τοὺς δὲ τὰ τείχη
βιάζεσθαι. Οἱ μὲν δὴ μετὰ σιγῆς βαθείας προσεπέλαζον, Ῥοδίων δ' οἱ προφύλακες
αἰσθόμενοι τῶν γιγνομένων ἐπύρσευσαν, καὶ ἡ στρατιὰ τοῦ Μιθριδάτου, νομίσασα
τοῦτο εἶναι τὸν ἐκ τοῦ Ἀταβυρίου πυρσόν, ἐκ βαθείας σιωπῆς ἠλάλαξαν ὁμοῦ πάντες,
οἵ τε κλιμακοφόροι καὶ ὁ στόλος ὁ νηίτης. Ῥοδίων δ' αὐτοῖς ἀκαταπλήκτως
ἀντανακραγόντων, καὶ ἀθρόως ἀναδραμόντων ἐς τὰ τείχη, οἱ βασιλικοὶ νυκτὸς μὲν
οὐδ' ἐπεχείρουν, ἡμέρας δ' ἀπεκρούσθησαν.
[27] Ἡ σαμβύκη δ' ἐπαχθεῖσα τοῦ τείχους ᾗ τὸ τῆς Ἴσιδος ἱερόν ἐστιν, ἐφόβει
μάλιστα, βέλη τε πολλὰ ὁμοῦ καὶ κριοὺς καὶ ἀκόντια ἀφιεῖσα. Στρατιῶταί τε
σκάφεσι πολλοῖς αὐτῇ μετὰ κλιμάκων παρέθεον ὡς ἀναβησόμενοι δι' αὐτῆς ἐπὶ τὰ
τείχη. Οἱ δὲ Ῥόδιοι καὶ τάδε εὐσταθῶς ὑπέμενον, ἕως τό τε μηχάνημα ὑπὸ βάρους
ἐνεδίδου, καὶ φάσμα τῆς Ἴσιδος ἔδοξε πῦρ ἀφιέναι πολὺ κατ' αὐτοῦ. Καὶ ὁ
Μιθριδάτης ἀπογνοὺς καὶ τῆσδε τῆς πείρας ἀνεζεύγνυεν ἐκ τῆς Ῥόδου, Πατάροις δὲ
τὴν στρατιὰν περιστήσας ἔκοπτε Λητοῦς ἄλσος ἱερὸν ἐς μηχανάς, μέχρι φοβήσαντος
αὐτὸν ἐνυπνίου τῆς τε ὕλης ἐφείσατο, καὶ Πελοπίδαν Λυκίοις πολεμεῖν ἐπιστήσας,
Ἀρχέλαον ἐς τὴν Ἑλλάδα ἔπεμπε, προσεταιριούμενον ἢ βιασόμενον αὐτῆς ὅσα δύναιτο.
Αὐτὸς δ' ἀπὸ τοῦδε τοῖς στρατηγοῖς τὰ πολλὰ μεθεὶς ἐστρατολόγει καὶ ὡπλοποίει,
καὶ τῇ Στρατονικίδι γυναικὶ διετέρπετο, καὶ δίκας ἐδίκαζε τοῖς ἐπιβουλεύειν ἐς
τὸ σῶμα αὐτοῦ λεγομένοις ἢ νεωτερίζουσιν ἢ ὅλως ῥωμαΐζουσιν.
V. [28] Καὶ ὁ μὲν ἐπὶ τοῖσδε ἦν, κατὰ δὲ τὴν Ἑλλάδα τοιάδε
ἐγίγνετο. Ἀρχέλαος ἐπιπλεύσας καὶ σίτῳ καὶ στόλῳ πολλῷ, Δῆλόν τε ἀφισταμένην ἀπὸ
Ἀθηναίων καὶ ἄλλα χωρία ἐχειρώσατο βίᾳ καὶ κράτει. Κτείνας δ' ἐν αὐτοῖς
δισμυρίους ἄνδρας, ὧν οἱ πλέονες ἦσαν Ἰταλοί, τὰ χωρία προσεποιεῖτο τοῖς
Ἀθηναίοις· καὶ ἀπὸ τοῦδε αὐτούς, καὶ τὰ ἄλλα κομπάζων περὶ τοῦ Μιθριδάτου καὶ ἐς
μέγα ἐπαίρων, ἐς φιλίαν ὑπηγάγετο· τά τε χρήματα αὐτοῖς τὰ ἱερὰ ἔπεμπεν ἐκ Δήλου
δι' Ἀριστίωνος ἀνδρὸς Ἀθηναίου, συμπέμψας φυλακὴν τῶν χρημάτων ἐς δισχιλίους
ἄνδρας, οἷς ὁ Ἀριστίων συγχρώμενος ἐτυράννησε τῆς πατρίδος, καὶ τῶν Ἀθηναίων
τοὺς μὲν εὐθὺς ἔκτεινεν ὡς ῥωμαΐζοντας, τοὺς δ' ἀνέπεμψεν ἐς Μιθριδάτην, καὶ
ταῦτα μέντοι σοφίαν τὴν Ἐπικούρειον ἠσκηκώς. Ἀλλὰ γὰρ οὐχ ὅδε μόνος Ἀθήνησιν,
οὐδὲ Κριτίας ἔτι πρὸ τούτου, καὶ ὅσοι τῷ Κριτίᾳ συμφιλοσοφοῦντες ἐτυράννησαν,
ἀλλὰ καὶ ἐν Ἰταλίᾳ τῶν πυθαγορισάντων καὶ ἐν τῇ ἄλλῃ Ἑλλάδι τῶν ἑπτὰ σοφῶν
λεγομένων ὅσοι πραγμάτων ἐλάβοντο, ἐδυνάστευσάν τε καὶ ἐτυράννησαν ὠμότερον τῶν
ἰδιωτικῶν τυράννων, ὥστε καὶ περὶ τῶν ἄλλων φιλοσόφων ἄπορον ποιῆσαι καὶ
ὕποπτον, εἴτε δι' ἀρετήν, εἴτε πενίας καὶ ἀπραξίας τὴν σοφίαν ἔθεντο παραμύθιον,
ὧν γε καὶ νῦν πολλοὶ ἰδιωτεύοντες καὶ πενόμενοι, καὶ τὴν ἀναγκαίαν ἐκ τῶνδε
σοφίαν περικείμενοι, τοῖς πλουτοῦσιν ἢ ἄρχουσι λοιδοροῦνται πικρῶς, οὐχ
ὑπεροψίας πλούτου καὶ ἀρχῆς δόξαν σφίσι μᾶλλον ἢ ζηλοτυπίας ἐς αὐτὰ προφέροντες.
Ὑπερορῶσι δ' αὐτῶν οἱ βλασφημούμενοι πολὺ σοφώτερον. Ταῦτα μὲν οὖν ἡγήσαιτο ἄν
τις ἐς Ἀριστίωνα τὸν φιλόσοφον εἰρημένα, αὐτὸν αἴτιον τῆς ἐκβολῆς τῷ λόγῳ
γενόμενον·
[29] Ἀρχελάῳ δ' Ἀχαιοὶ καὶ Λάκωνες προσετίθεντο, καὶ Βοιωτία πᾶσα χωρίς γε
Θεσπιέων, οὓς περικαθήμενος ἐπολιόρκει. Τοῦ δ' αὐτοῦ χρόνου Μητροφάνης
ἐπιπεμφθεὶς ὑπὸ Μιθριδάτου μεθ' ἑτέρας στρατιᾶς Εὔβοιαν καὶ Δημητριάδα καὶ
Μαγνησίαν, οὐκ ἐνδεχομένας τὰ Μιθριδάτεια, ἐλεηλάτει. Καὶ Βρύττιος ἐκ Μακεδονίας
ἐπελθὼν σὺν ὀλίγῳ στρατῷ διεναυμάχησέ τε αὐτῷ, καὶ καταποντώσας τι πλοῖον καὶ
ἡμιολίαν ἔκτεινε πάντας τοὺς ἐν αὐτοῖς, ἐφορῶντος τοῦ Μητροφάνους. Ὁ δὲ
καταπλαγεὶς ἔφευγεν. Καὶ αὐτὸν αἰσίῳ ἀνέμῳ χρώμενον ὁ Βρέττιος οὐ καταλαβὼν
Σκίαθον ἐξεῖλεν, ἣ τῆς λείας τοῖς βαρβάροις ταμιεῖον ἦν, καὶ δούλους τινὰς αὐτῶν
ἐκρέμασε, καὶ ἐλευθέρων ἀπέτεμε τὰς χεῖρας. Ἐπί τε Βοιωτίαν τραπείς, ἑτέρων οἱ
χιλίων ἱππέων καὶ πεζῶν ἐκ Μακεδονίας ἐπελθόντων, ἀμφὶ Χαιρώνειαν Ἀρχελάῳ καὶ
Ἀριστίωνι τρισὶν ἡμέραις συνεπλέκετο, ἴσου καὶ ἀγχωμάλου παρ' ὅλον τὸν ἀγῶνα τοῦ
ἔργου γιγνομένου. Λακώνων δὲ καὶ Ἀχαιῶν ἐς συμμαχίαν Ἀρχελάῳ καὶ Ἀριστίωνι
προσιόντων, ὁ Βρύττιος ἅπασιν ὁμοῦ γενομένοις οὐχ ἡγούμενος ἀξιόμαχος ἔτι
ἔσεσθαι ἀνεζεύγνυεν ἐς τὸν Πειραιᾶ, μέχρι καὶ τοῦδε Ἀρχέλαος ἐπιπλεύσας
κατέσχεν.
[30] Σύλλας δ' ὁ τοῦ Μιθριδατείου πολέμου στρατηγὸς ὑπὸ Ῥωμαίων αἱρεθεὶς εἶναι,
τότε πρῶτον ἐξ Ἰταλίας σὺν τέλεσι πέντε καὶ σπείραις τισὶ καὶ ἴλαις ἐς τὴν
Ἑλλάδα περαιωθεὶς χρήματα μὲν αὐτίκα καὶ συμμάχους καὶ ἀγορὰν ἔκ τε Αἰτωλίας καὶ
Θεσσαλίας συνέλεγεν, ὡς δ' ἀποχρώντως ἔχειν ἐδόκει, διέβαινεν ἐς τὴν Ἀττικὴν ἐπὶ
τὸν Ἀρχέλαον. Παροδεύοντι δ' αὐτῷ Βοιωτία τε ἀθρόως μετεχώρει, χωρὶς ὀλίγων, καὶ
τὸ μέγα ἄστυ αἱ Θῆβαι, μάλα κουφόνως ἀντὶ Ῥωμαίων ἑλόμενοι τὰ Μιθριδάτεια,
ὀξύτερον ἔτι, πρὶν ἐς πεῖραν ἐλθεῖν, ἀπὸ Ἀρχελάου πρὸς Σύλλαν μετετίθεντο. Ὁ δ'
ἐπὶ τὴν Ἀττικὴν ἐχώρει, καὶ μέρος τι στρατοῦ ἐς τὸ ἄστυ περιπέμψας Ἀριστίωνα
πολιορκεῖν, αὐτός, ἔνθαπερ ἦν Ἀρχέλαος, ἐπὶ τὸν Πειραιᾶ κατῆλθε,
κατακεκλεισμένων ἐς τὰ τείχη τῶν πολεμίων. Ὕψος δ' ἦν τὰ τείχη πήχεων
τεσσαράκοντα μάλιστα, καὶ εἴργαστο ἐκ λίθου μεγάλου τε καὶ τετραγώνου,
Περίκλειον ἔργον, ὅτε τοῖς Ἀθηναίοις ἐπὶ Πελοποννησίους στρατηγῶν, καὶ τὴν
ἐλπίδα τῆς νίκης ἐν τῷ Πειραιεῖ τιθέμενος, μᾶλλον αὐτὸν ἐκρατύνατο. Σύλλας δὲ
καὶ τοιοῖσδε οὖσι τοῖς τείχεσιν εὐθὺς ἐπῆγε τὰς κλίμακας, καὶ πολλὰ μὲν ἔδρα
πολλὰ δ' ἀντέπασχεν, ἰσχυρῶς τῶν Καππαδοκῶν αὐτὸν ἀμυνομένων, ἔστε κάμνων ἐς
Ἐλευσῖνα καὶ Μέγαρα ἀνεχώρει, καὶ μηχανὰς ἐπὶ τὸν Πειραιᾶ συνεπήγνυτο, καὶ χῶμα
αὐτῷ προσχοῦν ἐπενόει. Τέχναι μὲν δὴ καὶ παρασκευὴ πᾶσα αὐτῷ καὶ σίδηρος καὶ
καταπέλται, καὶ εἴ τι τοιουτότροπον ἄλλο, ἐκ Θηβῶν ἐκομίζετο, ὕλην δὲ τῆς
Ἀκαδημείας ἔκοπτε, καὶ μηχανὰς εἰργάζετο μεγίστας. Τά τε μακρὰ σκέλη καθῄρει,
λίθους καὶ ξύλα καὶ γῆν ἐς τὸ χῶμα μεταβάλλων.
[31] Δύο δ' ἐκ τοῦ Πειραιῶς Ἀττικοὶ θεράποντες, αἱρούμενοι τὰ Ῥωμαίων, ἢ σφίσιν
αὐτοῖς καταφυγήν, εἴ τι γίγνοιτο, προορώμενοι, πεσσοῖς ἐκ μολύβδου πεποιημένοις
ἐγγράφοντες ἀεὶ τὸ γιγνόμενον ἐς τοὺς Ῥωμαίους ἠφίεσαν ἀπὸ σφενδόνης. Καὶ τοῦδε
γιγνομένου τε συνεχῶς καὶ ἐς γνῶσιν ἐλθόντος, Σύλλας τοῖς ἐσφενδονημένοις
προσέχων ηὗρε γεγραμμένον ὅτι τῆς ἐπιούσης ἐκ μετώπου πεζοὶ κατὰ τοὺς
ἐργαζομένους ἐκδραμοῦνται καὶ ἱππεῖς ἑκατέρωθεν ἐς τὰ πλάγια Ῥωμαίων ἐμβαλοῦσιν.
Κρύψας οὖν τινὰ στρατιὰν ἀποχρῶσαν, ὡς ἐγένετο τῶν πολεμίων ἡ ἐκδρομή, δόξασα δὴ
μάλιστα αἰφνίδιος εἶναι, ὁ δὲ αἰφνιδιώτερον αὐτοῖς τοὺς κεκρυμμένους ἐπαφεὶς
ἔκτεινε πολλοὺς καὶ ἐς τὴν θάλασσαν ἑτέρους περιέωσεν. Καὶ τοῦτο μὲν τῆς πείρας
ἐκείνης τέλος ἦν· αἰρομένοις δὲ ἐπὶ μέγα ἄνω τοῖς χώμασι πύργους ὁ Ἀρχέλαος
ἀντεμηχανᾶτο, καὶ πλεῖστα ἐπ' αὐτοῖς ὄργανα ἐτίθει, τάς τε δυνάμεις ἐκ Χαλκίδος
καὶ τῶν ἄλλων νήσων μετεπέμπετο, καὶ τοὺς ἐρέτας καθώπλιζεν, ὡς ὄντος οἱ τοῦ
κινδύνου περὶ τῶν ὅλων. Ἐγίγνετο μὲν δὴ πλείων οὖσα τῆς Σύλλα στρατιᾶς ἡ
Ἀρχελάου καὶ ἐκ τῶνδε πολὺ πλείων, νυκτὸς δὲ μέσης ὁ μὲν Ἀρχέλαος ἐκθορὼν μετὰ
λαμπτήρων ἐνέπρησε τὴν ἑτέραν τῶν χελωνῶν καὶ τὰ ἐπ' αὐτῇ μηχανήματα, ἡμέραις δὲ
δέκα μάλιστα ἄλλα ὁ Σύλλας ἐργασάμενος ἐπέστησεν αὖθις ἔνθα καὶ τὰ πρότερα ἦν.
Καὶ τούτοις ὁ Ἀρχέλαος πύργον ἀνθίστη κατὰ τὸ τεῖχος.
[32] Καταπλευσάσης δ' αὐτῷ παρὰ Μιθριδάτου στρατιᾶς ἑτέρας, ἧς ἡγεῖτο
Δρομιχαίτης, ἐξῆγεν ἅπαντας ἐς μάχην. Ἀναμίξας δ' αὐτοῖς σφενδονήτας καὶ τοξότας
ὑπὸ τὸ τεῖχος αὐτὸ παρέταττεν, ἵνα καὶ οἱ τειχοφύλακες ἐφικνοῖντο τῶν πολεμίων·
ἕτεροι δ' ὑπὸ ταῖς πύλαις αὐτῷ πυρφόροι καιρὸν ἐκδρομῆς ἐπετήρουν. Ἀγχωμάλου δ'
ἐς πολὺ τῆς μάχης οὔσης ἐνέκλινον ἑκατεροι παρὰ μέρος, πρῶτον μὲν οἱ βάρβαροι,
μέχρι Ἀρχέλαος αὐτοὺς ἐπισχὼν ἐπανήγαγεν ἐς τὴν μάχην. ᾯ δὴ καὶ μάλιστα
καταπλαγέντες οἱ Ῥωμαῖοι μετ' αὐτοὺς ἔφευγον, ἔστε καὶ τούσδε Μουρήνας ὑπαντήσας
ἐπέστρεφεν. Ἄλλο δ' ἀπὸ ξυλείας τέλος ἐπανιόν, καὶ σὺν αὐτοῖς οἱ ἄτιμοι, σπουδῇ
τὸν ἀγῶνα εὑρόντες ἐπέπιπτον τοῖς Μιθριδατείοις πάνυ καρτερῶς, μέχρι κτεῖναι μὲν
αὐτῶν ἐς δισχιλίους, τοὺς δὲ λοιποὺς ἐς τὰ τείχη συνελάσαι. Ἀρχέλαος δ' αὐτοὺς
ἐπιστρέφων αὖθις, καὶ τῷ ἀγῶνι διὰ τὴν προθυμίαν ἐς πολὺ παραμένων, καὶ
ἀποκλεισθεὶς ἀνιμήθη διὰ καλῳδίων. Ὁ δὲ Σύλλας τοὺς μὲν ἀτίμους περιφανῶς
ἀγωνισαμένους ἐξέλυσε τῆς ἀτιμίας, τοὺς δ' ἄλλους ἐδωρήσατο πολλοῖς.
[33] Καὶ χειμῶνος ἐπιόντος ἤδη
στρατόπεδον ἐν Ἐλευσῖνι θέμενος, τάφρον ἄνωθεν ἐπὶ θάλατταν ἔτεμνε βαθεῖαν τοῦ
μὴ τοὺς πολεμίους ἱππέας εὐμαρῶς ἐπιτρέχειν οἱ. Καὶ τάδε αὐτῷ πονουμένῳ καθ'
ἑκάστην ἡμέραν ἐγίγνοντό τινες ἀγῶνες, οἱ μὲν ἀμφὶ τὴν τάφρον οἱ δὲ παρὰ τοῖς
τείχεσιν, ἐπεξιόντων θαμινὰ τῶν πολεμίων, καὶ λίθοις καὶ βέλεσι καὶ μολυβδαίναις
χρωμένων. Ὁ δὲ Σύλλας νεῶν δεόμενος μετεπέμψατο μὲν ἐκ Ῥόδου. Καὶ Ῥοδίων οὐ
δυνηθέντων διαπλεῦσαι θαλασσοκρατοῦντος τοῦ Μιθριδάτου, Αεύκολλον, ἄνδρα Ῥωμαῖον
περιφανῆ καὶ τοῦδε τοῦ πολέμου στρατηγὸν ἐπὶ Σύλλᾳ γενόμενον, ἐκέλευεν ἐς
Ἀλεξάνδρειαν καὶ Συρίαν λαθόντα διαπλεῦσαι, παρά τε τῶν βασιλέων καὶ πόλεων,
ὅσαι ναυτικαί, στόλον τινὰ ἀγείραντα τὸ Ῥοδίων ναυτικὸν παραπέμψαι. Ὁ μὲν δὴ
πολεμίας οὔσης τῆς θαλάσσης, οὐδὲν ἐνδοιάσας, ἐς κελήτιον ἐνέβη, καὶ ναῦν ἐκ
νεώς, ἵνα λάθοι, διαμείβων ἐπ' Ἀλεξανδρείας ἐφέρετο·
[34] Οἱ δὲ προδιδόντες ἀπὸ τῶν τειχῶν, πεσσοῖς πάλιν ἐγγράψαντες ὅτι πέμψοι
τῆσδε τῆς νυκτὸς Ἀρχέλαος ἐς τὸ τῶν Ἀθηναίων ἄστυ λιμῷ πιεζόμενον πυροὺς ὑπὸ
στρατιωτῶν φερομένους, ἐσφενδόνησαν, καὶ ὁ Σύλλας ἐνεδρεύσας ἐκράτησε τοῦ τε
σίτου καὶ τῶν φερόντων. Τῆς δ' αὐτῆς ἡμέρας αὐτῷ καὶ Μουνάτιος περὶ Χαλκίδα
Νεοπτόλεμον ἕτερον στρατηγὸν κατατρώσας, ἔκτεινε μὲν ἐς χιλίους καὶ
πεντακοσίους, ἔλαβε δὲ αἰχμαλώτους ἔτι πλείονας. Οὐ πολὺ δὲ ὕστερον τῷ Πειραιεῖ
νυκτός, ἔτι κοιμωμένων τῶν φυλάκων, Ῥωμαῖοι διὰ τῶν ἐγγὺς μηχανῶν κλίμακας
ἐπενεγκόντες ἐπὶ τὸ τεῖχος ἐπέβησαν, καὶ τοὺς φύλακας τοὺς ἐγγὺς ἔκτειναν. Ἐφ' ᾧ
τῶν βαρβάρων οἱ μὲν εὐθὺς ἀπεπήδων ἐς τὸν Πειραιᾶ, τὸ τεῖχος καταλιπόντες ὡς
εἰλημμένον ἅπαν, οἱ δ' ἐς ἀλκὴν τραπέντες ἔκτεινάν τε τὸν ἡγεμόνα τῶν ἐπιβάντων
καὶ τοὺς λοιποὺς ἔξω κατεκρήμνισαν. Οἱ δὲ καὶ διὰ τῶν πυλῶν ἐκδραμόντες ὀλίγου
τὸν ἕτερον τῶν Ῥωμαϊκῶν πύργων ἐνέπρησαν, εἰ μὴ Σύλλας ἐπιδραμὼν ἀπὸ τοῦ
στρατοπέδου, νυκτός τε ὅλης καὶ δι' ἡμέρας ἐπιπόνως ἀγωνισάμενος, περιέσωσεν.
Καὶ τότε μὲν ὑπεχώρουν οἱ βάρβαροι, τοῦ δ' Ἀρχελάου πύργον ἕτερον μέγαν ἐπὶ τὸ
τεῖχος ἄντικρυς τοῦ Ῥωμαϊκοῦ πύργου στήσαντος ἐπυργομάχουν ἐς ἀλλήλους,
ἑκατέρωθεν πυκνὰ καὶ θαμινὰ πάντα ἀφιέντες, ἕως ὁ Σύλλας ἐκ καταπελτῶν, ἀνὰ
εἴκοσιν ὁμοῦ μολυβδαίνας βαρυτάτας ἀφιέντων, ἔκτεινέ τε πολλούς, καὶ τὸν πύργον
Ἀρχελάου κατέσεισε καὶ δυσάρμοστον ἐποίησεν, ὡς εὐθὺς αὐτὸν ὑπὸ Ἀρχελάου διὰ
δέος ὀπίσω κατὰ τάχος ὑπαχθῆναι.
[35] Πιεζομένων δ' ἔτι μᾶλλον ὑπὸ
τοῦ λιμοῦ τῶν ἐν ἄστει, πεσσοὶ πάλιν ἐμήνυον ὅτι πέμψοι νυκτὸς ἐς τὸ ἄστυ
τροφάς. Καὶ ὁ Ἀρχέλαος ὑπονοῶν τι περὶ τὸν σῖτον γίγνεσθαι μήνυμα καὶ προδοσίαν,
ἅμα τὸν σῖτον ἔπεμπε, καί τινας ἐφίστη ταῖς πύλαις μετὰ πυρὸς ἐς τοὺς Ῥωμαίους
ἐκδραμουμένους, εἰ Σύλλας γίγνοιτο περὶ τὸν σῖτον. Καὶ συνέπεσεν ἄμφω, Σύλλᾳ μὲν
ἑλεῖν τοὺς σιταγωγοῦντας, Ἀρχελάῳ δ' ἐμπρῆσαί τινα τῶν μηχανημάτων. Τοῦ δ' αὐτοῦ
χρόνου καὶ Ἀρκαθίας ὁ Μιθριδάτου υἱός, μεθ' ἑτέρας στρατιᾶς ἐς Μακεδονίαν
ἐμβαλών, οὐ δυσχερῶς ὀλίγων ὄντων τῶν ἐκεῖ Ῥωμαίων ἐκράτησε, καὶ Μακεδονίαν
πᾶσαν ὑπηγάγετο, καὶ σατράπαις ἐπιτρέψας αὐτὸς ἐπὶ τὸν Σύλλαν ἐχώρει, μέχρι
νοσήσας περὶ τὸ Τίσαιον ἐτελεύτησεν. Ἐν δὲ τῇ Ἀττικῇ τῷ μὲν ἄστει πονουμένῳ
σφόδρα ὑπὸ λιμοῦ πολλὰ ὁ Σύλλας ἐπετείχιζε φρούρια, τοῦ μὴ διαδιδράσκειν ἀλλ'
ἐμμένοντας ὑπὸ τοῦ πλήθους μᾶλλον ἐνοχλεῖσθαι·
[36] Τῷ δὲ Πειραιεῖ, τὸ χῶμα ἐς ὕψος ἐγείρας, τὰ μηχανήματα ἐπῆγεν. Ἀρχελάου δὲ
τὸ χῶμα ὑπορύττοντος καὶ τὴν γῆν ὑποφέροντός τε καὶ ἐς πολὺ διαλανθάνοντος, τὸ
χῶμα ὑφίζανεν ἄφνω· καὶ ταχείας αἰσθήσεως γενομένης οἱ Ῥωμαῖοι τὰ μηχανήματα
ὑφεῖλκον καὶ τὸ χῶμα ἀνεπλήρουν. Τῷ δ' αὐτῷ τρόπῳ καὶ αὐτοὶ τὴν γῆν ἐς τὰ τείχη
τεκμαιρόμενοι διώρυττον· ἀλλήλοις τε συμπίπτοντες κάτω ξίφεσι καὶ δόρασιν ἐκ
χειρός, ὡς δυνατὸν ἦν ἐν σκότῳ, διεμάχοντο. Ὁμοῦ δὲ ταῦτα ἐγίγνετο, καὶ ὁ Σύλλας
ἀπὸ τῶν χωμάτων μηχανήμασι πολλοῖς τὸ τεῖχος ἐκριοκόπει, μέχρι μέρος αὐτοῦ
καταβαλών, καὶ τὸν πλησιάζοντα πύργον ἐπειγόμενος ἐμπρῆσαι, πολλὰ μὲν ἠφίει
πυρφόρα τοξεύματα ἐς αὐτόν, τοὺς δὲ εὐτολμοτάτους ἀνέπεμπεν ἐπὶ κλιμάκων.
Σπουδῆς δὲ πολλῆς γιγνομένης ἑκατέρωθεν ὅ τε πύργος ἐνεπίμπρατο, καὶ μέρος τι
τοῦ τείχους ὀλίγον ὁ Σύλλας καταβαλὼν εὐθὺς ἐπέστησε φυλακεῖον· τά τε
ὑπορωρυγμένα τοῦ τείχους θεμέλια, ξύλοις ἀνηρτημένα καὶ θείου καὶ στυππίου καὶ
πίσσης γέμοντα, αὐτίκα πάντα ἐνεπίμπρη. Τῶν δ' ἄλλο παρ' ἄλλο κατεπιπτε καὶ τοὺς
ἐφεστῶτας αὐτοῖς συγκατέφερεν. Ὅ τε θόρυβος οὗτος δὴ μάλιστα αἰφνίδιος καὶ πολὺς
ὢν πάντῃ τοὺς τειχοφύλακας ἐτάραττεν, ὡς καὶ τὸ ὑπὸ σφίσιν αὐτίκα πεσούμενον·
ὅθεν ἐς πάντα συνεχῶς ἐπιστρεφόμενοι τήν τε γνώμην ὕποπτον εἶχον ὑπὸ τοῦ δέους
καὶ ἀσθενῶς τοὺς πολεμίους ἀπεμάχοντο.
[37] Καὶ ὁ Σύλλας αὐτοῖς ὧδε ἔχουσιν ἐπικείμενος ἀπαύστως, καὶ τῶν ἰδίων τὸ ἀεὶ
πονοῦν ἐναλλάσσων, ἑτέρους ἐφ' ἑτέροις ἀκμῆτας ἐπῆγε σὺν κλίμαξι καὶ βοῇ καὶ
παρακελεύσει, προτρέπων ἅμα καὶ ἀπειλῶν καὶ παρακαλῶν ὡς ἐν τῷδε τῷ βραχεῖ τοῦ
παντὸς αὐτοῖς κριθησομένου. Ἀντεπῆγε δὲ καὶ ὁ Ἀρχέλαος ἑτέρους ἀντὶ τῶν
τεθορυβημένων, ἀνακαινίζων καὶ ὅδε τὸ ἔργον ἀεί, καὶ παρακαλῶν ἅμα καὶ ἐποτρύνων
ἅπαντας ὡς ἐν ὀλίγῳ σφίσιν ἔτι τῆς σωτηρίας οὔσης. Πολλῆς δὲ σπουδῆς καὶ
προθυμίας ἑκατέρωθεν αὖθις ἅπασιν ἐγγενομένης φερεπονώτατος ἦν· καὶ ὁ φόνος ἴσος
καὶ ὅμοιος ἐξ ἑκατέρων, ἕως ὁ Σύλλας ἔξωθεν ἐπιών, καὶ μᾶλλόν τι κάμνων,
ἀνεκάλει τῇ σάλπιγγι τὴν στρατιάν, καὶ θαυμάσας πολλοὺς ἀπῆγεν. Ὁ δ' Ἀρχέλαος
αὐτίκα νυκτὸς τὰ πεπτωκότα τοῦ τείχους ᾠκοδόμει, μηνοειδῆ αὐτοῖς πολλὰ περιθεὶς
ἔνδοθεν. Οἷς ἔτι νεοδμήτοις ὁ Σύλλας αὖθις ἐπεχείρει παντὶ τῷ στρατῷ, νομίσας
ἀσθενῆ καὶ ὑγρὰ ἔτι ὄντα ῥᾳδίως κατερείψειν. Κάμνων δὲ ὡς ἐν στενῷ, καὶ
βαλλόμενος ἄνωθεν ἔκ τε μετώπου καὶ τῶν κεραιῶν ὡς ἐν μηνοειδέσι χωρίοις, τοῦ
μὲν ἐπιχειρεῖν ἔτι τῷ Πειραιεῖ πάμπαν ἀπεῖχε τῇ γνώμῃ, καὶ ἐς πολιορκίαν, ὡς
λιμῷ παραστησόμενος αὐτούς, καθίστατο.
VI. [38] Αἰσθόμενος δὲ τοὺς ἐν ἄστει μᾶλλόν τι πεπιεσμένους, καὶ
κτήνη πάντα καταθύσαντας, δέρματά τε καὶ βύρσας ἕψοντας καὶ λιχμωμένους τὸ
γιγνόμενον ἐξ αὐτῶν, τινὰς δὲ καὶ τῶν ἀποθνησκόντων ἁπτομένους, ἐκέλευσε τῷ
στρατῷ τὴν πόλιν περιταφρεύειν, ἵνα μηδὲ καθ' ἕνα τις ἐκφεύγοι λανθάνων. Ὡς δὲ
καὶ τοῦτο ἐξείργαστο αὐτῷ, κλίμακας ἐπῆγεν ὁμοῦ καὶ τὸ τεῖχος διώρυττεν. Τροπῆς
δ' ὡς ἐν ἀσθενέσιν ἀνδράσιν αὐτίκα γενομένης, ἐσέπεσεν ἐς τὴν πόλιν, καὶ εὐθὺς
ἐν Ἀθήναις σφαγὴ πολλὴ ἦν καὶ ἀνηλεής· οὔτε γὰρ ὑποφεύγειν ἐδύναντο δι'
ἀτροφίαν, οὔτε παιδίων ἢ γυναικῶν ἔλεος ἦν, τοῦ Σύλλα τὸν ἐν ποσὶν ἀναιρεῖν
κελεύοντος ὑπ' ὀργῆς ὡς ἐπὶ ταχείᾳ δὴ καὶ ἐς βαρβάρους ἀλόγῳ μεταβολῇ καὶ πρὸς
αὑτὸν ἀκράτῳ φιλονεικίᾳ. Ὅθεν οἱ πλέονες, αἰσθανόμενοι τοῦ κηρύγματος, ἑαυτοὺς
τοῖς σφαγεῦσιν ὑπερρίπτουν ἐς τὸ ἔργον. Ὀλίγων δ' ἦν ἀσθενὴς ἐς τὴν ἀκρόπολιν
δρόμος· καὶ Ἀριστίων αὐτοῖς συνέφυγεν, ἐμπρήσας τὸ ᾠδεῖον, ἵνα μὴ ἑτοίμοις
ξύλοις αὐτίκα ὁ Σύλλας ἔχοι τὴν ἀκρόπολιν ἐνοχλεῖν. Ὁ δ' ἐμπιπράναι μὲν τὴν
πόλιν ἀπεῖπε, διαρπάσαι δὲ ἔδωκε τῷ στρατῷ· καὶ ἕτοιμοι σάρκες ἀνθρώπων ἐς
τροφὴν ἐν πολλοῖς οἰκήμασιν ηὑρέθησαν. Τῇ δὲ ἑξῆς ὁ Σύλλας τοὺς μὲν δούλους
ἀπέδοτο, τοῖς δ' ἐλευθέροις, ὅσοι νυκτὸς ἐπιλαβούσης οὐκ ἔφθασαν ἀναιρεθῆναι,
πάμπαν οὖσιν ὀλίγοις, τὴν μὲν ἐλευθερίαν ἔφη διδόναι, ψῆφον δὲ καὶ χειροτονίαν
τῶνδε μὲν ὡς οἱ πεπολεμηκότων ἀφαιρεῖσθαι, τοῖς δ' ἐκγόνοις καὶ ταῦτα διδόναι.
[39] Ὧδε μὲν ἄδην εἶχον αἱ Ἀθῆναι κακῶν·
ὁ δὲ Σύλλας τῇ μὲν ἀκροπόλει φρουρὰν ἐπέστησεν, ᾗ τὸν Ἀριστίωνα καὶ τοὺς
συμπεφευγότας λιμῷ καὶ δίψει πιεσθέντας ἐξεῖλεν οὐ μετὰ πολύ. Καὶ αὐτῶν ὁ Σύλλας
Ἀριστίωνα μὲν καὶ τοὺς ἐκείνῳ δορυφορήσαντας ἢ ἀρχήν τινα ἄρξαντας, ἢ ὁτιοῦν
ἄλλο πράξαντας παρ' ἃ πρότερον ἁλούσης τῆς Ἑλλάδος ὑπὸ Ῥωμαίων αὐτοῖς
διετέτακτο, ἐκόλασε θανάτῳ, τοῖς δὲ ἄλλοις συνέγνω, καὶ νόμους ἔθηκεν ἅπασιν
ἀγχοῦ τῶν πρόσθεν αὐτοῖς ὑπὸ Ῥωμαίων ὁρισθέντων. Συνηνέχθη δ' ἐκ τῆς ἀκροπόλεως
χρυσίου μὲν ἐς τεσσαράκοντα λίτρας μάλιστα, ἀργύρου δ' ἐς ἑξακοσίας. Καὶ τάδε
μὲν ἀμφὶ τὴν ἀκρόπολιν ὀλίγον ὕστερον ἐγένετο·
[40] Ὁ δὲ Σύλλας αὐτίκα τοῦ ἄστεος ληφθέντος, οὐ περιμένων ἔτι τὸν Πειραιᾶ διὰ
πολιορκίας ἐξελεῖν, κριοὺς ὁμοῦ καὶ βέλη καὶ ἀκόντια ἐπῆγεν, ἄνδρας τε πολλοὺς
οἳ διώρυσσον ὑπὸ χελώναις τὰ τείχη, καὶ σπείρας αἳ τοὺς ἐπὶ τῶν τειχῶν
ἀκοντίζουσαί τε καὶ τοξεύουσαι θαμινὰ ἀνέκοπτον. Καὶ κατήρειψέ τι τοῦ
μηνοειδοῦς, ὑγροτέρου καὶ ἀσθενεστέρου ἔτι ὄντος ἅτε νεοδμήτου. Ὑπιδομένου δὲ
τοῦτο ἔτι πρότερον Ἀρχελάου, καὶ προοικοδομήσαντος ἔνδοθεν ὅμοια πολλά, τὸ μὲν
ἔργον ἦν τῷ Σύλλᾳ διηνεκὲς ἐμπίπτοντι ἐς ἕτερον ὅμοιον ἐξ ἑτέρου, ὁρμῇ δ'
ἀπαύστῳ καὶ στρατοῦ μεταβολῇ πυκνῇ χρώμενος, καὶ περιθέων αὐτούς, καὶ παρακαλῶν
ἐπὶ τὸ ἔργον ὡς ἐν τῷδε ἔτι λοιπῷ τῆς ὅλης ἐλπίδος καὶ κέρδους τῶν
προπεπονημένων ὄντος· οἱ δὲ καὶ αὐτοὶ τῷ ὄντι τοῦτο σφίσιν ἡγούμενοι τέλος εἶναι
πόνων, καὶ ἐς τὸ ἔργον αὐτὸ ὡς μέγα δὴ καὶ λαμπρόν, τοιῶνδε τειχῶν κρατῆσαι,
φιλοτιμούμενοι, προσέκειντο βιαίως, μέχρι καταπλαγεὶς αὐτῶν τὴν ὁρμὴν ὁ Ἀρχέλαος
ὡς μανιώδη καὶ ἄλογον ἐξέλιπεν αὐτοῖς τὰ τείχη, ἐς δέ τι τοῦ Πειραιῶς ἀνέδραμεν
ὀχυρώτατόν τε καὶ θαλάσσῃ περίκλυστον, ᾧ ναῦς οὐκ ἔχων ὁ Σύλλας οὐδ' ἐπιχειρεῖν
ἐδύνατο.
[41] Ἐντεῦθεν ὁ μὲν Ἀρχέλαος ἐπὶ Θεσσαλίαν διὰ Βοιωτῶν ἀνεζεύγνυ, καὶ συνῆγεν ἐς
Θερμοπύλας τὰ λοιπὰ τοῦ τε ἰδίου στρατοῦ παντός, ὃν ἔχων ἦλθε, καὶ τοῦ σὺν
Δρομιχαίτῃ παραγεγονότος. Συνῆγε δὲ καὶ τὸ σὺν Ἀρκαθίᾳ τῷ παιδὶ τοῦ βασιλέως ἐς
Μακεδονίαν ἐμβαλόν, ἀκραιφνέστατον δὴ καὶ πλῆρες ὂν τόδε μάλιστα, καὶ οὓς αὐτίκα
ἄλλους ὁ Μιθριδάτης ἀπέστειλεν· οὐ γὰρ διέλιπεν ἐπιπέμπων. Ὁ μὲν δὴ ταῦτα σὺν
ἐπείξει συνῆγεν, ὁ δὲ Σύλλας τὸν Πειραιᾶ τοῦ ἄστεος μᾶλλον ἐνοχλήσαντά οἱ
κατεπίμπρη, φειδόμενος οὔτε τῆς ὁπλοθήκης οὔτε τῶν νεωσοίκων οὔτε τινὸς ἄλλου
τῶν ἀοιδίμων. Καὶ μετὰ τοῦτ' ἐπὶ τὸν Ἀρχέλαον ᾔει διὰ τῆς Βοιωτίας καὶ ὅδε.
Ὡς
δ' ἐπλησίασαν ἀλλήλοις, οἱ μὲν ἐκ Θερμοπυλῶν ἄρτι μετεχώρουν ἐς τὴν Φωκίδα,
Θρᾷκές τε ὄντες καὶ ἀπὸ τοῦ Πόντου καὶ Σκύθαι καὶ Καππαδόκαι Βιθυνοί τε καὶ
Γαλάται καὶ Φρύγες, καὶ ὅσα ἄλλα τῷ Μιθριδάτῃ νεόκτητα γένοιτο, πάντες ἐς δώδεκα
μυριάδας ἀνδρῶν· καὶ στρατηγοὶ αὐτῶν ἦσαν μὲν καὶ κατὰ μέρος ἑκάστῳ, αὐτοκράτωρ
δ' Ἀρχέλαος ἐπὶ πᾶσιν. Σύλλας δ' ἦγεν Ἰταλιώτας, καὶ Ἑλλήνων ἢ Μακεδόνων ὅσοι
ἄρτι πρὸς αὐτὸν ἀπὸ Ἀρχελάου μετετίθεντο, ἢ εἴ τι ἄλλο περίοικον, οὐδ' ἐς
τριτημόριον τὰ πάντα τῶν πολεμίων.
[42] Ἀντικαταστάντες δ' ἀλλήλοις, ὁ μὲν Ἀρχελαος ἐξέταττεν ἐς μάχην ἀεὶ
προκαλούμενος, ὁ δὲ Σύλλας ἐβράδυνε, τὰ χωρία καὶ τὸ πλῆθος τῶν ἐχθρῶν
περισκοπούμενος. Ἀναχωροῦντι δ' ἐς Χαλκίδα τῷ Ἀρχελάῳ παρακολουθῶν καιρὸν
ἐπετήρει καὶ τόπον. Ὡς δὲ αὐτὸν εἶδε περὶ Χαιρώνειαν ἐν ἀποκρημνοις
στρατοπεδευόμενον, ἔνθα μὴ κρατοῦσιν ἀποχώρησις οὐδεμία ἦν, πεδίον αὐτὸς εὐρὺ
πλησίον καταλαβὼν εὐθὺς ἐπῆγεν ὡς καὶ ἄκοντα βιασόμενος ἐς μάχην Ἀρχέλαον· ἐν ᾧ
σφίσι μὲν ὕπτιον καὶ εὐπετὲς ἐς δίωξιν καὶ ἀναχώρησιν ἦν πεδίον, Ἀρχελάῳ δὲ
κρημνοὶ περιέκειντο, οἳ τὸ ἔργον οὐκ εἴων ἐν οὐδενὶ κοινὸν ὅλου τοῦ στρατοῦ
γενέσθαι, συστῆναι διὰ τὴν ἀνωμαλίαν οὐκ ἔχοντος· τραπεῖσί τε αὐτοῖς ἄπορος διὰ
τῶν κρημνῶν ἐγίγνετο ἡ φυγή. Ὁ μὲν δὴ τοιοῖσδε λογισμοῖς τῇ δυσχωρίᾳ μάλιστα
πιστεύων, ἐπῄει ὡς οὐδὲν ἐσομένου χρησίμου τοῦ πλήθους Ἀρχελάῳ· ὁ δ' οὐκ ἐγνώκει
μὲν αὐτῷ τότε συμπλέκεσθαι, διὸ καὶ ἀμελῶς ἐστρατοπέδευσεν, ἐπιόντος δὲ ἤδη τῆς
δυσχωρίας ὀψὲ καὶ μόγις ᾐσθάνετο, καὶ προύπεμπέ τινας ἱππέας ἐς κώλυσιν αὐτοῦ.
Τραπέντων δ' ἐκείνων καὶ ἐς τοὺς κρημνοὺς καταρριφθέντων, ἑξήκοντα αὖθις ἔπεμψεν
ἅρματα, εἰ δύναιτο μετὰ ῥύμης κόψαι καὶ διαρρῆξαι τὴν φάλαγγα τῶν πολεμίων.
Διαστάντων δὲ τῶν Ῥωμαίων, τὰ μὲν ἅρματα ὑπὸ τῆς φορᾶς ἐς τοὺς ὀπίσω
παρενεχθέντα τε καὶ δυσεπίστροφα ὄντα πρὸς τῶν ὑστάτων περιστάντων αὐτὰ καὶ
ἐσακοντιζόντων διεφθείρετο·
[43] Ὁ δ' Ἀρχέλαος δυνηθεὶς ἂν καὶ ὣς ἀπὸ τοῦ χάρακος εὐσταθῶς ἀπομάχεσθαι, τάχα
οἱ καὶ τῶν κρημνῶν ἐς τοῦτο συλλαμβανόντων, ἐξῆγε σὺν ἐπείξει καὶ διέτασσε μετὰ
σπουδῆς τοσόνδε πλῆθος οὐ προεγνωκότων ἀνδρῶν, ἐν στενωτάτῳ μάλιστα γεγονὼς διὰ
τὸν Σύλλαν ἤδη πλησιάζοντα. Τοὺς δ' ἱππέας πρώτους ἐπαγαγὼν μετὰ δρόμου πολλοῦ,
διέτεμε τὴν φάλαγγα Ῥωμαίων ἐς δύο, καὶ εὐμαρῶς ἑκατέρους ἐκυκλοῦτο διὰ τὴν
ὀλιγότητα. Οἱ δ' ἀπεμάχοντο μὲν ἐγκρατῶς, ἐς πάντας ἐπιστρεφόμενοι, μάλιστα δ'
ἐπόνουν οἱ περὶ Γάλβαν τε καὶ Ὁρτήσιον, καθ' οὓς αὐτὸς ὁ Ἀρχέλαος ἐτέτακτο, τῶν
βαρβάρων ὡς ἐν ὄψει στρατηγοῦ σὺν προθυμίᾳ σφοδρᾷ ἐπικειμένων, μέχρι τοῦ Σύλλα
μεταχωροῦντος ἐς αὐτοὺς σὺν ἱππεῦσι πολλοῖς, ὁ Ἀρχέλαος ἀπὸ τῶν σημείων
στρατηγικῶν ὄντων καὶ τοῦ κονιορτοῦ πλείονος αἰρομένου τεκμηράμενος εἶναι Σύλλαν
τὸν ἐπιόντα, λύσας τὴν κύκλωσιν ἐς τάξιν ἀνεχώρει. Ὁ δὲ τῶν τε ἱππέων τὸ ἄριστον
ἄγων, καὶ δύο νεαλεῖς σπείρας ἐν τῇ παρόδῳ προσλαβών, αἳ ἐτετάχατο ἐφεδρεύειν,
οὔπω τὸν κύκλον τοῖς πολεμίοις ἐξελίξασιν, οὐδ' ἐς μέτωπον εὐσταθῶς
διατεταγμένοις, ἐνέβαλε, καὶ θορυβήσας ἔκοψέ τε καὶ ἐς φυγὴν τραπέντας ἐδίωκεν.
Ἀρξαμένης δ' ἐνταῦθα τῆς νίκης, οὐδὲ Μουρήνας ἠλίνυεν ἐπὶ τοῦ λαιοῦ τεταγμένος,
ἀλλ' ὀνειδίσας τοῖς ἀμφ' αὑτὸν καὶ γενναίως ἐμπεσὼν ἐδίωκε κἀκεῖνος.
[44] Τρεπομένων δ' ἤδη τῶν Ἀρχελάου κερῶν, οὐδ' οἱ μέσοι τὴν τάξιν ἐφύλασσον,
ἀλλ' ἀθρόα πάντων ἐγίγνετο φυγή. Ἔνθα δὴ πάντα ὅσα εἴκασεν ὁ Σύλλας, ἐνέπιπτε
τοῖς πολεμίοις· οὐ γὰρ ἔχοντες ἀναστροφὴν εὐρύχωρον οὐδὲ πεδίον ἐς φυγήν, ἐπὶ
τοὺς κρημνοὺς ὑπὸ τῶν διωκόντων ἐωθοῦντο, καὶ αὐτῶν οἱ μὲν ἐξέπιπτον πρὸς αὐτόν,
οἱ δ' εὐβουλότερον ἐς τὸ στρατόπεδον ἐφέροντο. Ἀρχέλαος δ' αὐτοὺς προλαβών,
ἀπειρότατα δὴ τότε μάλιστα συμφορῶν πολεμικῶν, ἀπέκλειε, καὶ ἐπιστρέφειν ἐς τοὺς
πολεμίους ἐκέλευεν. Οἱ δ' ἀνέστρεφον μὲν ἐκ προθυμίας, οὔτε δὲ στρατηγῶν ἢ
ἐπιστατῶν ἐς διάταξιν ἔτι σφίσι παρόντων, οὔτε τὰ σημεῖα ἕκαστοι τὰ ἑαυτῶν
ἐπιγιγνώσκοντες ὡς ἐν ἀκόσμῳ τροπῇ διερριμμένοι, χωρίου τε καὶ ἐς φυγὴν καὶ ἐς
μάχην ἀποροῦντες, στενωτάτου τότε μάλιστα αὐτοῖς διὰ τὴν δίωξιν γενομένου,
ἐκτείνοντο μετ' ἀργίας, οἱ μὲν ὑπὸ τῶν πολεμίων, οὐδὲν ἀντιδρᾶσαι φθάνοντες, οἱ
δὲ ὑπὸ σφῶν αὐτῶν ὡς ἐν πλήθει καὶ στενοχωρίᾳ θορυβούμενοι. Πάλιν τε κατέφυγον
ἐπὶ τὰς πύλας, καὶ εἰλοῦντο περὶ αὐτὰς ἐπιμεμφόμενοι τοῖς ἀποκλείουσιν. Θεούς τε
πατρίους αὐτοῖς καὶ τὴν ἄλλην οἰκειότητα σὺν ὀνείδει προύφερον, ὡς οὐχ ὑπὸ τῶν
ἐχθρῶν μᾶλλον ἢ τῶνδε ὑπερορώντων αὑτοὺς ἀναιρούμενοι, ἔστε μόλις αὐτοῖς ὁ
Ἀρχέλαος, ὀψὲ τῆς χρείας, ἀνεῴγνυ τὰς πύλας καὶ ὑπεδέχετο μετ' ἀταξίας
ἐστρέχοντας. Οἱ δὲ Ῥωμαῖοι ταῦτα συνιδόντες, καὶ παρακαλέσαντες τότε μάλιστα
ἀλλήλους, δρόμῳ τοῖς φεύγουσι συνεσέπιπτον ἐς τὸ στρατόπεδον, καὶ τὴν νίκην ἐς
τέλος ἐξειργάσαντο.
[45] Ἀρχέλαος δὲ καὶ ὅσοι ἄλλοι κατὰ μέρος ἐξέφυγον, ἐς Χαλκίδα συνελέγοντο, οὐ
πολὺ πλείους μυρίων ἐκ δώδεκα μυριάδων γενόμενοι. Ῥωμαίων δὲ ἔδοξαν μὲν
ἀποθανεῖν πεντεκαίδεκα ἄνδρες, δύο δ' αὐτῶν ἐπανῆλθον. Τοῦτο μὲν δὴ Σύλλᾳ καὶ
Ἀρχελάῳ τῷ Μιθριδάτου στρατηγῷ τῆς περὶ Χαιρώνειαν μάχης τέλος ἦν, δι' εὐβουλίαν
δὴ μάλιστα Σύλλα καὶ δι' ἀφροσύνην Ἀρχελάου τοιόνδε ἑκατέρῳ γενόμενον. Σύλλας δὲ
πολλῶν μὲν αἰχμαλώτων πολλῶν δ' ὅπλων καὶ λείας κρατῶν, τὰ μὲν ἀχρεῖα
σωρευθέντα, διαζωσάμενος ὡς ἔθος ἐστὶ Ῥωμαίοις, αὐτὸς ἐνέπρησε τοῖς ἐνυαλίοις
θεοῖς, ἀναπαύσας δὲ τὴν στρατιὰν ἐπ' ὀλίγον, ἐς τὸν Εὔριπον σὺν εὐζώνοις ἐπὶ τὸν
Ἀρχέλαον ἠπείγετο. Ῥωμαίων δὲ ναῦς οὐκ ἐχόντων, ἀδεῶς τὰς νήσους περιέπλει τὰ
παράλια πορθῶν. Ζακύνθῳ δ' ἐκβὰς παρεστρατοπέδευσεν. Καὶ τινῶν Ῥωμαίων, οἳ
ἐπεδήμουν, νυκτὸς ἐπιθεμένων αὐτῷ, κατὰ τάχος ἐσβὰς αὖθις ἀνήγετο ἐς Χαλκίδα,
λῃστεύοντι μᾶλλον ἢ πολεμοῦντι ἐοικώς.
VII. [46] Μιθριδάτης δ' ἐπεὶ τοσῆσδε ἥττης ἐπύθετο, κατεπλάγη μὲν
αὐτίκα καὶ ἔδεισεν ὡς ἐπὶ ἔργῳ τοσούτῳ, στρατιὰν δ' ὅμως ἄλλην ἀπὸ τῶν ὑπ' αὐτὸν
ἐθνῶν ἁπάντων κατὰ σπουδὴν συνέλεγεν. Νομίσας δ' ἄν τινας αὑτῷ διὰ τὴν ἧτταν ἢ
νῦν, ἢ εἴ τινα καιρὸν ἄλλον εὕροιεν, ἐπιθήσεσθαι, τοὺς ὑπόπτους οἱ πάντας πρὶν
ὀξύτερον γενέσθαι τὸν πόλεμον, ἀνελέγετο. Καὶ πρῶτα μὲν τοὺς Γαλατῶν τετράρχας,
ὅσοι τε αὐτῷ συνῆσαν ὡς φίλοι καὶ ὅσοι μὴ κατήκουον αὐτοῦ, πάντας ἔκτεινε μετὰ
παίδων καὶ γυναικῶν χωρὶς τριῶν τῶν διαφυγόντων, τοῖς μὲν ἐνέδρας ἐπιπέμψας,
τοὺς δ' ἐπὶ διαίτῃ μιᾶς νυκτός, οὐχ ἡγούμενος αὐτῶν οὐδένα οἱ βέβαιον, εἰ
πλησιάσοι Σύλλας, ἔσεσθαι. Σφετερισάμενος δ' αὐτῶν τὰς περιουσίας, φρουρὰς
ἐσῆγεν ἐς τὰς πόλεις, καὶ σατράπην ἐς τὸ ἔθνος Εὔμαχον ἔπεμψεν· ὃν αὐτίκα τῶν
τετραρχῶν οἱ διαφυγόντες, στρατιὰν ἀγείραντες ἀπὸ τῶν ἀγρῶν, ἐξέβαλον αὐταῖς
φρουραῖς διώκοντες ἐκ Γαλατίας. Καὶ Μιθριδάτῃ περιῆν Γαλατῶν ἔχειν τὰ χρήματα
μόνα. Χίοις δὲ μηνίων ἐξ οὗ τις αὐτῶν ναῦς ἐς τὴν βασιλικὴν ἐν τῇ περὶ Ῥόδον
ναυμαχίᾳ λαθοῦσα ἐνέβαλε, πρῶτα μὲν ἐδήμευσε τὰ ὄντα Χίοις τοῖς ἐς Σύλλαν
φυγοῦσιν, ἑξῆς δ' ἔπεμπε τοὺς τὰ Ῥωμαίων ἐρευνησομένους ἐν Χίῳ. Καὶ τρίτον
Ζηνόβιος στρατιὰν ἄγων ὡς ἐς τὴν Ἑλλάδα διαβαλῶν, τὰ τείχη τῶν Χίων, καὶ ὅσα
ἄλλα ἐρυμνὰ χωρία, τῆς νυκτὸς κατέλαβε, καὶ ταῖς πύλαις φρουρὰν ἐπιστήσας
ἐκήρυσσε τοὺς μὲν ξένους ἀτρεμεῖν, Χίους δὲ ἐς ἐκκλησίαν συνελθεῖν, ὡς
διαλεξόμενος αὐτοῖς τι παρὰ τοῦ βασιλέως. Ἐπεὶ δὲ συνῆλθον, ἔλεξεν ὅτι βασιλεὺς
ὕποπτον ἔχει τὴν πόλιν διὰ τοὺς ῥωμαΐζοντας, παύσεται δὲ ἐὰν τά τε ὅπλα παραδῶτε
καὶ ὅμηρα τῶν παίδων τοὺς ἀρίστους. Οἱ μὲν δὴ κατειλημμένην σφῶν τὴν πόλιν
ὁρῶντες ἔδοσαν ἄμφω, καὶ Ζηνόβιος αὐτὰ ἐς Ἐρυθρὰς ἐξέπεμψεν ὡς αὐτίκα τοῖς Χίοις
γράψοντος τοῦ βασιλέως·
[47] Ἐπιστολὴ δὲ ἧκε Μιθριδάτου τάδε λέγουσα·
« Εὖνοι καὶ νῦν ἐστὲ Ῥωμαίοις, ὧν
ἔτι πολλοὶ παρ' ἐκείνοις εἰσί, καὶ τὰ ἐγκτήματα Ῥωμαίων καρποῦσθε, ἡμῖν οὐκ
ἀναφέροντες. Ἔς τε τὴν ἐμὴν ναῦν ἐν τῇ περὶ Ῥόδον ναυμαχίᾳ τριήρης ὑμετέρα
ἐνέβαλέ τε καὶ κατέσεισεν. Ὃ ἐγὼ περιέφερον ἑκὼν ἐς μόνους τοὺς κυβερνήτας, εἰ
δύναισθε σώζεσθαι καὶ ἀγαπᾶν. Λανθάνοντες δὲ καὶ νῦν τοὺς ἀρίστους ὑμῶν ἐς
Σύλλαν διεπέμψατε, καὶ οὐδένα αὐτῶν ὡς οὐκ ἀπὸ τοῦ κοινοῦ ταῦτα πράττοντα
ἐνεδείξατε οὐδ' ἐμηνύσατε, ὃ τῶν οὐ συμπεπραχότων ἔργον ἦν. Τοὺς οὖν
ἐπιβουλεύοντας μὲν τῇ ἐμῇ ἀρχῇ, ἐπιβουλεύσαντας δὲ καὶ τῷ σώματι, οἱ μὲν ἐμοὶ
φίλοι ἐδικαίουν ἀποθανεῖν, ἐγὼ δ' ὑμῖν τιμῶμαι δισχιλίων ταλάντων. » Τοσαῦτα μὲν
ἡ ἐπιστολὴ περιεῖχεν, οἱ δ' ἐβούλοντο μὲν ἐς αὐτὸν πρεσβεῦσαι, Ζηνοβίου δὲ
κατακωλύοντος, ὅπλων τε ἀφῃρημένοι, καὶ παίδων σφίσι τῶν ἀρίστων ἐχομένων,
στρατιᾶς τε βαρβαρικῆς τοσαύτης ἐφεστώσης, οἰμώζοντες ἔκ τε ἱερῶν κόσμους καὶ τὰ
τῶν γυναικῶν πάντα ἐς τὸ πλήρωμα τῶν δισχιλίων ταλάντων συνέφερον. Ὡς δὲ καὶ
ταῦτ' ἐπεπλήρωτο, αἰτιασάμενος τὸν σταθμὸν ἐνδεῖν ὁ Ζηνόβιος ἐς τὸ θέατρον
αὐτοὺς συνεκάλει, καὶ τὴν στρατιὰν περιστήσας μετὰ γυμνῶν ξιφῶν ἀμφί τε τὸ
θέατρον αὐτὸ καὶ τὰς ἀπ' αὐτοῦ μέχρι τῆς θαλάσσης ὁδοὺς ἦγε τοὺς Χίους, ἀνιστὰς
ἕκαστον ἐκ τοῦ θεάτρου, καὶ ἐνετίθετο ἐς τὰς ναῦς, ἑτέρωθι μὲν τοὺς ἄνδρας,
ἑτέρωθι δ' αὐτῶν τὰ γύναια καὶ τὰ παιδία, βαρβαρικῶς ὑπὸ τῶν ἀγόντων ὑρβιζόμενα.
Ἀνάσπαστοι δ' ἐντεῦθεν ἐς Μιθριδάτην γενόμενοι διεπέμφθησαν ἐς τὸν Πόντον τὸν
Εὔξεινον.
[48] Καὶ Χῖοι μὲν ὧδε ἐπεπράχεσαν, Ζηνόβιον δὲ Ἐφέσιοι μετὰ στρατιωτῶν προσιόντα
ἐκέλευον ἐξοπλίσασθαί τε παρὰ ταῖς πύλαις καὶ σὺν ὀλίγοις ἐσελθεῖν. Ὁ δ' ὑπέστη
μὲν ταῦτα, καὶ ἐσῆλθε πρὸς Φιλοποίμενα τὸν πατέρα Μονίμης τῆς ἐρωμένης
Μιθριδάτου, ἐπίσκοπον Ἐφεσίων ἐκ Μιθριδάτου καθεστηκότα, καὶ συνελθεῖν οἱ τοὺς
Ἐφεσίους ἐς ἐκκλησίαν ἐκήρυττεν. Οἱ δὲ οὐδὲν χρηστὸν ἔσεσθαι παρ' αὐτοῦ
προσδοκῶντες ἐς τὴν ἐπιοῦσαν ἀνέθεντο, καὶ νυκτὸς ἀλλήλους ἀγείραντές τε καὶ
παρακαλέσαντες, Ζηνόβιον μὲν ἐς τὸ δεσμωτήριον ἐμβαλόντες ἔκτειναν, καὶ τὰ τείχη
κατεῖχον, καὶ τὸ πλῆθος συνελόχιζον, καὶ τὰ ἐκ τῶν ἀγρῶν συνέλεγον, καὶ τὴν
πόλιν ὅλως διὰ χειρὸς εἶχον. Ὧν πυνθανόμενοι Τραλλιανοὶ καὶ Ὑπαιπηνοὶ καὶ
Μεσοπολῖται καί τινες ἄλλοι, τὰ Χίων πάθη δεδιότες, ὅμοια τοῖς Ἐφεσίοις ἔδρων.
Μιθριδάτης δ' ἐπὶ μὲν τὰ ἀφεστηκότα στρατιὰν ἐξέπεμπε, καὶ πολλὰ καὶ δεινὰ τοὺς
λαμβανομένους ἔδρα· δείσας δὲ περὶ τοῖς λοιποῖς τὰς πόλεις τὰς Ἑλληνίδας
ἠλευθέρου, καὶ χρεῶν ἀποκοπὰς αὐτοῖς ἐκήρυσσε, καὶ τοὺς ἐν ἑκάστῃ μετοίκους
πολίτας αὐτῶν ἐποίει καὶ τοὺς θεράποντας ἐλευθέρους, ἐλπίσας, ὅπερ δὴ καὶ
συνηνέχθη, τοὺς κατάχρεως καὶ υετοίκους καὶ θεράποντας, ἡγουμένους ἐν τῇ
Μιθριδάτου ἀρχῇ βεβαίως τὰ δοθέντα αὐτοῖς ἕξειν, εὔνους αὑτῷ γενήσεσθαι. Μυννίων
δὲ καὶ Φιλότιμος οἱ Σμυρναῖοι καὶ Κλεισθένης καὶ Ἀσκληπιόδοτος οἱ Λέσβιοι,
βασιλεῖ γνώριμοι πάντες, ὁ δὲ Ἀσκληπιόδοτος αὐτὸν καὶ ξεναγήσας ποτέ, ἐπιβουλὴν
ἐπὶ τὸν Μιθριδάτην συνετίθεσαν· ἧς αὐτὸς ὁ Ἀσκληπιόδοτος μηνυτὴς ἐγένετο, καὶ ἐς
πίστιν ὑπὸ κλίνῃ τινὶ παρεσκεύασεν ἀκοῦσαι τοῦ Μυννίωνος. Ἁλούσης δὲ τῆς
ἐπιβουλῆς οἱ μὲν αἰκισθέντες ἐκολάσθησαν, ὑποψία δ' ἐς τὰ ὅμοια πολλοὺς
κατεῖχεν. Ὡς δὲ καὶ Περγαμηνῶν τὰ αὐτὰ βουλεύοντες ὀγδοήκοντα ἄνδρες ἑάλωσαν,
καὶ ἐν ἄλλαις πόλεσιν ἕτεροι, ζητητὰς ὁ Μιθριδάτης πανταχοῦ περιέπεμπεν, οἵ,
τοὺς ἐχθροὺς ἐνδεικνύντων ἑκάστων, ἔκτειναν ἀμφὶ τοὺς χιλίους καὶ ἑξακοσίους
ἄνδρας. Ὧν οἱ κατηγορήσαντες οὐ πολὺ ὕστερον οἱ μὲν ὑπὸ Σύλλα ληφθέντες
διεφθάρησαν, οἱ δὲ προανεῖλον ἑαυτούς, οἱ δ' ἐς τὸν Πόντον αὐτῷ Μιθριδάτῃ
συνέφευγον.
[49] Γιγνομένων δὲ τῶνδε περὶ τὴν Ἀσίαν, ὀκτὼ μυριάδων στρατὸς ἤθροιστο τῷ
Μιθριδάτῃ, καὶ αὐτὸν Δορύλαος πρὸς Ἀρχέλαον ἦγεν ἐς τὴν Ἑλλάδα, ἔχοντα τῶν
προτέρων ἔτι μυρίους. Ὁ δὲ Σύλλας ἀντεστρατοπέδευε μὲν Ἀρχελάῳ περὶ Ὀρχομενόν,
ὡς δὲ εἶδε τῆς ἐπελθούσης ἵππου τὸ πλῆθος, ὤρυσσε τάφρους πολλὰς ἀνὰ τὸ πεδίον,
εὖρος δέκα πόδας, καὶ ἐπιόντος αὐτῷ τοῦ Ἀρχελάου ἀντιπαρέταξεν. Ἀσθενῶς δὲ τῶν
Ῥωμαίων διὰ δέος τῆς ἵππου μαχομένων, ἐς πολὺ μὲν αὐτοὺς παριππεύων παρεκάλει
καὶ ἐπέσπερχε σὺν ἀπειλῇ, οὐκ ἐπιστρέφων δ' αὐτοὺς ἐς τὸ ἔργον οὐδ' ὥς, ἐξήλατο
τοῦ ἵππου, καὶ σημεῖον ἁρπάσας ἀνὰ τὸ μεταίχμιον ἔθει μετὰ τῶν ὑπασπιστῶν,
κεκραγώς· « Εἴ τις ὑμῶν, ὦ Ῥωμαῖοι, πύθοιτο, ποῦ Σύλλαν τὸν στρατηγὸν ὑμῶν αὐτῶν
προυδώκατε, λέγειν, ἐν Ὀρχομενῷ μαχόμενον. » Οἱ δ' ἡγεμόνες αὐτῷ κινδυνεύοντι
συνεξέθεον ἐκ τῶν ἰδίων τάξεων, συνεξέθεον δὲ καὶ ἡ ἄλλη πληθὺς αἰδουμένη,
παλίωξίν τε εἰργάσαντο. Καὶ τῆς νίκης ἀρχομένης, ἀναθορὼν αὖθις ἐπὶ τὸν ἵππον
ἐπῄνει τὸν στρατὸν περιιὼν καὶ ἐπέσπερχεν, ἕως τέλεον αὐτοῖς τὸ ἔργον
ἐξετελέσθη. Καὶ τῶν πολεμίων ἀπώλοντο μὲν ἀμφὶ τοὺς μυρίους καὶ πεντακισχιλίους,
καὶ τούτων ἦσαν οἱ μύριοι ἱππεῖς μάλιστα, καὶ σὺν αὐτοῖς ὁ παῖς Ἀρχελάου
Διογένης· οἱ πεζοὶ δ' ἐς τὸ στρατόπεδον συνέφυγον.
[50] Καὶ δείσας ὁ Σύλλας μὴ παλιν αὐτὸν ὁ Ἀρχέλαος, οὐκ ἔχοντα ναῦς, ἐς Χαλκίδα
ὡς πρότερον διαφύγοι, τὸ πεδίον ὅλον ἐκ διαστηματων ἐνυκτοφυλάκει. Καὶ μεθ'
ἡμέραν, στάδιον οὐχ ὅλον ἀποσχὼν τοῦ Ἀρχελάου, τάφρον αὐτῷ περιώρυσσεν οὐκ
ἐπεξιόντι. Καὶ παρεκάλει τότε μάλιστα τὴν ἑαυτοῦ στρατιὰν ἐκπονῆσαι τοῦ παντὸς
πολέμου τὸ ἔτι λείψανον ὡς τῶν πολεμίων αὐτὸν οὐδ' ὑφισταμένων, καὶ ἐπῆγεν αὐτὴν
ἐπὶ τὸ χαράκωμα τοῦ Ἀρχελάου. Ὅμοια δ' ἐκ μεταβολῆς ἐγίγνετο καὶ παρὰ τοῖς
πολεμίοις ὑπ' ἀνάγκης, τῶν ἡγεμόνων αὐτοὺς περιθεόντων, καὶ τὸν παρόντα κίνδυνον
προφερόντων τε, καὶ ὀνειδιζόντων εἰ μηδ' ἀπὸ χάρακος ἀπομαχοῦνται τοὺς ἐχθροὺς
ὀλιγωτέρους ὄντας. Ὁρμῆς δὲ καὶ βοῆς ἑκατέρωθεν γενομένης, πολλὰ μὲν ἐγίγνετο
ἐπ' ἀμφοῖν ἔργα πολέμου, γωνίαν δέ τινα τοῦ χαρακώματος οἱ Ῥωμαῖοι, τὰς ἀσπίδας
σφῶν ὑπερσχόντες, ἤδη διέσπων, καὶ οἱ βάρβαροι καταθορόντες ἀπὸ τοῦ χαρακώματος
ἔσω τῆς γωνίας περιέστησαν αὐτὴν ὡς τοῖς ξίφεσιν ἀμυνούμενοι τοὺς ἐστρέχοντας.
Οὐδέ τις ἐτόλμα, μέχρι Βάσιλλος ὁ τοῦ τέλους ταξίαρχος ἐσήλατο πρῶτος καὶ τὸν
ὑπαντήσαντα ἔκτεινεν. Τότε δ' αὐτῷ συνεσέπιπτεν ὁ στρατὸς ἅπας, καὶ φυγὴ τῶν
βαρβάρων ἐγίγνετο καὶ φόνος, τῶν μὲν καταλαμβανομένων, τῶν δ' ἐς τὴν ἐγγὺς
λίμνην ὠθουμένων τε καὶ νεῖν οὐκ ἐπισταμένων, ἀξύνετα βαρβαριστὶ τοὺς κτενοῦντας
παρακαλούντων. Ἀρχέλαος δ' ἐν ἕλει τινὶ ἐκρύφθη, καὶ σκάφους ἐπιτυχὼν ἐς Χαλκίδα
διέπλευσεν. Καὶ εἴ τις ἦν ἄλλη Μιθριδάτου στρατιὰ κατὰ μέρος ποι διατεταγμένη,
πάντας αὐτοὺς ἐκάλει κατὰ σπουδήν.
VIII. [51] Ὁ δὲ Σύλλας τῆς ἐπιούσης τόν τε ταξίαρχον ἐστεφάνου καὶ
τοῖς ἄλλοις ἀριστεῖα ἐ |