RETOUR À L’ENTRÉE DU SITE ALLER A LA TABLE DES MATIÈRES D'APPIEN

 

Appien

guerres civiles

livre V

texte grec

traduction française

pour avoir lA TRADUCTION FRAnçaise chapitre par chapitre, cliquer sur le numéro du chapitre

 

 

 

I. [1] Μετὰ δὲ τὸν Κασσίου καὶ Βρούτου θάνατον ὁ μὲν Καῖσαρ ἐπὶ τῆς Ἰταλίας ᾔει, ὁ δὲ Ἀντώνιος ἐς τὴν Ἀσίαν, ἔνθα αὐτῷ συμβάλλει Κλεοπάτρα βασιλὶς Αἰγύπτου, καὶ εὐθὺς ὀφθεῖσα ἐκράτει. Ὁ δὲ ἔρως ὅδε αὐτοῖς τε ἐκείνοις ἐς ἔσχατον ἔληξε κακοῦ καὶ ἐς ὅλην Αἴγυπτον ἐπ' ἐκείνοις. Ὅθεν ἄν τι καὶ Αἰγύπτιον εἴη τῆσδε τῆς βίβλου μέρος, ὀλίγον τε καὶ οὐκ ἄξιον ἐπιγραφῆς πω, διὸ δὴ καὶ τοῖς ἐμφυλίοις πολὺ πλείοσιν οὖσιν ἐπίμικτον. Ἐγίγνετο γὰρ δὴ καὶ μετὰ Κάσσιόν τε καὶ Βροῦτον ἕτερα ἐμφύλια ὅμοια, στρατηγοῦ μὲν οὐδενὸς ὄντος ἐπὶ πᾶσιν ὥσπερ ἐκείνοις, κατὰ μέρος δὲ ἑτέρων, μέχρι Πομπήιός τε Σέξστος, ὁ νεώτερος παῖς Πομπηίου Μάγνου, λοιπὸς ὢν ἔτι τῆσδε τῆς στάσεως, τοῖς ἀμφὶ τὸν Βροῦτον ἐπανῃρέθη, καὶ Λέπιδος ἐξέπεσε τοῦ μέρους τῆς ἡγεμονίας καὶ ἡ Ῥωμαίων ἀρχὴ πᾶσα περιῆλθεν ἐς δύο μόνον, Ἀντώνιόν τε καὶ Καίσαρα. Ἐγίνετο δὲ αὐτῶν ἕκαστα οὕτως.

[2]  Κάσσιος ὁ Παρμήσιος ἐπίκλην ὑπελέλειπτο μὲν ὑπὸ Κασσίου καὶ Βρούτου περὶ τὴν Ἀσίαν ἐπὶ νεῶν καὶ στρατοῦ, χρήματα ἐκλέγειν. Κασσίου δὲ ἀποθανόντος οὐδὲν ἐλπίζων ὅμοιον ἐν Βρούτῳ, Ῥοδίων ἐπελέξατο νῆας τριάκοντα, ὅσας ἐνόμιζε πληρώσειν, καὶ τὰς λοιπὰς διέπρησε χωρὶς τῆς ἱερᾶς, ἵνα μὴ δύναιντο νεωτερίσαι. Καὶ ὁ μὲν τάδε πράξας ἀνήγετο ταῖς τε ἰδίαις καὶ ταῖς τριάκοντα, Κλώδιος δὲ ἐκ Βρούτου πεμφθεὶς ἐς Ῥόδον ἐπὶ νεῶν τρισκαίδεκα, τοὺς Ῥοδίους νεωτερίζοντας εὑρών    (ἐτεθνήκει γὰρ ἤδη καὶ ὁ Βροῦτος) ἐξήγαγε τὴν φρουράν, οὖσαν ὁπλιτῶν τρισχιλίων, καὶ ἐς τὸν Παρμήσιον ἐχώρει. Ἀφίκετο δὲ αὐτοῖς καὶ Τουρούλιος, ἑτέρας ναῦς ἔχων πολλὰς καὶ χρήματα, ὅσα προεξείλεκτο ἀπὸ τῆς Ῥόδου. Ἐς δὴ τὸ ναυτικὸν τοῦτο ὡς ἐς ἤδη τινὰ ἰσχὺν συνέθεον, ὅσοι ἦσαν κατὰ μέρη τῆς Ἀσίας ἐπὶ τῶν ὑπηρεσιῶν, καὶ αὐτὸ ὁπλίταις τε ἐξ ὧν ἐδύναντο ἀνεπλήρουν καὶ ἐρέταις ἐκ θεραπόντων ἢ δεσμωτῶν, ἐπιπλέοντες δὲ ταῖς νήσοις καὶ ἀπὸ τῶν νησιωτῶν. ἦλθον δ' εἰς αὐτοὺς καὶ Κικέρων ὁ Κικέρωνος καὶ ὅσοι ἄλλοι τῶν ἐπιφανῶν ἐκ Τῆς Θάσου διεπεφεύγεσαν. Καὶ ταχὺ πλῆθος ἦν καὶ σύνταξις ἀξιόχρεως ἡγεμόνων τε καὶ στρατοῦ καὶ νεῶν. Προσλαβόντες δὲ καὶ Λέπιδον μεθ' ἑτέρας δυνάμεως, ἣ Βρούτῳ καθίστατο Κρήτην, πρὸς Μοῦρκον καὶ Δομίτιον Ἀηνόβαρβον ἐπὶ μεγάλης δυνάμεως ὄντας ἐς τὸν Ἰόνιον διέπλεον. Καὶ αὐτῶν οἱ μὲν ἅμα τῷ Μούρκῳ διέπλευσαν ἐς Σικελίαν καὶ τὴν ἰσχὺν Πομπηίῳ Σέξστῳ συνῆψαν, οἱ δὲ κατέμειναν παρὰ Ἀηνοβάρβῳ καί τιν' αἵρεσιν ἐφ' ἑαυτῶν καθίσταντο.

Τοιάδε μὲν ἐκ τῶν λειψάνων τῆς παρασκευῆς Κασσίου τε καὶ Βρούτου πρῶτα συνίστατο, [3] ὁ δὲ Καῖσαρ καὶ ὁ Ἀντώνιος ἐπὶ τῇ νίκῃ τῇ περὶ Φιλίππους ἔθυόν τε λαμπρῶς καὶ τὸν στρατὸν ἐπῄνουν. Καὶ ἐς τὴν δόσιν τῶν ἐπινικίων ὁ μὲν ἐς τὴν Ἰταλίαν ἐχώρει, τήν τε γῆν αὐτοῖς διανεμήσων καὶ ἐς τὰς ἀποικίας καταλέξων ̔ὧδε γὰρ αὐτὸς εἵλετο διὰ τὴν ἀρρωστίαν̓, ὁ δὲ Ἀντώνιος ἐς τὰ πέραν ἔθνη, συλλέξων τὰ χρήματα, ὅσα αὐτοῖς ὑπέσχηντο. Διενείμαντο δὲ αὖθις ὅσα καὶ πρότερον ἔθνη καὶ ἐπελάμβανον τὰ Λεπίδου· τήν τε γὰρ Κελτικὴν τὴν ἐντὸς Ἄλπεων ἐδόκει Καίσαρος ἀξιοῦντος αὐτόνομον ἀφιέναι γνώμῃ τοῦ προτέρου Καίσαρος, ὅ τε Λέπιδος διεβάλλετο τὰ πράγματα Πομπηίῳ προδιδόναι· καὶ ὥριστο, εἰ Καίσαρι ψευδὴς ἡ διαβολὴ φανείη, ἕτερα ἀντιδοῦναι τῷ Λεπίδῳ. Ἀφίεσαν δὲ καὶ τῆς στρατείας τοὺς ἐντελῆ χρόνον ἐστρατευμένους χωρὶς ὀκτακισχιλίων, οὓς δεηθέντας ἔτι στρατεύεσθαι σφίσιν ἀποδεξάμενοι διείλοντο καὶ συνελόχισαν ἐς στρατηγίδας τάξεις. Ὁ δὲ λοιπὸς αὐτοῖς στρατὸς ἐγένετο, σὺν τοῖς μεταθεμένοις ἀπὸ Βρούτου, τέλη πεζῶν ἕνδεκα καὶ ἱππέες μύριοις καὶ τετρακισχίλιοι. Καὶ ἔσχεν αὐτῶν ὁ μὲν Ἀντώνιος διὰ τὴν ἀποδημίαν ἓξ τέλη καὶ ἱππέας μυρίους, ὁ δὲ Καῖσαρ ἱππέας τετρακισχιλίους καὶ τέλη πέντε· καὶ τῶνδε δὲ αὐτῶν Ἀντωνίῳ δύο ἔδωκεν, ἀντιληψόμενος ἐκ τῶν ὑπὸ Καληνῷ τοῦ Ἀντωνίου κατὰ τὴν Ἰταλίαν ὑπολελειμμένων.

[4]  Ὁ μὲν δὴ Καῖσαρ ἐπὶ τὸν Ἰόνιον ᾔει, ὁ δὲ Ἀντώνιος ἐν Ἐφέσῳ γενόμενος τῇ θεῷ μεγαλοπρεπῶς ἔθυε καὶ τοὺς καταφυγόντας ἐκ τῆς Βρούτου καὶ Κασσίου συμφορᾶς ἐς τὸ ἱερὸν ἱκέτας ἀπέλυε, χωρὶς Πετρωνίου, συνεγνωκότος ἐπὶ τῷ φόνῳ Καίσαρος, καὶ Κοΐντου, προδόντος ἐν Λαοδικείᾳ Κασσίῳ Δολοβέλλαν. Τοὺς δὲ Ἕλληνας καὶ ὅσα ἄλλα ἔθνη τὴν ἀμφὶ τὸ Πέργαμον Ἀσίαν νέμονται, κατά τε πρεσβείας παρόντας ἐπὶ συνθέσει καὶ μετακεκλημένους συναγαγὼν ἔλεξεν ὧδε· « ὑμᾶς ἡμῖν, ὦ ἄνδρες Ἕλληνες, Ἄτταλος ὁ βασιλεὺς ὑμῶν ἐν διαθήκαις ἀπέλιπε, καὶ εὐθὺς ἀμείνονες ὑμῖν ἦμεν Ἀττάλου· οὓς γὰρ ἐτελεῖτε φόρους Ἀττάλῳ, μεθήκαμεν ὑμῖν, μέχρι δημοκόπων ἀνδρῶν καὶ παρ' ἡμῖν γενομένων ἐδέησε φόρων. Ἐπεὶ δὲ ἐδέησεν, οὐ πρὸς τὰ τιμήματα ὑμῖν ἐπεθήκαμεν, ὡς ἂν ἡμεῖς ἀκίνδυνον φόρον ἐκλέγοιμεν, ἀλλὰ μέρη φέρειν τῶν ἑκάστοτε καρπῶν ἐπετάξαμεν, ἵνα καὶ τῶν ἐναντίων κοινωνῶμεν ὑμῖν. Τῶν δὲ ταῦτα παρὰ τῆς βουλῆς μισθουμένων ἐνυβριζόντων ὑμῖν καὶ πολὺ πλείονα αἰτούντων, Γάιος Καῖσαρ τῶν μὲν χρημάτων τὰ τρίτα ὑμῖν ἀνῆκεν ὧν ἐκείνοις ἐφέρετε, τὰς δ' ὕβρεις ἔπαυσεν· ὑμῖν γὰρ τοὺς φόρους ἐπέτρεψεν ἀγείρειν παρὰ τῶν γεωργούντων. Καὶ τόνδε τοιόνδε ὄντα οἱ χρηστοὶ τῶν ἡμετέρων πολιτῶν τύραννον ἐκάλουν, καὶ ὑμεῖς αὐτοῖς συνετελεῖτε χρήματα πολλά, σφαγεῦσί τε οὖσι τοῦ ὑμετέρου εὐεργέτου, καὶ καθ' ἡμῶν τῶν τιμωρούντων ἐκείνῳ.

[5] « Τῆς δὲ δικαίας τύχης οὐχ, ὡς ἐβούλεσθε, ἀλλ', ὡς ἦν ἄξιον, κρινάσης τὸν πόλεμον, εἰ μὲν ὡς συναγωνισταῖς τῶν πολεμίων ἔδει χρῆσθαι, κολάσεως ὑμῖν ἔδει, ἐπεὶ δὲ ἑκόντες πιστεύομεν ὑμᾶς κατὰ ἀνάγκην τάδε πεποιηκέναι, τῶν μὲν μειζόνων ἀφίεμεν, χρημάτων δὲ ἡμῖν δεῖ καὶ γῆς καὶ πόλεων ἐς τὰ νικητήρια τοῦ στρατοῦ, τέλη δέ ἐστιν ὀκτὼ καὶ εἴκοσιν ὁπλιτῶν, ἃ μετὰ τῶν συντασσομένων εἰσὶ μυριάδες ἀνδρῶν ὑπὲρ ἑπτακαίδεκα, καὶ τούτων ἄνευθεν οἱ ἱππέες καὶ ἕτερος ὅμιλος ἑτέρου στρατοῦ. Ἐκ μὲν δὴ τοῦ πλήθους τῶν ἀνδρῶν τὸ πλῆθος τῆς χρείας συνορᾶν δύνασθε. Τὴν δὲ γῆν καὶ τὰς πόλεις αὐτοῖς διαδώσων ὁ Καῖσαρ ἄπεισιν ἐς τὴν Ἰταλίαν, εἰ χρὴ τῷ λόγῳ τὸ ἔργον εἰπεῖν, ἀναστήσων τὴν Ἰταλίαν. Ὑμᾶς δ', ἵνα μὴ γῆς καὶ πόλσων καὶ οἰκιῶν καὶ ἱερῶν καὶ τάφων ἀνίστησθε, ἐς τὰ χρήματα ἐλογισάμεθα, οὐδὲ ἐς ἅπαντα (οὐδὲ γὰρ ἂν δύναισθε), ἀλλὰ μέρος αὐτῶν καὶ βραχύτατον, ὃ καὶ πυθομένους ὑμᾶς ἀγαπήσειν οἴομαι. Ἃ γὰρ ἔδοτε τοῖς ἡμετέροις ἐχθροῖς ἐν ἔτεσι δύο (ἔδοτε δὲ φόρους δέκα ἐτῶν),  ταῦτα λαβεῖν ἀρκέσει μόνα, ἀλλ' ἑνὶ ἔτει· ἐπείγουσι γὰρ αἱ χρεῖαι. Συνεῖσι δὲ τῆς χάριτος ὑμῖν τοσοῦτον ἂν ἐπείποιμι, ὅτι μηδενὸς ἁμαρτήματος ἴσον ἐπιτίμιον ὁρίζεται. »

[6]  Ὁ μὲν οὕτως ἐ̂πεν, ἐς ὀκτὼ καὶ εἴκοσι τέλη πεζῶν τὴν χάριν περιφέρων, ὅτι, οἶμαι, τρία καὶ τεσσαράκοντα ἦν αὐτοῖς, ὅτε ἐν Μουτίνῃ συνηλλάσσοντο ἀλλήλοις καὶ τάδε ὑπισχνοῦντο, ὁ δὲ πόλεμος αὐτὰ ἐς τοσοῦτον ὑπενηνόχει· οἱ δὲ Ἕλληνες ἔτι λέγοντος αὐτοῦ ταῦτα ἐρρίπτουν ἑαυτοὺς ἐς τὸ ἔδαφος, ἀνάγκην καὶ βίαν ἐς αὑτοὺς ἐκ Βρούτου καὶ Κασσίου γενομένας ἐπιλέγοντες οὐκ ἐπιτιμίων ἀξίας εἶναι, ἀλλ' ἐλέου, δόντες δ' ἂν τοῖς εὐεργέταις ἑκόντες ἀπορεῖν διὰ τοὺς πολεμίους, οἷς οὐ τὰ χρήματα μόνον, ἀλλὰ καὶ τὰ σκεύη καὶ τοὺς κόσμους ἐσενεγκεῖν ἀντὶ τῶν χρημάτων, τοὺς δὲ αὐτὰ παρὰ σφίσιν ἐς νόμισμα χαλκεῦσαι. Καὶ τέλος παρακαλοῦντες ἔτυχον ἐννέα ἐτῶν φόρους ἐσενεγκεῖν ἔτεσι δύο. Βασιλεῦσι δὲ καὶ δυνάσταις καὶ πόλεσιν ἐλευθέραις ἄλλα ἐς τὴν ἑκάστων δύναμιν ἐπετάχθη.

[7]  Περιιόντι δ' αὐτῷ τὰ ἔθνη Λεύκιός τε ὁ Κασσίου ἀδελφὸς καὶ ὅσοι ἄλλοι τῶν δεδιότων ἐπεὶ τῆς ἐν Ἐφέσῳ συγγνώμης ἐπύθοντο, ἱκέται προσῄεσαν. Καὶ ἀπέλυε πάντας, πλὴν τοὺς συνεγνωκότας ἐπὶ φόνῳ Καίσαρος· τούτοις γὰρ δὴ μόνοις ἀδιάλλακτος ἦν. Παρηγόρει δὲ καὶ τῶν πόλεων τὰς μάλιστα δεινὰ παθούσας, Λυκίους μὲν ἀτελεῖς φόρων ἀφιεὶς καὶ Ξάνθον οἰκίζειν παραινῶν, Ῥοδίοις δὲ διδοὺς Ἄνδρον τε καὶ Τῆνον καὶ Νάξον καὶ Μύνδον, ἃς οὐ πολὺ ὕστερον ἀφῃρέθησαν ὡς σκληρότερον ἄρχοντες. Λαοδικέας δὲ καὶ Ταρσέας ἐλευθέρους ἠφίει καὶ ἀτελεῖς φόρων· καὶ Ταρσέων τοὺς πεπραμένους ἀπέλυε τῆς δουλείας διατάγματι. Ἀθηναίοις δ' ἐς αὐτὸν ἐλθοῦσι μετὰ Τῆνον Αἴγιναν ἔδωκε καὶ Ἴκον καὶ Κέω καὶ Σκίαθον καὶ Πεπάρηθον. Ἐπιπαριὼν δὲ Φρυγίαν τε καὶ Μυσίαν καὶ Γαλάτας τοὺς ἐν Ἀσίᾳ Καππαδοκίαν τε καὶ Κιλικίαν καὶ Συρίαν τὴν κοίλην καὶ Παλαιστίνην καὶ τὴν Ἰτουραίαν καὶ ὅσα ἄλλα γένη Σύρων, ἅπασιν ἐσφορὰς ἐπέβαλλε βαρείας καὶ διῄτα πόλεσι καὶ βασιλεῦσιν, ἐν μὲν Καππαδοκίᾳ Ἀριαράθῃ τε καὶ Σισίνῃ, ὧν τῷ Σισίνῃ συνέπραξεν ἐς τὴν βασιλείαν, καλῆς οἱ φανείσης τῆς μητρὸς τοῦ Σισίνου Γλαφύρας· ἐν δὲ Συρίᾳ τοὺς κατὰ πόλεις ἐξῄρει τυράννους.

[8]  Καὶ ἐν Κιλικίᾳ πρὸς αὐτὸν ἐλθούσης Κλεοπάτρας ἐμέμψατο μὲν ὡς οὐ μετασχούσης τῶν ἐπὶ Καίσαρι πόνων· τῆς δὲ οὐκ ἀπολογουμένης μᾶλλον ἢ καταλογιζομένης αὐτοῖς, ὅτι καὶ τὰ παρὰ οἷ τέσσαρα τέλη πρὸς Δολοβέλλαν αὐτίκα πέμψειε, καὶ στόλον ἄλλον ἕτοιμον ἔχουσα κωλυθείη ὑπό τε ἀνέμου καὶ αὐτοῦ Δολοβέλλα, ταχυτέρας ἥσσης τυχόνφος, Κασσίῳ τε δὶς ἀπειλοῦντι μὴ συμμαχήσειε καὶ σφίσιν ἐκείνοις πολεμοῦσιν ἐς τὸν Ἰόνιον αὐτὴ τὸν στόλον ἔχουσα πλεύσειε μετὰ παρασκευῆς βαρυτάτης, οὔτε δείσασα Κάσσιον οὔτε φυλαξαμένη Μοῦρκον ναυλοχοῦντα, μέχρι χειμὼν τά τε ἄλλα διελυμήνατο καὶ αὐτὴν ἐς νόσον ἐνέβαλεν, ἧς δὴ χάριν οὐδ' ὕστερον ἐπαναχθῆναι νενικηκότων ἤδη, ὁ Ἀντώνιος ἐπὶ τῇ ὄψει τὴν σύνεσιν καταπλαγεὶς εὐθὺς αὐτῆς μειρακιωδῶς ἑαλώκει, καίπερ ἔτη τεσσαράκοντα γεγονώς, λεγόμενος μὲν ὑγρότατος ἐς ταῦτα ἀεὶ φῦναι, λεγόμενος δ' ἐς ταύτην καὶ πάλαι, παῖδα ἔτι οὖσαν, ἐρέθισμά τι τῆς ὄψεως λαβεῖν, ὅτε ἐπὶ τὴν Ἀλεξάνδρειαν Γαβινίῳ στρατεύοντι νέος ἱππαρχῶν εἵπετο.

[9] Εὐθὺς οὖν Ἀντωνίῳ μὲν ἡ περὶ ἅπαντα τέως ἐπιμέλεια ἀθρόα ἠμβλύνετο, Κλεοπάτρα δ' ὅ τι προστάξειεν, ἐγίγνετο, οὐ διακριδὸν ἔτι περὶ τῶν ὁσίων ἢ δικαίων, ἐπεὶ καὶ τὴν ἀδελφὴν αὐτῆς Ἀρσινόην, ἱκέτιν οὖσαν ἐν Μιλήτῳ τῆς Λευκοφρυηνῆς Ἀρτέμιδος, πέμψας ὁ Ἀντώνιος ἀνεῖλε, καὶ Σεραπίωνα, τὸν ἐν Κύπρῳ στρατηγὸν αὐτῆς, συμμαχήσαντα Κασσίῳ, Τυρίων ὄντα ἱκέτην, ἐκέλευσε τοὺς Τυρίους ἐκδοῦναι τῇ Κλεοπάτρᾳ, ἐκδοῦναι δὲ καὶ Ἀραδίους ἕτερον ἱκέτην, ὅν τινα, Πτολεμαίου τοῦ ἀδελφοῦ τῆς Κλεοπάτρας ἀφανοῦς ἐν τῇ πρὸς Καίσαρα κατὰ τὸν Νεῖλον ναυμαχίᾳ γενομένου, οἱ Ἀράδιοι εἶχον λέγοντα Πτολεμαῖον εἶναι. Καὶ τὸν ἐν Ἐφέσῳ δὲ τῆς Ἀρτέμιδος ἱερέα, ὃν Μεγάβυζον ἡγοῦνται, ὑποδεξάμενόν ποτε τὴν Ἀρσινόην ὡς βασιλίδα ἀχθῆναι μὲν ἐκέλευσεν, Ἐφεσίων δ' αὐτὴν Κλεοπάτραν ἱκετευσάντων μεθῆκεν. Οὕτω μὲν ὁ Ἀντώνιος ἐνήλλακτο ταχέως, καὶ τὸ πάθος αὐτῷ τοῦτο ἀρχὴ καὶ τέλος τῶν ἔπειτα κακῶν ἐγένετο. Ἀποπλευσάσης δὲ τῆς Κλεοπάτρας ἐς τὰ οἰκεῖα, ὁ Ἀντώνιος ἔπεμπε τοὺς ἱππέας Πάλμυρα πόλιν, οὐ μακρὰν οὖσαν ἀπὸ Εὐφράτου, διαρπάσαι, μικρὰ μὲν ἐπικαλῶν αὐτοῖς, ὅτι Ῥωμαίων καὶ Παρθυαίων ὄντες ἐφόριοι ἐς ἑκατέρους ἐπιδεξίως εἶχον   (ἔμποροι γὰρ ὄντες κομίζουσι μὲν ἐκ Περσῶν τὰ Ἰνδικὰ ἢ Ἀράβια, διατίθενται δ' ἐν τῇ Ῥωμαίων), ἔργῳ δ' ἐπινοῶν τοὺς ἱππέας περιουσιάσαι. Παλμυρηνῶν δὲ προμαθόντων καὶ τὰ ἀναγκαῖα ἐς τὸ πέραν τοῦ ποταμοῦ μετενεγκάντων τε καὶ ἐπὶ τῆς ὄχθης, εἴ τις ἐπιχειροίη σκευασαμένων τόξοις, πρὸς ἃ πεφύκασιν ἐξαιρέτως, οἱ ἱππέες τὴν πόλιν κενὴν καταλαβόντες ὑπέστρεψαν, οὔτε ἐς χεῖρας ἐλθόντες οὔτε τι λαβόντες.

[10]  Καὶ δοκεῖ τόδε τὸ ἔργον Ἀντωνίῳ τὸν μετ' οὐ πολὺ Παρθυικὸν πόλεμον ἐξάψαι, πολλῶν ἐκ Συρίας τυράννων ἐς αὐτοὺς συμφυγόντων. Ἡ γὰρ Συρία μέχρι μὲν ἐπ' Ἀντίοχον τὸν Εὐσεβῆ καὶ τὸν τοῦ Εὐσεβοῦς υἱὸν Ἀντίοχον ὑπὸ τοῖς ἐκ Σελεύκου τοῦ Νικάτορος ἐβασιλεύετο, ὥς μοι περὶ Σύρων λέγοντι εἴρηται· Πομπηίου δ' αὐτὴν Ῥωμαίοις προσλαβόντος καὶ στρατηγὸν αὐτῇ Σκαῦρον ἀποδείξαντος, ἡ βουλὴ μετὰ Σκαῦρον ἔπεμψεν ἑτέρους καὶ Γαβίνιον τὸν Ἀλεξανδρεῦσι πολεμήσαντα, ἐπὶ δὲ Γαβινίῳ Κράσσον τὸν ἐν Παρθυαίοις ἀποθανόντα καὶ Βύβλον ἐπὶ τῷ Κράσσῳ. Παρὰ δὲ τὴν Γαΐου Καίσαρος ἄρα τελευτὴν καὶ στάσιν ἐπ' αὐτῇ κατὰ πόλεις ὑπὸ τυράννων εἴχετο, συλλαμβανόντων τοῖς τυράννοις τῶν Παρθυαίων· ἐσέβαλον γὰρ δὴ καὶ ἐς τὴν Συρίαν οἱ Παρθυαῖοι μετὰ τὴν Κράσσου συμφορὰν καὶ συνέπραξαν τοῖς τυράννοις. Οὓς ὁ Ἀντώνιος ἐξελαύνων ὑποφεύγοντας ἐς τὴν Παρθυηνὴν καὶ τοῖς πλήθεσιν ἐπιβάλλων ἐσφορὰς βαρυτάτας καὶ ἐς Παλμυρηνοὺς τάδε ἁμαρτών, οὐδ' ἐπέμεινε συστῆσαι τὴν χώραν θορυβουμένην, ἀλλὰ τὸν στρατὸν ἐς τὰ ἔθνη διελὼν χειμάσοντα αὐτὸς ἐς Αἴγυπτον ᾔει πρὸς Κλεοπάτραν.

[11] Ἡ δὲ αὐτὸν ἐπεδέχετο λαμπρῶς. Καὶ ὁ μὲν ἐχείμαζεν ἐνταῦθα, ἄνευ σημείων ἡγεμονίας, ἰδιώτου σχῆμα καὶ βίον ἔχων, εἴθ' ὡς ἐν ἀλλοτρίᾳ τε ἀρχῇ καὶ βασιλευούσῃ πόλει, εἴτε τὴν χειμασίαν ὡς πανήγυριν ἄγων, ἐπεὶ καὶ φροντίδας ἀπετέθειτο καὶ ἡγεμόνων θεραπείαν, καὶ στολὴν εἶχε τετράγωνον Ἑλληνικὴν ἀντὶ τῆς πατρίου, καὶ ὑπόδημα ἦν αὐτῷ λευκὸν Ἀττικόν, ὃ καὶ Ἀθηναίων ἔχουσιν ἱερεῖς καὶ Ἀλεξανδρέων, καὶ καλοῦσι φαικάσιον. Ἔξοδοί τε ἦσαν αὐτῷ ἐς ἱερὰ ἢ γυμνάσια ἢ φιλολόγων διατριβὰς μόναι καὶ δίαιτα μεθ' Ἑλλήνων ὑπὸ Κλεοπάτρᾳ, ᾗ δὴ καὶ μάλιστα τὴν ἐπιδημίαν ἀνετίθει.

II. [12] Καὶ τὰ μὲν περὶ Ἀντώνιον ἦν τοιάδε· Καίσαρι δὲ ἐς τὴν Ῥώμην ἐπανιόντι ἥ τε νόσος αὖθις ἤκμαζεν ἐν Βρεντεσίῳ μάλιστα ἐπικινδύνως, καὶ φήμη διήνεγκεν αὐτὸν καὶ τεθνάναι. Ῥαΐσας δ' ἐσῆλθεν ἐς τὴν πόλιν καὶ τοῖς Ἀντωνίου τὰ γράμματα ἐδείκνυε τὰ Ἀντωνίου. Οἱ δὲ Καληνόν τε προσέτασσον ἀποδοῦναι τὰ δύο τέλη τῷ Καίσαρι καὶ ἐς Λιβύην ἐπέστελλον Σεξστίῳ Λιβύης καὶ αὐτὸν Καίσαρι ἀποστῆναι. Καὶ οἱ μὲν οὕτως ἐποίουν, ὁ δὲ Καῖσαρ οὐδὲν ἀνήκεστον ἁμαρτεῖν δόξαντι Λεπίδῳ Λιβύην ἀντὶ τῶν προτέρων ἐθνῶν ἐνήλλασσε καὶ τὰ λοιπὰ τῶν ἐπὶ ταῖς προγραφαῖς δεδημευμένων διεπίπρασκε. Καταλέγοντι δ' αὐτῷ τὸν στρατὸν ἐς τὰς ἀποικίας καὶ τὴν γῆν ἐπινέμοντι δυσεργὲς ἦν. Οἵ τε γὰρ στρατιῶται τὰς πόλεις ᾔτουν, αἳ αὐτοῖς ἀριστίνδην ἦσαν ἐπειλεγμέναι πρὸ τοῦ πολέμου, καὶ αἱ πόλεις ἠξίουν τὴν Ἰταλίαν ἅπασαν ἐπινείμασθαι τὸ ἔργον ἢ ἐν ἀλλήλαις διαλαχεῖν τῆς τε γῆς τὴν τιμὴν τοὺς δωρουμένους ᾔτουν, καὶ ἀργύριον οὐκ ἦν, ἀλλὰ συνιόντες ἀνὰ μέρος ἐς τὴν Ῥώμην οἵ τε νέοι καὶ γέροντες ἢ αἱ γυναῖκες ἅμα τοῖς παιδίοις, ἐς τὴν ἀγορὰν ἢ τὰ ἱερά, ἐθρήνουν, οὐδὲν μὲν ἀδικῆσαι λέγοντες, Ἰταλιῶται δὲ ὄντες ἀνίστασθαι γῆς τε καὶ ἑστίας οἷα δορίληπτοι. Ἐφ' οἷς οἱ Ῥωμαῖοι συνήχθοντο καὶ ἐπεδάκρυον, καὶ μάλιστα, ὅτε ἐνθυμηθεῖεν οὐχ ὑπὲρ τῆς πόλεως, ἀλλ' ἐπὶ σφίσιν αὐτοῖς καὶ τῇ μεταβολῇ τῆς πολιτείας τόν τε πόλεμον γεγονότα καὶ τὰ ἐπινίκια διδόμενα καὶ τὰς ἀποικίας συνισταμένας τοῦ μηδ' αὖθις ἀνακῦψαι τὴν δημοκρατίαν, παρῳκισμένων τοῖς ἄρχουσι μισθοφόρων ἑτοίμων, ἐς ὅ τι χρῄζοιεν.

[13] Ὁ δὲ Καῖσαρ ταῖς πόλεσιν ἐξελογεῖτο τὴν ἀνάγκην, καὶ ἐδόκουν οὐδ' ὣς ἀρκέσειν. Οὐδ' ἤρκουν, ἀλλὰ ὁ στρατὸς καὶ τοῖς γείτοσιν ἐπέβαινε σὺν ὕβρει, πλέονά τε τῶν διδομένων σφίσι περισπώμενοι καὶ τὸ ἄμεινον ἐκλεγόμενοι. Οὐδὲ ἐπιπλήσσοντος αὐτοῖς καὶ δωρουμένου πολλὰ ἄλλα τοῦ Καίσαρος ἐπαύοντο, ἐπεὶ καὶ τῶν ἀρχόντων, ὡς δεομένων σφῶν ἐς τὸ ἐγκρατὲς τῆς ἀρχῆς, κατεφρόνουν. Καὶ γὰρ αὐτοῖς ἡ πενταετία παρώδευε, καὶ τὸ ἀσφαλὲς ἡ χρεία συνῆγεν ἀμφοτέροις παρ' ἀλλήλων, τοῖς μὲν ἡγεμόσιν ἐς τὴν ἀρχὴν παρὰ τοῦ στρατοῦ, τῷ στρατῷ δὲ ἐς τὴν ἐπικράτησιν ὧν ἔλαβον, ἡ τῶν δεδωκότων ἀρχὴ παραμένουσα. Ὡς γὰρ αὐτῶν οὐ βεβαίως ἐπικρατήσοντες, εἰ μὴ βεβαίως ἄρχοιεν οἱ δόντες, ὑπερεμάχουν ἀπ' εὐνοίας ἀναγκαίου. Πολλὰ δὲ καὶ ἄλλα τοῖς ἀπορουμένοις αὐτῶν ἐδωρεῖτο, δανειζόμενος ἐκ τῶν ἱερῶν, ὁ Καῖσαρ. Ὅθεν τὴν γνώμην ὁ στρατὸς ἐς αὐτὸν ἐπέστρεφε, καὶ πλείων ὑπήντα χάρις ὡς γῆν ἅμα καὶ πόλεις καὶ χρήματα καὶ οἰκήματα δωρουμένῳ καὶ καταβοωμένῳ μὲν ἐπιφθόνως ὑπὸ τῶν ἀφαιρουμένων, φέροντι δὲ τὴν ὕβριν ἐς χάριν τοῦ στρατοῦ.

[14] Ταῦτα δὲ ὁρῶν ὅ τε ἀδελφὸς ὁ τοῦ Ἀντωνίου Λεύκιος Ἀντώνιος, ὑπατεύων τότε, καὶ ἡ γυνὴ τοῦ Ἀντωνίου Φουλβία καὶ ὁ τῆς ἀποδημίας ἐπιτροπεύων τῷ Ἀντωνίῳ Μάνιος, ἵνα μὴ Καίσαρος δόξειε τὸ ἔργον ἅπαν εἶναι μηδὲ μόνος αὐτοῦ τὴν χάριν ἀποφέροιτο μηδ' ἔρημος ὁ Ἀντώνιος εὐνοίας στρατιωτῶν γένοιτο, τὰς κατοικίσεις ἐτέχναζον ἐς τὴν ἐπιδημίαν Ἀντωνίου διατρίβειν. Οὐ δυνατοῦ δὲ φαινομένου διὰ τὸν στρατὸν ἐπείγοντα, τοὺς οἰκιστὰς τῶν Ἀντωνίου τελῶν ἠξίουν Καίσαρα παρὰ σφῶν λαβεῖν, τῆς μὲν συνθήκης Ἀντωνίου μόνῳ Καίσαρι διδούσης, ἐπιμεμφόμενοι δὲ ὡς οὐ παρόντι τῷ Ἀντωνίῳ. Καὶ ἐς τὸν στρατὸν αὐτοὶ τήν τε Φουλβίαν παράγοντες καὶ τὰ παιδία τὰ Ἀντωνίου, μάλα ἐπιφθόνως ἱκέτευον μὴ περιιδεῖν Ἀντώνιον ἢ δόξης ἢ χάριτος τῆς ἐς αὐτοὺς ὑπηρεσίας ἀφαιρούμενον. Ἤκμαζε δὲ ἐν τῷ τότε μάλιστα τὸ κλέος τὸ Ἀντωνίου καὶ παρὰ τῷ στρατῷ καὶ παρὰ τοῖς ἅλλοις ἅπασι· τὸ γὰρ ἔργον τὸ ἐν Φιλίπποις διὰ τὴν τότε Καίσαρος ἀρρωστίαν ἅπαν ἡγοῦντο Ἀντωνίου γεγονέναι. Ὁ δὲ Καῖσαρ οὐκ ἠγνόει μὲν ἀδικούμενος ἐς τὰ συγκείμενα, εἶξε δὲ ἐς χάριν Ἀντωνίου. Καὶ οἱ μὲν τοὺς οἰκιστὰς ἐπὶ τοῖς Ἀντωνίου τέλεσιν ἀπέφαινον, οἱ δὲ οἰκισταὶ τοῖς στρατιώταις, ἵνα τι καὶ δοκοῖεν εὐνούστεροι τοῦ Καίσαρος ἐς αὐτοὺς εἶναι, συνεχώρουν ἔτι πλέον ἀδικεῖν. Ἄλλο δὴ πλῆθος ἦν ἑτέρων πόλεων, αἳ ταῖς νενεμημέναις γειτονεύουσαί τε καὶ πολλὰ πρὸς τῶν στρατιωτῶν ἀδικούμενοι κατεβόων τοῦ Καίσαρος, ἀδικωτέρας εἶναι τὰς ἀποικίσεις τῶν προγραφῶν· τὰς μὲν γὰρ ἐπὶ ἐχθροῖς, τὰς δὲ ἐπὶ μηδὲν ἀδικοῦσι γίγνεσθαι.

[15] Ὁ δὲ Καῖσαρ οὐκ ἠγνόει ἀδικουμένους. Ἀμήχανα δ' ἦν αὐτῷ· οὔτε γὰρ ἀργύριον ἦν ἐς τιμὴν τῆς γῆς δίδοσθαι τοῖς γεωργοῖς, οὔτε ἀναβάλλεσθαι τὰ ἐπινίκια διὰ τοὺς ἔτι πολέμους, Πομπηίου μὲν ἐν τῇ θαλάσσῃ κρατοῦντος καὶ τὴν πόλιν κλείοντος ἐς λιμόν, Ἀηνοβάρβου δὲ καὶ Μούρκου στρατὸν καὶ ναῦς ἄλλας ἀγειρόντων ἀθυμοτέρων δὲ ἐς τὰ ἐσόμενα ὄντων τῶν στρατιωτῶν, εἰ μὴ τὰ πρότερα ἐπινίκια λάβοιεν. Πολὺ δ' ἦν καὶ τὸ παροδεύειν σφίσιν ἤδη τὴν τῆς ἀρχῆς πενταετίαν καὶ χρῄζειν αὖθις εὐνοίας στρατοῦ· διόπερ αὐτῶν καὶ τῆς ὕβρεως ἢ καταφρονήσεως ἐν τῷ τότε ἑκὼν ὑπερεώρα. Ἔν γέ τοι τῷ θεάτρῳ, παρόντος αὐτοῦ, στρατιώτης ἀπορῶν οἰκείας ἕδρας παρῆλθεν ἐς τοὺς καλουμένους ἱππέας· καὶ ὁ μὲν δῆμος ἐπεσημήνατο, καὶ ὁ Καῖσαρ τὸν στρατιώτην ἀνέστησεν, ὁ δὲ στρατὸς ἠγανάκτησε καὶ περιστάντες αὐτὸν ἀποχωροῦντα τοῦ θεάτρου τὸν στρατιώτην ἀπῄτουν, οὐχ ὁρώμενον ἡγούμενοι διεφθάρθαι. Ἐπελθόντα δὲ ἐνόμιζον ἐκ τοῦ δεσμωτηρίου νῦν προαχθῆναι ἀρνούμενόν τε καὶ τὰ γεγονότα διηγούμενον ψεύδεσθαι διδαχθέντα ἔλεγον καὶ ἐλοιδόρουν ὡς τὰ κοινὰ προδιδόντα· καὶ τὸ μὲν ἐν τῷ θεάτρῳ γενόμενον τοιόνδε ἦν.

[16] Κεκλημένοι δ' ἐπὶ νέμησιν τότε γῆς ἐς τὸ πεδίον τὸ Ἄρειον ὑπὸ σπουδῆς ἔτι νυκτὸς ἀφίκοντο, καὶ βραδύτερον αὐτοῖς τοῦ Καίσαρος ἐπιόντος ἠγανάκτουν. Νώνιος δὲ λοχαγὸς ἐπέπλησσεν αὐτοῖς σὺν παρρησίᾳ, τό τε πρέπον τοῖς ἀρχομένοις ἐς τὸν ἄρχοντα προφέρων καὶ τὴν Καίσαρος ἀσθένειαν, οὐχ ὑπεροψίαν. Οἱ δὲ αὐτὸν τὰ μὲν πρῶτα ἔσκωπτον ὡς κόλακα, πλέονος δὲ ἑκατέρωθεν τοῦ διερεθίσματος γενομένου ἐλοιδόρουν τε καὶ ἔβαλλον καὶ φεύγοντα ἐδίωκον ἔς τε τὸν ποταμὸν ἐξαλόμενον ἐξειρύσαντες ἔκανον καὶ ἔρριψαν, ἔνθα παροδεύσειν ὁ Καῖσαρ ἔμελλεν. Οἱ μὲν δὴ φίλοι τῷ Καίσαρι παρῄνουν μηδὲ ἐπελθεῖν ἐς αὐτούς, ἀλλ' ἐκστῆναι μανιώδει φορᾷ. Ὁ δ' ἐπῄει μέν, ἀναθρέψειν ἔτι μᾶλλον αὐτῶν ἡγούμενος τὸ μανιῶδες, εἰ μὴ ἀφίκοιτο, καὶ τὸν Νώνιον ἰδὼν ἐξέκλινεν, ὡς δὲ ὀλίγων ταῦτα δρασάντων ἐπεμέμφετο καὶ ἐς τὸ μέλλον ἀλλήλων φείδεσθαι παρῄνει καὶ τὴν γῆν διένεμε, καὶ δωρεὰς αἰτεῖν τοῖς ἀξίοις ἐπέτρεπε καὶ τῶν οὐκ ἀξίων ἐνίοις ἐδίδου παρὰ γνώμην, μέχρι τὸ πλῆθος ἐκπλαγὲν αὑτοῦ τῆς βαρύτητος μετενόει καὶ ᾐδεῖτο καὶ κατεγίνωσκον αὑτῶν καὶ τοὺς ἐς τὸν Νώνιον ἁμαρτόντας ἠξίουν ἀνευρόντα κολάσαι. Ὁ δὲ καὶ γινώσκειν αὐτοὺς ἔφη καὶ κολάσειν αὐτῷ τῷ συνειδότι σφῶν μόνῳ καὶ τῇ παρ' ὑμῶν καταγνώσει. Οἱ δὲ συγγνώμης τε ὁμοῦ καὶ τιμῆς καὶ δωρεῶν ἀξιωθέντες εὐθὺς αὐτὸν εὐφήμουν ἐκ μεταβολῆς.

[17] Καὶ δύο μὲν εἰκόνες ἐκ πλεόνων αἵδε ἔστων τῆς τότε δυσαρχίας· αἴτιον δ' ἦν, ὅτι καὶ οἱ στρατηγοὶ ἀχειροτόνητοι ἦσαν οἱ πλείους ὡς ἐν ἐμφυλίοις καὶ οἱ στρατοὶ αὐτῶν οὐ τοῖς πατρίοις ἔθεσιν ἐκ καταλόγου συνήγοντο οὐδ' ἐπὶ χρείᾳ τῆς πατρίδος, οὐδὲ τῷ δημοσίῳ στρατευόμενοι μᾶλλον ἢ τοῖς συνάγουσιν αὐτοὺς μόνοις, οὐδὲ τούτοις ὑπὸ ἀνάγκῃ νόμων, ἀλλ' ὑποσχέσεσιν ἰδίαις, οὐδὲ ἐπὶ πολεμίους κοινούς, ἀλλὰ ἰδίους ἐχθρούς, οὐδὲ ἐπὶ ξένους, ἀλλὰ πολίτας καὶ ὁμοτίμους. Τάδε γὰρ πάντα αὐτοῖς τὸν στρατιωτικὸν φόβον ἐξέλυεν, οὔτε στρατεύεσθαι νομίζουσι μᾶλλον ἢ βοηθεῖν οἰκείᾳ χάριτι καὶ γνώμῃ, καὶ τοὺς ἄρχοντας ἡγουμένοις ὑπὸ ἀνάγκης αὑτῶν ἐς τὰ ἴδια ἐπιδεῖσθαι. Τό τε αὐτομολεῖν, πάλαι Ῥωμαίοις ἀδιάλλακτον ὄν, τότε καὶ δωρεῶν ἠξιοῦτο· καὶ ἔπρασσον αὐτὸ οἵ τε στρατοὶ κατὰ πλῆθος καὶ τῶν ἐπιφανῶν ἀνδρῶν ἔνιοι, νομίζοντες οὐκ αὐτομολίαν εἶναι τὴν ἐς τὰ ὅμοια μεταβολήν. Ὅμοια γὰρ δὴ πάντα ἦν, καὶ οὐδὲ ἕτερα αὐτῶν ἐς ἔχθραν κοινὴν Ῥωμαίοις ἀπεκέκριτο· ἥ τε τῶν στρατηγῶν ὑπόκρισις μία, ὡς ἁπάντων ἐς τὰ συμφέροντα τῇ πατρίδι βοηθούντων, εὐχερεστέρους ἐποίει πρὸς τὴν μεταβολὴν ὡς πανταχοῦ τῇ πατρίδι βοηθοῦντας. Ἃ καὶ οἱ στρατηγοὶ συνιέντες ἔφερον, ὡς οὐ νόμῳ μᾶλλον αὐτῶν ἄρχοντες ἢ ταῖς δωρεαῖς.

III. [18] Οὕτω μὲν ἐς στάσεις τότε πάντα, καὶ ἐς δυσαρχίαν τοῖς στασιάρχοις τὰ στρατόπεδα ἐτέτραπτο, τὴν δὲ Ῥώμην λιμὸς ἐπίεζεν, οὔτε τῆς θαλάσσης τι αὐτοῖς φερούσης διὰ Πομπήιον, οὔτε τῆς Ἰταλίας διὰ τοὺς πολέμους γεωργουμένης. Ὃ δὲ καὶ γένοιτο, ἐς τοὺς στρατοὺς ἐδαπανᾶτο. Ἐκλώπευόν τε οἱ πολλοὶ νυκτὸς ἐν τῇ πόλει καὶ κλοπῆς ἔτι βιαιότερον ἠνώχλουν, καὶ ἠνώχλουν ἀδεῶς, καὶ ἡ δόξα ἐς τοὺς στρατιώτας ἐφέρετο. Ὁ δὲ λεὼς ἀπέκλειε τὰ ἐργαστήρια καὶ τὰς ἀρχὰς ἐξανίστη, ὡς οὔτε ἀρχῶν οὔτε τεχνῶν χρῄζοντες ἐν ἀπορούσῃ καὶ λῃστευομένῃ πόλει.

[19] Λευκίῳ δὲ ὄντι δημοτικῷ καὶ δυσχεραίνοντι τῇ τῶν τριῶν ἀρχῇ, οὐδὲ ἐπὶ τῷ χρόνῳ παύσεσθαι νομιζομένῃ, προσκρούσματα ἐς τὸν Καίσαρα ἐγίγνετο καὶ διαφοραὶ μείζους· τούς τε γεωργούς, ὅσοι τῆς γῆς ἀφῃροῦντο, ἱκέτας γιγνομένους τῶν δυνατῶν ἑκάστου μόνος ὑπεδέχετο καὶ βοηθήσειν ὑπισχνεῖτο, κἀκείνων ὑπισχνουμένων ἀμυνεῖν, ἐς ὃ κελεύοι. Ὅθεν αὐτὸν ὁ στρατὸς ὁ Ἀντωνίου κατεμέμφετο καὶ ὁ Καῖσαρ ὡς ἀντιπράσσοντα Ἀντωνίῳ, καὶ Φουλβία ὡς πολεμοποιοῦντα ἐν ἀκαίρῳ, μέχρι τὴν Φουλβίαν ὁ Μάνιος πανούργως μετεδίδαξεν ὡς εἰρηνευομένης μὲν τῆς Ἰταλίας ἐπιμενεῖν Ἀντώνιον Κλεοπάτρᾳ, πολεμουμένης δ' ἀφίξεσθαι κατὰ τάχος. Τότε γὰρ δὴ γυναικός τι παθοῦσα ἡ Φουλβία τὸν Λεύκιον ἐπέτριβεν ἐς τὴν διαφοράν. Ἐξιόντος δὲ τοῦ Καίσαρος ἐς τὰ λοιπὰ τῶν κατοικίσεων, ἔπεμπεν ἑψομένους αὐτῷ τοὺς Ἀντωνίου παῖδας ἅμα τῷ Λευκίῳ, ὡς μηδὲν ἐκ τῆς ὄψεως ὁ Καῖσαρ ἐν τῷ στρατῷ πλέον ἔχοι. Ἱππέων δὲ Καίσαρος ἐκτρεχόντων ἐπὶ τὴν Βρεττίων ἠιόνα, πορθουμένην ὑπὸ Πομπηίου, δόξας ὁ Λεύκιος ἢ ὑποκρινάμενος ἐφ' ἑαυτὸν καὶ τοὺς Ἀντωνίου παῖδας τόδε τὸ ἱππικὸν ἀπεστάλθαι, διέδραμεν ἐς τὰς Ἀντωνίου κατοικίας, συλλεγόμενος φρουρὰν τῷ σώματι, καὶ τὸν Καίσαρα τῷ στρατῷ διέβαλλεν ἐς ἀπιστίαν πρὸς Ἀντώνιον. Ὁ δὲ ἀντεδίδασκεν αὐτούς, ὅτι αὑτῷ μὲν καὶ Ἀντωνίῳ πάντα εἶναι φίλια καὶ κοινά, Λεύκιον δὲ ὑφ' ἑτέρας γνώμης αὐτοὺς πολεμοποιεῖν ἐς ἀλλήλους ἀντιπράσσοντα τῇ τῶν τριῶν ἀρχῇ, δι' ἣν οἱ στρατευόμενοι τὰς ἀποικίας ἔχουσι βεβαίους· καὶ τοὺς ἱππέας εἶναι καὶ νῦν ἐν Βρεττίοις τὰ ἐντεταλμένα φυλάσσοντας.

[20] Ὧν οἱ ἡγεμόνες τοῦ στρατοῦ πυνθανόμενοι διῄτησαν αὐτοῖς ἐν Τεανῷ καὶ συνήλλαξαν ἐπὶ τοῖσδε, τοὺς μὲν ὑπάτους τὰ πάτρια διοικεῖν μὴ κωλυομένους ὑπὸ τῶν τριῶν ἀνδρῶν, μηδενὶ δὲ γῆν ὑπὲρ τοὺς στρατευσαμένους ἐν Φιλίπποις ἐπινέμεσθαι, τά τε χρήματα τῶν δεδημευμένων καὶ τιμὰς τῶν ἔτι πιπρασκομένων καὶ τὸν στρατὸν Ἀντωνίου τὸν περὶ τὴν Ἰταλίαν ἐπ' ἴσης διανέμεσθαι καὶ μηδέτερον αὐτῶν ἔτι καταλέγειν ἐκ τῆς Ἰταλίας, στρατεύοντι δὲ ἐπὶ Πομπήιον τῷ Καίσαρι δύο συμμαχεῖν τέλη παρὰ Ἀντωνίου, ἀνεῷχθαι δὲ τὰς Ἄλπεις τοῖς ὑπὸ Καίσαρος πεμπομένοις ἐς τὴν Ἰβηρίαν καὶ μὴ κωλύειν αὐτοὺς ἔτι Ἀσίνιον Πολλίωνα, Λεύκιον δὲ ἐπὶ τοῖσδε συνηλλαγμένον ἀποθέσθαι τὴν φρουρὰν τοῦ σώματος καὶ πολιτεύειν ἀδεῶς. Τάδε μὲν ἦν, ἃ συνέθεντο ἀλλήλοις διὰ τῶν ἡγεμόνων τοῦ στρατοῦ, ἐπράχθη γε μὴν αὐτῶν δύο μόνα τὰ τελευταῖα· καὶ Σαλουιδιηνὸς ἄκων αὐτῷ συμπεριῆλθε τὰς Ἄλπεις.

[21] Οὐ γιγνομένων δὲ τῶν ἄλλων ἢ βραδυνόντων, ἐς Πραινεστὸν ἀνεχώρει Λεύκιος, δεδιέναι λέγων Καίσαρα διὰ τὴν ἀρχὴν δορυφορούμενον, αὐτὸς ἀφρούρητος ὤν. Ἀνεχώρει δὲ καὶ Φουλβία πρὸς Λέπιδον, ἤδη λέγουσα περὶ τοῖς τέκνοις δεδιέναι· τοῦτον γὰρ ἀντὶ τοῦ Καίσαρος προυτίθει. Καὶ τάδε μὲν ἐγράφετο παρ' ἑκατέρων Ἀντωνίῳ, καὶ φίλοι μετὰ τῶν γραμμάτων ἐς αὐτὸν ἐπέμποντο, οἳ διδάξειν ἔμελλον περὶ ἑκάστων. Καὶ οὐχ εὗρον ἐρευνώμενος, ὅ τι σαφῶς ἀντεγράφετο αὐτοῖς. Οἱ δὲ τῶν στρατῶν ἡγεμόνες συνομόσαντες κρινεῖν τοῖς ἄρχουσιν αὖθις, ὃ δοκοίη δίκαιον εἶναι, καὶ τοὺς ἀπειθοῦντας ἐς αὐτὸ συναναγκάσειν, ἐκάλουν ἐπὶ ταῦτα τοὺς περὶ Λεύκιον. Οὐ δεξαμένων δ' ἐκείνων, ὁ Καῖσαρ ἐπιφθόνως αὐτοὺς ἔν τε τοῖς ἡγεμόσι τοῦ στρατοῦ καὶ παρὰ τοῖς Ῥωμαίων ἀρίστοις ἐπεμέμφετο. Οἱ δὲ ἐξέθεον ἐς τὸν Λεύκιον καὶ παρεκάλουν οἰκτεῖραι μὲν ἐπὶ τοῖς ἐμφυλίοις τὴν πόλιν καὶ τὴν Ἰταλίαν, δέξασθαι δὲ κοινῷ νόμῳ τὴν κρίσιν ἢ ἐπὶ σφῶν ἢ ἐπὶ τῶν ἡγεμόνων γενέσθαι.

[22] Αἰδουμένου δὲ τοῦ Λευκίου τά τε λεγόμενα καὶ τοὺς λέγοντας, ὁ Μάνιος μάλα θρασέως ἔφη τὸν μὲν Ἀντώνιον οὐδὲν ἀλλ' ἢ χρήματα μόνα ἀγείρειν ἐν ξένοις ἀνδράσι, τὸν δὲ Καίσαρα καὶ τὴν στρατιὰν καὶ τὰ ἐπίκαιρα τῆς Ἰταλίας ταῖς θεραπείας προκαταλαμβάνειν· τήν τε γὰρ Κελτικὴν Ἀντωνίῳ πρότερον δεδομένην ἐλευθεροῦν μετ' ἐξαπάτης Ἀντωνίου, καὶ τὴν Ἰταλίαν σχεδὸν ἅπασαν ἀντὶ μόνων ὀκτωκαίδεκα πόλεων τοῖς ἐστρατευμένοις καταγράφειν, τέσσαρσί τε καὶ τριάκοντα τέλεσιν ἀντὶ ὀκτὼ καὶ εἴκοσι τῶν συμμαχησάντων ἐπινέμειν οὐ γῆν μόνην, ἀλλὰ καὶ τὰ ἐκ τῶν ἱερῶν χρήματα, συλλέγοντα μὲν ὡς ἐπὶ Πομπήιον, ἐφ' ὃν οὐδέ πω παρατάττεται λιμωττούσης ὧδε τῆς πόλεως, διαιροῦντα δὲ τοῖς στρατοῖς ἐς θεραπείαν κατὰ Ἀντωνίου καὶ τὰ δεδημευμένα οὐ πιπράσκοντα μᾶλλον ἢ δωρούμενον αὐτοῖς. Χρῆναι δέ, εἰ τῷ ὄντι εἰρηνεύειν ἐθέλοι, τῶν μὲν ἤδη διῳκημένων ὑποσχεῖν λόγον, ἐς δὲ τὸ μέλλον, ἃ ἂν κοινῇ βουλευομένοις δοκῇ, μόνα πράσσειν. Οὕτω μὲν θρασέως ὁ Μάνιος ἠξίου μήτε τὸν Καίσαρά τινος εἶναι κύριον ἔργου μήτε τὴν Ἀντωνίου συνθήκην βέβαιον, ὡρισμένου τῶν ἐγκεχειρισμένων ἑκάτερον αὐτοκράτορα εἶναι καὶ τὸ πρασσόμενον ὑπὸ ἀλλήλων εἶναι κύριον. Πανταχόθεν οὖν ὁ Καῖσαρ ἑώρα πολεμησείοντας αὐτούς, καὶ παρεσκευάζοντο αὐτῶν ἑκάτεροι.

[23] Δύο δὲ στρατοῦ τέλη τὰ ἐς Ἀγκῶνα πόλιν ᾠκισμένα, Καίσαρί τε ὄντα πατρῷα καὶ ἐστρατευμένα Ἀντωνίῳ, τῆς τε ἰδίας παρασκευῆς αὐτῶν πυθόμενοι καὶ τὴν εἰς ἑκάτερον σφῶν οἰκειότητα αἰδούμενοι, πρέσβεις ἔπεμψαν ἐς Ῥώμην, οἳ ἔμελλον ἑκατέρων ἐς διαλύσεις δεήσεσθαι. Καίσαρος δ' αὐτοῖς εἰπόντος οὐκ Ἀντωνίῳ πολεμεῖν, ἀλλ' ὑπὸ Λευκίου πολεμεῖσθαι, συμβαλόντες οἱ πρέσβεις τοῖς ἡγεμόσι τοῦδε τοῦ στρατοῦ, κοινῇ πάντες ἐς Λεύκιον ἐπρέσβευον, ἀξιοῦντες αὐτὸν ἐς δίκην Καίσαρι συνελθεῖν· δῆλοί τε ἦσαν, ὃ πράξειν ἔμελλον, εἰ μὴ τὴν κρίσιν ὑποδέχοιτο. Δεξαμένων δὲ τῶν ἀμφὶ τὸν Λεύκιον, χωρίον τε ὥριστο τῇ δίκῃ Γάβιοι πόλις ἐν μέσῳ Ῥώμης τε καὶ Πραινεστοῦ, καὶ συνέδριον τοῖς κρίνουσιν ἐγίνετο καὶ βήματα ἐν μέσῳ δύο τοῖς ἐροῦσιν ὡς ἐν δίκῃ. Πρότερος δ' ὁ Καῖσαρ ἐλθὼν ἱππέας ἔπεμψεν ἐς τὴν πάροδον τοῦ Λευκίου, ἐρευνησομένους ἄρα, μή τίς ποθεν ὁρῷτο ἐνέδρα. Καὶ οἱ ἱππέες οἵδε ἑτέροις ἱππεῦσι τοῦ Λευκίου, προδρόμοις ἄρα ἢ καὶ τοῖσδε κατασκόποις, συμβαλόντες ἔκτεινάν τινας αὐτῶν. Καὶ ἀνεχώρησε δείσας ὁ Λεύκιος, ὡς ἔλεγεν, ἐπιβουλήν· καλούμενός τε ὑπὸ τῶν ἡγεμόνων τοῦ στρατοῦ, παραπέμψειν αὐτὸν ὑπισχνουμένων, οὐκέτι ἐπείθετο.

[24] Οὕτω μὲν ἦσαν αἱ διαλύσεις ἄπρακτοι, καὶ πολεμεῖν ἐγνώκεσαν καὶ διαγράμμασιν ἤδη πικροῖς κατ' ἀλλήλων ἐχρῶντο. Στρατὸς δὲ ἦν Λευκίῳ μὲν ὁπλιτῶν ἓξ τέλη, ὅσα αὐτὸς ἐς τὴν ὑπατείαν ἐλθὼν ἐστράτευσε, καὶ τὰ Ἀντωνίου ἕνδεκα ἕτερα, ὧν ἐστρατήγει Καληνός, σύμπαντα ταῦτα ἀνὰ τὴν Ἰταλίαν· Καίσαρι δὲ ἐν μὲν Καπύῃ τέσσαρα ἦν τέλη, καὶ περὶ αὐτὸν αἱ στρατηγίδες, ἓξ δὲ ἕτερα Σαλουιδιηνὸς ἦγεν ἐξ Ἰβηρίας. Καὶ χρήματα ἦν Λευκίῳ μὲν ἐξ ἐθνῶν τῶν ὑπὸ τὸν Ἀντώνιον οὐ πολεμουμένων, Καίσαρι δέ, ἃ εἰλήχει, πάντα χωρὶς Σαρδοῦς ἐπολεμεῖτο, ὅθεν ἐκ τῶν ἱερῶν ἐδανείζετο, σὺν χάριτι ἀποδώσειν ὑπισχνούμενος, ἀπό τε Ῥώμης ἐκ τοῦ Καπιτωλίου καὶ ἀπὸ Ἀντίου καὶ Λανουβίου καὶ Νεμοῦς καὶ Τίβυρος, ἐν αἷς μάλιστα πόλεσι καὶ νῦν εἰσι θησαυροὶ χρημάτων ἱερῶν δαψιλεῖς.

[25] Τετάρακτο δὲ αὐτῷ καὶ τὰ τῆς Ἰταλίας ἔξω. Πομπήιος γὰρ ἐκ τῶν προγραφῶν καὶ κατοικίσεων τοῦ στρατοῦ καὶ τῆσδε τῆς Λευκίου διαφορᾶς ἐπὶ μέγα δόξης καὶ δυνάμεως ἦρτο. Οἱ γὰρ περὶ σφῶν δεδιότες ἢ τὰ ὄντα ἀφαιρούμενοι ἢ τὴν πολιτείαν ὅλως ἀποστρεφόμενοι ἐς αὐτὸν ἐχώρουν μάλιστα· καὶ ἡ ἄλλη νεότης ὡρμημένη στρατεύεσθαι διὰ τὰ κέρδη καὶ οὐδὲν ἡγούμενοι διαφέρειν, ὑφ' ὅτῳ στρατεύσονται, Ῥωμαίοις πανταχοῦ συστρατευόμενοι, μᾶλλον ἐς τὸν Πομπήιον ἐχώρουν ὡς δικαιότερα αἱρούμενον. Γεγένητό τε πλούσιος ἐκ τῆς θαλασσίου λείας καὶ ναῦς εἶχε πολλὰς καὶ πληρώματα ἐντελῆ. Μοῦρκός τε ἀφῖκτο αὐτῷ δύο ἄγων στρατοῦ τέλη καὶ τοξότας πεντακοσίους καὶ χρήματα πολλὰ καὶ ναῦς ὀγσοήκοντα· καὶ τὸν ἄλλον στρατὸν ἐκ Κεφαληνίας μετεπέμπετο. Ὅθεν τισὶ δοκεῖ τότε ὁ Πομπήιος ἐπελθὼν εὐμαρῶς ἂν τῆς Ἰταλίας κρατῆσαι, ὑπό τε λιμοῦ καὶ στάσεως διεφθαρμένης καὶ ἐς αὐτὸν ἀφορώσης.

[26] Ἀλλὰ Πομπηίῳ μὲν ὑπὸ ἀφροσύνης οὐκ ἐπιχειρεῖν, ἀλλὰ ἀμύνεσθαι μόνον ἐδόκει, μέχρι καὶ τοῦδε ἥσσων ἐγένετο· ἐν δὲ Λιβύῃ Σέξστιος, ὕπαρχος Ἀντωνίου, παρεδεδώκει μὲν ἄρτι τὸν στρατόν, ὑπὸ Λευκίου κεκελευσμένος, Φάγγωνι τῷ Καίσαρος, ἐπισταλὲν αὖθις ἀναλαμβάνειν αὐτὸν οὐκ ἀποδιδόντι τῷ Φάγγωνι ἐπολέμει, συναγαγών τινας τῶν ἀπεστρατευμένων καὶ Λιβύων πλῆθος ἄλλο καὶ ἑτέρους παρὰ τῶν βασιλέων. Ἡττηθέντων δὲ τῶν κερῶν ἑκατέρων καὶ ληφθέντων τῶν στρατοπέδων, ὁ Φάγγων ἡγούμενος ἐκ προδοσίας τάδε παθεῖν αὑτὸν διεχρήσατο. Καὶ Λιβύης μὲν αὖθις ὁ Σέξστιος ἑκατέρας ἐκράτει· Βόκχον δὲ τὸν Μαυρουσίων βασιλέα Λεύκιος ἔπεισε πολεμεῖν Καρρίνα τῷ τὴν Ἰβηρίαν ἐπιτροπεύοντι τῷ Καίσαρι. Ἀηνόβαρβός τε ἑβδομήκοντα ναυσὶ καὶ στρατοῦ δύο τέλεσι καὶ τοξόταις καὶ σφενδονήταις τισὶ καὶ ψιλοῖς καὶ μονομάχοις περιπλέων τὸν Ἰόνιον ἐπόρθει τὰ τοῖς τρισὶν ἀνδράσιν ὑπήκοα, ἔς τε τὸ Βρεντέσιον ἐπιπλεύσας τῶν Καίσαρος τριήρων τὰς μὲν εἷλε, τὰς δὲ ἐνέπρησε, καὶ τοὺς Βρεντεσίους ἐς τὰ τείχη κατέκλεισε καὶ τὴν χώραν προυνόμευεν.

[27] Ὁ δὲ Καῖσαρ ἐς τὸ Βρεντέσιον στρατιωτῶν τέλος ἔπεμπε καὶ Σαλουιδιηνὸν κατὰ σπουδὴν ἐκ τῆς ἐς Ἰβηρίαν ὁδοῦ μετεκάλει. Τούς τε στρατολογήσοντας σφίσιν ἀνὰ τὴν Ἰταλίαν ὁ Καῖσαρ καὶ ὁ Λεύκιος περιέπεμπον· πεῖραί τε τούτων τῶν ξεναγῶν ἦσαν ἐς ἀλλήλους βραχύτεραι καὶ μείζους καὶ ἐνέδραι πολλάκις. Ἡ δὲ εὔνοια τῶν Ἰταλῶν ἐς τὸν Λεύκιον παρὰ πολὺ ἐποίει, ὡς ὑπὲρ σφῶν τοῖς κληρουχουμένοις πολεμοῦντα. Καὶ οὐχ αἱ καταγραφόμεναι τῷ στρατῷ πόλεις ἔτι μόναι, ἀλλ' ἡ Ἰταλία σχεδὸν ἅπασα ἀνίστατο, φοβουμένη τὰ ὅμοια· τούς τε τῷ Καίσαρι κιχραμένους ἐκ τῶν ἱερῶν χρημάτων ἐκβάλλοντες ἐκ τῶν πόλεων ἢ ἀναιροῦντες, τὰ τείχη σφῶν διὰ χειρὸς εἶχον καὶ πρὸς τὸν Λεύκιον ἐχώρουν. Ἐχώρουν δὲ καὶ οἱ κατοικιζόμενοι τῶν στρατιωτῶν ἐς τὸν Καίσαρα, ὡς ἐς οἰκεῖον ἤδη πόλεμον ὑπὲρ σφῶν ἑκάτεροι διαρούμενοι.

[28] Καὶ τῶνδε γιγνομένων ὁ Καῖσαρ ὅμως ἔτι τήν τε βουλὴν καὶ τοὺς καλουμένους ἱππέας συναγαγὼν ἔλεγεν ὧδε· « καταγινώσκομαι μέν, εὖ οἶδα, ὑπὸ τῶν περὶ Λεύκιον, οὐκ ἀμυνόμενος αὐτούς, εἰς ἀσθένειαν ἢ ἀτολμίαν, ἃ καὶ νῦν μου καταγνώσονται διὰ τήνδε τὴν σύνοδον ὑμῶν· ἐμοὶ δὲ ἔρρωται μὲν ὁ στρατός, ὅσος τέ μοι συναδικεῖται τὴν κληρουχίαν ἀφαιρούμενος ὑπὸ Λευκίου καὶ ὁ ἄλλος, ὃν ἔχω, ἔρρωται δὲ καὶ τὰ λοιπὰ πλὴν τῆς γνώμης μόνης. Οὐ γὰρ ἡδύ μοι πολεμεῖν ἐμφυλίους πολέμους χωρὶς ἀνάγκης βαρείας, οὐδὲ καταχρῆσθαι τῶν πολιτῶν τοῖς ἔτι λοιποῖς κατ' ἀλλήλων, καὶ μάλιστα τοῦδε τοῦ ἐμφυλίου οὐκ ἐκ Μακεδονίας ὑμῖν ἢ Θράκης ἀκουσθησομένου, ἀλλ' ἐν αὐτῇ τῇ Ἰταλίᾳ γενησομένου, ἣν πόσα χρὴ χωρὶς τῶν ἀπολλυμένων ἀνδρῶν κακοπαθῆσαι, γιγνομένην στάδιον ἡμῖν. Ἐγὼ μὲν δὴ διὰ τάδε ὀκνῶ καὶ νῦν ἔτι μαρτύρομαι μηδὲν ἀδικεῖν Ἀντώνιον μηδὲ ἀδικεῖσθαι πρὸς Ἀντωνίου· ὑμᾶς δὲ ἐλέγξαι τοὺς ἀμφὶ τὸν Λεύκιον τάδε δι' ὑμᾶς αὐτοὺς καὶ συναλλάξαι μοι παρακαλῶ. Καὶ εἰ μὴ πείθοιντο μηδὲ νῦν, ἐκείνοις μὲν αὐτίκα δείξω τὰ μέχρι νῦν εὐβουλίαν, οὐ δειλίαν οὖσαν, ὑμᾶς δὲ καὶ παρ' ὑμῖν αὐτοῖς καὶ πρὸς Ἀντώνιον ἀξιῶ μάρτυρας εἶναί μοι καὶ συνίστασθαι διὰ τὴν ὑπεροψίαν Λευκίου. »

[29] Ταῦτ' εἶπεν ὁ Καῖσαρ. Καὶ τούτων οἱ μὲν δὴ πἅλιν ἐς τὸ Πραινεστὸν ἐξέτρεχον· καὶ ὁ Λεύκιος τοσόνδε εἶπεν, ὅτι καὶ τῶν ἔργων ἤδη προειλήφασιν ἀμφότεροι καὶ ὁ Καῖσαρ ὑποκρίνεται, τέλος ἄρτι πέμψας ἐς τὸ Βρεντέσιον κωλύειν Ἀντώνιον ἐπανιόντα. Ὁ δὲ Μάνιος καὶ ἐπιστολὴν ἐδείκνυε τοῦ Ἀντωνίου, εἴτε πλασάμενος εἴτε ἀληθῆ, πολεμεῖν, ἐάν τις αὑτοῦ τὴν ἀξίωσιν καθαιρῇ. Ἐρομένων δὲ τῶν ἀπὸ τῆς βουλῆς, εἰ καθαιροῖτό τι τῆς ἀξιώσεως Ἀντωνίου, καὶ προκαλουμένων ἐς δίκην περὶ τοῦδε, ἕτερα αὖ πολλὰ ἐσοφίζετο ὁ Μάνιος, ἕως οἱ μὲν ἀπῆλθον ἄπρακτοι, καὶ οὐ συνῆλθον ἐς τὴν ἀπόκρισιν τῷ Καίσαρι, εἴτε καθ' ἑαυτὸν ἀπαγγείλας ἕκαστος εἴτε δι' ἑτέραν γνώμην εἴτε ὑπὸ αἰδοῦς· ὁ δὲ πόλεμος ἀνέῳκτο, καὶ ὁ Καῖσαρ ἐπ' αὐτὸν ἐξῄει, φύλακα τῆς Ῥώμης Λέπιδον σὺν δύο τέλεσι καταλιπών. Οἱ δὲ πολλοὶ τῶν ἐπιφανῶν τότε μάλιστα ἐπεδείκνυον οὐκ ἀρέσκεσθαι τῇ τῶν τριῶν ἀρχῇ· ἐς γὰρ τὸν Λεύκιον ἐχώρουν.

IV. [30] Καὶ ἦν τὰ κεφαλαια τοῦ πολέμου τοιάδε. Λευκίου μὲν δὴ δύο τέλη περὶ Ἄλβην ἐστασίασε καὶ τοὺς ἄρχοντας ἐκβαλόντα ἐς ἀπόστασιν ἐχώρει· ἐπειγομένων δὲ ἐς αὐτὰ Καίσαρός τε καὶ Λευκίου, φθάσας τὸν Καίσαρα ὁ Λεύκιος ἀνεσώσατο αὐτὰ χρήμασί τε πολλοῖς καὶ ὑποσχέσεσι μεγάλαις. Φουρνίου δ' ἄλλον στρατὸν ἄγοντος τῷ Λευκίῳ, ὁ Καῖσαρ ἐξήπτετο τῆς οὐραγίας· ἐς δὲ λόφον ἀναδραμόντι τῷ Φουρνίῳ καὶ νυκτὸς ἐς ὁμογνώμονα πόλιν ἐπειγομένῳ Σεντίαν, νυκτὸς μὲν οὐχ ἕσπετο ὁ Καῖσαρ ἐνέδραν ὑποπτεύων, ἡμέρας δὲ τήν τε Σεντίαν ὁμοῦ καὶ τὸ τοῦ Φουρνίου στρατόπεδον ἐπολιόρκει. Λεύκιος δὲ ἐς Ῥώμην ἐπειγόμενος τρεῖς μὲν τάξεις προύπεμψεν, αἳ νυκτὸς ἔλαθον ἐς τὴν πόλιν ἐσδραμοῦσαι, αὐτὸς δὲ σὺν πολλῷ στρατῷ καὶ ἱππεῦσι καὶ μονομάχοις εἵπετο. Καὶ αὐτὸν Νωνίου τοῦ φύλακος τῶν πυλῶν δεξαμένου τε καὶ τὸν ὑφ' αὑτῷ στρατὸν ἐγχειρίσαντος, ὁ μὲν Λέπιδος ἐς Καίσαρα ἔφευγεν, ὁ δὲ Λεύκιος Ῥωμαίοις ἐδημηγόρει, Καίσαρα μὲν καὶ Λέπιδον αὐτίκα δώσειν δίκην ἀρχῆς βιαίου, τὸν δὲ ἀδελφὸν αὐτὴν ἑκόντα ἀποθήσεσθαι καὶ ὑπατείαν ἀλλάξεσθαι, νομιμωτέραν ἀρχὴν παρανόμου καὶ πάτριον ἀντὶ τῆς τυραννικῆς.

[31] Καὶ ὁ μὲν τάδε εἰπών, ἡδομένων ἁπάντων καὶ ἡγουμένων ἤδη λελύσθαι τὴν τῶν τριῶν ἀρχήν, αὐτοκράτωρ ὑπὸ τοῦ δήμου προσαγορευθεὶς ἐπὶ τὸν Καίσαρα ἐχώρει καὶ στρατὸν ἤθροιζεν ἄλλον ἐκ τῶν ἀποικίδων Ἀντωνίου πόλεων καὶ αὐτὰς ἐκρατύνατο. Αἱ δὲ δι' εὐνοίας μὲν ἦσαν Ἀντωνίῳ, Βαρβάτιος δὲ ὁ Ἀντωνίου ταμίας, Ἀντωνίῳ τι προσκρούσας καὶ διὰ ταῦτ' ἐπανιών, ἔλεγε πυνθανομένοις τὸν Ἀντώνιον χαλεπαίνειν τοῖς πολεμοῦσι τῷ Καίσαρι κατὰ τῆς κοινῆς σφῶν δυναστείας. Καὶ οἱ μέν, ὅσοι μὴ τῆς ἐξαπάτης ᾔσθοντο τῆς Βαρβατίου, ἐς τὸν Καίσαρα ἀπὸ τοῦ Λευκίου μετετίθεντο· ὁ δὲ Λεύκιος ὑπήντα Σαλουιδιηνῷ μετὰ στρατοὺ πολλοῦ πρὸς Καίσαρα ἐκ Κελτῶν ἐπανιόντι. Καὶ εἵποντο τῷ Σαλουιδιηνῷ Ἀσίνιός τε καὶ Οὐεντίδιος, Ἀντωνίου στρατηγοὶ καὶ οἵδε, κωλύοντες αὐτὸν ἐς τὸ πρόσθεν ἰέναι. Ἀγρίππας δέ, φίλτατος Καίσαρι, δείσας ἐπὶ τῷ Σαλουιδιηνῷ μὴ κυκλωθείη, Σούτριον κατέλαβε, χωρίον τι χρήσιμον τῷ Λευκίῳ, νομίσας τὸν Λεύκιον ἀπὸ τοῦ Σαλουιδιηνοῦ περισπάσειν ἐφ' ἑαυτὸν καὶ οἷ τὸν Σαλουιδιηνὸν βοηθήσειν, κατόπιν τοῦ Λευκίου γενόμενον. Καὶ τάδε μέν, ὡς προσεδόκησεν ὁ Ἀγρίππας, ἐγίγνετο ἅπαντα· ὁ δὲ Λεύκιος ἀποτυχὼν ὧν ἐπενόει, πρὸς Ἀσίνιον καὶ Οὐεντίδιον ᾔει, ἐνοχλούντων αὐτὸν ἑκατέρωθεν Σαλουιδιηνοῦ τε καὶ Ἀγρίππου καὶ φυλασσόντων, ὅτε μάλιστα περιλάβοιεν ἐν τοῖς στενοῖς.

[32] Ἐκφανείσης δὲ παρ' αὐτὰ τῆς ἐπιβουλῆς ὁ Λεύκιος οὐ θαρρῶν ἀμφοτέροις ἑκατέρωθεν οὖσιν ἐς χεῖρας ἰέναι ἐς Περνσίαν παρῆλθεν, ἐχυρὰν πόλιν, καὶ παρ' αὐτὴν ἐστρατοπέδευσε, τοὺς περὶ τὸν Οὐεντίδιον περιμένων. Ὁμοῦ δ' αὐτόν τε καὶ τὴν Περυσίαν ὁ Ἀγρίππας καὶ ὁ Σαλουιδιηνὸς καὶ ὁ Καῖσαρ ἐπελθὼν τρισὶ στρατοπέδοις ἐκυκλώσαντο· καὶ τὸν ἄλλον στρατὸν ὁ Καῖσαρ ἐκάλει πανταχόθεν κατὰ σπουδὴν ὡς ἐπὶ τοῦτο δὴ κεφάλαιον τοῦ πολέμου, ἐν ᾧ Λεύκιον εἶχε περιειλημμένον. Προύπεμπε δὲ καὶ ἑτέρους, ἐμποδὼν εἶναι τοῖς ἀμφὶ τὸν Οὐεντίδιον ἐπιοῦσιν. Οἱ δὲ καὶ αὐτοὶ διὰ σφῶν ὤκνουν ἐπείγεσθαι, τόν τε πόλεμον ἀποδοκιμάζοντες ὅλως καὶ τὴν Ἀντωνίου γνώμην οὐκ ἐπιστάμενοι καὶ τὴν ἡγεμονίαν τῆς στρατιᾶς οὐ παριέντες ἀλλήλοις κατ' ἀξίωσιν οὐδέτερος. Ὁ δὲ Λεύκιος οὔτ' ἐς μάχην ᾔει τοῖς περικαθημένοις, ἀμείνοσι καὶ πλέοσιν οὖσι καὶ γεγυμνασμένοις, νεοστράτευτον ἔχων τὸ πλέον, οὔτε ἐς ὁδοιπορίαν, ἐνοχλησόντων αὐτὸν ὁμοῦ τοσῶνδε. Μάνιον δὲ ἐς τὸν Οὐεντίδιον καὶ Ἀσίνιον ἔπεμπεν, ἐπείγειν αὐτοὺς βοηθεῖν πολιορκουμένῳ Λευκίῳ, καὶ Τισιηνὸν μετὰ τετρακισχιλίων ἱππέων, λεηλατεῖν τὰ Καίσαρος, ἵνα ἀνασταίη. Αὐτὸς δὲ παρῆλθεν ἐς τὴν Περυσίαν ὡς ἐν ὀχυρᾷ πόλει χειμάσων, εἰ δέοι, μέχρι τοὺς περὶ τὸν Οὐεντίδιον ἀφικέσθαι.

[33] Καὶ ὁ Καῖσαρ αὐτίκα μετὰ σπουδῆς ἅπαντι τῷ στρατῷ τὴν Περυσίαν ἀπετείχιζε χάρακι καὶ τάφρῳ, πεντήκοντα καὶ ἓξ σταδίους περιιὼν διὰ τὸ τῆς πόλεως λοφῶδες καὶ σκέλη μακρὰ ἐπὶ τὸν Τίβεριν ἐκτείνων, ἵνα τι ἐς τὴν Περυσίαν μὴ ἐσφέροιτο. Ἀντεπονεῖτό γε μὴν καὶ ὁ Λεύκιος, ἑτέροις ὁμοίοις χαρακώμασι καὶ τάφροις τὴν πέζαν ὀχυρούμενος τοῦ λόφου. Καὶ Φουλβία Οὐεντίδιον καὶ Ἀσίνιον καὶ Ἀτήιον καὶ Καληνὸν ἐκ τῆς Κελτικὴς ἤπειγε βοηθεῖν Λευκίῳ καὶ στρατὸν ἄλλον ἀγείρασα Πλάγκον ἔπεμπεν ἄγειν Λευκίῳ. Πλάγκος μὲν δὴ τέλος τοῦ Καίσαρος ἐς Ῥώμην ὁδεῦον διέφθειρεν· Ἀσινίου δὲ καὶ Οὐεντιδίου σὺν μὲν ὄκνῳ καὶ διχονοίᾳ τῆς Ἀντωνίου γνώμης, διὰ δὲ Φουλβίαν ὅμως καὶ διὰ Μάνιον ἐς τὸν Λεύκιον ἰόντων καὶ τοὺς ἀποκλείοντας βιαζομένων, ὁ Καῖσαρ ὑπήντα σὺν Ἀγρίππᾳ, φυλακὴν τῆς Περυσίας καταλιπών. Οἱ δὲ οὔτε τω συμβαλόντες ἀλλήλοις οὔτε σὺν προθυμίᾳ χωροῦντες, ὁ μὲν αὐτῶν ἐς Ῥάβενναν, ὁ δ' ἐς Ἀρίμινον, ὁ δὲ Πλάγκος ἐς Σπωλήτιον συνέφυγον. Καὶ ὁ Καῖσαρ αὐτῶν ἑκάστῳ στρατὸν ἐπιστήσας, ἵνα μὴ πρὸς ἀλλήλους συνέλθοιεν, ἐς τὴν Περυσίαν ἐπανῆλθε καὶ μετὰ σπουδῆς τὰς τάφρους προσεσταύρου καὶ ἐδιπλασίαζε τὸ βάθος καὶ πλάτος ὡς τριάκοντα πόδας ἀμφότερα εἶναι, τό τε περιτείχισμα ὕψου καὶ πύργους ἐπ' αὐτοῦ ξυλίνους δι' ἑξήκοντα ποδῶν ἵστη χιλίους καὶ πεντακοσίους· καὶ ἐπάλξεις τε ἦσαν αὐτῷ πυκναὶ καὶ ἡ ἄλλη παρασκευὴ πᾶσα διμέτωπος, ἔς τε τοὺς πολιορκουμένους καὶ εἴ τις ἔξωθεν ἐπίοι. Ἐγίγνετο δὲ ταῦτα σὺν πείραις πολλαῖς καὶ μάχαις, ἀκοντισαι μὲν ἀμεινόνων ὄντων τῶν Καίσαρος, συμπλέκεσθαι δὲ τῶν Λευκίου μονομάχων· καὶ πολλοὺς ἔκτεινον συμπλεκόμενοι.

[34] Ὡς δὲ ἐξείργαστο πάντα τῷ Καίσαρι, λιμὸς ἥπτετο τοῦ Λευκίου, καὶ τὸ κακὸν ἤκμαζεν ἀγρίως ἅτε μηδὲν αὐτοῦ μηδὲ τῆς πόλεως προπαρεσκευασμένης. Ὧν ὁ Καῖσαρ αἰσθόμενος ἀκριβεστέρας τὰς φυλακὰς ἐποίει. Νουμηνίας δὲ ἔτους ἐς τὴν ἐπιοῦσαν ἡμέραν οὔσης, φυλάξας ὁ Λεύκιος τὴν ἑορτὴν ὡς ἀμελείας τοῖς πολεμίοις αἰτίαν ἐξέθορε νυκτὸς ἐπὶ τὰς πύλας αὐτῶν ὡς διεκπαίσων αὐτοὺς καὶ στρατιὰν ἐπαξόμενος ἑτέραν· πολλὴ γὰρ ἦν αὐτῷ πολλαχοῦ. Ταχὺ δὲ τοῦ πλησίον ἐφεδρεύοντος τέλους καὶ τοῦ Καίσαρος αὐτοῦ σὺν ταῖς στρατηγίσι σπείραις ἐπιδραμόντων, ὁ Λεύκιος μάλα προθύμως ἀγωνιζόμενος ἀνεώσθη. Τῶν δ' αὐτῶν ἡμερῶν ἐν Ῥώμῃ, τοῦ σίτου τοῖς στρατευομένοις φυλασσομένου, τὸ πλῆθος τῷ πολέμῳ καὶ τῇ νίκῃ φανερῶς ἐπηρῶντο καὶ ἐς τὰς οἰκίας ἐστρέχοντες ἐπὶ ἐρεύνῃ σίτου, ὅσα εὕροιεν, ἥρπαζον.

[35] Οἱ δ' ἀμφὶ τὸν Οὐεντίδιον αἰδούμενοι λιμῷ κάμνοντα Λεύκιον περιορᾶν, ἐχώρουν ἐς αὐτὸν ἅπαντες, βιαζόμενοι τοὺς Καίσαρος πανταχόθεν αὐτοὺς περικειμένους καὶ ἐνοχλοῦντας. Ὑπαντώντων δ' αὐτοῖς Ἀγρίππου τε καὶ Σαλουιδιηνοῦ μετὰ δυνάμεως ἔτι πλείονος, ἔδεισαν, μὴ κυκλωθεῖεν, καὶ ἐς Φουλκίνιόν τι χωρίον ἐξέκλιναν, ἑξήκοντα καὶ ἑκατὸν σταδίους τῆς Περυσίας διεστηκός· ἔνθα αὐτοὺς τῶν ἀμφὶ τὸν Ἀγρίππαν περικαθημένων πυρὰ πολλὰ ἤγειραν, σύμβολα τῷ Λευκίῳ. Καὶ γνώμην ἐποιοῦντο Οὐεντίδιος μὲν καὶ Ἀσίνιος βαδίζειν καὶ ὣς μαχούμενοι, Πλάγκος δὲ ἔσεσθαι μέσους Καίσαρός τε καὶ Ἀγρίππου, χρῆναι δ' ἔτι καραδοκεῖν τὰ γιγνόμενα· καὶ ἐκράτει λέγων ὁ Πλάγκος. Οἱ δ' ἐν τῇ Περυσίᾳ τὰ μὲν πυρὰ ἰδόντες ἥδοντο, τῶν δ' ἀνδρῶν βραδυνόντων εἴκασαν καὶ τούσδε ἐνοχλεῖσθαι καὶ παυσαμένου τοῦ πυρὸς διεφθάρθαι. Ὁ δὲ Λεύκιος τοῦ λιμοῦ πιέζοντος ἐνυκτομάχησεν αὖθις ἐκ πρώτης φυλακῆς ἐς ἕω περὶ ἅπαν τὸ περιτείχισμα· καὶ οὐ δυνηθεὶς ἀνέθορεν αὖθις ἐς τὴν Περυσίαν καὶ τὰς ὑπολοίπους συλλογισάμενος τροφὰς ἀπεῖπε δίδοσθαι τοῖς θεράπουσι καὶ ἐφύλασσεν αὐτοὺς μηδ' ἐκφυγεῖν, ἵνα μὴ γνωριμώτερον γένοιτο τοῖς πολεμίοις τὸ δεινόν. Ἠλῶντο οὖν οἱ θεράποντες κατὰ πλῆθος καὶ κατέπιπτον ἔν τε αὐτῇ τῇ πόλει καὶ μέχρι τοῦ σφετέρου διατειχίσματος, πόαν εἴ τινα εὕροιεν ἢ φυλλάδα χλωράν, νεμόμενοι. Καὶ τοὺς ἀποψύχοντας ὁ Λεύκιος ἐς τάφρους ἐπιμήκεις κατώρυσσεν, ἵνα μήτε καιομένων ἐπίδηλον τοῖς ἐχθροῖς γένοιτο, μήτε σηπομένων ἀτμὸς καὶ νόσος.

[36] Ἐπεὶ δὲ οὔτε τοῦ λιμοῦ τι τέλος ἦν οὔτε τῶν θανάτων, ἀχθόμενοι τοῖς γιγνομένοις οἱ ὁπλῖται παρεκάλουν τὸν Λεύκιον αὖθις ἀποπειρᾶσαι τῶν τειχῶν, ὡς διακόψοντες αὐτὰ πάντως. Ὁ δὲ τὴν ὁρμὴν ἀποδεξάμενος, « οὐκ ἀξίως, » ἔφη, « πρῴην τῆς παρούσης ἀνάγκης ἠγωνισάμεθα, » καὶ νῦν ἢ παραδιδόναι σφᾶς ἢ τοῦτο χεῖρον ἡγουμένους θανάτου μάχεσθαι μέχρι θανάτου. Δεξαμένων δὲ προθύμως ἁπάντων καὶ, ἵνα μή τις ὡς ἐν νυκτὶ πρόφασις γένοιτο, κατὰ φῶς ἄγειν σφᾶς κελευόντων, ὁ Λεύκιος ἦγε πρὸ ἡμέρας. Σίδηρόν τε τειχομάχον εἶχον τολὺν καὶ κλίμακας ἐς εἴδη πάντα διεσκευασμένας. Ἐφέρετο δὲ καὶ τάφρων ἐγχωστήρια ὄργανα καὶ πύργοι πτυκτοί, σανίδας ἐς τὰ τείχη μεθιέντες, καὶ βέλη παντοῖα καὶ λίθοι, καὶ γέρρα τοῖς σκόλοψιν ἐπιρριπτεῖσθαι. Προσπεσόντες δὲ μεθ' ὁρμῆς βιαίου τὴν τάφρον ἐνέχωσαν καὶ τοὺς σταυροὺς ὑπερέβησαν καὶ τοῖς τείχεσι προσελθόντες οἱ μὲν ὑπώρυσσον, οἱ δὲ τὰς κλίμακας ἐπῆγον, οἱ δὲ τοὺς πύργους· ἐνεχείρουν τε ὁμοῦ καὶ ἠμύνοντο λίθοις καὶ τοξεύμασι καὶ μολυβδαίναις σὺν πολλῇ θανάτου καταφρονήσει. Καὶ τάδε ἐγίγνετο κατὰ μέρη πολλά· ἐπειδὴ δέ τινας . . . ἐς πολλὰ διαιρουμένοις τοῖς πολεμίοις ἀσθενέστερα πάντα ἦν.

[37] Ἐκταθεισῶν δέ που τῶν σανίδων ἐς τὸ τεῖχος, βία τότε μάλιστα ἐπικίνδυνος ἦν τῶν Λευκιανῶν ἐπὶ ταῖς σανίσι μαχομένων, καὶ βέλη πλάγια πάντοθεν ἦν ἐς αὐτοὺς καὶ ἀκόντια. Ἐβιάσαντο δὲ ὅμως καὶ ἐς τὸ τεῖχος ἐξήλαντο ὀλίγοι, καὶ αὐτοῖς εἵποντο ἕτεροι· καὶ τάχα ἄν τι ἐξείργαστο αὐτοῖς μετὰ ἀπονοίας, εἰ μή, γνωσθέντος οὐ πολλὰ εἶναι τὰ τοιαῦτα μηχανήματα, οἱ ἄριστοι τῶν Καίσαρος ἐφεδρειῶν ἀκμῆτες ἐπήγοντο κεκμηκόσι. Τότε γὰρ δὴ τῶν τειχῶν αὐτοὺς κατήρειψαν καὶ τὰ μηχανήματα συνέτριψαν καὶ ἔβαλλον ἄνωθεν ἤδη σὺν καταφρονήσει. Τοῖς δὲ τὰ μὲν ὅπλα καὶ τὰ σώματα ὅλα συνεκέκοπτο, καὶ βοὴ σφᾶς ἐπελελοίπει, παρέμενον δ' ὅμως τῇ προθυμίᾳ. Ὡς δὲ καὶ τὰ νεκρὰ τῶν ἐπὶ τοῦ τείχους ἀνῃρημένων ἐσκυλευμένα κάτω διερριπτεῖτο, τὴν ὕβριν οὐκ ἔφερον, ἀλλὰ ἀνετρέποντο ὑπὸ τῆς ὄψεως, καὶ μικρὸν ἔστησαν ἀποροῦντες ὥσπερ ἐν τοῖς γυμνικοῖς ἀγῶσιν οἱ διαναπαυόμενοι. Ὧδε δὲ αὐτοὺς ἔχοντας ἐλεῶν ὁ Λεύκιος ἐκάλει τῇ σάλπιγγι ἀναχωρεῖν. Ἡσθέντων δὲ τῶν Καίσαρος ἐπὶ τῷδε καὶ τὰ ὅπλα παταγησάντων οἷον ἐπὶ νίκῃ, ἐρεθισθέντες οἱ τοῦ Λευκίου τὰς κλίμακας αὖθις ἁρπάσαντες   (οὐ γὰρ ἔτι πύργους εἶχον) ἔφερον ἐς τὰ τείχη μετὰ ἀπονοίας, οὐδὲν ἔτι βλάπτοντες· οὐ γὰρ ἐδύναντο. Περιθέων δ' αὐτοὺς ὁ Λεύκιος ἐδεῖτο μὴ ψυχομαχεῖν ἔτι καὶ οἰμῴζοντας ἀπῆγεν ἄκοντας.

[38] Τὸ μὲν δὴ τέλος τῆσδε τῆς τειχομαχίας, ἐκθυμοτάτης γενομένης, ἐς τοῦτο ἐτελεύτα· ὁ δὲ Καῖσαρ, ἵνα μὴ αὖθις ἐπιτολμήσειαν οἱ πολέμιοι τοῖς τείχεσι, τὴν στρατιάν, ὅση τοῖς γιγνομένοις ἐφήδρευε, παρ' αὐτὸ τὸ τεῖχος ἵδρυσε καὶ ἐδίδαξεν ἀναπηδᾶν ἐς τὸ τεῖχος ἄλλους ἀλλαχοῦ κατὰ σύνθημα σάλπιγγος· συνεχῶς τε ἀπεπήδων οὐδενὸς ἐπείγοντος, ἵνα διδαχή τε σφίσι καὶ φόβος εἴη τοῖς πολεμίοις. Ἀθυμία δὲ ἐπεῖχε τοὺς τοῦ Λευκίου, καί, ὅπερ ἐν τοῖς τοιούτοις εἴωθε γίγνεσθαι, τῆς φυλακῆς οἱ φύλακες ἠμέλουν· ἐκ δὲ τῆς ἀμελείας αὐτομολίαι πολλῶν ἐγίγνοντο, καὶ οὐχ οἱ ἀφανέστεροι τοῦτο μόνοι, ἀλλὰ καὶ τῶν ἡγεμονικῶν τινες ἔδρων. Ἐνεδίδου τε ὁ Λεύκιος ἤδη πρὸς διαλύσεις ἐλέῳ τοσοῦδε πλήθους ἀπολλυμένου, ἐχθρῶν δέ τινων Καίσαρος περὶ σφῶν δεδιότων ἔτι ἐπεῖχεν. Ὡς δὲ ὁ Καῖσαρ ὤφθη τοὺς αὐτομόλους φιλανθρώπως ἐκδεχόμενος καὶ πλείων ὁρμὴ πᾶσιν ἐς τὰς διαλύσεις ἐγίγνετο, δέος ἥπτετο τοῦ Λευκίου, μὴ ἀντιλέγων ἐκδοθείη.

V. [39] Γενομένης οὖν τινος ἐς τοῦτο πείρας καὶ ἐλπίδος οὐκ ἀηδοῦς, τὸν στρατὸν συναγαγὼν ἔλεξεν ὧδε· « Γνώμη μὲν ἦν μοι τὴν πάτριον ὑμῖν ἀποδοῦναι πολιτείαν, ὦ συστρατιῶται, τυρραννίδα τὴν τῶν τριῶν ἀνδρῶν ἀρχὴν καὶ οὐδ', ἐφ' ᾗ συνέστη προφάσει, Κασσίου καὶ Βρούτου τεθνεώτων διαλυθεῖσαν. Λεπίδου γὰρ τὸ μέρος τῆς ἀρχῆς ἀφῃρημένου καὶ Ἀντωνίου πορρωτάτω χρήματα συλλέγοντος, εἷς οὗτος ἅπαντα πρὸς τὴν ἑαυτοῦ γνώμην διῴκει, τὰ δὲ πάτρια Ῥωμαίοις πρόσχημα μόνον ἦν καὶ γέλως. Ἅπερ ἐγὼ μεταβάλλειν ἐς τὴν ἄνωθεν ἐλευθερίαν τε καὶ δημοκρατίαν ἐπινοῶν ἠξίουν τῶν ἐπινικίων διαδοθέντων ἐκλυθῆναι τὴν μοναρχίαν. Ἐπεὶ δὲ οὐκ ἔπειθον, ἐπειρώμην ἐπὶ τῆς ἐμῆς ἀρχῆς καταναγκάσαι. Ὁ δέ με τῷ στρατῷ διέβαλλε, κωλύειν τὰς κληρουχίας ἐλέῳ τῶν γεωργῶν· καὶ τὴν διαβολὴν ἐγὼ τήνδε ἠγνόησα ἐπὶ πλεῖστον. Ἀλλ' οὐδὲ ἐπιγνοὺς ἐπίστευσά τινα πιστεύσειν, ὁρῶντα τοὺς οἰκιστὰς καὶ παρ' ἐμοῦ δεδομένους, οἳ μεριεῖν ἔμελλον ὑμῖν τὰς κληρουχίας. Ἀλλὰ ἐδημαγώγησε γάρ τινας ἡ διαβολή, καὶ πρὸς ἐκεῖνον ᾤχοντο πολεμήσοντες ὑμῖν, ὡς νομίζουσι, σὺν χρόνῳ δ' εἴσονται στρατευσάμενοι καθ' αὑτῶν. Ὑμῖν δ' ἐγὼ μαρτυρῶ μὲν ἑλομένοις τὰ ἀμείνονα καὶ ὑπὲρ δύναμιν κακοπαθήσασιν, ἡττήμεθα δὲ οὐχ ὑπὸ τῶν πολεμίων, ἀλλὰ τοῦ λιμοῦ, ᾧ δὴ καὶ πρὸς τῶν ἡμετέρων στρατηγῶν ἐγκαταλελείμμεθα. Ἐμοὶ μὲν δὴ καλῶς εἶχεν ἀγωνίσασθαι μέχρι τοῦ τελευταίου δαίμονος ὑπὲρ τῆς πατρίδος· καλὸν γάρ μοι τὸν ἔπαινον ἐπὶ τῇ γνώμῃ καὶ τὸ τέλος ἐποίει· οὐχ ὑφίσταμαι δὲ δι' ὑμᾶς, οὓς τῆς ἐμῆς προτίθημι εὐκλείας. Πέμψω δὴ πρὸς τὸν κεκρατηκότα καὶ δεήσομαι ἐμοὶ μὲν ἀντὶ πάντων ὑμῶν εἰς ὃ θέλει καταχρήσασθαι μόνῳ, ὑμῖν δὲ ἀντ' ἐμοῦ ἀμνηστίαν δοῦναι, πολίταις τε οὖσιν αὐτοῦ καὶ στρατιώταις ποτὲ γενομένοις καὶ οὐδὲ νῦν ἀδικοῦσιν οὐδὲ πολεμήσασιν ἄνευ καλῆς αἰτίας οὐδὲ ἡσσημένοις πολέμῳ μᾶλλον ἢ λιμῷ. »

[40] Ὁ μὲν οὕτως εἶπε καὶ εὐθὺς ἔπεμπε τρεῖς ἐπιλεξάμενος ἐκ τῶν ἀρίστων· ἡ δὲ πληθὺς ἀνῴμωζον, οἱ μὲν ἑαυτῶν χάριν, οἱ δὲ τοῦ στρατηγοῦ, γνώμῃ μὲν ὁμοῦ σφισιν ἀρίστου καὶ δημοκρατικοῦ φανέντος, ὑπὸ δ' ἐσχάτης ἀνάγκης ἡττημένου. Οἱ δὲ τρεῖς ἐντυχόντες τῷ Καίσαρι ἀνεμίμνῃσκον τοῦ γένους τῶν στρατῶν ἑνὸς ἑκατέροις ὄντος καὶ στρατειῶν ὁμοῦ γενομένων καὶ φιλίας τῶν ἐπιφανῶν καὶ ἀρετῆς προγόνων οὐκ ἐς ἀνήκεστον τὰς διαφορὰς προαγαγόντων· ὅσα τε εἰκὸς ἦν ἄλλα ἐπαγωγά, τούτοις ὅμοια, ἔλεγον. Ὁ δὲ Καῖσαρ εἰδὼς τῶν πολεμίων τοὺς μὲν ἀπειροπολέμους ἔτι, τοὺς δὲ κληρούχους γεγυμνασμένους ἔφη τεχνάζων τοῖς ὑπ' Ἀντωνίῳ στρατευσαμένοις διδόναι τὴν ἀμνηστίαν, ὡς χάριν ἐκείνῳ φέρων, τοὺς δ' ἄλλους ἐπιτρέπειν σφᾶς ἑαυτῷ προσέτασσεν. Ταῦτα μὲν εἶπεν ἅπασιν ἰδία δὲ ἕνα τῶν τριῶν ἀπολαβών, Φούρνιον, ἐς μείζονα φιλανθρωπίαν ἐπήλπισε τοὺς περὶ Λεύκιον καὶ τοὺς ἄλλους χωρὶς τῶν ἰδίων ἐχθρῶν ἑαυτοῦ.

[41] Οἵδε οὖν οἱ τοῦ Καίσαρος ἐχθροί, τὴν ἰδίᾳ γενομένην ἔντευξιν τοῦ Φουρνίου ὑπονοοῦντες ἐπὶ σφίσι γενέσθαι, αὐτόν τε τὸν Φούρνιον ἐλοιδόρουν ἐπανελθόντα καὶ τὸν Λεύκιον ἠξίουν ἢ σπονδὰς αὖθις αἰτεῖν ὁμοίας ἅπασιν ἢ πολεμεῖν μέχρι θανάτου· οὐ γὰρ ἴδιόν τινι τὸν πόλεμον, ἀλλὰ κοινὸν ὑπὲρ τῆς πατρίδος γεγονέναι. Καὶ ὁ Λεύκιος ἐπῄνει μὲν ἐλεῶν ἄνδρας ὁμοτίμους καὶ πέμψειν ἔλεγεν ἑτέρους, οὐδένα δὲ εἰπὼν ἀμείνονα ἔχειν ἑαυτοῦ, εὐθὺς ἄνευ κήρυκος ᾔει, προθεόντων αὐτοῦ δρόμῳ τῶν ἀπαγγελούντων Καίσαρι κατιέναι Λεύκιον. Ὁ δὲ αὐτίκα ὑπήντα. Ἑωρῶντο οὖν ἀλλήλοις ἤδη μετὰ τῶν φίλων καὶ περιφανεῖς ἦσαν ἀπὸ τῶν σημείων καὶ τῆς στολῆς οὔσης ἑκατέρῳ στρατηγικῆς. Καὶ ὁ Λεύκιος ἀποθέμενος τοὺς φίλους ᾔει σὺν δύο ῥαβδούχοις μόνοις, ἐπιδεικνὺς ἅμα τὴν γνώμην ἀπὸ τοῦ σχήματος· καὶ ὁ Καῖσαρ συνεὶς ἀντεμιμεῖτο ἐς δεῖγμα καὶ ὅδε τῆς εἰς τὸν Λεύκιον εὐνοίας ἐσομένης· ὡς δὲ καὶ σπεύδοντα εἶδε τὸν Λεύκιον παρελθεῖν ἐς τὸ Καίσαρος χαράκωμα, ἵνα καὶ τῷδε φαίνοιτο ἑαυτὸν ἐπιτρέπων ἤδη, προλαβὼν ὁ Καῖσαρ ἐξῆλθε τοῦ χαρακώμακος, ἵνα ἐλεύθερον εἴη τῷ Λευκίῳ βουλεύεσθαί τε καὶ κρίνειν ἔτι περὶ αὑτοῦ. Τοιάδε ἀλλήλοις προσιόντες ἀπό τε τῆς στολῆς καὶ τῶν σχημάτων προαπεδείκνυντο.

[42] Ὡς δὲ ἐπὶ τὴν τάφρον ἀφίκοντο, προσηγόρευσάν τε ἀλλήλους καὶ ὁ Λεύκιος ἔφη· « εἰ μὲν ξένος ὢν ἐπολέμησα, ὦ Καῖσαρ, αἰσχρὰν ἂν τὴν τοιαύτην ἧσσαν ἡγούμην καὶ αἰσχίονα ἔτι τὴν παράδοσιν· καὶ τῆσδε τῆς αἰσχύνης εἶχον ἀπαλλαγὴν εὔκολον παρ' ἐμαυτοῦ. Ἐπεὶ δὲ πολίτῃ διηνέχθην καὶ ὁμοτίμῳ καὶ ὑπὲρ τῆς πατρίδος, οὐκ αἰσχρὸν ἡγοῦμαι μετὰ τοιᾶσδε προφάσεως ὑπὸ τοιοῦδε ἡσσῆσθαι. Καὶ τάδε λέγω οὐ παραιτούμενος παθεῖν, ὅ τι θέλοις (διὰ γάρ σοι τοῦτο ἐς τὸ στρατόπεδον τὸ σὸν ἄνευ σπονδῶν ἱέμην), ἀλλ' ἵνα τοῖς ἄλλοις αἰτήσω συγγνώμην δικαίαν τε καὶ τοῖς σοῖς πράγμασι συμφέρουσαν. Δεῖ δέ με τοῦτο ἐπιδεικνύντα διελεῖν τὸν λόγον ὑπὲρ τε ἐκείνων καὶ ὑπὲρ ἐμαυτοῦ, ἵνα μόνον ἐμὲ τῶν γεγονότων αἴτιον ἐπιγνοὺς εἰς ἐμὲ τὴν ὀργὴν συναγάγῃς. Μὴ νομίσῃς δὲ ἐλεγχθήσεσθαι μετὰ παρρησίας (ἄκαιρον γάρ) ἀλλὰ μετὰ ἀληθείας, ἧς οὐκ ἔνι μοι χωρὶς εἰπεῖν.

[43] « Ἐγὼ τὸν πρὸς σὲ πόλεμον ἠράμην, οὐχ ἵνα σε καθελὼν διαδέξωμαι τὴν ἡγεμονίαν, ἀλλ' ἵνα τὴν ἀριστοκρατίαν ἀναλάβω τῇ πατρίδι, λελυμένην ὑπὸ τῆς τῶν τριῶν ἀρχῆς, ὡς οὐδ' ἂν αὐτὸς ἀι τείποις· καὶ γὰρ ὅτε συνίστασθε αὐτήν, ὁμολογοῦντες εἶναι παράνομον, ὡς ἀναγκαίαν καὶ πρόσκαιρον ἐτίθεσθε, Κασσίου καὶ Βρούτου περιόντων ἔτι καὶ ὑμῶν ἐκείνοις οὐ δυναμένων συναλλαγῆναι. Ἀποθανόντων δὲ ἐκείνων, οἳ τὸ τῆς στάσεως κεφάλαιον ἦσαν, καὶ τῶν ὑπολοίπων εἴ τινα λείψανα ἔστιν, οὐ τῇ πολιτείᾳ πολεμούντων, ἀλλὰ ὑμᾶς δεδιότων, ἐπὶ δὲ τούτῳ καὶ τῆς πενταετίας παριούσης, ἀνακῦψαι τὰς ἀρχὰς ἐπὶ τὰ πάτρια ἠξίουν, οὐ προτιμῶν οὐδὲ τὸν ἀδελφὸν τῆς πατρίδος, ἀλλ' ἐλπίζων μὲν ἐπανελθόντα πείσειν ἑκόντα, ἐπειγόμενος δὲ ἐπὶ τῆς ἐμῆς ἀρχῆς γενέσθαι. Καὶ εἰ κατῆρξας σύ, μόνος ἂν καὶ τὴν δόξαν εἶχες. Ἐπεὶ δὲ δή σε οὐκ ἔπειθον, ᾤμην ἐλθὼν ἐπὶ Ῥώμην καὶ ἀναγκάσαι, πολίτης τε ὢν καὶ γνώριμος καὶ ὕπατος. Αἱ μὲν αἰτίαι, δι' ἃς ἐπολέμησα, αὗται μόναι, καὶ οὔτε ὁ ἀδελφὸς οὔτε Μάνιος οὔτε Φουλβία, οὔτε ἡ κληρουχία τῶν ἐν Φιλίπποις πεπολεμηκότων οὔτε ἔλεος τῶν γεωργῶν τὰ κλήματα ἀφαιρουμένων, ἐπεὶ κἀγὼ τοῖς τοῦ ἀδελφοῦ τέλεσιν οἰκιστὰς ἔδωκα, οἱ τὰ τῶν γεωργῶν ἀφαιρούμενοι τοῖς στρατευσαμένοις διένεμον. Ἀλλά με σὺ τήνδε τὴν διαβολὴν αὐτοῖς διέβαλλες, τὴν αἰτίαν τοῦ πολέμου μεταφέρων ἐπὶ τὴν κληρουχίαν ἀπὸ σαυτοῦ, καὶ τῷδε μάλιστα αὐτοὺς ἑλὼν ἐμοῦ κεκράτηκας· ἀνεπείσθησαν γὰρ πολεμεῖσθαί τε ὑπ' ἐμοῦ καὶ ἀμύνεσθαί με ἀδικοῦντα. Τεχνάζειν μὲν δή σε ἔδει πολεμοῦντα· νικήσαντα δέ, εἰ μὲν ἐχθρὸς εἶ τῆς πατρίδος, κἀμὲ ἡγεῖσθαι πολέμιον, ἃ ἔδοξα συνοίσειν αὐτῇ, βουληθέντα μέν, οὐ δυνηθέντα δὲ διὰ λιμόν.

[44] « Λέγω δὲ ταῦτα ἐγὼ ἐγχειρίζων μὲν ἐμαυτόν σοι, καθάπερ εἶπον, εἰς ὅ τι θέλοις, ὑποδεικνὺς δέ, οἷα καὶ πρότερον καὶ νῦν ἐφρόνησα περὶ σοῦ καὶ φρονῶν ἔτι μόνος ἀφικόμην. Καὶ περὶ μὲν ἐμοῦ τοσαῦτα· περὶ δὲ τῶν φίλων καὶ τοῦ στρατοῦ παντός, εἰ μὲν οὐχ ὑποπτεύσεισ' με λέγοντα, συμβουλεύσω τὰ σοὶ μάλιστα ὠφελιμώτατα, μηδὲν δεινὸν αὐτοὺς ἐργάσασθαι διὰ τὴν ἐμὴν καὶ σὴν φιλονικίαν, μηδὲ ἄνθρωπον ὄντα καὶ τύχῃ χρώμενον, οὐ βεβαίῳ πράγματι, κωλῦσαι τοὺς κινδυνεύειν ἐν τύχαις ἢ χρείαις ἐθελήσοντάς ποτε ὑπὲρ σοῦ, μαθόντας ἐκ τοῦδε τοῦ σοῦ νόμου δυσέλπιστον σῴζεσθαι μὴ κατορθοῦσιν. Εἰ δὲ ὕποπτος ἢ ἄπιστος ἐχθροῦ πᾶσα συμβουλή, οὐκ ὀκνῶ καὶ παρακαλεῖν σε μὴ τοὺς φιλοὺς τίνυσθαι τῆς ἐμῆς ἁμαρτίας καὶ τύχης, ἀλλ' εἰς ἐμὲ συναγαγεῖν πάντα, τὸν πάντων αἴτιον. Ἀφ' ἧς δὴ γνώμης αὐτοὺς ὑπελιπόμην, ἵνα μὴ δόξαιμι, σοὶ τάδε λέγων ἐκείνων ἀκουόντων, ὑπὲρ ἐμαυτοῦ τεχνάζων εἰπεῖν. »

[45] Τοιαῦτα δὲ εἰπόντος τοῦ Λευκίου καὶ σιωπήσαντος ὁ Καῖσαρ ἔλεξεν· « ἄσπονδον μέν σε κατιόντα πρὸς ἐμὲ ὁρῶν, ὦ Λεύκιε, ὑπήντησα τῶν ἐμῶν ἐρυμάτων ἔτι ἐκτὸς ὄντι κατὰ σπουδήν, ἵνα ἔτι κύριος ὢν σεαυτοῦ βουλεύοιο καὶ λέγοις καὶ πράττοις, ἃ νομίζεις σοι συνοίσειν. Ἐπεὶ δ', ὅπερ ἐστὶ τῶν ἀδικεῖν ὁμολογούντων, σαυτὸν ἡμῖν ἐπιτρέπεις, οὐδὲν ἔτι δέομαι διελέγχειν, ὅσα σὺν τέχνῃ μου κατεψεύσω. Ἐξ ἀρχῆς δέ με βλάψειν ἑλόμενος καὶ νῦν ἔβλαψας. Σπονδὰς γάρ μοι τιθέμενος ἔτυχες ἂν ἠδικημένου καὶ νενικηκότος· ἄσπονδον δὲ σαυτόν τε καὶ τοὺς φίλους ἐπιτρεπων ἡμῖν καὶ τὸν στρατόν, ἀφαιρῇ μὲν πᾶσαν ὀργήν, ἀφαιρῇ δὲ καὶ τὴν ἐξουσίαν, ἣν σπενδόμενος ἂν ἔδωκας ὑπ' ἀνάγκης. Συμπέπλεκται γὰρ οἷς ἄξιον ὑμᾶς παθεῖν, τὸ προσῆκον ὧν ἐμὲ δίκαιόν ἐστι ποιεῖν· ὃ δὴ προτιμήσω διά τε τοὺς θεοὺς καὶ δι' ἐμαυτὸν καὶ διὰ σέ, ὦ Λεύκιε, καὶ οὐ ψεύσω σε τῆς προσδοκίας, ἣν ἔχων περὶ ἐμαυτοῦ κατελήλυθας. »

Ταῦτα μὲν ἔλεξαν ἀλλήλοις, ὡς ἐκ τῶν ὑπομνημάτων ἦν ἐς τὸ δυνατὸν τῆσδε τῆς φωνῆς μεταβαλεῖν τεκμαιρομένῳ τῆς γνώμης τῶν λελεγμένων. Καὶ διεκρίθησαν, ὁ μὲν Καῖσαρ ἐν ἐπαίνῳ καὶ θαύματι τὸν Λεύκιον ἔχων, οὐδὲν ὡς ἐν συμφοραῖς ἀγεννὲς οὐδ' ἀσύνετον εἰπόντα, ὁ δὲ Λεύκιος τὸν Καίσαρα τοῦ τε ἤθους καὶ βραχυλογίας. Οἱ λοιποὶ δ' ἐτεκμαίροντο τῶν εἰρημένων ἐκ τῆς ὄψεως ἑκατέρων.

[46] Καὶ ὁ Λεύκιος ἔπεμπε τοὺς χιλάρχους τὸ σύνθημα τῷ στρατῷ ληψομένους παρὰ τοῦ Καίσαρος· οἱ δὲ ἔφερον αὐτῷ τὸν ἀριθμὸν τοῦ στρατοῦ, καθὰ καὶ νῦν ἔθος ἐστὶ τὸν αἰτοῦντα τὸ σύνθημα χιλίαρχον ἐπιδιδόναι τῷ βασιλεῖ βιβλίον ἐφήμερον τοῦ ἀριθμοῦ τοῦ παρόντος. Οἱ μὲν δὴ τὸ σύνθημα λαβόντες τὰς φυλακὰς ἔτι διὰ χειρὸς εἶχον, οὕτω κελεύσαντος αὐτοῦ Καίσαρος, νυκτοφυλακεῖν ἑκατέρους τὰ ἴδια· ἅμα δὲ ἡμέρᾳ ὁ μὲν Καῖσαρ ἔθυεν, ὁ δὲ Λεύκιος αὐτῷ τὸν στρατὸν ἔπεμπε, τὰ μὲν ὅπλα φέροντα, ἐσκευασμένον δ' ὡς ἐν ὁδοιπορίᾳ. Οἱ δὲ τὸν Καίσαρα πόρρωθεν ὡς αὐτοκράτορα ἠσπάσαντο καὶ ἔστησαν ἐν μέρει κατὰ τέλος, οὗ προσέταξεν ὁ Καῖσαρ, ἐφ' ἑαυτῶν, οἵ τε κληροῦχοι καὶ οἱ νεοστράτευτοι κεχωρισμένοι. Ὁ δὲ Καῖσαρ ἐκτελεσθείσης τῆς θυσίας στεψάμενος δάφνῃ, συμβόλῳ νίκης, προυκάθητο ἐπὶ βήματος καὶ προσέταξε μὲν ἅπασι θέσθαι τὰ ὅπλα, ἔνθα εἱστήκεσαν, θεμένων δὲ τοὺς κληρούχους, ἐκέλευσεν ἐγγυτέρω προσελθεῖν, διεγνωκὼς ἄρα ὀνειδίσαι τῆς ἀχαριστίας καὶ φοβῆσαι. Προέγνωστο δὲ μέλλων ὧδε ποιήσειν, καὶ ὁ στρατὸς ὁ τοῦ Καίσαρος, εἴτε ἐξεπίτηδες, οἷα προδιδάσκονται πολλάκις, εἴτε ὑπὸ πάθους ὡς πρὸς οἰκείους ἄνδρας, ἀκρατεῖς τῆς δεδομένης σφίσι τάξεως γενόμενοι, προσιοῦσι τοῖς Λευκιανοῖς οἷα συνεστρατευμένοις ποτὲ περιχυθέντες ἠσπάζοντο καὶ συνέκλαιον καὶ τὸν Καίσαρα ὑπὲρ αὐτῶν παρεκάλουν καὶ οὔτε βοῶντες ἔτι ἐπαύοντο οὔτε συμπλεκόμενοι, κοινωνούντων ἑκατέροις τοῦ πάθους ἤδη καὶ τῶν νεοστρατεύτων· οὐδὲ ἦν τι διακεκριμένον ἔτι οὐδ' εὔκριτον.

[47] Ὅθεν οὐδὲ ὁ Καῖσαρ ἔτι τῆς γνώμης ἐκράτει, ἀλλὰ μόλις τὴν βοὴν καταπαύσας εἶπε τοῖς ἰδίοις. « Ὑμεῖς μέν, ὦ συστρατιῶται, οὕτως ἀεί μοι προσενήνεχθε ὡς μηδενὸς ἀτυχῆσαι παρ' ἐμοῦ δύνασθαι· ἐγὼ δὲ τοὺς μὲν νεοστρατεύτους ὑπ' ἀνάγκης ἐστρατεῦσθαι Λευκίῳ νομίζω, τουτωνὶ δὲ τῶν συνεστρατευμένων τε πολλάκις ὑμῖν καὶ νῦν ὑφ' ὑμῶν σῳζομένων ἐπενόουν πυθέσθαι, τί παθόντες ἐξ ἡμῶν ἢ τίνος χάριτος οὐκ ἀξιωθέντες ἢ τί μεῖζον παρ' ἑτέρου προσδοκῶντες ἐναντία ὅπλα ἤραντο καὶ ἐμοὶ καὶ ὑμῖν καὶ ἑαυτοῖς; ἃ γὰρ ἔκαμνον ἐγώ, πάντα ἦν ὑπὲρ τῆς κληρουχίας, ἧς τοῦ μέρους καὶ τούτοις μετῆν. Καὶ εἰ συγχωρεῖτέ μοι, καὶ νῦν πεύσομαι. » Οὐκ ἐπιτρεπόντων δέ, ἀλλὰ ἀπαύστως παρακαλούντων, « Συγχωρῶ ὑμῖν, ὅσα βούλεσθε, » ἔφη, « καὶ ἀφείσθωσαν ἀπαθεῖς τῶν ἡμαρτημένων, ἂν ἐς τὸ μέλλον ὑμῖν ὅμοια φρονῶσιν. » Ὑπισχνουμένων δ' ἑκατέρων βοαί τε καὶ χάριτες ἦσαν ἐς τὸν Καίσαρα· καί τισιν αὐτῶν ἐπέτρεψέ τινας καὶ ὑποδέξασθαι, τὸ δὲ πλῆθος ἐκέλευε σκηνοῦν, ἔνθα περ εἱστήκεσαν, ἄπωθεν, ἕως ὁ Καῖσαρ αὐτοῖς πόλεις τε ἐς χειμασίαν καὶ τοὺς ἀπάξοντας ἐς τὰς πόλεις δοίη.

[48] Καθεζόμενος δ' ἐπὶ τοῦ βήματος ἐκάλει τὸν Λεύκιον ἐκ τῆς Περυσίας μετὰ τῶν ἐν τέλει Ῥωμαίων. Καὶ κατῄεσαν πολλοὶ μὲν ἀπὸ τῆς βουλῆς, πολλοὶ δὲ ἀπὸ τῶν καλουμένων ἱππέων, ἐν ὄψει πάντες οἰκτρᾷ καὶ ὀξείᾳ μεταβολῇ. Ἅμα δὲ ἐξῄεσαν οὗτοι τῆς Περυσίας, καὶ φρουρὰ τὴν πόλιν περιέστη. Ἐπεὶ δὲ ἀφίκοντο, Λεύκιον μὲν ὁ Καῖσαρ ἑαυτῷ παρεστήσατο, τῶν δὲ ἄλλων τοὺς μὲν οἱ φίλοι Καίσαρος, τοὺς δὲ οἱ λοχαγοὶ διέλαβον, προδεδιδαγμένοι πάντες ἐς τιμὴν ἀπάγειν ἅμα καὶ φυλακὴν ἄσημον. Τοὺς δὲ Περυσίους ἀπὸ τοῦ τείχους παρακαλοῦντας ἐκέλευσεν ἥκειν, ἄνευ τῆς βουλῆς μόνης· καὶ ἐλθοῦσι συνέγνω. Οἱ δὲ βουλευταὶ τότε μὲν φύλαξι παρεδόθησαν, μετ' οὐ πολὺ δὲ ἀνῃρέθησαν, χωρὶς Αἰμιλίου Λευκίου, ὃς ἐν Ῥώμῃ δικάζων ἐπὶ τῷ φόνῳ Γαΐου Καίσαρος τὴν καταδικάζουσαν ἤνεγκε φανερῶς καὶ πάντας φέρειν ἐκέλευεν ὡς ἐκλυομένους μύσος.

[49] Τὴν δὲ Περυσίαν αὐτὴν ἐγνώκει μὲν ὁ Καῖσαρ ἐς διαρπαγὴν ἐπιτρέψαι τῷ στρατῷ, Κέστιος δέ τις αὐτῶν ὑπομαργότερος, ἐν Μακεδονίᾳ πεπολεμηκὼς καὶ ἐκ τοῦδε Μακεδονικὸν αὑτὸν ὀνομάζων, ἐνέπρησε τὴν οἰκίαν καὶ ἑαυτὸν ἐς τὸ πῦρ ἐνέβαλε, καὶ ἄνεμοι τὴν φλόγα ὑπολαβόντες περιήνεγκαν ἐκ ὅλην Περυσίαν, καὶ ἐνεπρήσθη χωρὶς τοῦ Ἡφαιστείου μόνου. Τόδε μὲν δὴ τῇ Περυσίᾳ τέλος ἦν, δόξαν ἀρχαιότητος ἐχούσῃ καὶ ἀξιώσεως· ὑπὸ γὰρ Τυρρηνῶν πάλαι φασὶν αὐτὴν ἐν ταῖς πρώταις δυώδεκα πόλεσιν ἐν Ἰταλίᾳ γενέθαι. Διὸ καὶ τὴν Ἥραν ἔσεβον, οἷα Τυρρηνοί· τότε δὲ ὅσοι τὰ λείψανα τῆς πόλεως διέλαχον, τὸν Ἥφαιστον σφίσιν ἔθεντο θεὸν εἶναι πάτριον ἀντὶ τῆς Ἥρας. Τῆς δ' ἐπιούσης ὁ μὲν Καῖσαρ ἐσπένδετο ἅπασιν, ὁ δὲ στρατὸς οὐκ ἐπαύετο ἐπί τισι θορυβῶν, ἕως ἀνῃρέθησαν· καὶ ἦσαν οἱ μάλιστα Καίσαρος ἐχθροί, Καννούτιός τε καὶ Γάιος Φλάυιος καὶ Κλώδιος ὁ Βιθυνικὸς καὶ ἕτεροι. Τοῦτο μὲν δὴ τέλος ἦν τῆς ἐν Περυσίᾳ Λευκίου πολιορκίας, καὶ ὁ πόλεμος ὧδε ἐξελέλυτο, χαλεπώτατός τε καὶ χρόνιος ἐλπισθεὶς ἔσεσθαι τῇ Ἰταλίᾳ.

VI. [50] Καὶ γὰρ Ἀσίνιος αὐτίκα καὶ Πλάγκος καὶ Οὐεντίδιος καὶ Κράσσος καὶ Ἀτήιος καὶ ὅσοι τῆσδε τῆς γνώμης ὄντες ἕτεροι στρατὸν εἶχον οὐκ εὐκαταφρόνητον, ἀλλ' εἰς τρισκαίδεκα τέλη γεγυμνασμένα καὶ ἱππέας ἑξακισχιλίους ἐπὶ πεντακοσίοις, ἡγούμενοι τὸ κεφάλαιον τοῦ πολέμου Λεύκιον γενονέναι ἐπὶ θάλασσαν ᾔεσαν, ἕτερος ἑτέρας ὁδούς, οἱ μὲν ἐς Βρεντέσιον, οἱ δ' ἐπὶ Ῥαβέννης, οἱ δ' ἐς Τάραντα καὶ οἱ μὲν ἐς Μοῦρκον ἢ Ἀηνόβαρβον, οἱ δὲ ἐς Ἀντώνιον, διωκόντων αὐτοὺς τῶν Καίσαρος φίλων καὶ σπονδὰς προτεινόντων καὶ οὐκ ἐθέλουσιν ἐνοχλούντων τὰ πεζὰ μάλιστα· ὧν δὴ καὶ μόνων Ἀγρίππας ἔπεισε μεταθέσθαι δύο τέλη Πλάγκου, ἀποληφθέντα ἐν Καμερίᾳ. Ἔφευγε δὲ καὶ Φουλβία μετὰ τῶν τέκνων ἐς Δικαιάρχειαν καὶ ἀπὸ Δικαιαρχείας ἐς τὸ Βρεντέσιον, μετὰ τρισχιλίων ἱππέων οἳ αὐτῇ παρὰ τῶν στρατηγῶν πομποὶ ἀπεστάλησαν. Ἐν δὲ τῷ Βρεντεσίῳ νεῶν πέντε μακρῶν ἐκ Μακεδονίας οἱ μεταπέμπτων γενομένων ἐπιβᾶσα ἀνήγετο· καὶ αὐτῇ Πλάγκος συνέπλει, τὸν ἔτι λοιπὸν αὑτοῦ στρατὸν ἐκλιπὼν ὑπὸ δειλίας. Οἱ δὲ Οὐεντίδιον σφῶν εἵλοντο ἄρχειν. Ἀσίνιος δὲ Ἀηνοβάρβῳ συνετίθετο φιλίαν εἶναι πρὸς Ἀντώνιον· καὶ ἐπέστελλον ἄμφω τάδε τῷ Ἀντωνίῳ καὶ ἀποβάσεις αὐτῷ καὶ ἀγορὰν ὡς αὐτίκα ἥξοντι εὐτρέπιζον ἀνὰ τὴν Ἰταλίαν.

[51] Ἄλλῳ δ' Ἀντωνίου στρατῷ πολλῷ περὶ Ἄλπεις, οὗ Φούφιος Καληνὸς ἡγεῖτο, ὁ Καῖσαρ ἐπεβούλευεν, ἤδη μὲν τὸν Ἀντώνιον ὑπονοῶν, ἐλπίζων δὲ ἢ φίλῳ ἔτι ὄντι φυλάξειν ἢ πολεμοῦντος μεγάλην ἰσχὺν προσλήψεσθαι. Διαμέλλοντος δὲ ὅμως ἔτι αὐτοῦ καὶ τὸ εὐπρεπὲς περιορωμένου, ὁ Καληνὸς ἐτελεύτησε· καὶ ὁ Καῖσαρ, ὡς ἐς ἀμφότερα πρόφασιν εὑρών, ᾔει καὶ παρελάμβανε τόν τε στρατὸν καὶ τὴν Κελτικὴν ἐπ' αὐτῷ καὶ Ἰβηρίαν, καὶ τάσδε οὔσας ὑπὸ Ἀντωνίῳ, Φουφίου τοῦ παιδὸς Καληνοῦ καταπλαγέντος τε αὐτὸν καὶ παραδόντος ἅπαντα ἀμαχεί.

Ὁ μὲν δὴ Καῖσαρ ἑνὶ τῷδε ἔργῳ ἕνδεκα τέλη στρατοῦ καὶ χώρας τοσάσδε λαβὼν τοὺς ἡγεμόνας αὐτῶν παρέλυε τῆς ἀρχῆς καὶ ἰδίους ἐπιστήσας ἐς Ῥώμην ἀνέστρεφεν·

[52] ὁ δὲ Ἀντώνιος χειμῶνος μὲν ἔτι τοὺς πρέσβεις κατεῖχε τοὺς ἀπὸ τῶν κληρουχιῶν πρὸς αὐτὸν ἐλθόντας, ἔτι ἐπικρύπτων, ἃ ἐφρόνει, ἦρι δ' ἐκ μὲν Ἀλεξανδρείας ἐς Τύρον ὥδευεν, ἐκ δὲ Τύρου διαπλέων ἐπὶ Κύπρου καὶ Ῥόδου καὶ Ἀσίας ᾔσθετο τῶν ἐν τῇ Περυσίᾳ γεγονότων καὶ τὸν ἀδελφὸν ἐμέμφετο καὶ Φουλβίαν καὶ μάλιστα πάντων Μάνιον. Φουλβίαν μὲν οὖν εὗρεν ἐν Ἀθήναις, ἐκ Βρεντεσίου φυγοῦσαν· Ἰουλίαν δ' αὐτῷ τὴν μητέρα Πομπήιος, ἐς αὐτὸν διαφυγοῦσαν, ἔπεμπεν ἐκ Σικελίας ἐπὶ νεῶν μακρῶν, καὶ παρέπεμπον αὐτὴν οἱ τῶν ἀμφὶ τὸν Πομπήιον ἄριστοι, Λεύκιός τε Λίβων, ὁ κηδεστὴς τοῦ Πομπηίου, καὶ Σατουρνῖνος καὶ ἕτεροι, ὅσοι χρῄζοντες τῆς Ἀντωνίου μεγαλοπραγίας ἠξίουν αὐτὸν συναλλαγέντα Πομπηίῳ σύμμαχον ἐπὶ Καίσαρι λαβεῖν Πομπήιον. Ὁ δὲ αὐτοῖς ἀπεκρίνατο χάριν μὲν ἐπὶ τῇ μητρὶ γιγνώσκειν Πομπηίῳ καὶ ἀποτίσειν ἐν χρόνῳ, αὐτὸς δέ, εἰ μὲν πολεμοίη Καίσαρι, χρήσεσθαι Πομπηίῳ συμμάχῳ, εἰ δ' ἐμμένοι τοῖς πρὸς αὑτὸν ὡμολογημένοις ὁ Καῖσαρ, πειράσεσθαι καὶ Πομπηίον Καίσαρι συναλλάξαι.

[53] Ὁ μὲν ὧδε ἀπεκρίνατο, ὁ δὲ Καῖσαρ ἐς Ῥώμην ἀπὸ Κελτῶν ἐπανιὼν ᾔσθετο μὲν τῶν ἐς Ἀθήνας διαπεπλευκότων, τὸ δὲ τῆς ἀποκρίσεως ἀκριβὲς ἄρα οὐκ εἰδὼς ἐξώτρυνε τοὺς κληρούχους ἐπὶ τὸν Ἀντώνιον ὡς κατάγοντα μετὰ τῶν γεωργῶν Πομπήιον, ὧν αὐτοὶ τὰ χωρία ἔχουσιν· ἐς γὰρ δὴ Πομπήιον οἱ πλέονες τῶν γεωργῶν ἐπεφεύγεσαν. Καὶ πιθανοῦ τοῦ διερεθίσματος ὄντος, οὐδ' ὣς οἱ κληροῦχοι προθύμως ἐπὶ τὸν Ἀντώνιον ἐστράτευον· οὕτως ἡ δόξα τῶν ἐν Φιλίπποις γεγονότων ἐδημαγώγει τὸν Ἀντώνιον. Ὁ δὲ Καῖσαρ Ἀντωνίου μὲν καὶ Πομπηίου καὶ Ἀηνοβάρβου κατὰ πλῆθος ὁπλιτῶν ὑπεροίσειν ἐνόμιζεν ̔ἦρχε γὰρ τελῶν ἐς τότε τεσσαράκοντα πλεόνων̓, ναῦν δὲ οὐδεμίαν ἔχων οὐδὲ καιρὸν ἐς ναυπηγίαν ὠρρώδει, ναῦς ἐκείνων ἐχόντων πεντακοσίας, μὴ τὴν Ἰταλίαν περιπλέοντες ἐς λιμὸν περιενέγκαιεν. Ὧν ἐνθυμούμενος   (ἐλέλεκτο δὲ αὐτῷ περὶ πολλῶν παρθένων ἐς γάμον) ἐπέστελλε Μαικήνᾳ συνθέσθαι Σκριβωνίᾳ, τῇ Λίβωνος ἀδελφῇ, τοῦ κηδεύοντος Πομπηίῳ, ἵν' ἔχοι καὶ τήνδε ἀφορμὴν ἐς διαλύσεις, εἰ δεήσειεν. Καὶ πυθόμενος ὁ Λίβων ἐπέστελλε τοῖς οἰκείοις ἐγγυᾶν αὐτὴν τῷ Καίσαρι προθύμως. Ὁ δὲ Καῖσαρ τῶν Ἀντωνίου φίλων καὶ στρατῶν ὅσους ὑπώπτευε, διέπεμπεν ἐπὶ προφάσεων ἄλλους ἀλλαχοῦ καὶ Λέπιδον ἐς τὴν ἐψηφισμένην αὐτῷ Λιβύην, ἄγοντα τῶν Ἀντωνίου τελῶν τὰ ὑποπτότατα ἕξ.

[54] Λεύκιον δὲ καλέσας ἐπῄνει μὲν ἐς φιλαδελφίαν, εἰ τῇ Ἀντωνίου γνώμῃ ὑπομεμενηκὼς ἴδιον τὸ ἁμάρτημα ποιοῖτο, ὠνείδιζε δὲ ἐς ἀχαριστίαν, εἰ τοιούτου τυχὼν αὑτοῦ μηδὲ νῦν ὁμολογοίη περὶ Ἀντωνίου, σαφῶς ἤδη καὶ Πομπηίῳ συνθέσθαι λεγομένου. « Ἐγὼ δέ σοι πιστεύων, » ἔφη, « Καληνοῦ τελευτήσαντος τά τε ἔθνη τὰ ὑπ' αὐτῷ καὶ τὸν στρατόν, ἵνα μὴ ἄναρχος εἴη, διὰ τῶν ἐμαυτοῦ φίλων διῴκουν Ἀντωνίῳ. Ἀλλὰ νῦν ἐκφανείσης τῆς ἐνέδρας ἐκεῖνά τε ἐμαυτοῦ πάντα ποιοῦμαι καὶ σοὶ πρὸς τὸν ἀδελφὸν ἀπιέναι θέλοντι συγχωρῶ μετὰ ἀδείας. » Ὁ μὲν οὕτως εἶπεν, εἴτε πειρώμενος τοῦ Λευκίου, εἴτε τὸ λεχθὲν ἐκπεσεῖν ἐθέλων ἐς τὸν Ἀντώνιον· ὁ δὲ οἷα καὶ πρότερον εἶπε· « Φουλβίας μὲν ᾐσθόμην οὔσης μοναρχικῆς, ἐγὼ δὲ συνεχρώμην τοῖς τοῦ ἀδελφοῦ στρατοῖς ἐς τὴν ἁπάντων ὑμῶν καθαίρεσιν. Καὶ νῦν, εἰ μὲν ἐπὶ καταλύσει τῆς μοναρχίας ἔρχοιτο ὁ ἀδελφός, καὶ φανερῶς καὶ λαθὼν οἰχήσομαι πρὸς αὐτόν, ἀγωνιούμενος αὖθις ὑπὲρ τῆς πατρίδος πρὸς σέ, καίπερ ἤδη μοι γενόμενον εὐεργέτην. Εἰ δ' ἐπιλέγοιτο κἀκεῖνος καὶ διακρίνοι τοὺς συμμοναρχήσοντας αὑτῷ, πολεμήσω σὺν σοὶ πρὸς αὐτόν, ἕως ἂν ἡγῶμαι μηδὲ σὲ μοναρχίαν καθίστασθαι· τὸ γὰρ τῆς πατρίδος αἰεὶ προθήσω καὶ χάριτος καὶ γένους. » Ὧδε μὲν ὁ Λεύκιος εἶπεν, ὁ δὲ Καῖσαρ αὐτὸν καὶ τέως ἐν θαύματι ἄγων οὐκ ἔφη μὲν οὐδὲ βουλόμενον ἐπάξεσθαι κατὰ ἀδελφοῦ, πιστεύσειν δὲ ὡς τοιῷδε ἀνδρὶ πᾶσαν Ἰβηρίαν καὶ τὸν ἐν αὐτῇ στρατόν, ὑποστρατηγούντων αὐτῷ τῶν νῦν ἡγουμένων αὐτῆς Πεδουκαίου τε καὶ Λευκίου.

Οὕτω μὲν δὴ καὶ Λεύκιον ὁ Καῖσαρ ἀπέπεμπε σὺν τιμῇ καὶ διὰ τῶν ὑποστρατήγων ἐφύλασσεν ἀφανῶς·