![]()
Appien
guerres civiles
livre Ii
texte grec
pour la traduction d'un paragraphe, cliquer sur le paragraphe
|
I. 1.
Ι. Μετὰ δὲ τὴν Σύλλα μοναρχίαν καὶ ὅσα ἐπ' αὐτῇ Σερτώριός τε καὶ
Περπέννας περὶ Ἰβηρίαν ἔδρασαν, ἕτερα ἐμφύλια Ῥωμαίοις τοιάδε
ἐγίγνετο, μέχρι Γάιος Καῖσαρ καὶ Πομπήιος Μάγνος ἀλλήλοις ἐπολέμησαν
καὶ Πομπήιον μὲν καθεῖλεν ὁ Καῖσαρ, Καίσαρα δ' ἐν τῷ βουλευτηρίῳ
τινὲς ὡς βασιλιζόμενον κατέκανον. Ταῦτα δὲ ὅπως ἐγένετο καὶ ὅπως
ἀνῃρέθησαν ὅ τε Πομπήιος καὶ ὁ Γάιος, ἡ δευτέρα τῶν ἐμφυλίων ἥδε
δηλοῖ. 2. Γάιος δὲ Κατιλίνας, μεγέθει τε δόξης καὶ γένους λαμπρότητι περιώνυμος, ἔμπληκτος ἀνήρ, δόξας ποτὲ καὶ υἱὸν ἀνελεῖν δι' Αὐρηλίας Ὀρεστίλλης ἔρωτα, οὐχ ὑφισταμένης τῆς Ὀρεστίλλης παῖδα ἔχοντι γήμασθαι, Σύλλα φίλος τε καὶ στασιώτης καὶ ζηλωτὴς μάλιστα γεγονώς, ἐκ δὲ φιλοτιμίας καὶ ὅδε ἐς πενίαν ὑπενηνεγμένος καὶ θεραπευόμενος ἔτι πρὸς δυνατῶν ἀνδρῶν τε καὶ γυναικῶν, ἐς ὑπατείαν παρήγγελλεν ὡς τῇδε παροδεύσων ἐς τυραννίδα. Πάγχυ δ' ἐλπίσας αἱρεθήσεσθαι διὰ τὴν ὑποψίαν τήνδε ἀπεκρούσθη, καὶ Κικέρων μὲν ἦρχεν ἀντ' αὐτοῦ, ἀνὴρ ἥδιστος εἰπεῖν τε καὶ ῥητορεῦσαι, Κατιλίνας δ' αὐτὸν ἐς ὕβριν τῶν ἑλομένων ἐπέσκωπτεν, ἐς μὲν ἀγνωσίαν γένους καινὸν ὀνομάζων νκαλοῦσι δ' οὕτω τοὺς ἀφ' ἑαυτῶν, ἀλλ' οὐ τῶν προγόνων γνωρίμουσσ, ἐς δ' ξενίαν τῆς πόλεως ἰγκουιλῖνον, ᾧ ῥήματι καλοῦσι τοὺς ἐνοικοῦντας ἐν ἀλλοτρίαις οἰκίαις. Αὐτὸς δὲ πολιτείαν μὲν ὅλως ἔτι ἀπεστρέφετο ἐκ τοῦδε, ὡς οὐδὲν μοναρχίαν ταχὺ καὶ μέγα φέρουσαν, ἀλλ' ἔριδος καὶ φθόνου μεστήν· χρήματα δ' ἀγείρων πολλὰ παρὰ πολλῶν γυναικῶν, αἳ τοὺς ἄνδρας ἤλπιζον ἐν τῇ ἐπαναστάσει διαφθερεῖν, συνώμνυτό τισιν ἀπὸ τῆς βουλῆς καὶ τῶν καλουμένων ἱππέων, συνῆγε δὲ καὶ δημότας καὶ ξένους καὶ θεράποντας. Καὶ πάντων ἡγεμόνες ἦσαν αὐτῷ Κορνήλιος Λέντλος καὶ Κέθηγος, οἳ τότε τῆς πόλεως ἐστρατήγουν. Ἀνά τε τὴν Ἰταλίαν περιέπεμπεν ἐς τῶν Συλλείων τοὺς τὰ κέρδη τῆς τότε βίας ἀναλωκότας καὶ ὀρεγομένους ἔργων ὁμοίων, ἐς μὲν Φαισούλας τῆς Τυρρηνίας Γάιον Μάλλιον, ἐς δὲ τῆν Πικηνίτιδα καὶ τὴν Ἀπουλίαν ἑτέρους, οἳ στρατὸν αὐτῷ συνέλεγον ἀφανῶς. 3. Καὶ τάδε πάντα ἔτι ἀγνοούμενα Φουλβία γύναιον οὐκ ἀφανὲς ἐμήνυε τῷ Κικέρωνι· ἧς ἐρῶν Κόιντος Κούριος, ἀνὴρ δι' ὀνείδη πολλὰ τῆς βουλῆς ἀπεωσμένος καὶ τῆσδε τῆς Κατιλίνα συνθήκης ἠξιωμένος, κούφως μάλα καὶ φιλοτίμως ἐξέφερεν οἷα πρὸς ἐρωμένην, ὡς αὐτίκα δυναστεύσων. Ἤδη δὲ καὶ περὶ τῶν ἐν τῇ Ἰταλίᾳ γιγνομένων λόγος ἐφοίτα. Καὶ ὁ Κικέρων τήν τε πόλιν ἐκ διαστημάτων φρουραῖς διελάμβανε καὶ τῶν ἐπιφανῶν ἐξέπεμπε πολλοὺς ἐς πάντα τὰ ὕποπτα τοῖς γιγνομένοις ἐφεδρεύειν. Κατιλίνας δ', οὐδενὸς μέν πω θαρροῦντος αὐτοῦ λαβέσθαι διὰ τὴν ἔτι τοῦ ἀκριβοῦς ἀγνωσίαν, δεδιὼς δὲ ὅμως καὶ τὸ χρόνιον ἡγούμενος ὕποπτον, ἐν δὲ τῷ τάχει τὴν ἐλπίδα τιθέμενος, τά τε χρήματα προύπεμπεν ἐς Φαισούλας καὶ τοῖς συνωμόταις ἐντειλάμενος κτεῖναι Κικέρωνα καὶ τὴν πόλιν ἐκ διαστημάτων πολλῶν νυκτὸς ἐμπρῆσαι μιᾶς ἐξῄει πρὸς Γάιον Μάλλιον ὡς αὐτίκα στρατὸν ἄλλον ἀθροίσων καὶ ἐς τὸν ἐμπρησμὸν τῆς πόλεως ἐπιδραμούμενος. Ὁ μὲν δὴ ῥάβδους τε καὶ πελέκεας ὥς τις ἀνθύπατος κούφως μάλα ἀνέσχε πρὸ ἑαυτοῦ καὶ ἐς τὸν Μάλλιον ἐχώρει στρατολογῶν· Λέντλῳ δὲ καὶ τοῖς συνωμόταις ἔδοξεν, ὅτε Κατιλίναν ἐν Φαισούλαις πυνθάνοιντο γεγενῆσθαι, Λέντλον μὲν αὐτὸν καὶ Κέθηγον ἐφεδρεῦσαι ταῖς Κικέρωνος θύραις περὶ ἕω μετὰ κεκρυμμένων ξιφιδίων, ἐσδεχθέντας τε διὰ τὴν ἀξίωσιν καὶ λαλοῦντας ὁτιδὴ μηκῦναι τὴν ὁμιλίαν ἐν περιπάτῳ καὶ κτεῖναι περισπάσαντας ἀπὸ τῶν ἄλλων, Λεύκιον δὲ Βηστίαν τὸν δήμαρχον ἐκκλησίαν εὐθὺς ὑπὸ κήρυξι συνάγειν καὶ κατηγορεῖν τοῦ Κικέρωνος ὡς ἀεὶ δειλοῦ καὶ πολεμοποιοῦ καὶ τὴν πόλιν ἐν οὐδενὶ δεινῷ διαταράττοντος, ἐπὶ δὲ τῇ Βηστίου δημηγορίᾳ, νυκτὸς αὐτίκα τῆς ἐπιούσης, ἑτέρους ἐν δυώδεκα τόποις ἐμπιπράναι τὴν πόλιν καὶ διαρπάζειν καὶ κατακτείνειν τοὺς ἀρίστους. 4. Ὧδε μὲν Λέντλῳ καὶ Κεθήγῳ καὶ Στατιλίῳ καὶ Κασσίῳ, τοῖς ἄρχουσι τῆς ἐπαναστάσεως, ἐδέδοκτο, καὶ τὸν καιρὸν ἐπετήρουν· Ἀλλοβρίγων δὲ πρέσβεις, αἰτιώμενοι τοὺς ἡγουμένους αὑτῶν, . . . Ἐς τὴν Λέντλου συνωμοσίαν ἐπήχθησαν ὡς ἀναστήσοντες ἐπὶ Ῥωμαίους τὴν Γαλατίαν. Καὶ Λέντλος μὲν αὐτοῖς συνέπεμπεν ἐς Κατιλίναν Βουλτούρκιον, ἄνδρα Κροτωνιάτην, γράμματα χωρὶς ὀνομάτων γεγραμμένα φέροντα· οἱ δ' Ἀλλόβριγες ἐνδοιάσαντες ἐκοινώσαντο Φαβίῳ Σάγγᾳ, ὃς ἦν τῶν Ἀλλοβρίγων προστάτης, ὥσπερ ἁπάσαις πόλεσιν ἔστι τις ἐν Ῥώμῃ προστάτης. Παρὰ δὲ τοῦ Σάγγα μαθὼν ὁ Κικέρων συνέλαβεν ἀπιόντας τοὺς Ἀλλόβριγάς τε καὶ Βουλτούρκιον καὶ ἐς τὴν βουλὴν εὐθέως ἐπήγαγεν· οἱ δ' ὡμολόγουν, ὅσα τοῖς ἀμφὶ τὸν Λέντλον συνῄδεσαν, ἀχθέντας τε ἤλεγχον, ὡς ὁ Κορνήλιος Λέντλος εἴποι πολλάκις εἱμάρθαι τρεῖς Κορνηλίους γενέσθαι Ῥωμαίων μονάρχους, ὧν ἤδη Κίνναν καὶ Σύλλαν γεγονέναι. 5. Λεχθέντων δὲ τούτων ἡ μὲν βουλὴ Λέντλον παρέλυσε τῆς ἀρχῆς, ὁ δὲ Κικέρων ἕκαστον ἐς τὰς οἰκίας τῶν στρατηγῶν διαθεὶς ἐπανῆλθεν αὐτίκα καὶ ψῆφον περὶ αὐτῶν ἐδίδου. Θόρυβος δ' ἦν ἀμφὶ τὸ βουλευτήριον, ἀγνοουμένου ἔτι τοῦ ἀκριβοῦς, καὶ δέος τῶν συνεγνωκότων. Αὐτοῦ δὲ Λέντλου καὶ Κεθήγου θεράποντές τε καὶ ἐξελεύθεροι, χειροτέχνας πολλοὺς προσλαβόντες, κατ' ὀπισθίας ὁδοὺς περιῄεσαν ἐπὶ τὰς τῶν στρατηγῶν οἰκίας ὡς τοὺς δεσπότας ἐξαρπασόμενοι. Ὧν ὁ Κικέρων πυθόμενος ἐξέδραμεν ἐκ τοῦ βουλευτηρίου καὶ διαθεὶς ἐς τὰ ἐπίκαιρα φύλακας ἐπανῆλθε καὶ τὴν γνώμην ἐπετάχυνε. Σιλανὸς μὲν δὴ πρῶτος ἔλεγεν, ὃς ἐς τὸ μέλλον ᾕρητο ὑπατεύειν· ὧδε γὰρ Ῥωμαίοις ὁ μέλλων ὑπατεύσειν πρῶτος ἐσφέρει γνώμην, ὡς αὐτός, οἶμαι, πολλὰ τῶν κυρουμένων ἐργασόμενος καὶ ἐκ τοῦδε εὐβουλότερόν τε καὶ εὐλαβέστερον ἐνθυμησόμενος περὶ ἑκάστου. Ἀξιοῦντι δὲ τῷ Σιλανῷ τοὺς ἄνδρας ἐσχάτῃ κολάσει μετιέναι πολλοὶ συνετίθεντο, ἕως, ἐπὶ Νέρωνα τῆς γνώμης περιιούσης, ὁ Νέρων ἐδικαίου φυλάττειν αὐτούς, μέχρι Κατιλίναν ἐξέλωσι πολέμῳ καὶ τὰ ἀκριβέστατα μάθωσι,
6. Γάιός τε Καῖσαρ οὐ καθαρεύων μὲν
ὑπονοίας μὴ συνεγνωκέναι τοῖς ἀνδράσι, Κικέρωνος δ' οὐ θαρροῦντος
καὶ τόνδε, ὑπεραρέσκοντα τῷ δήμῳ, ἐς τὸν ἀγῶνα προβαλέσθαι,
προσετίθει διαθέσθαι τοὺς ἄνδρας Κικέρωνα τῆς Ἰταλίας ἐν πόλεσιν αἷς
ἂν αὐτὸς δοκιμάσῃ, μέχρι Κατιλίνα καταπολεμηθέντος ἐς δικαστήριον
ὑπαχθῶσι, καὶ μηδὲν ἀνήκεστον ἐς ἄνδρας ἐπιφανεῖς ᾖ πρὸ λόγου καὶ
δίκης ἐξειργασμένος. Δικαίου δὲ τῆς γνώμης φανείσης καὶ δεχθείσης,
ἀκρατῶς οἱ πολλοὶ μετετίθεντο, μέχρι Κάτων ἤδη σαφῶς ἀνακαλύπτων τὴν
ἐς τὸν Καίσαρα ὑποψίαν καὶ ὁ Κικέρων δεδιὼς ἀμφὶ τῇ νυκτὶ προσιούσῃ,
μὴ τὸ συνεγνωκὸς τοῖς ἀνδράσι πλῆθος αἰωρούμενον ἔτι κατ' ἀγορὰν καὶ
δεδιὸς περί τε σφῶν αὐτῶν καὶ περὶ ἐκείνων ἐργάσηταί τι ἄτοπον,
ἔπεισαν ὡς αὐτοφώρων ἄνευ κρίσεως καταγνῶναι. Καὶ εὐθὺς ἐκ τῶν
οἰκιῶν, ἔτι τῆς βουλῆς συνεστώσης, ἕκαστον αὐτῶν ὁ Κικέρων ἐς τὸ
δεσμωτήριον μεταγαγών, τοῦ πλήθους ἀγνοοῦντος, ἐπεῖδεν ἀποθνῄσκοντας
καὶ τοῖς ἐν ἀγορᾷ παροδεύων ἐσήμηνεν, ὅτι τεθνᾶσιν. Οἱ δὲ διελύοντο
πεφρικότες τε καὶ περὶ σφῶν ἀγαπῶντες ὡς διαλαθόντες.
7. Κατιλίναν δὲ ἐς δισμυρίους τε
ἀγείραντα καὶ τούτων τεταρτημόριον ὁπλίσαντα ἤδη καὶ ἐς Γαλατίαν ἐπὶ
ἄλλην παρασκευὴν ἀπιόντα Ἀντώνιος ὁ ἕτερος ὕπατος ὑπ' Ἀλπείοις
καταλαβών, οὐ δυσχερῶς ἐκράτησεν ἀνδρὸς ἐμπλήκτως ἀλλόκοτον ἔργον
ἐπὶ νοῦν λαβόντος τε καὶ ἐς πεῖραν ἔτι ἐμπληκτότερον ἀπαρασκεύως
προαγαγόντος. Οὐ μὴν ὅ γε Κατιλίνας οὐδ' ἄλλος οὐδεὶς τῶν συνόντων
ἐπιφανῶν φυγεῖν ἠξίωσεν, ἀλλ ἐσδραμόντες ἐς τοὺς πολεμίους ἀπώλοντο.
II. 8. Ὁ δὲ Καῖσαρ στρατηγὸς ἐς Ἰβηρίαν αἱρεθεὶς ἐπὶ μέν τι πρὸς τῶν χρήστων διεκρατεῖτο ἐν Ῥώμῃ, πολὺ πλέονα τῆς περιουσίας ὀφλὼν διὰ τὰς φιλοτιμίας· ὅτε φασὶν αὐτὸν εἰπεῖν, ὅτι δέοιτο δισχιλίων καὶ πεντακοσίων μυριάδων, ἵνα ἔχοι μηδέν· διαθέμενος δὲ τοὺς ἐνοχλοῦντας, ὡς ἐδύνατο, καὶ τῆς Ἰβηρίας ἐπιβὰς χρηματίζειν μὲν ταῖς πόλεσιν ἢ διαιτᾶν δίκας ἢ ὅσα ὁμοιότροπα τούτοις, ἅπαντα ὑπερεῖδεν ὡς οὐδὲν οἷς ἐπενόει χρήσιμα, στρατιὰν δὲ ἀγείρας ἐπετίθετο τοῖς ἔτι λοιποῖς Ἰβήρων ἀνὰ μέρος, μέχρι τὴν Ἰβηρίαν ἐς τὸ ὁλόκληρον ἀπέφηνε Ῥωμαίοις ὑποτελῆ, καὶ χρήματα πολλὰ ἐς Ῥώμην ἔπεμψεν ἐς τὸ κοινὸν ταμιεῖον. Ἐφ' οἷς ἡ μὲν βουλὴ θριαμβεῦσαι παρέσχεν αὐτῷ, ὁ δὲ τῆς πομπῆς τὴν παρασκευὴν ἐς τὸ λαμπρότατον ἐν τοῖς τῆς Ῥώμης προαστείοις διεκόσμει, ἐν αἷς ἡμέραις ὑπατείας ἦσαν παραγγελίαι, καὶ ἔδει τὸν παραγγέλλοντα παρεῖναι, ἐσελθόντι δὲ οὐκ ἦν ἔτι ἐπὶ τὸν θρίαμβον ἐπανελθεῖν. Ὁ δὲ καὶ τῆς ἀρχῆς ἐς πολλὰ τυχεῖν ἐπειγόμενος καὶ τὴν πομπὴν οὐχ ἕτοιμον ἔχων ἐσέπεμπε τῇ βουλῇ δεόμενος ἐπιτρέψαι οἱ τὴν παραγγελίαν ἀπόντι ποιήσασθαι διὰ τῶν φίλων, εἰδὼς μὲν παράνομον, γεγονὸς δὲ ἤδη καὶ ἑτέροις. Κάτωνος δ' ἀντιλέγοντος αὐτῷ καὶ τὴν ἡμέραν τελευταίαν οὖσαν τῶν παραγγελιῶν ἀναλοῦντος ἐπὶ τοῖς λόγοις, ἐσέδραμεν ὁ Καῖσαρ ὑπεριδὼν τοῦ θριάμβου καὶ παραγγείλας ἐς τὴν ἀρχὴν ἀνέμενε τὴν χειροτονίαν.
9. Ἐν δὲ τούτῳ Πομπήιος, ἐκ τῶν
Μιθριδατείων ἔργων ἐπὶ μέγα δόξης καὶ δυνάμεως ἐλθών, ἠξίου πολλά,
ὅσα βασιλεῦσι καὶ δυνάσταις καὶ πόλεσιν ἐδεδώκει, τὴν βουλὴν
βεβαιῶσαι. Φθόνῳ δ' αὐτῶν οἱ πολλοὶ καὶ μάλιστα Λεύκολλος, ὁ πρὸ τοῦ
Πομπηίου στρατεύσας ἐπὶ τὸν Μιθριδάτην, ὡς ἀσθενέστατον αὐτὸν
ἀπολιπὼν τῷ Πομπηίῳ, διεκώλυεν, ἴδιον ἔργον ἀποφαίνων τὸ
Μιθριδάτειον. Καὶ Λευκόλλῳ συνελάμβανε Κράσσος. Ἀγανακτῶν οὖν ὁ
Πομπήιος προσεταιρίζεται Καίσαρα, συμπράξειν ἐς τὴν ὑπατείαν
ἐπομόσας· ὁ δ' εὐθὺς αὐτῷ Κράσσον διήλλασσε. Καὶ τρεῖς οἵδε τὸ
μέγιστον ἐπὶ πᾶσι κράτος ἔχοντες τὰς χρείας ἀλλήλοις συνηράνιζον.
Καί τις αὐτῶν τήνδε τὴν συμφροσύνην συγγραφεύς, Οὐάρρων, ἑνὶ βιβλίῳ
περιλαβὼν ἐπέγραψε Τρικάρανον. 10. Καὶ εὐθὺς αὐτῶν ἦσαν ἔριδές τε καὶ ὅπλων ἐπ' ἀλλήλους ἰδίᾳ παρασκευαί. Δεινὸς δ' ὢν ὁ Καῖσαρ ὑποκρίνεσθαι, λόγους ἐν τῇ βουλῇ περὶ ὁμονοίας διέθετο πρὸς Βύβλον, ὡς τὰ κοινὰ λυπήσοντες, εἰ διαφέροιντο. Πιστευθεὶς δ' οὕτω φρονεῖν, ἀπερίσκεπτον ἤδη καὶ ἀπαράσκευον καὶ οὐδὲν ἔτι τῶν γιγνομένων ὑπονοοῦντα τὸν Βύβλον ἔχων, χεῖρά τε πολλὴν ἀφανῶς ἡτοιμάζετο καὶ νόμους ὑπὲρ τῶν πενήτων ἐς τὸ βουλευτήριον ἐσέφερε καὶ γῆν αὐτοῖς διένεμε, καὶ τὴν ἀριστεύουσαν αὐτῆς μάλιστα περὶ Καπύην, ἣ ἐς τὰ κοινὰ διεμισθοῦτο, τοῖς οὖσι πατράσι παίδων τριῶν, ἔμμισθον ἑαυτῷ τῆσδε τῆς χάριτος πλῆθος τοσόνδε ποιούμενος· δισμύριοι γὰρ ἀθρόως ἐφάνησαν οἱ τὰ τρία τρέφοντες μόνοι. Ἐνισταμένων δὲ τῇ γνώμῃ πολλῶν, υποκρινάμενος δυσχεραίνειν, ὼς οὐ δίκαια ποιούντων, ἐξέδραμε καὶ βουλὴν μὲν οὐκέτι συνῆγεν ἐπὶ τὸ ἔτος ὅλον, ἐπὶ δὲ τῶν ἐμβόλων ἐδημηγόρει· Πομπήιόν τε ἐν μέσῳ καὶ Κράσσον ἠρώτα περὶ τῶν νόμων· οἱ δὲ αὐτοὺς ἐπῄνουν, καὶ ὁ δῆμος ἐπὶ τὴν χειροτονίαν ᾖει σὺν κεκρυμμένοις ξιφιδίοις. 11. Ἡ βουλὴ δέ έοὐ γάρ τις αὐτὴν συνῆγεν, οὐδ' ἐξῆν τῷ ἑτέρῳ τῶν ὑπάτων συναγαγεῖν αὐτήνν ἐς τὴν οἰκίαν τοῦ Βύβλου συνελθόντες οὐδὲν μὲν ἀντάξιον τῆς Καίσαρος ἰσχύος τε καὶ παρασκευῆς ἐποίουν, ἐπενόουν δ' ὅμως Βύβλον ἐνίστασθαι τοῖς νόμοις καὶ μὴ δόξαν ἀμελείας, ἀλλὰ ἥσσης ἐνέγκασθαι. Πεισθεὶς οὖν ὁ Βύβλος ἐνέβαλεν ἐς τὴν ἀγορὰν δημηγοροῦντος ἔτι τοῦ Καίσαρος. Ἔριδος δὲ καὶ ἀταξίας γενομένης πληγαί τε ἦσαν ἤδη, καὶ οἱ μετὰ τῶν ξιφιδίων τὰς ῥάβδους καὶ τὰ σημεῖα τοῦ Βύβλου περιέκλων καὶ τῶν δημάρχων ἔστιν οὓς περὶ αὐτὸν ὄντας ἔτρωσαν. Βύβλος δ' οὐ καταπλαγεὶς ἀπεγύμνου τὴν σφαγὴν καὶ μετὰ βοῆς ἐκάλει τοὺς Καίσαρος φίλους ἐπὶ τὸ ἔργον· « Εἰ γὰρ οὐ δύναμαι πεῖσαι τὰ δίκαια ποιεῖν, ἔφη, Καίσαρα, τό γε ἄγος αὐτῷ καὶ μύσος οὕτως ἀποθανὼν ἐπιβαλῶ. » Ἀλλὰ τὸν μὲν ἄκοντα ὑπεξήγαγον οἱ φίλοι ἐς τὸ πλησίον ἱερὸν τοῦ Στησίου Διός, Κάτων δ' ἐπιπεμφθεὶς ὤσατο μὲν ὡς νέος ἐς μέσους καὶ δημηγορεῖν ἤρχετο, μετέωρος δ' ὑπὸ τῶν Καίσαρος ἀρθεὶς ἐξεφέρετο. Καὶ λαθὼν κατ' ἄλλας ὁδοὺς αὖθις ἀνέδραμεν ἐς τὸ βῆμα καὶ λέγειν μὲν ἔτι οὐδενὸς ἀκούοντος ἀπεγίνωσκε, τοῦ δὲ Καίσαρος ἀγροίκως κατεβόα, μέχρι καὶ τότε μετέωρος ἐξερρίφη καὶ τοὺς νόμους ὁ Καῖσαρ ἐκύρωσε. 12. Καὶ ἐπ' αὐτοῖς τόν τε δῆμον ὥρκωσεν ἐς ἀεὶ κυρίους νομιεῖν καὶ τὴν βουλὴν ἐκέλευεν ὀμνύναι. Ἐνισταμένων δὲ πολλῶν καὶ Κάτωνος, εἰσηγεῖτο μὲν ὁ Καῖσαρ θάνατον τῷ μὴ ὀμόσαντι, καὶ ὁ δῆμος ἐπεκύρου· ὤμνυον δ' αὐτίκα δείσαντες οἵ τε ἄλλοι καὶ οἱ δήμαρχοι· οὐ γὰρ ἔτι χρήσιμον ἀντιλέγειν ἦν κυρουμένου διὰ τοὺς ἄλλους τοῦ νόμου. Οὐέττιος δ' ἀνὴρ δημότης, ἐς τὸ μέσον ἐσδραμὼν μετὰ ξιφιδίου γυμνοῦ, ἐπιπεμφθῆναι ἔφη πρός τε Βύβλου καὶ Κικέρωνος καὶ Κάτωνος ἐς ἀναίρεσιν Καίσαρός τε καὶ Πομπηίου καὶ τὸ ξιφίδιον αὑτῷ Βύβλου ῥαβδοῦχον ἐπιδοῦναι Ποστούμιον. Ὑπόπτου δ' ὄντος ἐφ' ἑκάτερα τοῦ πράγματος ὁ μὲν Καῖσαρ ἐξετράχυνε τὸ πλῆθος, τὴν δ' ἐπιοῦσαν ἐξετάσειν τὸν Οὐέττιον ἀνεβάλλοντο. Καὶ ὁ Οὐέττιος φυλασσόμενος ἐν τῷ δεσμωτηρίῳ νυκτὸς ἀνῃρέθη. Εἰκαζομένου δ' ἐς ποικίλα τοῦ συμβεβηκότος ὁ Καῖσαρ οὐκ ἀνίει καὶ τοῦτο δρᾶσαι λέγων τοὺς δεδιότας, ἕως ὁ δῆμος αὐτῷ συνεχώρησεν ἀμύνειν τοῖς ἐπιβεβουλευμένοις. Καὶ Βύβλος μὲν ἐκ χειρῶν ἅπαντα μεθεὶς οἷά τις ἰδιώτης οὐ προῄει τῆς οἰκίας ἐπὶ τὸ λοιπὸν τῆς ἀρχῆς ἅπαν, ὁ δὲ Καῖσαρ οὐδ' αὐτὸς ἔτι ἐζήτει περὶ τοῦ Οὐεττίου, μόνος ἔχων τὸ κράτος ἐπὶ τῇ πολιτείᾳ. 13. Νόμους δ' ἐσέφερεν, ἐκθεραπεύων τὸ πλῆθος, ἑτέρους καὶ τὰ Πομπηίῳ πεπραγμένα ἅπαντα ἐκύρου, καθάπερ ὑπέσχητο αὐτῷ. Οἱ δ' ἱππέες λεγόμενοι, τὴν μὲν ἀξίωσιν τοῦ δήμου καὶ τῆς βουλῆς ὄντες ἐν μέσῳ, δυνατώτατοι δὲ ἐς ἅπαντα περιουσίας τε οὕνεκα καὶ μισθώσεως τελῶν καὶ φόρων, οὓς ὑπὸ τῶν ἐθνῶν τελουμένους ἐξεμισθοῦντο, καὶ πλήθους βεβαιοτάτων ἐς ταῦτα θεραπόντων, ἐκ πολλοῦ τὴν βουλὴν ᾖτουν ἄφεσίν τινα μέρους τῶν φόρων αὑτοῖς γενέσθαι. Καὶ ἀποδιέτριβεν ἡ βουλή. Ὁ δὲ Καῖσαρ ἐς οὐδὲν τότε τῆς βουλῆς δεόμενος, ἀλλὰ μόνῳ τῷ δήμῳ χρώμενος τὰ τρίτα τῶν μισθώσεων αὐτοῖς παρῆκεν. Οἱ δέ, ὑπὲρ τὴν σφετέραν ἀξίωσιν ἀδοκήτου τῆς χάριτος αὐτοῖς γενομένης, ἐξεθείαζον αὐτόν, καὶ στῖφος ἄλλο καρτερώτερον τοῦ δήμου τόδε τῷ Καίσαρι προσγεγένητο δι' ἑνὸς πολιτεύματος. Ὁ δὲ καὶ θέας ἐπεδίδου καὶ κυνηγέσια θηρίων ὑπὲρ δύναμιν, δανειζόμενος ἐς ἅπαντα καὶ τὰ πρότερα πάνθ' ὑπερβάλλων παρασκευῇ καὶ χορηγίᾳ καὶ δόσεσι λαμπραῖς· ἐφ' οἷς αὐτὸν εἵλοντο Γαλατίας τῆς τε ἐντὸς Ἄλπεων καὶ ὑπὲρ Ἄλπεις ἐπὶ πενταετὲς ἄρχειν καὶ ἐς τὴν ἀρχὴν ἔδοσαν τέλη στρατοῦ τέσσαρα. 14. Ὁ δὲ καὶ τὴν ἀποδημίαν οἱ χρόνιον ὁρῶν ἐσομένην καὶ τὸν φθόνον ὡς ἐπὶ μεγίστοις δὴ τοῖς δεδομένοις μείζονα, Πομπηίῳ μὲν ἐζεύγνυ τὴν θυγατέρα, καίπερ ἐνηγγυημένην Καιπίωνι, δεδιώς, μὴ καὶ φίλος ὢν ἐπιφθονήσειε τῷ μεγέθει τῆς εὐδαιμονίας, τοὺς δὲ θρασυτάτους τῶν στασιωτῶν ἐπὶ τὰς ἀρχὰς τοῦ μέλλοντος ἔτους παρῆγε. Καὶ ὕπατον μὲν ἀπέφηνεν Αὖλον Γαβίνιον, φίλον ἑαυτοῦ· Λευκίου δὲ Πείσωνος τοῦ σὺν αὐτῷ μέλλοντος ὑπατεύσειν τὴν θυγατέρα Καλπουρνίαν αὐτὸς ἤγετο, βοῶντος Κάτωνος διαμαστροπεύεσθαι γάμοις τὴν ἡγεμονίαν. Δημάρχους δὲ ἡἡρεῖτο Οὐατίνιόν τε καὶ Κλώδιον τὸν Καλὸν ἐπίκλην, ὅν τινα αἰσχρὰν ἐν ἱερουργίᾳ γυναικῶν ποτε λαβόντα ὑπόνοιαν ἐπὶ Ἰουλίᾳ τῇ Καίσαρος αὐτοῦ γυναικὶ ὁ μὲν Καῖσαρ οὐκ ἔκρινεν, ὑπεραρέσκοντα τῷ δήμῳ, καίπερ ἀποπεμψάμενος τῆν γυναῖκα, ἕτεροι δὲ διὰ τὴν ἱερουργίαν ἐς ἀσέβειαν ἐδίωκον, καὶ συνηγόρευε τοῖς διώκουσι Κικέρων. Καὶ κληθεὶς ἐς μαρτυρίαν ὁ Καῖσαρ οὐ κατεῖπεν, ἀλλὰ τότε καὶ δήμαρχον ἐς ἐπιβουλὴν τοῦ Κικέρωνος ἀπέφηνε, διαβάλλοντος ἤδη τὴν συμφροσύνην τῶν τριῶν ἀνδρῶν ἐς μοναρχίαν. Οὕτω καὶ λύπης ἐκράτουν ὑπὸ χρείας καὶ τὸν ἐχθρὸν εὐηργέτουν ἐς ἄμυναν ἑτέρου. Δοκεῖ δὲ καὶ ὁ Κλώδιος ἀμείψασθαι πρότερος τὸν Καίσαρα καὶ συλλαβεῖν ἐς τὴν τῆς Γαλατίας ἀρχήν. III. 15. Τοσάδε μὲν δὴ Καῖσαρ ὑπατεύων ἔπραξε καὶ τὴν ἀρχὴν ἀποθέμενος ἐπὶ τὴν ἑτέραν εὐθὺς ἐξῄει· Κικέρωνα δὲ γράφεται Κλώδιος παρανόμων, ὅτι πρὸ δικαστηρίου τοὺς ἀμφὶ Λέντλον καὶ Κέθηγον ἀνέλοι. Ὁ δ' ἐς τὸ ἔργον ἐκεῖνο γενναιοτάτῳ λήματι κεχρημένος ἀσθενέστατος ἐς τὴν δίκην ἐγίγνετο, καὶ ταπεινὴν ἐσθῆτα ἐπικείμενος γέμων τε αὐχμοῦ καὶ ῥύπου προσέπιπτεν οἷς ἐντύχοι κατὰ τοὺς στενωπούς, οὐδὲ τοῖς ἀγνῶσιν ἐνοχλεῖν αἰδούμενος, ὥστε αὐτῷ τὸ ἔργον διὰ τὴν ἀπρέπειαν ἀπὸ οἴκτου μεταπίπτειν ἐς γέλωτα. Ἐς τοσοῦτο δειλίας περὶ μίαν οἰκείαν δίκην κατέπεσεν, ὃς τὸν ὅλον βίον ἐν ἀλλοτρίαις ἐξήταστο λαμπρῶς, οἷόν τι καὶ Δημοσθένη φασὶ τὸν Ἀθηναῖον οὐδ' ὑποστῆναι τὴν ἑαυτοῦ δίκην, ἀλλὰ πρὸ τοῦ ἀγῶνος φυγεῖν. Κλωδίου δὲ καὶ τὰς παρακλήσεις αὐτῷ σὺν ὕβρει διακόπτοντος ἐν τοῖς στενωποῖς, ἀπέγνω πάνθ' ὁ Κικέρων καὶ ἔφευγεν ἑκούσιον καὶ ὅδε φυγήν, καὶ φίλων αὐτῷ πλῆθος συνεξῄει, καὶ ἡ βουλὴ συνίστη τὸν ἄνδρα πόλεσι τε καὶ βασιλεῦσι καὶ δυνάσταις. Κλώδιος δ' αὐτῷ τὴν οἰκίαν καὶ τὰς ἐπαύλεις ἐπικατέσκαπτεν ἐπαιρόμενός τε καὶ τῷδε ἀντιπαρεβάλλετο ἤδη καὶ Πομπηίῳ τὸ μέγιστον ἐν τῇ πόλει κράτος ἔχοντι.
16. Ὁ δὲ Μίλωνα, τὸν σὺν τῷ Κλωδίῳ τὴν
ἀρχὴν παραδεδεγμένον, θρασύτερον ὄντα τοῦ Κλωδίου, ἐς ὑπατείαν
ἐπήλπιζε καὶ ἤλειφεν ἐπὶ τὸν Κλώδιον καὶ ψηφίσασθαι τῷ Κικέρωνι
κάθοδον ἐκέλευεν, ἐλπίσας τὸν Κικέρωνα ἐλθόντα περὶ μὲν τῆς παρούσης
πολιτείας οὐκέτι φθέγξεσθαι μεμνημένον, οἷα ἔπαθε, δίκας δὲ καὶ
πράγματα ἐποίσειν τῷ Κλωδίῳ.
17. Ὁ δὲ Καῖσαρ ἔν τε Κελτοῖς καὶ
Βρεττανοῖς πολλὰ καὶ λαμπρὰ εἰργασμένος, ὅσα μοι περὶ Κελτῶν λέγοντι
εἴρηται, πλούτου γέμων ἐς τὴν ὅμορον τῇ Ἰταλίᾳ Γαλατίαν, τὴν ἀμφὶ
τὸν Ἠριδανὸν ποταμόν, ἧκεν, ἐκ συνεχοῦς πολέμου τὸν στρατὸν
ἀναπαύσων ἐπ' ὀλίγον. Ὅθεν αὐτῷ περιπέμποντι ἐς Ῥώμην πολλὰ πολλοῖς
χρήματα αἵ τε ἐτήσιοι ἀρχαὶ παρὰ μέρος ἀπήντων καὶ οἱ ἄλλως
ἐπιφανεῖς ὅσοι τε ἐς ἡγεμονίας ἐθνῶν ἢ στρατοπέδων ἐξῄεσαν, ὡς
ἑκατὸν μέν ποτε καὶ εἴκοσι ῥάβδους ἀμφ' αὐτὸν γενέσθαι, βουλευτὰς δὲ
πλείους διακοσίων, τοὺς μὲν ἀμειβομένους ὑπὲρ τῶν ἤδη γεγονότων,
τοὺς δὲ χρηματιουμένους, τοὺς δ' ἄλλο τι τοιουτότροπον αὑτοῖς
ἐξεργασομένους. Πάντα γὰρ ἤδη διὰ τούτου ἐπράσσετο στρατιᾶς τε
πολλῆς οὕνεκα καὶ δυνάμεως χρημάτων καὶ σπουδῆς ἐς ἅπαντας
φιλανθρώπου. Ἀφίκοντο δ' αὐτῷ καὶ Πομπήιος καὶ Κράσσος, οἱ κοινωνοὶ
τῆς δυναστείας. Καὶ αὐτοῖς βουλευομένοις ἔδοξε Πομπήιον μὲν καὶ
Κράσσον αὖθις ὑπατεῦσαι, Καίσαρι δ' ἐς τὴν ἡγεμονίαν ὧν εἶχεν ἐθνῶν,
ἄλλην ἐπιψηφισθῆναι πενταετίαν. 18. Αἱρεθέντες δ' οὖν ὕπατοι Κράσσος τε καὶ Πομπήιος Καίσαρι μέν, ὥσπερ ὑπέστησαν, τὴν ἑτέραν πενταετίαν προσεψηφίσαντο, τὰ δὲ ἔθνη διακληρούμενοι καὶ στρατιὰν ἐπ' αὐτοῖς, ὁ μὲν Πομπήιος εἵλετο Ἰβηρίαν τε καὶ Λιβύην καὶ ἐς τάσδε τοὺς φίλους περιπέμπων αὐτὸς ὑπέμεινεν ἐν Ῥώμῃ, ὁ δὲ Κράσσος Συρίαν τε καὶ τὰ Συρίας πλησίον ἐπιθυμίᾳ πολέμου πρὸς Παρθυαίους ὡς εὐχεροῦς δὴ καὶ ἐνδόξου καὶ ἐπικερδοῦς. Ἀλλὰ τῷδε μὲν ἐξιόντι τῆς πόλεως πολλά τε ἄλλα ἀπαίσια ἐγίγνετο, καὶ οἱ δήμαρχοι προηγόρευον μὴ πολεμεῖν Παρθυαίοις οὐδὲν ἀδικοῦσιν, οὐ πειθομένῳ δὲ δημοσίας ἀρὰς ἐπηρῶντο, ὧν ὁ Κράσσος οὐ φροντίσας ἀπώλετο ἐν τῇ Παρθυηνῇ σύν τε παιδὶ ὁμωνύμῳ καὶ αὐτῷ στρατῷ· μύριοι γὰρ οὐδ' ἐντελεῖς ἐκ δέκα μυριάδων ἐς Συρίαν διέφυγον. Ἀλλὰ τὴν μὲν Κράσσου συμφορὰν ἡ Παρθικὴ δηλώσει γραφή, Ῥωμαῖοι δὲ λιμῷ πιεζόμενοι Πομπήιον εἵλοντο τῆς ἀγορᾶς αὐτοκράτορα εἶναι καί οἱ καθάπερ ἐπὶ τῶν λῃστηρίων εἴκοσιν ἀπὸ τῆς βουλῆς ὑπηρέτας ἔδωκαν. Ὁ δὲ αὐτοὺς ὁμοίως ἐς τὰ ἔθνη διαθεὶς ἐπέτρεχε καὶ τὴν Ῥώμην αὐτίκα ἐνέπλησεν ἀγορᾶς δαψιλοῦς, ὅθεν ἔτι μᾶλλον ἐς μέγα δόξης ἐπῆρτο καὶ δυνάμεως. 19. Τοῦ δ' αὐτοῦ χρόνου καὶ ἡ Καίσαρος θυγάτηρ κύουσα τῷ Πομπηίῳ θνῄσκει. Καὶ δέος ἅπασιν ἐνέπιπτεν ἀνῃρημένης τῆς ἐπιγαμίας, ὡς αὐτίκα μεγάλοις στρατοῖς Καίσαρός τε καὶ Πομπηίου διοισομένων ἐς ἀλλήλους, ἀσυντάκτου μάλιστα καὶ χαλεπῆς ἐκ πολλοῦ γεγενημένης τῆς πολιτείας· αἵ τε γὰρ ἀρχαὶ κατὰ στάσιν ἢ δωροδοκίαν σπουδῇ τε ἀδίκῳ καὶ λίθοις ἢ ξίφεσι καθίσταντο, καὶ τὸ δεκάζειν ἢ δωροδοκεῖν ἀναισχύντως τότε μάλιστα ἐπλεόνασεν, ὅ τε δῆμος αὐτὸς ἔμμισθος ἐπὶ τὰς χειροτονίας ᾖει. Ὤφθη δέ που καὶ μεσεγγύημα ταλάντων ὀκτακοσίων ὑπὲρ τῆς ἐπωνύμου γενόμενον ἀρχῆς. Οἵ τε ἀνὰ ἔτος ἕκαστον ὕπατοι στρατεύειν μέν που καὶ πολεμεῖν ἀπεγίνωσκον, διακλειόμενοι τῇ δυναστείᾳ τῶνδε τῶν τριῶν ἀνδρῶν· ὅσοι δ' ἦσαν αὐτῶν ἀτοπώτεροι, κέρδος ἀντὶ τῶν στρατειῶν ἐτίθεντο τὰ κοινὰ τῆς πόλεως καὶ τὰς τῶν ἰδίων διαδόχων χειροτονίας. Οἱ δ' ἀγαθοὶ διὰ ταῦτα καὶ πάμπαν ἐξέλιπον τὸ ἄρχειν, ὥστε ποτὲ καὶ μῆνας ὀκτὼ τὴν πόλιν ἄναρχον ἐκ τῆς τοιᾶσδε ἀσυνταξίας γενέσθαι, Πομπηίου πάνθ' ὑπερορῶντος ἐπίτηδες, ἵνα ἐν χρεία γένοιντο δικτάτορος. 20. Καὶ πολλοὶ τοῦτο ἐς ἀλλήλους διελάλουν, ὅτι μόνον ἂν γένοιτο φάρμακον ἐπὶ τοῖς παροῦσι κακοῖς ἡ μόναρχος ἐξουσία, χρῆναι δ' ἑλέσθαι δυνατὸν ὁμοῦ καὶ ἤπιον, ἐνσημαινόμενοι τὸν Πομπήιον, στρατιᾶς τε ἄρχοντα ἱκανῆς καὶ φιλόδημον εἶναι δοκοῦντα καὶ τὴν βουλὴν ἄγοντα διὰ τιμῆς, καὶ τὸν βίον ἐγκρατῆ καὶ σώφρονα, περί τε τὰς ἐντεύξεις εὐπρόσιτον ἢ ὄντα ἢ νομιζόμενον εἶναι. Ὁ δὲ τὴν προσδοκίαν τήνδε λόγῳ μὲν ἐδυσχέραινεν, ἔργῳ δ' ἐς αὐτὴν πάντα ἔπραττεν ἀφανῶς καὶ τὴν ἀσυνταξίαν τῆς πολιτείας καὶ ἀναρχίαν ἐπὶ τῇ ἀσυνταξίᾳ ἑκὼν ὑπερεώρα. Μίλωνός τε τὰ ἐς Κλώδιον ὑπηρετήσαντος αὐτῷ καὶ ἀρεσκομένου τῷ δήμῳ διὰ τὴν Κικέρωνος κάθοδον, ὑπατείαν ὡς ἐν καιρῷ παρὰ τήνδε τὴν ἀναρχίαν μετιόντος ἀποδιέτριβε τὰς χειροτονίας, μέχρι βαρυθυμῶν ὁ Μίλων, ὡς καὶ περὶ αὑτὸν ἀπίστου γιγνομένου τοῦ Πομπηίου, ἐς τὴν πατρίδα Λανούβιον ἐξῄει, ἣν Διομήδη φασὶν ἀλώμενον ἐξ Ἰλίου πρώτην ἐν τῇ Ἰταλίᾳ πόλιν οἰκίσαι, καὶ εἰσὶν ἀπὸ Ῥώμης ἐς αὐτὴν στάδιοι πεντήκοντα καὶ ἑκατόν. 21. Κλωδίου δ' ἐξ ἰδίων χωρίων ἐπανιόντος ἐπὶ ἵππου καὶ περὶ Βοΐλλας ἀπαντήσαντος αὐτῷ, οἱ μὲν κατὰ τὴν ἔχθραν ὑπείδοντο μόνον ἀλλήλους καὶ παρώδευσαν, θεράπων δὲ τοῦ Μίλωνος ἐπιδραμὼν τῷ Κλωδίῳ, εἴτε κεκελευσμένος εἴθ' ὡς ἐχθρὸν δεσπότου κτείνων, ἐπάταξεν ἐς τὸ μετάφρενον ξιφιδίῳ. Καὶ τὸν μὲν αἵματι ῥεόμενον ἐς τὸ πλησίον πανδοκεῖον ὁ ἱπποκόμος ἐσέφερεν, ὁ δὲ Μίλων μετὰ τῶν θεραπόντων ἐπιστὰς ἔτι ἔμπνουν ἢ καὶ νεκρὸν ἐπανεῖλεν, ὑποκρινόμενος μὲν οὐ βουλεῦσαι τὸν φόνον οὐδὲ προστάξαι· ὡς δὲ κινδυνεύσων ἐξ ἅπαντος, ἠξίου τὸ ἔργον οὐκ ἀτελὲς καταλιπεῖν. Περιαγγελθέντος δ' ἐς Ῥώμην τοῦ πάθους ὁ μὲν δῆμος ἐκπλαγεὶς ἐν ἀγορᾷ διενυκτέρευε, καὶ τὸ σῶμά τινες τοῦ Κλωδίου μεθ' ἡμέραν προύθεσαν ἐπὶ τῶν ἐμβόλων· ἁρπάσαντες δ' αὐτὸ τῶν τε δημάρχων ἔνιοι καὶ οἱ φίλοι τοῦ Κλωδίου καὶ πλῆθος ἄλλο σὺν ἐκείνοις, ἐς τὸ βουλευτήριον ἐκόμισαν, εἴτε ἐπὶ τιμῇ, βουλευτικοῦ γένους ὄντα, εἴτε ἐς ὄνειδος τῆς βουλῆς τοιάδε περιορώσης. Καὶ τῶν παρόντων οἱ προπετέστεροι τὰ βάθρα καὶ τοὺς θρόνους τῶν βουλευτῶν συμφορήσαντες ἧψαν αὐτῷ πυράν, ὑφ' ἧς τό τε βουλευτήριον καὶ πολλαὶ τῶν πλησίον οἰκίαι τῷ Κλωδίῳ συγκατεφλέγησαν. 22. Μίλωνι δὲ θράσος τοσόνδε περιῆν, ὡς οὐ δεδιέναι περὶ τῷ φόνῳ μᾶλλον ἢ ἀγανακτεῖν ἐπὶ τῇ Κλωδίου περὶ τὴν ταφὴν τιμῇ. Θεραπόντων οὖν καὶ ἀνδρῶν ἀγροίκων πλῆθος ἀθροίσας καὶ ἐς τὸν δῆμον περιπέμψας χρήματα τῶν τε δημάρχων Μᾶρκον Καίλιον πριάμενος ἐς τὴν πόλιν κατῄει θρασύτατα. Καὶ αὐτὸν ὁ Καίλιος εὐθὺς ἐσιόντα εἷλκεν ἐς τὴν ἀγορὰν ἐπὶ τοὺς παρ' αὐτοῦ δεδωροδοκηκότας ὥσπερ ἐπ' ἐκκλησίαν, ὑποκρινόμενος μὲν ἀγανακτεῖν καὶ οὐ διδόναι τῆς δίκης ἀναβολήν, ἐλπίζων δέ, εἰ αὐτὸν οἱ παρόντες μεθεῖεν, ἐκλύσειν τὴν δίκην τὴν ἀληθεστέραν. Καὶ Μίλων μὲν οὐ βουλεῦσαι τὸ ἔργον εἰπών νοὐ γὰρ ἂν μετὰ σκευῆς καὶ γυναικὸς ἐπὶ ταῦτα ὁρμῆσαἰ, τὸν λοιπὸν λόγον κατὰ τοῦ Κλωδίου διετίθετο ὡς θρασυτάτου δὴ καὶ φίλου θρασυτάτων, οἳ καὶ τὸ βουλευτήριον ἐπικατέπρησαν αὐτῷ ἔτι δ' αὐτοῦ λέγοντος οἵ τε λοιποὶ δήμαρχοι καὶ τοῦ δήμου τὸ ἀδιάφθορον ὁπλισάμενοι ἐνέβαλον ἐς τὴν ἀγοράν. Καίλιος μὲν δὴ καὶ Μίλων δούλων ἐσθῆτας ὑποδύντες ἀπέδρασαν, πολὺς δὲ τῶν ἄλλων ἐγίγνετο φόνος, οὐ τοὺς Μίλωνος ἔτι φίλους ἐρευνώντων, ἀλλὰ τὸν ἐντυγχάνοντα ἀναιρούντων, ἀστὸν ὁμοῦ καὶ ξένον καὶ μάλιστα ὅσοι ταῖς ἐσθῆσιν ἢ σφραγῖσιν ἀπὸ χρυσοῦ διέφερον. Ὡς γὰρ ἐν ἀσυντάκτῳ πολιτείᾳ σὺν ὀργῇ καὶ προφάσει τοῦδε τοῦ θορύβου προσπεσόντος θεράποντές τε ὄντες οἵ πλείους καὶ ὡπλισμένοι κατὰ ἀνόπλων ἐς ἁρπαγὰς ἐτράποντο· ἔργον τε οὐδὲν αὐτοῖς ἀπῆν, ἀλλὰ καὶ ἐπ' οἰκίας ἐφέροντο καὶ περιιόντες ἠρεύνων ἔργῳ μὲν τὰ εὔληπτα σφίσιν ἅπαντα, λόγῳ δὲ τοὺς φίλους τοῦ Μίλωνος· πρόφασίς τε ἦν αὐτοῖς ἐπὶ πολλὰς ἡμέρας καὶ πυρὸς καὶ λίθων καὶ παντὸς ἔργου Μίλων. 23. Ἡ βουλὴ δὲ συνῄει μετὰ δέους καὶ ἐς τὸν Πομπήιον ἀφεώρων ὡς αὐτίκα σφῶν ἐσόμενον δικτάτορα· χρῄζειν γὰρ αὐτοῖς ἐφαίνετο τὰ παρόντα τοιᾶσδε θεραπείας. Κάτωνος δ' αὐτοὺς μεταδιδάξαντος ὕπατον εἵλοντο χωρὶς συνάρχου ὡς ἂν ἔχοι τὴν μὲν ἐξουσίαν δικτάτορος, ἄρχων μόνος, τὴν δ' εὔθυναν ὑπάτου. Καὶ πρῶτος ὑπάτων ὅδε ἔθνη τε δύο μέγιστα καὶ στρατιὰν ἔχων καὶ χρήματα καὶ τὴν τῆς πόλεως μοναρχίαν διὰ τὸ μόνος ὕπατος εἶναι Κάτωνα μὲν ἐψηφίσατο, ἵνα μὴ παρὼν ἐνοχλοίη, Κύπρον ἀφελέσθαι Πτολεμαίου βασιλέως, νενομοθετημένον ἤδη τοῦτο ὑπὸ Κλωδίου, ὅτι οἵ ποτε ἁλόντι ὑπὸ λῃστῶν ὁ Πτολεμαῖος ἐς λύτρα ὑπὸ σμικρολογίας δύο τάλαντα ἐπεπόμφει. Κάτων μὲν δὴ καθίστατο Κύπρον Πτολεμαίου τὰ χρήματα ῥίψαντος ἐς τὴν θάλασσαν καὶ ἑαυτὸν ἐξαγαγόντος, ἐπεὶ τῶν ἐψηφισμένων ἐπύθετο· ὁ δὲ Πομπήιος δίκας προυτίθει τῶν τε ἄλλων ἁμαρτημάτων καὶ μάλιστα δωροδοκίας καὶ δεκασμοῦ ἐδόκει γὰρ ἐντεῦθεν αὐτῷ νοσεῖν τὰ κοινὰ ἀρξάμενα ἐν τούτῳ καὶ τὴν ἴασιν ἕξειν ταχεῖανν, νόμῳ τε ὥριζεν ἀπὸ τῆς ἑαυτοῦ τὸ πρῶτον ὑπατείας ἐς τὸ παρὸν εὐθύνειν τὸν ἐθέλοντα. Καὶ ἦν ὁ χρόνος ὀλίγῳ μείων ἐτῶν εἴκοσιν, ἐν ᾧ καὶ ὁ Καῖσαρ γεγένητο ὕπατος. Τῶν οὖν φίλων τοῦ Καίσαρος ὑπονοούντων ἐς ὕβριν ἢ ἐς ἐπήρειαν αὐτὸν τοῦ Καίσαρος ὧδε πολὺ τοῦ χρόνου προλαβεῖν καὶ παραινούντων τὸ παρὸν διορθοῦσθαι μᾶλλον ἢ τὸ παρελθὸν ἐνοχλεῖν ἐπ' ἀνδράσι τοσοῖσδε ἀξιολόγοις, ἐπονομαζόντων δὲ τοῖς ἄλλοις καὶ τὸν Καίσαρα, ὁ Πομπήιος ἀμφὶ μὲν τοῦ Καίσαρος ἠγανάκτει, ὡς ἀμείνονος ὄντος ὑποψίας, ἐπεὶ καὶ τὴν ἑαυτοῦ δευτέραν ὑπατείαν τῷ χρόνῳ περιλαμβάνεσθαι, πολὺ δὲ ἀναλαβεῖν ἔλεγεν ἐς ἀκριβῆ διόρθωσιν ἐπιτετριμμένης ἐκ πολλοῦ τῆς πολιτείας. IV. 24. Τοιαῦτα δ' εἰπὼν ἐκύρου τὸν νόμον, καὶ πλῆθος ἦν αὐτίκα δικῶν ποικίλων. Ἵνα τε μὴ δείσειαν οἱ δικασταί, αὐτὸς αὐτοὺς ἐπώπτευε στρατιὰν περιστησάμενος. Καὶ πρῶτοι μὲν ἀπόντες ἑάλωσαν Μίλων τε ἐπὶ τῷ Κλωδίου φόνῳ καὶ Γαβίνιος παρανομίας ὁμοῦ καὶ ἀσεβείας, ὅτι χωρὶς ψηφίσματος ἐς Αἴγυπτον μετὰ στρατιᾶς ἐσέβαλεν ἀπαγορευόντων τῶν Σιβυλλείων, Ὑψαῖος δὲ καὶ Μέμμιος καὶ Σέξστος καὶ ἕτεροι πλείονες ἐπὶ δωροδοκίαις ἢ πλήθους δεκασμῷ. Σκαῦρον δὲ τοῦ πλήθους παραιτουμένου ἐκήρυξεν ὁ Πομπήιος ὑπακοῦσαι τῇ δίκῃ· καὶ πάλιν τοῦ δήμου τοὺς κατηγόρους ἐνοχλοῦντος, σφαγή τις ἐκ τῶν Πομπηίου στρατιωτῶν ἐπιδραμόντων ἐγένετο, καὶ ὁ μὲν δῆμος κατεσιώπησεν, ὁ δὲ Σκαῦρος ἑάλω. Καὶ πάντων φυγὴ κατέγνωστο, Γαβινίου δὲ καὶ δήμευσις ἦν ἐπὶ τῇ φυγῇ. Καὶ τάδε ἡ βουλὴ λαμπρῶς ἐπαινοῦσα δύο τε ἄλλα τέλη καὶ χρόνον ἐς τὴν ἀρχὴν τῶν ἐθνῶν ἕτερον τῷ Πομπηίῳ προσεψηφίσαντο. Μέμμιος δὲ ἁλοὺς ἐπὶ δεκασμῷ, τοῦ νόμου τοῦ Πομπηίου διδόντος αὐτῷ φήναντι ἕτερον ἀφεῖσθαι τῆς καταδίκης, τὸν πενθερὸν τοῦ Πομπηίου Λεύκιον Σκιπίωνα προεκαλέσατο ἐς ὁμοίαν δεκασμοῦ δίκην. Καὶ ἐπὶ τῷδε τοῦ Πομπηίου τὴν τῶν κρινομένων ἐσθῆτα μεταλαβόντος πολλοὶ καὶ τῶν δικαστῶν μετελάμβανον. Ὀλοφυράμενος οὖν ὁ Μέμμιος τὴν πολιτείαν διέλυσε τὴν δίκην.
25. Καὶ ὁ Πομπήιος ὡς ἤδη τὰ χρῄζοντα
τῆς μοναρχίας διωρθωμένος τὸν Σκιπίωνα σύναρχον ἐς τὸ λοιπὸν τοῦ
ἔτους ἐποιεῖτο. Καὶ μετὰ τοῦθ' ἑτέρων ἐς τὴν ἀρχὴν καθισταμένων
οὐδὲν ἧττον ἐφεώρα καὶ ἐδυνάστευε, καὶ πάντ' ἦν ἐν Ῥώμῃ τότε
Πομπήιος· ἡ γὰρ εὔνοια τῆς βουλῆς μάλιστα ἐς αὐτὸν ἐποίει, ζήλῳ τε
τοῦ Καίσαρος ἐς οὐδὲν αὐτῇ παρὰ τὴν ἰδίαν ὑπατείαν κεχρημένου καὶ
ὅτι νοσοῦσαν ὁ Πομπήιος τὴν πολιτείαν ὀξέως ἀναλάβοι καὶ οὐδενὶ σφῶν
παρὰ τὴν ἀρχὴν φορτικὸς ἢ ἐπαχθὴς γένοιτο.
26. Πόλιν δὲ Νεόκωμον ὁ Καῖσαρ ἐς
Λατίου δίκαιον ἐπὶ τῶν Ἄλπεων ὠὠκίκει, ὧν ὅσοι κατ' ἔτος ἦρχον,
ἐγίγνοντο Ῥωμαίων πολῖται· τόδε γὰρ ἰσχύει τὸ Λάτιον. Τῶν οὖν
Νεοκώμων τινά, ἄρχοντά τε αὐτοῖς γενόμενον καὶ παρὰ τοῦτο Ῥωμαῖον
εἶναι νομιζόμενον, ὁ Μάρκελλος ἐφ' ὕβρει τοῦ Καίσαρος ἔξηνε ῥάβδοις
ἐφ' ὁτῳδή, οὐ πασχόντων τοῦτο Ῥωμαίων· καὶ τὸν νοῦν ὑπὸ ὀργῆς
ἀνεκάλυπτε, τὰς πληγὰς εἶναι ξενίας σύμβολον. Καὶ φέρειν αὐτὰς
ἐκέλευε καὶ δεικνύναι τῷ Καίσαρι. Οὕτω μὲν ὑβριστικῶς ὁ Μάρκελλος,
εἰσηγεῖτο δὲ ἤδη καὶ διαδόχους αὐτῷ πέμπειν ἐπὶ τὰ ἔθνη, προαφαιρῶν
τοῦ χρόνου· ἀλλὰ διεκώλυσεν ὁ Πομπήιος εὐπρεπείᾳ τε λόγου καὶ
εὐνοίας ὑποκρίσει, μὴ δεῖν ἄνδρα λαμπρὸν καὶ ἐς πολλὰ χρήσιμον τῇ
πατρίδι γενόμενον ὑβρίζειν βραχεῖ διαστήματι χρόνου, καὶ δῆλον
ἐποίησεν, ὅτι χρὴ μετὰ τὸν χρόνον παραλύειν τῆς ἀρχῆς αὐτίκα τὸν
Καίσαρα. 27. Ὁ δὲ Κουρίων, ἵνα μὴ ἄφνω μετατιθέμενος γίγνοιτο κατάφωρος, εἰσηγεῖτο βαρυτάτας ὁδῶν πολλῶν ἐπισκευάς τε καὶ κατασκευὰς καὶ αὑτὸν ἐπιστάτην αὐτῶν ἐπὶ πενταετὲς εἶναι, εἰδὼς μὲν οὐδὲν τούτων ἐσόμενον, ἐλπίζων δὲ τοὺς Πομπηίου φίλους ἀντιλέξειν καὶ αὐτὸς ἐς τὸν Πομπήιον ἕξειν τι τοῦτο πρόσκρουμα. Καὶ γενομένων τῶνδε, ὡς προσεδόκησεν, ὁ μὲν εἶχε τὴν πρόφασιν τῆς διαφορᾶς, Κλαύδιος δ' εἰσηγεῖτο πέμπειν Καίσαρι διαδόχους ἐπὶ τὰ ἔθνη· καὶ γὰρ ἔληγεν ὁ χρόνος. Καὶ Παῦλος ἐσιώπα. Κουρίων δὲ νομιζόμενος ἀμφοτέροις διαφέρεσθαι, ἐπῄνει τὴν τοῦ Κλαυδίου γνώμην, ὡς δὲ ἐνδέον αὐτῇ προσετίθει τὸ καὶ Πομπήιον ὁμοίως Καίσαρι ἀποθεσθαι τὰ ἔθνη καὶ τὸν στρατόν· ὧδε γὰρ ἔσεσθαι τῇ πόλει καθαρὰν καὶ πανταχόθεν ἀδεῆ τὴν πολιτείαν. Ἐνισταμένων δὲ πολλῶν ὡς οὐκ ἴσον διὰ τὸ μήπω τὸν χρόνον ἐξήκειν τῷ Πομπηίῳ, σαφέστερον ὁ Κουρίων ἤδη καὶ τραχύτερον ἀπεγύμνου μὴ χρῆναι μηδὲ Καίσαρι πέμπειν διαδόχους, εἰ μὴ καὶ Πομπηίῳ δοῖεν· ὄντων γὰρ αὐτῶν ἐς ἀλλήλους ὑπόπτων οὔπω τῇ πόλει τὴν εἰρήνην ἔσεσθαι βεβαίαν, εἰ μὴ πάντες ἰδιωτεύσειαν. Ἔλεγε δὲ ταῦτ' εἰδὼς οὐ μεθήσοντα τὴν ἀρχὴν τὸν Πομπήιον καὶ τὸν δῆμον ὁρῶν ἤδη τι προσκοπτόμενον αὐτῷ διὰ τὰς τοῦ δεκασμοῦ δίκας. Εὐπρεποῦς δὲ τῆς γνώμης οὔσης ὁ δῆμος ἐπῄνει τὸν Κουρίωνα ὡς μόνον ἀξίως τῆς πόλεως τὴν πρὸς ἀμφοτέρους αἰρόμενον ἔχθραν, καί ποτε καὶ παρέπεμψαν αὐτὸν ἀνθοβολοῦντες ὥσπερ ἀθλητὴν μεγάλου καὶ δυσχεροῦς ἀγῶνος· οὐδὲν γὰρ ἐδόκει τότε εἶναι φοβερώτερον τῆς Πομπηίου διαφορᾶς. 28. Ὁ δὲ Πομπήιος νοσηλευόμενος περὶ τὴν Ἰταλίαν ἐπέστελλε τῇ βουλῇ σὺν τέχνῃ, τά τε ἔργα τοῦ Καίσαρος ἐπαινῶν καὶ τὰ ἴδια ἐξ ἀρχῆς καταλέγων ὅτι τε τῆς τρίτης ὑπατείας καὶ ἐθνῶν τῶν ἐπ' αὐτῇ καὶ στρατοῦ δοθέντος οὐ μετιών, ἀλλ' ἐς θεραπείαν τῆς πόλεως ἐπικληθεὶς ἀξιωθείη· ἃ δὲ ἄκων ἔφη λαβεῖν, ἑκὼν ἀποθήσομαι τοῖς ἀπολαβεῖν θέλουσιν, οὐκ ἀναμένων τοὺς χρόνους τοὺς ὡρισμένους. ἡ μὲν δὴ τέχνη τῶν γεγραμμένων εἶχεν εὐπρέπειάν τε τῷ Πομπηίῳ καὶ ἐρέθισμα κατὰ τοῦ Καίσαρος, οὐκ ἀποδιδόντος τὴν ἀρχὴν οὐδ' ἐν τῷ νεμομισμένῳ χρόνῳ· ἀφικόμενος δ' ἄλλα τε τούτοις ὅμοια ἔλεγε καὶ τὴν ἀρχὴν καὶ τότε ὑπισχνεῖτο ἀποθήσεσθαι. Ὡς δὲ δὴ φίλος καὶ κηδεστὴς γενόμενος Καίσαρι, κἀκεῖνον ἔλεγε μάλα χαίροντα ἀποθήσεσθαι· χρόνιόν τε γὰρ αὐτῷ τὴν στρατείαν καὶ ἐπίπονον κατὰ ἐθνῶν μαχιμωτάτων γεγονέναι καὶ πολλὰ τῇ πατρίδι προσλαβόντα ἐπὶ τιμὰς καὶ θυσίας ἥξειν καὶ ἀναπαύσεις. Ἔλεγε δὲ ταῦθ' ὡς Καίσαρι μὲν αὐτίκα δοθησομένων διαδόχων, αὐτὸς δ' ἐσόμενος ἐν ὑποσχέσει μόνῃ. Κουρίων δὲ αὐτοῦ τὸ σόφισμα διελέγχων οὐχ ὑπισχνεῖσθαι δεῖν ἔφη μᾶλλον ἢ αὐτίκα ἀποθέσθαι οὐδ' ἐξοπλίζειν Καίσαρα τῆς στρατιᾶς, πρὶν καὶ αὐτὸν ἰδιωτεῦσαι· οὔτε γὰρ ἐς τὴν ἰδίαν ἔχθραν ἐκείνῳ λυσιτελεῖν οὔτε Ῥωμαίοις, ὑφ' ἑνὶ τηλικαύτην ἀρχὴν γενέσθαι μᾶλλον ἢ τὸν ἕτερον αὐτῶν ἔχειν ἐπὶ τὸν ἕτερον, εἴ τι τὴν πόλιν καταβιάζοιτο. Οὐδέν τε ἐπικρύπτων ἔτι ἀφειδῶς ἐς τὸν Πομπήιον ἐβλασφήμει ὡς τυραννίδος ἐφιέμενον καί, εἰ μὴ νῦν σὺν φόβῳ τῷ Καίσαρος ἀποθοῖτο τὴν ἀρχήν, οὔποτε μεθήσοντα. Ἠξίου δ', ἂν ἀπειθῶσιν, ἄμφω ψηφίζεσθαι πολεμίους καὶ στρατὸν ἀγείρειν ἐπ' αὐτούς· ᾧ δὴ καὶ μάλιστα ἔλαθεν ὑπὸ Καίσαρος ἐωνημένος. 29. Πομπήιος δ' αὐτῷ χαλεψάμενός τε καὶ ἀπειλήσας εὐθὺς ἐς τὰ προάστεια ἀγανακτῶν ὑπεξῄει. Καὶ ἡ βουλὴ ὑπόπτως μὲν εἶχεν ἤδη πρὸς ἀμφοτέρους, δημοτικώτερον δ' ὅμως ἡγοῦντο Πομπήιον καὶ τῷ Καίσαρι ἐδυσχέραινον τῆς παρὰ τὴν ὑπατείαν ὑπεροψίας σφῶν· οἱ δὲ καὶ τῷ ὄντι οὐκ ἀσφαλὲς ἡγοῦντο διαλύειν τὴν ὑπὸ τῷ Πομπηίῳ δύναμιν, μέχρι πρότερον ἐκεῖνον ἀποθέσθαι, ἔξω τε τῆς πόλεως ὄντα καὶ μεγαλοπραγμονέστερον. Τὸ δ' αὐτὸ καὶ ὁ Κουρίων ἀνέστρεφεν, ὡς δέον ὑπάρχειν αὐτοῖς ἐπὶ τὸν Πομπήιον Καίσαρα, ἢ ὁμοῦ πάντας καταλύειν. Οὐ πείθων δὲ διέλυε τὴν βουλὴν ἐπὶ ἀτελέσι πᾶσι· δύναται δὲ τοῦθ' ὁ δήμαρχος· ὅτε δὴ καὶ μάλιστα τῷ Πομπηίῳ μετεμέλησε τὴν δημαρχίαν, ἐς ἀσθενέστατον ὑπὸ Σύλλα καθῃρημένην, ἀναγαγόντι αὖθις ἐπὶ τὸ ἀρχαῖον. Διαλυόμενοι δὲ ὅμως τοσόνδε μόνον ἐψηφίσαντο, Καίσαρα καὶ Πομπήιον τέλος ἓν στρατιωτῶν ἐς Συρίαν ἑκάτερον πέμψαι φυλακῆς οὕνεκα διὰ τὴν Κράσσου συμφοράν. Καὶ τεχνάζων ὁ Πομπήιος ἀπῄτει τὸ τέλος, ὃ ἔναγχος ἐπὶ συμφορᾷ στρατηγῶν δύο Καίσαρος, Τιτυρίου τε καὶ Κόττα, Καίσαρι κεχρήκει. Ὁ δ' αὐτό, τιμήσας ἕκαστον ἄνδρα δραχμαῖς πεντήκοντα καὶ διακοσίαις, ἀπέπεμπεν ἐς Ῥώμην καὶ συνέπεμπεν ἄλλο παρ' ἑαυτοῦ. 30. Οὐδενὸς δὲ δεινοῦ περὶ Συρίαν φανέντος τάδε μὲν ἐχείμαζεν ἐν Καπύῃ· οἱ δ' ἐπ' αὐτὰ πεμφθέντες ὑπὸ τοῦ Πομπηίου πρὸς Καίσαρα ἄλλα τε πολλὰ δυσχερῆ κατὰ τοῦ Καίσαρος διεθρόουν καὶ ἰσχυρίζοντο τῷ Πομπηίῳ τὴν στρατιὰν Καίσαρος, τετρυμένην τε πόνῳ καὶ χρόνῳ καὶ τὰ οἴκοι ποθοῦσαν, μεταθήσεσθαι πρὸς αὐτόν, ὅτε τὰ Ἄλπεια διέλθοιεν. Καὶ οἱ μὲν οὕτως ἔλεγον, εἴθ' ὑπὸ ἀγνοίας εἴτε διεφθαρμένοι, Καίσαρι δ' ἔρρωτο πᾶς ἀνὴρ εἰς προθυμίαν καὶ πόνους ὑπό τε ἔθους τῶν στρατειῶν καὶ ὑπὸ κερδῶν, ὅσα πόλεμος τοῖς νικῶσιν ἐργάζεται καὶ ὅσα παρὰ Καίσαρος ἄλλα ἐλάμβανον· ἐδίδου γὰρ ἀφειδῶς, θεραπεύων εἰς ἃ ἐβούλευεν· οἱ δὲ καὶ αὐτοὶ συνιέντες αὐτῶν ὅμως ὑπέμενον. Ὁ δὲ Πομπήιος τοῖς ἠγγελμένοις πίσυνος οὔτε στρατιὰν οὔτε παρασκευὴν ὡς ἐς τοσοῦτον ἔργον ἤγειρεν. Ἡ βουλὴ δὲ γνώμην ἕκαστον ᾖτει· καὶ ὁ Κλαύδιος πανούργως διῄρει καὶ ἐπυνθάνετο αὐτῶν παρὰ μέρος, εἰ δοκεῖ Καίσαρι πέμπειν διαδόχους καὶ εἰ Πομπήιον τὴν ἀρχὴν ἀφαιρεῖσθαι. Οἱ δὲ τοῦτο μὲν ἀνένευον οἱ πλείους, Καίσαρι δ' ἐπεψήφιζον τοὺς διαδόχους. Ἐπανερομένου δὲ τοῦ Κουρίωνος, εἰ ἀμφοτέρους δοκεῖ τὰ ἐν χερσὶν ἀποθέσθαι, δύο μὲν καὶ εἴκοσιν ἀνδράσιν ἀπήρεσκε, τριακόσιοι δὲ καὶ ἑβδομήκοντα ἐς τὸ συμφέρον ἀπὸ τῆς ἔριδος ἐπὶ τὴν τοῦ Κουρίωνος γνώμην ἀπέκλινον, ὅτε δὴ καὶ ὁ Κλαύδιος τὴν βουλὴν διέλυσε βοῶν· « Νικᾶτε δεσπότην ἔχειν Καίσαρα. » 31. Λόγου δ' ἄφνω ψευδοῦς ἐμπεσόντος, ὅτι τὰς Ἄλπεις ὁ Καῖσαρ ὑπερελθὼν ἐπὶ τὴν πόλιν ἐλαύνοι, θόρυβός τε πολὺς ἦν καὶ φόβος ἁπάντων, καὶ ὁ Κλαύδιος εἰσηγεῖτο τὴν ἐν Καπύῃ στρατιὰν ἀπαντᾶν ὡς πολεμίῳ Καίσαρι. Ἐνισταμένου δὲ ὡς ἐπὶ ψευδέσι τοῦ Κουρίωνος εἶπεν· « Εἰ κωλύομαι ψήφῳ κοινῇ τὰ συμφέροντα διοικεῖν κατ' ἐμαυτὸν ὡς ὕπατος διοικήσω.» καὶ τάδε εἰπὼν ἐξέδραμε τῆς βουλῆς ἐς τὰ προάστεια μετὰ τοῦ συνάρχου ξίφος τε ὀρέγων τῷ Πομπηίῳ « Κελεύω σοι, ἔφη, κἀγὼ καὶ ὅδε χωρεῖν ἐπὶ Καίσαρα ὑπὲρ τῆς πατρίδος· καὶ στρατιὰν ἐς τοῦτό σοι δίδομεν, ἥ τε νῦν ἀμφὶ Καπύην ἢ τὴν ἄλλην Ἰταλίαν ἐστὶ καὶ ὅσην αὐτὸς ἐθέλοις ἄλλην καταλέγειν. » Ὁ δ' ὑπήκουε μὲν ὡς κελευόμενος πρὸς ὑπάτων, ἐπετίθει δ' ὅμως· « Εἰ μή τι κρεῖσσον », ἀπατῶν ἢ τεχνάζων καὶ τότε ἐς εὐπρέπειαν. Κουρίωνι δ' οὐκ ἦν μὲν ὑπὲρ τὴν πόλιν ἐξουσία τις (οὐδὲ γὰρ προϊέναι τῶν τειχῶν τοῖς δημάρχοις ἐφίεταἰ), ὠλοφύρετο δ' ἐν τῷ δήμῳ τὰ γιγνόμενα καὶ τοὺς ὑπάτους ἠξίου κηρύσσειν μηδένα πω καταλέγοντι πείθεσθαι Πομπηίῳ. Οὐδὲν δὲ ἀνύων, ἐπεί οἱ καὶ ὁ τῆς δημαρχίας χρόνος ἔληγε, δείσας ὑπὲρ ἑαυτοῦ καὶ ἀπογνοὺς ἔτι δύνασθαι βοηθεῖν τῷ Καίσαρι, κατὰ σπουδὴν ἐχώρει πρὸς αὐτόν. V. 32. Ὁ δ' ἄρτι τὸν ὠκεανὸν ἐκ Βρεττανῶν διεπεπλεύκει καὶ ἀπὸ Κελτῶν τῶν ἀμφὶ τὸν Ῥῆνον τὰ ὄρη τὰ Ἄλπεια διελθὼν σὺν πεντακισχιλίοις πεζοῖς καὶ ἱππεῦσι τριακοσίοις κατέβαινεν ἐπὶ Ῥαβέννης, ἣ συναφής τε ἦν τῇ Ἰταλίᾳ καὶ τῆς Καίσαρος ἀρχῆς τελευταία. Φιλοφρονησάμενος δὲ τὸν Κουρίωνα καὶ χάριν ὑπὲρ τῶν γεγονότων ὁμολογήσας ἐσκόπει περὶ τῶν παρόντων. Κουρίωνι μὲν δὴ συγκαλεῖν ἐδόκει τὸν στρατὸν ἅπαντα ἤδη καὶ ἄγειν ἐπὶ Ῥώμης, Καίσαρι δ' ἔτι πειρᾶσθαι διαλύσεων. Τοὺς οὖν φίλους ἐκέλευεν ὑπὲρ αὑτοῦ συμβῆναι, τὰ μὲν ἄλλα αὐτὸν ἔθνη καὶ στρατόπεδα ἀποθήσεσθαι, μόνα δ' ἕξειν δύο τέλη καὶ τὴν Ἰλλυρίδα μετὰ τῆς ἐντὸς Ἄλπεων Γαλατίας, ἕως ὕπατος ἀποδειχθείη. Καὶ Πομπηίῳ μὲν ἀρκεῖν ἐδόκει, κατακωλυόντων δὲ τῶν ὑπάτων ὁ Καῖσαρ ἐπέστελλε τῇ βουλῇ, καὶ τὴν ἐπιστολὴν ὁ Κουρίων, τρισὶν ἡμέραις τριακοσίους ἐπὶ δισχιλίοις σταδίους διαδραμών, ἐπέδωκε τοῖς νέοις ὑπάτοις ἐσιοῦσιν ἐς τὸ βουλευτήριον τῇ νουμηνίᾳ τοῦ ἔτους. Περιεῖχε δ' ἡ γραφὴ κατάλογόν τε σεμνὸν ὧν ἐξ ἀρχῆς ὁ Καῖσαρ ἐπεπράχει, καὶ πρόκλησιν, ὅτι θέλοι Πομπηίῳ συναποθέσθαι, ἄρχοντος δ' ἔτι ἐκείνου οὔτε ἀποθήσεσθαι καὶ τιμωρὸς αὐτίκα τῇ τε πατρίδι καὶ ἑαυτῷ κατὰ τάχος ἀφίξεσθαι. Ἐφ' ᾧ δὴ σφόδρα πάντες ἀνέκραγον, ὡς ἐπὶ πολέμου καταγγελίᾳ, διάδοχον εἶναι Λεύκιον Δομίτιον. Καὶ ὁ Δομίτιος εὐθὺς ἐξῄει μετὰ τετρακισχιλίων ἐκ καταλόγου. 33. Ἀντωνίου δὲ καὶ Κασσίου δημαρχούντοιν μετὰ Κουρίωνα καὶ τὴν Κουρίωνος γνώμην ἐπαινούντοιν, ἡ βουλὴ φιλονικότερον ἔτι τὴν Πομπηίου στρατιὰν φύλακα σφῶν ἡγοῦντο εἶναι, τὴν δὲ Καίσαρος πολεμίαν. Καὶ οἱ ὕπατοι, Μάρκελλός τε καὶ Λέντλος, ἐκέλευον τοῖς ἀμφὶ τὸν Ἀντώνιον ἐκστῆναι τοῦ συνεδρίου, μή τι καὶ δημαρχοῦντες ὅμως πάθοιεν ἀτοπώτερον. Ἔνθα δὴ μέγα βοήσας ὁ Ἀντώνιος ἀνά τε ἔδραμε τῆς ἕδρας σὺν ὀργῇ καὶ περὶ τῆς ἀρχῆς ἐπεθείαζεν αὐτοῖς, ὡς ἱερὰ καὶ ἄσυλος οὖσα ὑβρίζοιτο, καὶ περὶ σφῶν, ὅτι γνώμην ἐσφέροντες, ἣν δοκοῦσι συνοίσειν, ἐξαλαύνοιντο σὺν ὕβρει, μήτε τινὰ σφαγὴν μήτε μύσος ἐργασάμενοι. Ταῦτα δ' εἰπὼν ἐξέτρεχεν ὥσπερ ἔνθους, πολέμους καὶ σφαγὰς καὶ προγραφὰς καὶ φυγὰς καὶ δημεύσεις καὶ ὅσα ἄλλα αὐτοῖς ἔμελλεν ἔσεσθαι, προθεσπίζων ἀράς τε βαρείας τοῖς τούτων αἰτίοις ἐπαρώμενος. Συνεξέθεον δ' αὐτῷ Κουρίων τε καὶ Κάσσιος· καὶ γάρ τις ἤδη στρατὸς ἑωρᾶτο ἐκ Πομπηίου περιιστάμενος τὸ βουλευτήριον. Οἵδε μὲν δὴ τάχει πολλῷ πρὸς Καίσαρα, νυκτὸς αὐτίκα, λαθόντες ἐχώρουν ἐπὶ ὀχήματος μισθωτοῦ, θεραπόντων ἐσθῆτας ἐνδύντες. Καὶ αὐτοὺς ἔτι ὧδε ἔχοντας ὁ Καῖσαρ ἐπεδείκνυ τῷ στρατῷ καὶ ἠρέθιζε λέγων, ὅτι καὶ σφᾶς τοσάδε ἐργασαμένους ἡγοῦνται πολεμίους καὶ τοιούσδε ἄνδρας ὑπὲρ αὐτῶν τι φθεγξαμένους οὕτως ἐξελαύνουσιν αἰσχρῶς. 34. Ὁ μὲν δὴ πόλεμος ἑκατέρωθεν ἀνέῳκτο καὶ κεκήρυκτο ἤδη σαφῶς, ἡ δὲ βουλὴ νομίζουσα Καίσαρι τὸν στρατὸν ἀπὸ Κελτῶν σὺν χρόνῳ παρέσεσθαι καὶ οὔποτε αὐτὸν ὁρμήσειν ἐπὶ τηλικοῦτον ἔργον σὺν ὀλίγοις προσέτασσε Πομπηίῳ τρισκαίδεκα μυριάδας Ἰταλῶν ἀγείρειν, καὶ μάλιστα αὐτῶν τοὺς ἐστρατευμένους ὡς ἐμπειροπολέμους, ξενολογεῖν δὲ καὶ ἐκ τῶν περιοίκων ἐθνῶν ὅσα ἄλκιμα. Χρήματα δ' ἐς τὸν πόλεμον αὐτῷ τά τε κοινὰ πάντα αὐτίκα ἐψηφίζοντο καὶ τὰ ἰδιωτικὰ σφῶν ἐπὶ τοῖς κοινοῖς, εἰ δεήσειεν, εἶναι στρατιωτικά· ἔς τε τὰς πόλεις ἐφ ἕτερα περιέπεμπον σύν τε ὀργῇ καὶ φιλονικίᾳ, σπουδῆς οὐδὲν ἀπολείποντες ὀξυτάτης. Ὁ δὲ Καῖσαρ ἐπὶ μὲν τὸν ἑαυτοῦ στρατὸν περιεπεπόμφει, χαίρων δ' ἀεὶ ταχυεργίας τε ἐκπλήξει καὶ φόβῳ τόλμης μᾶλλον ἢ παρασκευῆς δυνάμει, μετὰ τῶν πεντακισχιλίων ἔγνω προεπιχειρεῖν τοσῷδε πολέμῳ καὶ φθάσαι τὰ εὔκαιρα τῆς Ἰταλίας. 35. Τοὺς οὖν λοχαγοὺς αὐτῶν σὺν ὀλίγοις τοῖς μάλιστα εὐτολμοτάτοις, εἰρηνικῶς ἐσταλμένοις, προύπεμπεν ἐσελθεῖν ἐς Ἀρίμινον καὶ τὴν πόλιν ἄφνω καταλαβεῖν· ἡ δ' ἐστὶν Ἰταλίας πρώτη μετὰ τὴν Γαλατίαν. Αὐτὸς δὲ περὶ ἑσπέραν, ὡς δὴ τὸ σῶμα ἐνοχλούμενος, ὑπεχώρησε τοῦ συμποσίου, τοὺς φίλους ἀπολιπὼν ἔτι ἑστιᾶσθαι καὶ ζεύγους ἐπιβὰς ἤλαυνεν ἐς τὸ Ἀρίμινον, ἑπομένων οἱ τῶν ἱππέων ἐκ διαστήματος. Δρόμῳ δ' ἐλθὼν ἐπὶ τὸν Ῥουβίκωνα ποταμόν, ὃς ὁρίζει τὴν Ἰταλίαν, ἔστη τοῦ δρόμου καὶ ἐς τὸ ῥεῦμα ἀφορῶν περιεφέρετο τῇ γνώμῃ, λογιζόμενος ἕκαστα τῶν ἐσομένων κακῶν, εἰ τόνδε τὸν ποταμὸν σὺν ὅπλοις περάσειε. Καὶ πρὸς τοὺς παρόντας εἶπεν ἀνενεγκών· « Ἡ μὲν ἐπίσχεσις, ὦ φίλοι, τῆσδε τῆς διαβάσεως ἐμοὶ κακῶν ἄρξει, ἡ δὲ διάβασις πᾶσιν ἀνθρώποις. » Καὶ εἰπὼν οἷά τις ἔνθους ἐπέρα σὺν ὁρμῇ, τὸ κοινὸν τόδε ἐπειπών· « Ὁ κύβος ἀνερρίφθω. » Δρόμῳ δ' ἐντεῦθεν ἐπιὼν Ἀρίμινόν τε αἱρεῖ περὶ ἕω καὶ ἐς τὸ πρόσθεν ἐχώρει, φρούρια τοῖς ἐπικαίροις ἐφιστὰς καὶ τὰ ἐν ποσὶν ἢ βίᾳ χειρούμενος ἢ φιλανθρωπίᾳ. Φυγαί τε καὶ μεταναστάσεις ἦσαν ἐκ πάντων χωρίων ὡς ἐν ἐκπλήξει καὶ δρόμος ἀσύντακτος μετ' οἰμωγῆς, τό τε ἀκριβὲς οὐκ εἰδότες καὶ τὸν Καίσαρα νομίζοντες μετ' ἀπείρου στρατοῦ κατὰ κράτος ἐλαύνειν. 36. Ὧν οἱ ὕπατοι πυνθανόμενοι τὸν Πομπήιον οὐκ εἴων ἐπὶ τῆς ἑαυτοῦ γνώμης ἐμπειροπολέμως εὐσταθεῖν, ἀλλ' ἐξώτρυνον ἐκπηδᾶν ἐς τὴν Ἰταλίαν καὶ στρατολογεῖν ὡς τῆς πόλεως καταληφθησομένης αὐτίκα. Ἥ τε ἄλλη βουλή, παρὰ δόξαν αὐτοῖς ὀξείας τῆς ἐσβολῆς τοῦ Καίσαρος γενομένης, ἐδεδοίκεσαν ἔτι ὄντες ἀπαράσκευοι καὶ σὺν ἐκπλήξει μετενόουν οὐ δεξάμενοι τὰς Καίσαρος προκλήσεις, τότε νομίζοντες εἶναι δικαίας, ὅτε σφᾶς ὁ φόβος ἐς τὸ εὔβουλον ἀπὸ τοῦ φιλονίκου μετέφερε. Τέρατά τε αὐτοῖς ἐπέπιπτε πολλὰ καὶ σημεῖα οὐράνια· αἷμά τε γὰρ ἔδοξεν ὁ θεὸς ὗσαι καὶ ξόανα ἱδρῶσαι καὶ κεραυνοὶ πεσεῖν ἐπὶ νεὼς πολλοὺς καὶ ἡμίονος τεκεῖν· ἄλλα τε πολλὰ δυσχερῆ προεσήμαινε τὴν ἐς ἀεὶ τῆς πολειτείας ἀναίρεσίν τε καὶ μεταβολήν. Εὐχαὶ δὲ ὡς ἐπὶ φοβεροῖς προυγράφοντο, καὶ ὁ δῆμος ἐν μνήμῃ τῶν Μαρίου καὶ Σύλλα κακῶν γιγνόμενος ἐκεκράγει Καίσαρα καὶ Πομπήιον ἀποθέσθαι τὰς δυναστείας ὡς ἐν τῷδε μόνῳ τοῦ πολέμου λυθησομένου, Κικέρων δὲ καὶ πέμπειν ἐς Καίσαρα διαλλακτάς. 37. Ἀντιπραττόντων δ' ἐς ἅπαντα τῶν ὑπάτων, Φαώνιος μὲν Πομπήιον ἐπισκώπτων τοῦ ποτὲ λεχθέντος ὑπ' αὐτοῦ, παρεκάλει τὴν γῆν πατάξαι τῷ ποδὶ καὶ τὰ στρατόπεδα ἐξ αὐτῆς ἀναγαγεῖν· « Ὁ δὲ ἕξετε, εἶπεν, ἂν ἐπακολουθῆτέ μοι καὶ μὴ δεινὸν ἡγῆσθε τὴν Ῥώμην ἀπολιπεῖν, καὶ εἰ τὴν Ἰταλίαν ἐπὶ τῇ Ῥώμῃ δεήσειεν. » Οὐ γὰρ τὰ χωρία καὶ τὰ οἰκήματα τὴν δύναμιν ἢ τὴν ἐλευθερίαν εἶναι τοῖς ἀνδράσιν, ἀλλὰ τοὺς ἄνδρας, ὅπῃ ποτ' ἂν ὦσιν, ἔχειν ταῦτα σὺν ἑαυτοῖς· ἀμυνομένους δ' ἀναλήψεσθαι καὶ τὰ οἰκήματα. Ὁ μὲν δὴ τοσάδε εἰπὼν καὶ ἀπειλήσας τοῖς ἐπιμένουσιν, εἰ φειδοῖ χωρίων ἢ κατασκευῆς ἀπολελείψονται τῶν ὑπὲρ τῆς πατρίδος ἀγώνων, ἐξῄει τῆς τε βουλῆς καὶ τῆς πόλεως αὐτίκα ἐς τὴν ἐν Καπύῃ στρατιάν, καὶ οἱ ὕπατοι συνείποντο αὐτῷ· τοὺς ἄλλους δ' ἀπορία τε ἐς πολὺ κατεῖχε, καὶ διενυκτέρευον ἐν τῷ βουλευτηρίῳ μετ' ἀλλήλων. Ἅμα δ' ἡμέρᾳ τὸ πλέον ὅμως ἐξῄει καὶ ἐδίωκε τὸν Πομπήιον. VI. 38. Ὁ δὲ Καῖσαρ ἐν Κορφινίῳ Λεύκιον Δομίτιον τὸν ἐπιπεμφθέντα οἱ τῆς ἀρχῆς εἶναι διάδοχον καταλαβών, οὐ πάντας ἀμφ' αὑτὸν ἔχοντα τοὺς τετρακισχιλίους, ἐπολιόρκει· καὶ οἱ τὸ Κορφίνιον οἰκοῦντες φεύγοντα τὸν Δομίτιον ἀμφὶ τὰς πύλας καταλαβόντες τῷ Καίσαρι προσήγαγον. Ὁ δὲ τὴν μὲν στρατιὰν αὐτοῦ προστιθεμένην οἱ προθύμως ἐδέχετο ἐς ἐρέθισμα τῶν ἄλλων, Δομίτιον δ' αὐτὸν ἀπαθῆ μετὰ τῶν ἑαυτοῦ χρημάτων μεθῆκεν ὅποι βούλοιτο ἀπιέναι, ἐλπίσας μὲν ἴσως διὰ τὴν εὐποιίαν παραμενεῖν, οὐ κωλύσας δ' ἐς Πομπήιον ἰόντα. Γιγνομένων δὲ τούτων οὕτως ὀξέως, ὁ Πομπήιος ἐς Νουκερίαν ἐκ Καπύης καὶ ἐκ Νουκερίας ἐς Βρεντέσιον ἠπείγετο, ὡς τὸν Ἰόνιον διαβαλῶν ἐς Ἤπειρον καὶ τοῦ πολέμου τὴν παρασκευὴν συστήσων ἐν αὐτῇ. Ἔθνεσί τε πᾶσι καὶ βασιλεῦσι καὶ πόλεσι καὶ στρατηγοῖς καὶ δυνάσταις ἔγραφε κατὰ σπουδήν, ὅ τι δύναιτο ἕκαστος, ἐς τὸν πόλεμον συμφέρειν. Καὶ τάδε μὲν ἀθρόως ἐγίνετο, ὁ δ' ἴδιος αὐτοῦ Πομπηίου στρατὸς ἦν ἐν Ἰβηρίᾳ καὶ παρασκευῆς εἶχεν ὡς ὁρμήσων, ὅπῃ ποτ' ἂν αἱ χρεῖαι καλῶσιν. 39. Αὐτὸς δ' ὁ Πομπήιος τῶν ἀμφ' αὑτὸν ἤδη τελῶν τὰ μὲν ἔδωκε τοῖς ὑπάτοις προαπάγειν ἐς Ἤπειρον ἐκ Βρεντεσίου, καὶ διέπλευσαν οἵδε αὐτίκα ἀσφαλῶς ἐς Δυρράχιον· ἣν Ἐπίδαμνόν τινες εἶναι νομίζουσι διὰ τοιάνδε ἄγνοιαν. Βασιλεὺς τῶν τῇδε βαρβάρων, Ἐπίδαμνος, πόλιν ᾤκισεν ἐπὶ θαλάσσης καὶ ἀφ' ἑαυτοῦ προσεῖπεν Ἐπίδαμνον. Τούτου θυγατριδοῦς Δύρραχος, νομιζόμενος εἶναι Ποσειδῶνος, ἐπίνειον ᾤκισε τῇ πόλει καὶ Δυρράχιον ὠνόμασε. Πολεμουμένῳ δ' ὑπὸ τῶν ἀδελφῶν τῷδε τῷ Δυρράχῳ συνεμάχησεν ὁ Ἡρακλῆς ἐπὶ μέρει τῆς γῆς, ἐξ Ἐρυθείας ἐπανιών· ὅθεν οἱ Δυρράχιοι τὸν Ἡρακλέα, ὡς μερίτην τῆς γῆς, οἰκιστὴν σφῶν τίθενται, οὐκ ἀρνούμενοι μὲν οὐδὲ τὸν Δύρραχον, φιλοτιμούμενοι δ' ὑπὲρ σφῶν ἐς τὸν Ἡρακλέα μᾶλλον ὡς ἐς θεόν. Φασὶ δ' ἐν τῇ μάχῃ τῇδε Δυρράχου παῖδα Ἰόνιον ὑφ' Ἡρακλέους ἐξ ἀγνοίας ἀποθανεῖν καὶ τὸν Ἡρακλέα τὸ σῶμα θάψαντα ἐμβαλεῖν ἐς τὸ πέλαγος, ἵνα ἐπώνυμον αὐτοῦ γένοιτο. Χρόνῳ δὲ τῆς τε χώρας καὶ πόλεως κατασχεῖν Βρίγας ἐκ Φρυγῶν ἐπανελθόντας καὶ Ταυλαντίους ἐπ' ἐκείνοις, Ἰλλυρικὸν ἔθνος, ἐπὶ δὲ τοῖς Ταυλαντίοις ἕτερον γένος Ἱλλυριῶν Λιβυρνούς, οἳ τὰ περίοικα νηυσὶ ταχείαις ἐληίζοντο· καὶ Λιβυρνίδας ἐντεῦθεν ἡγοῦνται Ῥωμαῖοι τὰς ναῦς τὰς ταχείας, ὧν ἄρα πρώτων ἐς πεῖραν ἦλθον. Οἱ δ' ἐκ τῶν Λιβυρνῶν ἐξελαθέντες ἀπὸ τοῦ Δυρραχίου Κερκυραίους ἐπαγόμενοι θαλασσοκρατοῦντας ἐξέβαλον τοὺς Λιβυρνούς· καὶ αὐτοῖς οἱ Κερκυραῖοι σφετέρους ἐγκατέμιξαν οἰκήτορας, ὄθεν Ἑλληνικὸν εἶναι δοκεῖ τὸ ἐπίνειον. Τὴν δ' ἐπίκλησιν ὡς οὐκ αἶσιον ἐναλλάξαντες οἱ Κερκυραῖοι καὶ τήνδε ἀπὸ τῆς ἄνω πόλεως Ἐπίδαμνον ἐκάλουν, καὶ Θουκυδίδης οὕτως ὠνόμαζεν· ἐκνικᾷ δ' ὅμως τὸ ὄνομα, καὶ Δυρράχιον κληίζεται.
40. Οἱ μὲν δὴ μετὰ τῶν ὑπάτων διεπεπλεύκεσαν ἐς τὸ
Δυρράχιον, ὁ δὲ Πομπήιος τὸν ὑπόλοιπον στρατὸν ἐς τὸ Βρεντέσιον
ἀγαγὼν τάς τε ναῦς ἀνέμενεν ἐπανελθεῖν, αἳ τοὺς ὑπάτους διέφερον,
καὶ τὸν Καίσαρα ἐπελθόντα ἀπὸ τῶν τειχῶν ἠμύνετο τήν τε πόλιν
διετάφρευε, μέχρι καταπλεύσαντος αὐτῷ τοῦ στόλου περὶ δείλην ἑσπέραν
ἀπέπλευσε, τοὺς εὐτολμοτάτους ἐπὶ τῶν τειχῶν ὑπολιπών· οἳ καὶ αὐτοὶ
νυκτὸς ἐρχομένης ἐξέπλεον οὐρίῳ πνεύματι. 41. Καὶ Κάτων μὲν τοσόνδε ἀποκρινάμενος, ὅτι φειδοῖ τῶν ὑπηκόων οὐκ ἐνταῦθα αὐτὸν ἀμυνεῖται, διέπλευσεν ἐς Κέρκυραν καὶ ἐκ Κερκύρας ἐς Πομπήιον· ὁ δὲ Καῖσαρ ἐς Ῥώμην ἐπειχθεὶς τόν τε δῆμον, ἐκ μνήμης τῶν ἐπὶ Σύλλα καὶ Μαρίου κακῶν πεφρικότα, ἐλπίσι καὶ ὑποσχέσεσι πολλαῖς ἀνελάμβανε καὶ τοῖς ἐχθροῖς ἐνσημαινόμενος φιλανθρωπίαν εἶπεν, ὅτι καὶ Λεύκιον Δομίτιον ἑλὼν ἀπαθῆ μεθείη μετὰ τῶν χρημάτων· τὰ δὲ κλεῖθρα τῶν δημοσίων ταμιείων ἐξέκοπτε καὶ τῶν δημάρχων ἑνὶ Μετέλλῳ κωλύοντι θάνατον ἠπείλει. Τῶν τε ἀψαύστων ἐκίνει χρημάτων, ἅ φασιν ἐπὶ Κελτοῖς πάλαι σὺν ἀρᾷ δημοσίᾳ τεθῆναι, μὴ σαλεύειν ἐς μηδέν, εἰ μὴ Κελτικὸς πόλεμος ἐπίοι. Ὁ δὲ ἔφη Κελτοὺς αὐτὸς ἐς τὸ ἀσφαλέστατον ἑλὼν λελυκέναι τῇ πόλει τὴν ἀράν. Λέπιδον δὲ Αἰμίλιον ἐφίστη τῇ πόλει καὶ τὸν δήμαρχον Μᾶρκον Ἀντώνιον τῇ Ἰταλίᾳ καὶ τῷ περὶ αὐτὴν στρατῷ. Ἔς τε τὰ ἔξω Κουρίωνα μὲν ἀντὶ Κάτωνος ἡρεῖτο ἡγεῖσθαι Σικελίας, Κόιντον δὲ Σαρδοῦς, καὶ ἐς τὴν Ἰλλυρίδα Γάιον Ἀντώνιον ἔπεμπε καὶ τὴν ἐντὸς Ἄλπεων Γαλατίαν ἐπέτρεπε Λικινίῳ Κράσσῳ. Ἐκέλευσε δὲ καὶ νεῶν στόλους δύο γίγνεσθαι κατὰ σπουδήν, ἀμφί τε τὸν Ἰόνιον καὶ περὶ τὴν Τυρρηνίαν· καὶ ναυάρχους αὐτοῖς ἔτι γιγνομένοις ἐπέστησεν Ὁρτήσιόν τε καὶ Δολοβέλλαν. 42. Οὕτω κρατυνάμενος ὁ Καῖσαρ ἄβατον Πομπηίῳ γενέσθαι τὴν Ἰταλίαν ἐς Ἰβηρίαν ᾖει, ἔνθα Πετρηίῳ καὶ Ἀφρανίῳ τοῖς Πομπηίου στρατηγοῖς συμβαλὼν ἧττον αὐτῶν ἐφέρετο τά γε πρῶτα, μετὰ δὲ ἀγχωμάλως ἀλλήλοις ἐπολέμουν ἀμφὶ πόλιν Ἰλέρτην. Καὶ στρατοπεδεύων ὁ Καῖσαρ ἐπὶ κρημνῶν ἐσιτολόγει διὰ γεφύρας τοῦ Σικόριος ποταμοῦ. Χειμάρρου δ' ἄφνω τὴν γέφυραν καταβαλόντος, ἀνδρῶν τε πλῆθος ἀποληφθὲν ἐν τῇ περαίᾳ διέφθειραν οἱ περὶ τὸν Πετρήιον, καὶ ὁ Καῖσαρ αὐτὸς ἐμόχθει μετὰ τοῦ ἄλλου στρατοῦ πάνυ καρτερῶς ὑπό τε δυσχωρίας καὶ ὑπὸ λιμοῦ καὶ χειμῶνος ἤδη καὶ πολεμίων· οὐδέν τε ἀλλ' ἢ πολιορκίας ἔργον ἦν, μέχρι θέρους ἐπελθόντος ὁ μὲν Ἀφράνιος καὶ ὁ Πετρήιος ἐς τὴν ἐντὸς Ἰβηρίαν ἐχώρουν ἕτερον στρατὸν ἀθροίσοντες. Καὶ ὁ Καῖσαρ ἀεὶ προλαμβάνων διετάφρευε τὰς παρόδους καὶ ἐκώλυεν ἐς τὸ πρόσθεν ἰέναι καί τι καὶ μέρος αὐτῶν, προπεμπόμενον ἐς στρατοπέδου κατάληψιν, ἐκυκλώσατο. Οἱ δὲ ἐπέθεσαν ταῖς κεφαλαῖς τὰς ἀσπίδας, ὅπερ ἐστὶ σύμβολον ἑαυτοὺς παραδιδόντων. Καὶ ὁ Καῖσαρ οὔτε συνέλαβεν οὔτε κατηκόντισεν, ἀλλὰ μεθῆκεν ἀπαθεῖς ἐς τοὺς περὶ τὸν Ἀφράνιον ἀπιέναι, δημοκοπῶν ἐς τοὺς πολεμίους πανταχοῦ. Ὅθεν ἐν ταῖς στρατοπεδείαις ἐπιμιξίαι τε εἰς ἀλλήλους ἐγίγνοντο συνεχεῖς καὶ λόγοι περὶ συμβάσεων κατὰ τὸ πλῆθος. 43. Ἤδη δὲ καὶ τῶν ἡγεμόνων Ἀφρανίῳ μὲν καὶ ἑτέροις ἐδόκει τῆς Ἰβηρίας ἐκστῆναι Καίσαρι καὶ ἀπαθεῖς ἐς Πομπήιον ἀπιέναι, Πετρήιος δὲ ἀντέλεγε καὶ περιθέων ἀνὰ τὸ στρατόπεδον ἔκτεινεν, ὅσους εὑρίσκοι κατὰ τὴν ἐπιμιξίαν τῶν Καίσαρος, τῶν τε ἰδίων ἡγεμόνων ἐνιστάμενόν τινα αὐτοχειρὶ διεχρήσατο· ἐξ ὧν ἔτι μᾶλλον ἀχθόμενοι τῷ σκυθρωπῷ τοῦ Πετρηίου, ἐς τὸ φιλάνθρωπον τοῦ Καίσαρος ἐτρέποντο ταῖς γνώμαις. Ἐπεὶ δέ που καὶ τὴν ὑδρείαν αὐτῶν προύλαβεν ὁ Καῖσαρ, ἐν ἀμηχάνῳ γενόμενος ὁ Πετρήιος ἐς λόγους τῷ Καίσαρι συνῄει μετὰ Ἀφρανίου, ἐφορώντων αὐτοὺς τῶν στρατῶν ἑκατέρωθεν. Καὶ συνέβησαν ὁ μὲν ἐκστῆναι τῆς Ἰβηρίας τῷ Καίσαρι, ὁ δὲ Καῖσαρ αὐτοὺς ἀπαθεῖς ἐπὶ τὸν Οὐᾶρον ποταμὸν διαγαγεῖν καὶ ἀπὸ τοῦδε χωροῦντας ἐς Πομπήιον ἐᾶν. Γενόμενος δ' ὁ Καῖσαρ ἐπὶ τοῦδε τοῦ ποταμοῦ συνήγαγεν αὐτῶν ἐς ἐπήκοον, ὅσοι ἦσαν ἔκ τε Ῥώμης καὶ Ἰταλίας, καὶ ἐδημηγόρησεν ὧδε· « Ὑμῶν, ὦ πολέμιοι ιτῷδε γὰρ ἔτι τῷ ῥήματι χρώμενος ἐναργεστέραν ὑμῖν τὴν ἐμαυτοῦ γνώμην ποιήσὠ, οὔτε τοὺς προπεμφθέντας ἐς τὴν κατάληψιν τοῦ στρατοπέδου, οἳ σφᾶς ἐμοὶ παρέδοσαν, διέφθειρα οὔτε τὸν ἄλλον ὑμῶν στρατόν, λαβὼν τὰ ὑδρεύματα, Πετρηίου ἐκ τῶν ἐμῶν τοὺς ὑπὲρ τὸν Σίκοριν ποταμὸν ἀποληφθέντας προανελόντος. Εἰ δή τις ἔστι μοι παρ' ὑμῶν ὑπὲρ τούτων χάρις, φράζετε αὐτὰ τοῖς Πομπηίου στρατιώταις ἅπασι. » Τοσάδε εἰπὼν τοὺς μὲν ἀπέλυεν ἀπαθεῖς, αὐτὸς δὲ τῆς Ἰβηρίας ἀπέφαινεν ἡγεῖσθαι Κάσσιον Κόιντον. VII. 44. Καὶ τάδε μὲν ἦν ἀμφὶ τὸν Καίσαρα· Λιβύης δὲ Οὐᾶρος Ἄττιος ἐστρατήγει τῷ Πομπηίῳ, καὶ Ἰόβας ὁ τῶν Μαυρουσίων Νομάδων βασιλεὺς τῷ Οὐάρῳ συνεμάχει, Κουρίων δ' ὑπὲρ Καίσαρος αὐτοῖς ἐκ Σικελίας ἐπέπλει δύο τέλεσι στρατοῦ καὶ ναυσὶ δυώδεκα μακραῖς καὶ ὁλκάσι πολλαῖς. Ἰτύκῃ δὲ προσσχὼν ἐν μέν τινι βραχείᾳ περὶ αὐτὴν ἱππομαχίᾳ τρέπεταί τινας τῶν Νομάδων ἱππέας καὶ ὑπὸ τῆς στρατιᾶς ἐν τοῖς ὅπλοις ἔτι οὔσης αὐτοκράτωρ ὑπέστη προσαγορευθῆναι. Ἔστι δὲ τιμὴ τοῖς στρατηγοῖς τόδε τὸ προσαγόρευμα παρὰ τῶν στρατῶν, καθάπερ αὐτοῖς ἐπιμαρτυρούντων ἀξίως σφῶν αὐτοκράτορας εἶναι· καὶ τήνδε τὴν τιμὴν οἱ στρατηγοὶ πάλαι μὲν ἐπὶ πᾶσι τοῖς μεγίστοις ἔργοις προσίεντο, νῦν δ' ὅρον εἶναι τῇδε τῇ εὐφημίᾳ πυνθάνομαι τὸ μυρίους πεσεῖν. Ἔτι δὲ τοῦ Κουρίωνος ἐπὶ πλέοντος ἐκ Σικελίας, οἱ ἐν τῇ Λιβύῃ. Νομίσαντες αὐτὸν διὰ δοξοκοπίαν ἀμφὶ τὸν χάρακα τὸν Σκιπίωνος κατὰ δόξαν τῆς ἐκείνου μεγαλουργίας στρατοπεδεύσειν, τὸ ὕδωρ ἐφάρμαξαν. Καὶ ἐλπίδος οὐ διήμαρτον· ὅ τε γὰρ Κουρίων ἐστάθμευσεν ἐνταῦθα, καὶ ὁ στρατὸς εὐθὺς ἐνόσει, πιοῦσί τε τὸ βλέμμα ἀμαυρὸν ἦν ὥσπερ ἐν ὁμίχλῃ, καὶ ὕπνος ἐπεγίγνετο σὺν κάρῳ, μετὰ δ' αὐτὸν ἔμετοι τροφῆς ποικίλοι καὶ σπασμὸς ὅλου τοῦ σώματος. Ὧν δὴ χάριν ὁ Κουρίων παρ' αὐτὴν Ἰτύκην μετεστρατοπέδευε, δι' ἕλους ἰσχυροῦ τε καὶ μακροῦ τὸν στρατόν, ἀσθενῆ διὰ τὴν ἀρρωστίαν γεγονότα, ἄγων. Ὡς δέ σφισιν ἡ νίκη Καίσαρος ἡ περὶ τὴν Ἰβηρίαν ἀπηγγέλθη, ἀνεθάρρησάν τε καὶ παρετάξαντο παρὰ τὴν θάλασσαν ἐν βραχεῖ χωρίῳ. Μάχης δὲ καρτερᾶς γενομένης Κουρίωνος μὲν εἷς ἀνὴρ ἔπεσεν, Οὐάρου δὲ ἑξακόσιοι, καὶ κατετρώθησαν ἔτι πλείονες. 45. Ἰόβα δ' ἐπιόντος δόξα ψευδὴς προεπήδησεν, ἀμφὶ τὸν Βαγράδαν ποταμὸν οὐ πολὺ διεστῶτα ὑπεστροφέναι τὸν Ἰόβαν, πορθουμένης αὐτῷ τῆς ἀρχῆς ὑπὸ τῶν γειτόνων, Σαβούρραν στρατηγὸν σὺν ὀλίγοις ἐπὶ τοῦ ποταμοῦ καταλιπόντα. Καὶ τῷδε τῷ λόγῳ πίσυνος ὁ Κουρίων θέρους θερμοῦ περὶ τρίτην ὥραν ἡμέρας ἦγε τὸ κράτιστον τῆς στρατιᾶς ἐπὶ τὸν Σαβούρραν, ὁδὸν ψαμμώδη καὶ ἄνυδρον· εἰ γάρ τι καὶ νᾶμα χειμέριον ἦν, ἐξήραντο ὑπὸ τῆς φλογὸς τοῦ ἡλίου, καὶ ὁ ποταμὸς ὑπό τε Σαβούρρα καὶ ὑπ' αὐτοῦ παρόντος κατείχετο τοῦ βασιλέως. Σφαλεὶς οὖν τῆς ἐλπίδος ὁ Κουρίων ἐς λόφους ἀνέδραμεν ὑπό τε καμάτου καὶ πνίγους καὶ δίψης ἐνοχλούμενος. Ὡς δὲ αὐτὸν κατεῖδον οὕτως ἔχοντα οἱ πολέμιοι, τὸν ποταμὸν ἐπέρων ἐς μάχην ἐσκευασμένοι· καὶ ὁ Κουρίων κατέβαινεν ἀφρόνως μάλα καὶ καταφρονητικῶς, ἀσθενῆ τὸν στρατὸν ἄγων. Κυκλωσαμένων δ' αὐτὸν τῶν Νομάδων ἱππέων ἐπὶ μέν τινα χρόνον ὑπεχώρει καὶ ἐς βραχὺ συνεστέλλετο, ἐνοχλούμενος δὲ ἀνέφευγεν αὖθις ἐς τοὺς λόφους. Ἀσίνιος μὲν δὴ Πολλίων ἀρχομένου τοῦ κακοῦ διέφυγεν ἐπὶ τὸ ἐν Ἰτύκῃ στρατόπεδον σὺν ὀλίγοις, μή τις ἐξ Οὐάρου γένοιτο πρὸς τὴν δόξαν τῆς ἐνταῦθα κακοπραγίας ἐπίθεσις· Κουρίων δὲ φιλοκινδύνως μαχόμενος σὺν ἅπασι τοῖς παροῦσιν ἔπεσεν, ὡς ἐπὶ τῷ Πολλίωνι μηδένα ἄλλον ἐπανελθεῖν ἐς Ἰτύκην. 46. Τοιοῦτο μὲν δὴ τὸ τέλος τῆς ἀμφὶ τὸν Βαγράδαν ποταμὸν μάχης ἐγένετο, καὶ ἡ κεφαλὴ τοῦ Κουρίωνος ἀποτμηθεῖσα ἐς Ἰόβαν ἐφέρετο· ἐν δὲ τῷ περὶ τὴν Ἰτύκην στρατοπέδῳ τοῦ κακοῦ φανεροῦ γενομένου, Φλάμμας μὲν ὁ ναύαρχος αὐτίκα ἔφευγεν αὐτῷ στόλῳ, πρίν τινα τῶν ἐπὶ τῆς γῆς ἀναλαβεῖν, Ἀσίνιος δ' ἐς τοὺς παρορμοῦντας ἐμπόρους ἀκατίῳ διαπλεύσας ἐδεῖτο αὐτῶν ἐπιπλεῦσαί τε καὶ τὸν στρατὸν ἀναλαβεῖν. Καί τινες ἐς τοῦτο νυκτὸς ἐπέπλευσαν, ἀθρόων δ' ἐσβαινόντων ἐκείνων τά τε σκάφη κατεδύετο, καὶ τῶν ἀναχθέντων οἱ ἔμποροι τοὺς πολλοὺς χρήματα φέροντας ἕνεκα τῶν χρημάτων ἐς τὴν θάλασσαν ἐρρίπτουν. Καὶ τάδε μὲν ἦν ἀμφὶ τοὺς ἀναχθέντας, ἕτερα δ' ἐν τῇ γῇ, νυκτὸς ἔτι, περὶ τοὺς ὑπολειφθέντας ἐγίγνετο ὅμοια. Καὶ μεθ' ἡμέραν οἱ μὲν τῷ Οὐάρῳ σφᾶς παρέδοσαν, ὁ δὲ Ἰόβας ἐπελθὼν περιέστησεν αὐτοὺς περὶ τὸ τεῖχος καὶ ὡς λείψανα τῆς ἑαυτοῦ νίκης κατηκόντισεν, οὐδέν τι φροντίσας οὐδὲ Οὐάρου παρακαλοῦντος. Οὕτω μὲν δὴ τὰ σὺν Κουρίωνι ἐς Αιβύην ἐπιπλεύσαντα Ῥωμαίων δύο τέλη διώλετο ἅπαντα καὶ ὅσοι μετ' αὐτῶν ἦσαν ἱππέες τε καὶ ψιλοὶ καὶ ὑπηρέται τοῦ στρατοῦ· Ἰόβας δ' ἐς τὰ οἰκεῖα ἀνέστρεφε, μέγιστον ἔργον τόδε Πομπηίῳ καταλογιζόμενος. 47. Καὶ τῶν αὐτῶν ἡμερῶν Ἀντώνιός τε περὶ τὴν Ἰλλυρίδα ἡττᾶτο ὑπὸ Ὀκταουίου κατὰ Δολοβέλλα Πομπηίῳ στρατηγοῦντος, καὶ στρατιὰ Καίσαρος ἄλλη περὶ Πλακεντίαν στασιάσασα τῶν ἀρχόντων κατεβόησεν, ὡς ἔν τε τῇ στρατείᾳ βραδύνοντες καὶ τὰς πέντε μνᾶς οὐ λαβόντες, ἥν τινα δωρεὰν αὐτοῖς ὁ Καῖσαρ ἔτι περὶ Βρεντέσιον ὑπέσχητο. Ὧν ὁ Καῖσαρ πυθόμενος ἐκ Μασσαλίας ἐς Πλακεντίαν ἠπείγετο συντόμως καὶ ἐς ἔτι στασιάζοντας ἐπελθὼν ἔλεγεν ὧδε· « Τάχει μὲν ὅσῳ περὶ ἕκαστα χρῶμαι, σύνιστέ μοι· βραδύνει δ' ὁ πόλεμος οὐ δι' ἡμᾶς, ἀλλὰ διὰ τοὺς πολεμίους ὑποφεύγοντας ἡμᾶς. Ὑμεῖς δ' ἔν τε Γαλατίᾳ πολλὰ τῆς ἐμῆς ἀρχῆς ὀνάμενοι καὶ ἐς τόνδε τὸν πόλεμον ὅλον, οὐκ ἐς μέρος αὐτοῦ μοι συνομόσαντες ἐν μέσοις ἔργοις ἡμᾶς ἀπολείπετε καὶ τοῖς ἄρχουσιν ἐπανίστασθε καὶ προστάττειν ἀξιοῦτε, παρ' ὧν χρὴ προστάγματα λαμβάνειν. Μαρτυράμενος οὖν ἐμαυτὸν τῆς ἐς ὑμᾶς μέχρι δεῦρο φιλοτιμίας χρήσομαι τῷ πατρίῳ νόμῳ καὶ τοῦ ἐνάτου τέλους, ἐπειδὴ μάλιστα τῆς στάσεως κατῆρξε, τὸ δέκατον διακληρώσω θανεῖν. » Θρήνου δὲ ἀθρόως ἐξ ἅπαντος τοῦ τέλους γενομένου, οἱ μὲν ἄρχοντες αὐτοῦ προσπεσόντες ἱκέτευον, ὁ δὲ Καῖσαρ μόλις τε καὶ κατ' ὀλίγον ἐνδιδοὺς ἐς τοσοῦτον ὅμως ὑφῆκεν, ὡς ἑκατὸν καὶ εἴκοσι μόνους, οἳ κατάρξαι μάλιστα ἐδόκουν, διακληρῶσαι καὶ δυώδεκα αὐτῶν τοὺς λαχόντας ἀνελεῖν. Τῶν δὲ δυώδεκα τῶνδε ἐφάνη τις οὐδ' ἐπιδημῶν, ὅτε ἡ στάσις ἐγίγνετο· καὶ ὁ Καῖσαρ τὸν ἐμφήναντα λοχαγὸν ἔκτεινεν ἀντ' αὐτοῦ. 48. Ἡ μὲν δὴ περὶ Πλακεντίαν στάσις οὕτως ἐλέλυτο, ὁ δὲ Καῖσαρ ἐς Ῥώμην παρῆλθε, καὶ αὐτὸν ὁ δῆμος πεφρικὼς ἡἡρεῖτο δικτάτορα, οὔτε τι τῆς βουλῆς ψηφιζομένης οὔτε προχειροτονοῦντος ἄρχοντος. Ὁ δέ, εἴτε παραιτησάμενος τὴν ἀρχὴν ὡς ἐπίφθονον εἴτε οὐ χρῄζων, ἄρξας ἐπὶ ἕνδεκα μόνας ἡμέρας ςὧδε γάρ τισι δοκεῖῖ ὑπάτους ἐς τὸ μέλλον ἀπέφηνεν ἑαυτόν τε καὶ Πούπλιον Ἰσαυρικόν. Ἡγεμόνας τε ἐς τὰ ἔθνη περιέπεμπεν ἢ ἐνήλλαττεν, ἐφ' ἑαυτοῦ καταλέγων. Ἐς μὲν Ἰβηρίαν Μᾶρκον Λέπιδον, ἐς δὲ Σικελίαν Αὖλον Ἀλβῖνον, ἐς δὲ Σαρδὼ Σέξστον Πεδουκαῖον, ἐς δὲ τ |