ALLER A LA TABLE DES MATIERES DE PLUTARQUE
PLUTARQUE
OEUVRES MORALES
ΠΩΣ ΑΝ ΤΙΣ ΥΠ´ ΕΧΘΡΩΝ ΩΦΕΛΟΙΤΟ Pour avoir la traduction française d'un paragraphe, cliquer sur le paragraphe.
[86b] Ὁρῶ μὲν ὅτι τὸν πραότατον, ὦ Κορνήλιε Ποῦλχερ, πολιτείας ᾕρησαι τρόπον, ἐν ᾧ μάλιστα τοῖς κοινοῖς ὠφέλιμος ὢν ἀλυπότατον ἰδίᾳ τοῖς ἐντυγχάνουσι [86c] παρέχεις σεαυτόν. Ἐπεὶ δὲ χώραν μὲν ἄθηρον ὥσπερ ἱστοροῦσι τὴν Κρήτην εὑρεῖν ἔστι, πολιτεία δὲ μήτε φθόνον ἐνηνοχυῖα μήτε ζῆλον ἢ φιλονεικίαν, ἔχθρας γονιμώτατα πάθη, μέχρι νῦν οὐ γέγονεν (ἀλλ´ εἰ μηδὲν ἄλλο, ταῖς ἔχθραις αἱ φιλίαι συμπλέκουσιν ἡμᾶς· ὃ καὶ Χίλων ὁ σοφὸς νοήσας τὸν εἰπόντα μηδένα ἔχειν ἐχθρὸν ἠρώτησεν εἰ μηδὲ φίλον ἔχει), δοκεῖ μοι τά τ´ ἄλλα περὶ ἐχθρῶν τῷ πολιτικῷ διεσκέφθαι προσήκειν καὶ τοῦ Ξενοφῶντος ἀκηκοέναι μὴ παρέργως εἰπόντος ὅτι τοῦ νοῦν ἔχοντός ἐστι καὶ « Ἀπὸ τῶν ἐχθρῶν ὠφελεῖσθαι. » Ἅπερ οὖν εἰς τοῦτο πρῴην εἰπεῖν μοι παρέστη, συναγαγὼν ὁμοῦ τι τοῖς αὐτοῖς ὀνόμασιν ἀπέσταλκά σοι, φεισάμενος ὡς ἐνῆν μάλιστα τῶν ἐν τοῖς Πολιτικοῖς Παραγγέλμασι γεγραμμένων, [86d] ἐπεὶ κἀκεῖνο τὸ βιβλίον ὁρῶ σε πρόχειρον ἔχοντα πολλάκις. Ἐξήρκει τοῖς παλαιοῖς ὑπὸ τῶν ἀλλοφύλων καὶ ἀγρίων ζῴων μὴ ἀδικεῖσθαι, καὶ τοῦτο τῶν πρὸς τὰ θηρία τέλος ἦν ἀγώνων ἐκείνοις· οἱ δ´ ὕστερον ἤδη χρῆσθαι μαθόντες αὐτοῖς καὶ ὠφελοῦνται σαρξὶ τρεφόμενοι καὶ θριξὶν ἀμφιεννύμενοι καὶ χολαῖς καὶ πυτίαις ἰατρευόμενοι καὶ δέρμασιν ὁπλίζοντες ἑαυτούς, ὥστ´ ἄξιον εἶναι δεδιέναι μὴ τῶν θηρίων ἐπιλιπόντων τῷ ἀνθρώπῳ θηριώδης ὁ βίος αὐτοῦ γένηται καὶ ἄπορος καὶ ἀνήμερος. Ἐπεὶ τοίνυν τοῖς μὲν ἄλλοις ἱκανόν ἐστι τὸ μὴ πάσχειν [86e] ὑπὸ τῶν ἐχθρῶν κακῶς, τοὺς δὲ νοῦν ἔχοντας ὁ Ξενοφῶν καὶ ὠφελεῖσθαί φησιν ἀπὸ τῶν διαφερομένων, ἀπιστεῖν μὲν οὐ χρή, ζητεῖν δὲ μέθοδον καὶ τέχνην δι´ ἧς τοῦτο περιέσται τὸ καλὸν οἷς χωρὶς ἐχθροῦ ζῆν ἀδύνατόν ἐστιν. Οὐ δύναται πᾶν ἐξημερῶσαι δένδρον ὁ γεωργὸς οὐδὲ πᾶν τιθασεῦσαι θηρίον ὁ κυνηγός· ἐζήτησαν οὖν καθ´ ἑτέρας χρείας ὁ μὲν ἐκ τῶν ἀκάρπων ὁ δ´ ἀπὸ τῶν ἀγρίων ὠφελεῖσθαι. Τῆς θαλάττης τὸ ὕδωρ ἄποτόν ἐστι καὶ πονηρόν, ἀλλ´ ἰχθῦς τρέφει καὶ πόμπιμόν ἐστι πάντῃ καὶ πορεύσιμον ὄχημα τοῖς κομιζομένοις· τοῦ δὲ σατύρου τὸ πῦρ, [86f] ὡς πρῶτον ὤφθη, βουλομένου φιλῆσαι καὶ περιβαλεῖν, ὁ Προμηθεύς Τράγος γένειον ἆρα πενθήσεις σύ γε· καὶ γὰρ κάει τὸν ἁψάμενον, ἀλλὰ φῶς παρέχει καὶ θερμότητα καὶ τέχνης ἁπάσης ὄργανόν ἐστι τοῖς χρῆσθαι μαθοῦσι. Σκόπει δὴ καὶ τὸν ἐχθρόν, εἰ βλαβερὸς ὢν τἄλλα καὶ δυσμεταχείριστος, ἁμωσγέπως ἁφὴν ἐνδίδωσιν αὑτοῦ καὶ χρῆσιν οἰκείαν [87a] καὶ ὠφέλιμός ἐστι. Καὶ τῶν πραγμάτων ἄφιλα πολλὰ καὶ ἀπεχθῆ καὶ ἀντίπαλα τοῖς ἐντυγχάνουσιν· ἀλλ´ ὁρᾷς ὅτι καὶ νόσοις ἔνιοι σώματος εἰς ἀπραγμοσύνην ἐχρήσαντο, καὶ πόνοι πολλοῖς προσπεσόντες ἔρρωσαν καὶ ἤσκησαν. Ἔνιοι δὲ καὶ πατρίδος στέρησιν καὶ χρημάτων ἀποβολὴν ἐφόδιον σχολῆς ἐποιήσαντο καὶ φιλοσοφίας, ὡς Διογένης καὶ Κράτης· Ζήνων δέ, τῆς ναυκληρίας αὐτῷ συντριβείσης, πυθόμενος εἶπεν, « Εὖ γ´, ὦ τύχη, ποιεῖς, εἰς τὸν τρίβωνα συνελαύνουσα ἡμᾶς. » Ὥσπερ γὰρ τὰ ῥωμαλεώτατα τοὺς στομάχους καὶ ὑγιεινότατα τῶν ζῴων ὄφεις ἐσθίοντα καταπέττει [87b] καὶ σκορπίους, ἔστι δ´ ἃ καὶ λίθοις καὶ ὀστράκοις τρέφεται (μεταβάλλουσι δὲ δι´ εὐτονίαν καὶ θερμότητα πνεύματος), οἱ δὲ σικχοὶ καὶ νοσώδεις ἄρτον καὶ οἶνον προσφερόμενοι ναυτιῶσιν, οὕτως οἱ μὲν ἀνόητοι καὶ τὰς φιλίας διαφθείρουσιν, οἱ δὲ φρόνιμοι καὶ ταῖς ἔχθραις ἐμμελῶς χρῆσθαι δύνανται. Πρῶτον μὲν οὖν δοκεῖ μοι τῆς ἔχθρας τὸ βλαβερώτατον ὠφελιμώτατον ἂν γενέσθαι τοῖς προσέχουσιν. Τί δὲ τοῦτ´ ἐστίν; Ἐφεδρεύει σου τοῖς πράγμασιν ἐγρηγορὼς ὁ ἐχθρὸς ἀεὶ καὶ λαβὴν ζητῶν πανταχόθεν περιοδεύει τὸν βίον, οὐ διὰ δρυὸς μόνον ὁρῶν ὡς ὁ Λυγκεὺς οὐδὲ διὰ λίθων [87c] καὶ ὀστράκων, ἀλλὰ καὶ διὰ φίλου καὶ οἰκέτου καὶ διὰ συνήθους παντὸς ὡς ἀνυστόν ἐστι φωρῶν τὰ πραττόμενα καὶ τὰ βουλευόμενα διορύττων καὶ διερευνώμενος. Οἱ μὲν γὰρ φίλοι καὶ νοσοῦντες ἡμᾶς πολλάκις καὶ ἀποθνῄσκοντες λανθάνουσιν ἀμελοῦντας καὶ ὀλιγωροῦντας, τῶν δ´ ἐχθρῶν μονονουχὶ καὶ τοὺς ὀνείρους πολυπραγμονοῦμεν· νόσοι δὲ καὶ δανεισμοὶ καὶ διαφοραὶ πρὸς γυναῖκας αὐτοὺς ἐκείνους μᾶλλον ἢ τὸν ἐχθρὸν λανθάνουσι. Μάλιστα δὲ τῶν ἁμαρτιῶν ἔχεται καὶ ταύτας ἐξιχνεύει. Καὶ καθάπερ οἱ γῦπες ἐπὶ τὰς ὀσμὰς [87d] τῶν διεφθορότων σωμάτων φέρονται, τῶν δὲ καθαρῶν καὶ ὑγιαινόντων αἴσθησιν οὐκ ἔχουσιν, οὕτω τὰ νοσοῦντα τοῦ βίου καὶ φαῦλα καὶ πεπονθότα κινεῖ τὸν ἐχθρόν, καὶ πρὸς ταῦθ´ οἱ μισοῦντες ᾄττουσι καὶ τούτων ἅπτονται καὶ σπαράττουσι. Τοῦτο οὖν ὠφέλιμόν ἐστι; Πάνυ μὲν οὖν, εὐλαβούμενον ζῆν καὶ προσέχειν ἑαυτῷ καὶ μήτε πράττειν μηδὲν ὀλιγώρως καὶ ἀπερισκέπτως μήτε λέγειν, ἀλλ´ ἀεὶ διαφυλάττειν ὥσπερ ἐν ἀκριβεῖ διαίτῃ τὸν βίον ἀνεπίληπτον· ἡ γὰρ οὕτω συστέλλουσα τὰ [87e] πάθη καὶ συνέχουσα τὸν λογισμὸν εὐλάβεια μελέτην ἐμποιεῖ καὶ προαίρεσιν τοῦ ζῆν ἐπιεικῶς καὶ ἀνεγκλήτως. Καθάπερ γὰρ αἱ πολέμοις ἀστυγειτονικοῖς καὶ στρατείαις ἐνδελεχέσι σωφρονιζόμεναι πόλεις εὐνομίαν καὶ πολιτείαν ὑγιαίνουσαν ἠγάπησαν, οὕτως οἱ δι´ ἔχθρας τινὰς ἀναγκασθέντες ἐπινήφειν τῷ βίῳ καὶ φυλάττεσθαι τὸ ῥᾳθυμεῖν καὶ καταφρονεῖν καὶ μετ´ εὐχρηστίας ἕκαστα πράττειν λανθάνουσιν εἰς τὸ ἀναμάρτητον ὑπὸ τῆς συνηθείας ἀγόμενοι καὶ κατακοσμούμενοι τὸν τρόπον, ἂν καὶ μικρὸν ὁ λόγος συνεπιλαμβάνηται. τὸ γάρ [87f] Ἦ κεν γηθήσαι Πρίαμος Πριάμοιό τε παῖδες οἷς ἐστιν ἀεὶ πρόχειρον, ἐπιστρέφει καὶ διατρέπει καὶ ἀφίστησι τῶν τοιούτων ἐφ´ οἷς οἱ ἐχθροὶ χαίρουσι καὶ καταγελῶσι. Καὶ μὴν τοὺς περὶ τὸν Διόνυσον τεχνίτας ὁρῶμεν ἐκλελυμένους καὶ ἀπροθύμους καὶ οὐκ ἀκριβῶς πολλάκις ἀγωνιζομένους ἐν τοῖς θεάτροις ἐφ´ ἑαυτῶν· ὅταν δ´ ἅμιλλα καὶ ἀγὼν γένηται πρὸς ἑτέρους, οὐ μόνον αὑτοὺς ἀλλὰ καὶ τὰ ὄργανα μᾶλλον συνεπιστρέφουσι, χορδολογοῦντες καὶ ἀκριβέστερον ἁρμοζόμενοι καὶ καταυλοῦντες. Ὅστις οὖν οἶδεν ἀνταγωνιστὴν βίου καὶ δόξης τὸν [88a] ἐχθρὸν ὄντα, προσέχει μᾶλλον αὑτῷ, καὶ τὰ πράγματα περισκοπεῖ καὶ διαρμόζεται τὸν βίον. Ἐπεὶ καὶ τοῦτο τῆς κακίας ἴδιόν ἐστι, τὸ τοὺς ἐχθροὺς αἰσχύνεσθαι μᾶλλον ἢ τοὺς φίλους ἐφ´ οἷς ἐξαμαρτάνομεν. Ὅθεν ὁ Νασικᾶς, οἰομένων τινῶν καὶ λεγόντων ἐν ἀσφαλεῖ γεγονέναι τὰ Ῥωμαίων πράγματα Καρχηδονίων μὲν ἀνῃρημένων Ἀχαιῶν δὲ δεδουλωμένων, « Νῦν μὲν οὖν, » εἶπεν, « ἐπισφαλῶς ἔχομεν, μήθ´ οὓς φοβηθῶμεν μήθ´ οὓς αἰσχυνθῶμεν ἑαυτοῖς ἀπολελοιπότες. » [88b] Ἔτι τοίνυν πρόσλαβε τὴν Διογένους ἀπόφασιν, φιλόσοφον σφόδρα καὶ πολιτικὴν οὖσαν· « Πῶς ἀμυνοῦμαι τὸν ἐχθρόν; » « Αὐτὸς καλὸς κἀγαθὸς γενόμενος. » Ἵππους ἐχθρῶν ὁρῶντες εὐδοκιμοῦντας ἀνιῶνται καὶ κύνας ἐπαινουμένους. Ἂν χωρίον ἐκπεπονημένον ἴδωσιν, ἂν εὐθαλοῦντα κῆπον, ἐπιστένουσι. Τί οὖν οἴει, σεαυτὸν ἐπιδεικνύμενος ἄνδρα δίκαιον ἀρτίφρονα χρηστόν, ἐν λόγοις εὐδόκιμον, ἐν πράξεσι καθαρόν, ἐν διαίτῃ κόσμιον,
Βαθεῖαν αὔλακα διὰ
φρενὸς καρπούμενον,
« Νικώμενοι, »
φησὶ Πίνδαρος, [88c] οὐχ ἁπλῶς οὐδὲ πάντες, ἀλλ´ ὅσοι νικωμένους αὑτοὺς ὁρῶσιν ὑπὸ τῶν ἐχθρῶν ἐπιμελείᾳ χρηστότητι μεγαλοφροσύνῃ φιλανθρωπίαις εὐεργεσίαις· ταῦτ´ « Ἀποστρέφει τὴν γλῶτταν, » ὡς ὁ Δημοσθένης φησίν, « ἐμφράττει τὸ στόμα, ἄγχει, σιωπᾶν ποιεῖ. » Σύ τοι διάφερε τῶν κακῶν· ἔξεστι γάρ. Εἰ θέλεις ἀνιᾶν τὸν μισοῦντα, μὴ λοιδόρει κίναιδον μηδὲ μαλακὸν μηδ´ ἀκόλαστον μηδὲ βωμολόχον μηδ´ ἀνελεύθερον, ἀλλ´ αὐτὸς ἀνὴρ ἴσθι καὶ σωφρόνει καὶ ἀλήθευε καὶ χρῶ φιλανθρώπως καὶ [88d] δικαίως τοῖς ἐντυγχάνουσιν. Ἂν δὲ λοιδορῆσαι προαχθῇς, ἄπαγε πορρωτάτω σεαυτὸν ὧν λοιδορεῖς ἐκεῖνον. Ἐνδύου τῇ ψυχῇ, περισκόπει τὰ σαθρά, μή τίς σοί ποθεν ὑποφθέγγηται κακία τὸ τοῦ τραγῳδοῦ Ἄλλων ἰατρὸς αὐτὸς ἕλκεσιν βρύων. Ἂν ἀπαίδευτον εἴπῃς, ἐπίτεινε τὸ φιλομαθὲς ἐν σεαυτῷ καὶ φιλόπονον· ἂν δειλόν, ἔγειρε μᾶλλον τὸ θαρραλέον καὶ ἀνδρῶδες· κἂν ἀσελγῆ καὶ ἀκόλαστον, ἐξάλειφε τῆς ψυχῆς εἴ τι λανθάνον ἐστὶ φιληδονίας ἴχνος. Οὐδὲν γὰρ αἴσχιόν ἐστι βλασφημίας παλινδρομούσης οὐδὲ λυπηρότερον, ἀλλ´ ἔοικε καὶ τοῦ φωτὸς τὸ ἀνακλώμενον μᾶλλον ἐνοχλεῖν τὰς ἀσθενεῖς ὁράσεις καὶ τῶν ψόγων οἱ πρὸς αὐτοὺς ἀναφερόμενοι τοὺς ψέγοντας ὑπὸ τῆς [88e] ἀληθείας. Ὡς γὰρ ὁ καικίας τὰ νέφη, καὶ ὁ φαῦλος βίος ἐφ´ ἑαυτὸν ἕλκει τὰς λοιδορίας. Ὁ μὲν οὖν Πλάτων ὁσάκις ἀσχημονοῦσιν ἀνθρώποις παραγένοιτο, πρὸς αὑτὸν εἰώθει λέγειν « Μή που ἄρ´ ἐγὼ τοιοῦτος; » Ὁ δὲ λοιδορήσας τὸν ἑτέρου βίον ἂν εὐθὺς ἐπισκοπῇ τὸν ἑαυτοῦ καὶ μεθαρμόττῃ πρὸς τοὐναντίον ἀπευθύνων καὶ ἀποστρέφων, ἕξει τι χρήσιμον ἐκ τοῦ λοιδορεῖν, ἄλλως ἀχρήστου καὶ κενοῦ δοκοῦντος εἶναι καὶ ὄντος. Οἱ μὲν οὖν πολλοὶ γελῶσιν, ἄν τις ὢν φαλακρὸς ἢ [88f] κυρτὸς ἑτέρους εἰς ταῦτα λοιδορῇ καὶ σκώπτῃ· γελοῖον δ´ ὅλως ἐστὶ τὸ λοιδορεῖν καὶ σκώπτειν ὁτιοῦν ἀντιλοιδορηθῆναι δυνάμενον, ὡς Λέων ὁ Βυζάντιος ὑπὸ κυρτοῦ λοιδορηθεὶς εἰς τὴν τῶν ὀμμάτων ἀσθένειαν, « Ἀνθρώπινον, » ἔφη, « πάθος ὀνειδίζεις, ἐπὶ τοῦ νώτου φέρων τὴν νέμεσιν. » Οὐκοῦν μηδὲ μοιχὸν λοιδορήσῃς, αὐτὸς ὢν παιδομανής, μηδ´ ἄσωτον, αὐτὸς ὢν ἀνελεύθερος. Ἀνδροκτόνου γυναικὸς ὁμογενὴς ἔφυς πρὸς τὸν Ἄδραστον ὁ Ἀλκμέων. Τί οὖν ἐκεῖνος; Οὐκ ἀλλότριον ἀλλ´ ἴδιον αὐτῷ προφέρων ὄνειδος [89a] Σὺ δ´ αὐτόχειρ γε μητρὸς ἥ ς´ ἐγείνατο. Πρὸς τὸν Κράσσον ὁ Δομίτιος, « Οὐ σὺ μυραίνης ἐν ζωγρείῳ σοι τρεφομένης εἶτ´ ἀποθανούσης ἔκλαυσας; » Καὶ ὁ ἕτερος « Οὐ σὺ τρεῖς γυναῖκας ἐκκομίσας οὐκ ἐδάκρυσας; » Οὐκ εὐφυῆ δεῖ τὸν λοιδορησόμενον εἶναι καὶ μεγαλόφωνον καὶ ἰταμόν, ἀλλ´ ἀλοιδόρητον καὶ ἀνέγκλητον· οὐδενὶ γὰρ οὕτως ἔοικε προστάττειν ὁ θεὸς ὡς τῷ μέλλοντι ψέγειν ἕτερον τὸ « Γνῶθι σαυτόν, » ἵνα μὴ λέγοντες ἃ θέλουσιν ἀκούωσιν ἃ μὴ θέλουσι. « Φιλεῖ » γὰρ ὁ τοιοῦτος κατὰ τὸν Σοφοκλέα
[89b]
Γλῶσσαν ἐκχέας μάτην Τουτὶ μὲν οὖν ἔνεστι τῷ λοιδορεῖν τὸν ἐχθρὸν ὠφέλιμον καὶ χρήσιμον· οὐκ ἔλαττον δ´ ἑτέρῳ, τῷ λοιδορεῖσθαι καὶ κακῶς ἀκούειν αὐτὸν ὑπὸ τῶν ἐχθρῶν. Ὅθεν ὀρθῶς ὁ Ἀντισθένης εἶπεν ὅτι τοῖς μέλλουσι σῴζεσθαι φίλων δεῖ γνησίων ἢ διαπύρων ἐχθρῶν· οἱ μὲν γὰρ νουθετοῦντες τοὺς ἁμαρτάνοντας οἱ δὲ λοιδοροῦντες ἀποτρέπουσι. Ἐπεὶ δ´ ἡ φιλία τὰ νῦν ἰσχνόφωνος γέγονεν ἐν τῷ παρρησιάζεσθαι, καὶ τὸ κολακεῦον αὐτῆς λάλον ἐστί, τὸ [89c] δὲ νουθετοῦν ἄναυδον, ἀκουστέον ἐστὶ παρὰ τῶν ἐχθρῶν τὴν ἀλήθειαν. Ὡς γὰρ ὁ Τήλεφος οἰκείου μὴ τυγχάνων ἰατροῦ τῷ πολεμικῷ δόρατι τὸ ἕλκος ὑπέθηκεν, οὕτω τοὺς ἀποροῦντας εὐνοίας νουθετούσης ὑπομένειν ἀνάγκη μισοῦντος ἐχθροῦ λόγον, ἂν ἐλέγχῃ καὶ κολάζῃ τὴν κακίαν, σκοποῦντας τὸ ἔργον ἀλλὰ μὴ τὴν γνώμην τοῦ κακῶς λέγοντος. Ὥσπερ γὰρ ὁ τὸν Θεσσαλὸν Προμηθέα κτεῖναι διανοηθεὶς ἔπαισε τῷ ξίφει τὸ φῦμα καὶ διεῖλεν οὕτως ὥστε σωθῆναι τὸν ἄνθρωπον καὶ ἀπαλλαγῆναι τοῦ φύματος ῥαγέντος, οὕτω πολλάκις ὑπ´ ὀργῆς ἢ ἔχθρας [89d] προσπεσοῦσα λοιδορία κακὸν ψυχῆς ἢ ἀγνοούμενον ἢ ἀμελούμενον ἐθεράπευσεν. Ἀλλ´ οἱ πολλοὶ λοιδορηθέντες οὐ σκοποῦσιν εἰ πρόσεστιν αὐτοῖς τὸ λεγόμενον, ἀλλὰ τί πρόσεστιν ἕτερον τῷ λοιδοροῦντι, καὶ καθάπερ οἱ παλαίοντες τὴν κόνιν οὐχ ἑαυτῶν ἀποψῶσι τὰς λοιδορίας, ἀλλὰ συμπάττουσιν ἀλλήλους εἶτα φύρονται καὶ ἀναχρώννυνται συμπεσόντες ὑπ´ ἀλλήλων. Δεῖ δ´ ἀκούσαντα κακῶς ὑπ´ ἐχθροῦ τὸ μὲν προσὸν ἀφαιρεῖν αὑτοῦ μᾶλλον ἢ κηλῖδα προσοῦσαν ἱματίῳ καὶ δειχθεῖσαν· ἂν δέ τις λέγῃ τὰ μὴ προσόντα, ὅμως ζητεῖν τὴν αἰτίαν ἀφ´ [89e] ἧς ἡ βλασφημία γέγονε, καὶ φυλάττεσθαι καὶ δεδιέναι μή τι λανθάνωμεν ἢ σύνεγγυς ἢ ὅμοιον τῷ λεγομένῳ παραμαρτάνοντες. Οἷον Λακύδην τὸν Ἀργείων βασιλέα κόμης τινὸς διάθεσις καὶ βάδισμα τρυφερώτερον εἰς μαλακίαν διέβαλε, καὶ Πομπήιον τὸ ἑνὶ κνᾶσθαι τὴν κεφαλὴν δακτύλῳ πορρωτάτω θηλύτητος καὶ ἀκολασίας ὄντα. Κράσσος δὲ τῶν ἱερῶν μιᾷ παρθένων αἰτίαν ἔσχε πλησιάζειν, χωρίον τι καλὸν ὠνήσασθαι παρ´ αὐτῆς βουλόμενος καὶ διὰ τοῦτο πολλάκις ἐντυγχάνων ἰδίᾳ καὶ θεραπεύων. Ποστουμίαν δὲ τὸ γελᾶν [89f] προχειρότερον καὶ λαλιᾷ χρῆσθαι θρασυτέρᾳ πρὸς ἄνδρας διέβαλεν, ὥστε κριθῆναι φθορᾶς. Εὑρέθη μὲν οὖν καθαρὰ τῆς αἰτίας, ἀπολύσας δ´ αὐτὴν ὁ ἀρχιερεὺς Σπόριος Μινούκιος ὑπέμνησε μὴ χρῆσθαι λόγοις ἀσεμνοτέροις τοῦ βίου. Θεμιστοκλεῖ δὲ Παυσανίας μηδὲν ἀδικοῦντι προσετρίψατο τὴν ὑποψίαν τῆς προδοσίας διὰ τὸ χρῆσθαι φίλῳ καὶ γράφειν συνεχῶς καὶ πέμπειν πρὸς αὐτόν. Ὅταν οὖν λεχθῇ τι μὴ ἀληθές, οὐχ ὅτι ψεῦδός ἐστι δεῖ καταφρονεῖν καὶ ἀμελεῖν, ἀλλὰ σκοπεῖν [90a] τί τῶν ὑπὸ σοῦ λεγομένων ἢ πραττομένων ἢ σπουδαζομένων ἢ συνόντων ὁμοιότητα τῇ διαβολῇ παρέσχηκε, καὶ τοῦτο διευλαβεῖσθαι καὶ φεύγειν. εἰ γὰρ ἕτεροι πράγμασιν ἀβουλήτοις περιπεσόντες διδάσκονται τὸ χρήσιμον, ὥσπερ ἡ Μερόπη φησίν
Αἱ τύχαι δέ με τί κωλύει διδάσκαλον ἄμισθον λαβόντα τὸν ἐχθρὸν ὠφεληθῆναι καὶ μαθεῖν τι τῶν λανθανόντων; Πολλὰ γὰρ ὁ ἐχθρὸς αἰσθάνεται τοῦ φίλου μᾶλλον (« Τυφλοῦται » γὰρ « τὸ φιλοῦν περὶ τὸ φιλούμενον, » ὡς ὁ Πλάτων φησί), τῷ δὲ μισεῖν μετὰ τοῦ πολυπραγμονεῖν [90b] καὶ τὸ λαλεῖν ἔνεστιν. Ὁ Ἱέρων ὑπό τινος τῶν ἐχθρῶν εἰς τὴν δυσωδίαν ἐλοιδορήθη τοῦ στόματος. Ἐλθὼν οὖν οἴκαδε πρὸς τὴν γυναῖκα « Τί λέγεις; » Εἶπεν, « Οὐδὲ σύ μοι τοῦτ´ ἔφρασας. » Ἡ δ´ οὖσα σώφρων καὶ ἄκακος « ᾬμην, » εἶπεν, « ὅτι τοιοῦτο πάντες ὄζουσιν οἱ ἄνδρες. » Οὕτω καὶ τὰ αἰσθητικὰ καὶ τὰ σωματικὰ καὶ τὰ καταφανῆ πᾶσι παρὰ τῶν ἐχθρῶν μαθεῖν πρότερον ἔστιν ἢ τῶν φίλων καὶ συνήθων. Ἄνευ δὲ τούτου τὴν περὶ τὴν γλῶτταν ἐγκράτειαν, οὐ μικρὸν ἀρετῆς μέρος οὖσαν, ὑπήκοον [90c] ἀεὶ τῷ λογισμῷ καὶ πειθήνιον ἔχειν οὐκ ἔνεστιν, ἂν μή τις ἀσκήσει καὶ μελέτῃ καὶ φιλοπονίᾳ τὰ κάκιστα τῶν παθῶν, οἷόν ἐστιν ἡ ὀργή, κατεργάσηται. Ἡ γὰρ « Ἀκουσίως ἐκπίπτουσα φωνὴ » καὶ τὸ Ἔπος φύγεν ἕρκος ὀδόντων, καὶ τὸ Ἔνια ἐξίπτασθαι τῶν ῥημάτων αὐτόματα τοῖς ἀνασκήτοις μάλιστα θυμοῖς οἷον ὀλισθάνουσι καὶ διαρρέουσιν ἐπιγίγνεται δι´ ἀσθένειαν θυμοῦ, δι´ ἀκρατῆ γνώμην, διὰ δίαιταν θρασεῖαν. Λόγου δὲ κουφοτάτου πράγματος βαρυτάτη ζημία κατὰ τὸν θεῖον Πλάτωνα καὶ παρὰ θεῶν ἕπεται καὶ παρ´ [90d] ἀνθρώπων. Ἡ δὲ σιγὴ πανταχοῦ μὲν ἀνυπεύθυνον (οὐ μόνον ἄδιψον, ὥς φησιν Ἱπποκράτης), ἐν δὲ λοιδορίαις σεμνὸν καὶ Σωκρατικόν, μᾶλλον δ´ Ἡράκλειον, εἴ γε κἀκεῖνος Οὐδ´ ὅσσον μυίας στυγερῶν ἐμπάζετο μύθων. Οὔτι μὴν τούτου σεμνότερον καὶ κάλλιόν ἐστι, τοῦ λοιδοροῦντος ἐχθροῦ τὴν ἡσυχίαν ἄγειν
Λισσάδα πέτραν ἀλλὰ μείζων ἡ ἄσκησις. Ἂν ἐχθρὸν ἐθισθῇς λοιδοροῦντα φέρειν σιωπῇ, πάνυ ῥᾳδίως οἴσεις γυναικὸς ὁρμὴν κακῶς λεγούσης, καὶ φίλου φωνὰς καὶ ἀδελφοῦ πικροτάτας ἀκούων ὑπομενεῖς ἀθορύβως· πατρὶ δὲ καὶ μητρὶ τυπτόμενος καὶ βαλλόμενος [90e] παρέξεις ἄθυμον καὶ ἀμήνιτον σεαυτόν. Ὁ μὲν γὰρ Σωκράτης ἔφερε τὴν Ξανθίππην θυμοειδῆ καὶ χαλεπὴν οὖσαν, ὡς εὐκόλως συνεσόμενος ἑτέροις, ἂν ἐκείνην ὑπομένειν ἐθισθῇ· πολὺ δὲ βέλτιον ἐχθρῶν καὶ ἀλλοτρίων ἐγγυμνασάμενον βδελυρίαις καὶ ὀργαῖς καὶ σκώμμασι καὶ λοιδορίαις ἐθίσαι τὸν θυμὸν ἡσυχίαν ἄγειν μηδ´ ἀσχάλλειν ἐν τῷ λοιδορεῖσθαι. Πραότητα μὲν οὖν καὶ ἀνεξικακίαν οὕτως ἔστιν ἐνεπιδείξασθαι ταῖς ἔχθραις, ἁπλότητα δὲ καὶ μεγαλοφροσύνην καὶ χρηστότητα μᾶλλον ἢ ταῖς [90f] φιλίαις. Φίλον μὲν γὰρ οὐχ οὕτω τὸ εὖ ποιεῖν καλόν, ὡς αἰσχρὸν τὸ μὴ ποιεῖν δεόμενον· ἐχθροῦ δὲ καὶ τὸ τιμωρίαν παραλιπεῖν ἐν καιρῷ παρασχόντος ἐπιεικές ἐστι. Τὸν δὲ καὶ πταίσαντι συμπαθήσαντα καὶ δεηθέντι συλλαβόμενον καὶ παισὶν ἐχθροῦ καὶ οἰκείοις πράγμασιν ἐν χρείᾳ γενομένοις σπουδήν τινα καὶ προθυμίαν ἐνδειξάμενον ὅστις οὐκ ἀγαπᾷ τῆς εὐμενείας οὐδ´ ἐπαινεῖ τὴν χρηστότητα, ἐκεῖνος
Ἐξ ἀδάμαντος Τῷ Καίσαρι κελεύσαντι τὰς Πομπηίου τιμὰς ἀνασταθῆναι καταβεβλημένας ὁ Κικέρων « Τοὺς Πομπηίου, » φησίν, « ἀνδριάντας ἀνέστησας, τοὺς δὲ σοὺς ἔπηξας. » Ὅθεν οὐδ´ ἐπαίνου φειστέον οὐδὲ τιμῆς περὶ ἀνδρὸς ἐχθροῦ δικαίως εὐδοκιμήσαντος. Ἔπαινόν τε γὰρ φέρει μείζονα τοῖς ἐπαινοῦσι, καὶ πίστιν ἔχει πάλιν ἐγκαλῶν, ὡς οὐ τὸν ἄνδρα μισῶν ἀλλὰ τὴν πρᾶξιν ἀποδοκιμάζων· τὸ [91b] δὲ κάλλιστον καὶ χρησιμώτατον, ἀπωτάτω καθίσταται τοῦ φθονεῖν καὶ φίλοις εὐτυχοῦσι καὶ κατορθοῦσιν οἰκείοις ὁ τοὺς ἐχθροὺς ἐθισθεὶς ἐπαινεῖν καὶ μὴ δάκνεσθαι μηδὲ βασκαίνειν εὖ πραττόντων. Καίτοι τίς ἄσκησις ἑτέρα μείζονα ὠφέλειαν ἐνεργάζεται ταῖς ψυχαῖς ἢ διάθεσιν κρείττονα τῆς ἀφαιρούσης τὸ δύσζηλον ἡμῶν καὶ φιλόφθονον; Ὥσπερ γὰρ ἐν πολέμῳ πολλὰ τῶν ἀναγκαίων ἄλλως δὲ φαύλων ἔθους λαβόντα καὶ νόμου δύναμιν οὐκ ἔστι ῥᾳδίως ἀπώσασθαι καὶ βλαπτομένους, οὕτως ἡ ἔχθρα συνεισάγουσα τῷ μίσει φθόνον, ζηλοτυπίαν ἐπιχαιρεκακίαν μνησικακίαν ἐναπολείπει. Πρὸς δὲ τούτοις καὶ πανουργία καὶ [91c] ἀπάτη καὶ ἐπιβουλή, δοκοῦσα μὴ φαῦλον εἶναι μηδ´ ἄδικον πρὸς ἐχθρόν, ἂν ἐγγένηται, παραμένει δυσαπάλλακτος· εἶτα χρῶνται πρὸς τοὺς φίλους αὐτοὶ ὑπὸ συνηθείας, ἂν μὴ φυλάξωνται πρὸς τοὺς ἐχθρούς. Εἴπερ οὖν ὀρθῶς ὁ Πυθαγόρας, ἐν ἀλόγοις ζῴοις ἐθίζων ὠμότητος ἀπέχεσθαι καὶ πλεονεξίας, ὀρνέων τε θηρευτὰς παρῃτεῖτο καὶ βόλους ὠνούμενος ἰχθύων ἐκέλευεν ἀφιέναι, καὶ παντὸς ἡμέρου ζῴου φόνον ἀπηγόρευε, πολὺ δήπου σεμνότερόν [91d] ἐστιν ἐν διαφοραῖς πρὸς ἀνθρώπους καὶ φιλονεικίαις, γενναῖον ἐχθρὸν ὄντα καὶ δίκαιον καὶ ἀψευδῆ, τὰ μοχθηρὰ καὶ ἀγεννῆ καὶ πανοῦργα πάθη κολάζειν καὶ ταπεινὰ ποιεῖν, ὅπως ἐν τοῖς πρὸς τοὺς φίλους συμβολαίοις παντάπασιν ἀτρεμῇ καὶ ἀπέχηται τοῦ κακουργεῖν. Σκαῦρος ἐχθρὸς ἦν Δομιτίου καὶ κατήγορος. Οἰκέτης οὖν τοῦ Δομιτίου πρὸ τῆς δίκης ἧκε πρὸς αὐτὸν ὡς ἔχων τι μηνῦσαι τῶν λανθανόντων ἐκεῖνον, ὁ δ´ οὐκ εἴασεν εἰπεῖν, ἀλλὰ συλλαβὼν τὸν ἄνθρωπον ἀπήγαγε πρὸς τὸν δεσπότην. Κάτωνι δὲ Μουρήναν διώκοντι δημοκοπίας καὶ συνάγοντι τοὺς ἐλέγχους ἐξ ἔθους παρηκολούθουν οἱ τὰ πραττόμενα παραφυλάττοντες. [91e] Πολλάκις οὖν αὐτὸν ἠρώτων εἴ τι μέλλει σήμερον συνάγειν ἢ πραγματεύεσθαι πρὸς τὴν κατηγορίαν· εἰ δὲ μὴ φαίη, πιστεύοντες ἀπῄεσαν. Ταῦτα μὲν οὖν αὐτοῦ τῆς δόξης ἔχει τεκμήριον μέγιστον· ἀλλὰ μεῖζον καὶ κάλλιστον, ὅτι τῷ δικαίῳ χρῆσθαι καὶ πρὸς ἐχθροὺς ἐθισθέντες οὐδέποτε μὴ προσενεχθῶμεν ἀδίκως καὶ πανούργως τοῖς συνήθεσι καὶ φίλοις. Ἐπεὶ δὲ Πάσαις κορυδαλλίσι χρὴ λόφον ἐγγενέσθαι κατὰ τὸν Σιμωνίδην, καὶ πᾶσα φύσις ἀνθρώπου φέρει φιλονεικίαν καὶ ζηλοτυπίαν καὶ φθόνον, [91f] κενεοφρόνων ἀνδρῶν ἑταῖρον, ὥς φησι Πίνδαρος, οὐ μετρίως ἄν τις ὠφελοῖτο τῶν παθῶν τούτων ποιούμενος εἰς τοὺς ἐχθροὺς ἀποκαθάρσεις καὶ ἀποστρέφων ὥσπερ ὀχετοὺς πορρωτάτω τῶν ἑταίρων καὶ οἰκείων. Καὶ τοῦτο, ὡς ἔοικε, συνιδὼν πολιτικὸς ἀνὴρ ὄνομα Δῆμος, ἐν Χίῳ τῆς κρατούσης μερίδος ἐν στάσει γενόμενος, παρῄνει τοῖς ἑταίροις μὴ πάντας ἐξελάσαι τοὺς ἀντιστασιάσαντας, ἀλλ´ ὑπολιπέσθαι τινάς, [92a] « Ὅπως, » ἔφη, « μὴ πρὸς τοὺς φίλους ἀρξώμεθα διαφέρεσθαι, τῶν ἐχθρῶν παντάπασιν ἀπαλλαγέντες. » Οὐκοῦν καὶ ἡμῶν καταναλισκόμενα ταῦτα τὰ πάθη πρὸς τοὺς ἐχθροὺς ἧττον ἐνοχλήσει τοῖς φίλοις. Οὐ γὰρ « Κεραμεῖ » δεῖ « κεραμέα φθονεῖν » οὐδ´ « Ἀοιδὸν ἀοιδῷ » καθ´ Ἡσίοδον, οὐδὲ γείτονα ζηλοῦν οὐδ´ ἀνεψιὸν οὐδ´ ἀδελφὸν « Εἰς ἄφενος σπεύδοντα » καὶ τυγχάνοντα χρηστῶν πραγμάτων. Ἀλλ´ εἰ μηδεὶς τρόπος ἐστὶν ἄλλος ἀπαλλαγῆς [92b] ἐρίδων καὶ φθόνων καὶ φιλονεικιῶν, ἔθιζε σεαυτὸν δάκνεσθαι τῶν ἐχθρῶν εὐημερούντων, καὶ παρόξυνε καὶ χάραττε τὸ φιλόνεικον ἐν ἐκείνοις θηγόμενον. Ὥσπερ γὰρ οἱ χαρίεντες γεωργοὶ τὰ ῥόδα καὶ τὰ ἴα βελτίω ποιεῖν νομίζουσι σκόροδα καὶ κρόμμυα παραφυτεύοντες (ἀποκρίνεται γὰρ εἰς ἐκεῖνα πᾶν ὅσον ἔνεστι τῇ τροφῇ δριμὺ καὶ δυσῶδες), οὕτω καὶ ὁ ἐχθρὸς ἀναλαμβάνων καὶ περισπῶν τὸ κακόηθες καὶ βάσκανον, εὐμενέστερον παρέξει σε τοῖς φίλοις εὖ πράττουσι καὶ ἀλυπότερον. Διὸ καὶ τὰς ἁμίλλας πρὸς ἐκείνους ἐστὶ ποιητέον ὑπὲρ δόξης ἢ ἀρχῆς ἢ πορισμῶν δικαίων, μὴ δακνομένους μόνον, ἄν τι πλέον ἡμῶν ἔχωσιν, ἀλλὰ καὶ [92c] πάντα παραφυλάττοντας ἐξ ὧν πλέον ἔχουσι, καὶ πειρωμένους ὑπερβαλέσθαι ταῖς ἐπιμελείαις καὶ φιλοπονίαις καὶ τῷ σωφρονεῖν καὶ προσέχειν ἑαυτοῖς, ὡς Θεμιστοκλῆς ἔλεγεν οὐκ ἐᾶν αὐτὸν καθεύδειν τὴν ἐν Μαραθῶνι Μιλτιάδου νίκην. Ὁ μὲν γὰρ εὐτυχίᾳ διαφέρειν αὐτοῦ τὸν ἐχθρὸν ἡγούμενος ἐν ἀρχαῖς ἢ συνηγορίαις ἢ πολιτείαις ἢ παρὰ φίλοις καὶ ἡγεμόσιν, ἐκ τοῦ πράττειν τι καὶ ζηλοῦν εἰς τὸ βασκαίνειν παντάπασι καὶ ἀθυμεῖν καταδυόμενος, ἀργῷ τῷ φθόνῳ καὶ ἀπράκτῳ σύνεστιν· ὁ δὲ μὴ τυφλούμενος περὶ τὸ μισούμενον ἀλλὰ καὶ βίου καὶ ἤθους καὶ λόγων καὶ ἔργων γιγνόμενος θεατὴς δίκαιος τὰ πλεῖστα κατόψεται [92d] τῶν ζηλουμένων ἐξ ἐπιμελείας καὶ προνοίας καὶ πράξεων χρηστῶν περιγιγνόμενα τοῖς κεκτημένοις, καὶ πρὸς ταῦτα συντείνων ἐπασκήσει τὸ φιλότιμον αὑτοῦ καὶ φιλόκαλον, τὸ δὲ χασμῶδες ἐκκόψει καὶ ῥᾴθυμον. Εἰ δέ τινας οἱ ἐχθροὶ κολακεύοντες ἢ πανουργοῦντες ἢ δεκάζοντες ἢ μισθαρνοῦντες αἰσχρὰς καὶ ἀνελευθέρους δοκοῦσι καρποῦσθαι δυνάμεις ἐν αὐλαῖς ἢ πολιτείαις, οὐκ ἐνοχλήσουσιν ἡμᾶς ἀλλὰ μᾶλλον εὐφρανοῦσι, τὴν αὑτῶν ἐλευθερίαν καὶ τὸ καθαρὸν τοῦ βίου καὶ ἀνύβριστον ἀντιτιθέντας· [92e] « Ἅπας » γὰρ « ὁ ὑπὲρ γῆς καὶ ὑπὸ γῆς χρυσὸς ἀρετῆς οὐκ ἀντάξιος » κατὰ Πλάτωνα, καὶ τὸ τοῦ Σόλωνος ἔχειν ἀεὶ δεῖ πρόχειρον
Ἀλλ´ ἡμεῖς αὐτοῖς
οὐ διαμειψόμεθα οὐδέ γε βοὰς δεδειπνισμένων θεάτρων οὐδὲ τιμὰς καὶ προεδρίας παρ´ εὐνούχοις καὶ παλλακαῖς καὶ σατραπείας βασιλέων· ζηλωτὸν γὰρ οὐδὲν οὐδὲ [92f] καλὸν ἐξ αἰσχροῦ φυόμενον. Ἀλλ´ ἐπεὶ τυφλοῦται τὸ φιλοῦν περὶ τὸ φιλούμενον, ὥς φησιν ὁ Πλάτων, καὶ μᾶλλον ἡμῖν οἱ ἐχθροὶ παρέχουσιν αἴσθησιν ἀσχημονοῦντες, δεῖ μήτε τὸ χαῖρον ἐφ´ οἷς ἁμαρτάνουσιν ἀργὸν εἶναι μήτε τὸ λυπούμενον ἐφ´ οἷς κατορθοῦσιν, ἀλλ´ ἐπιλογίζεσθαι δι´ ἀμφοτέρων ὅπως τὰ μὲν φυλαττόμενοι βελτίονες ὦμεν αὐτῶν, τὰ δὲ μιμούμενοι μὴ χείρονες.
|