RETOUR À L’ENTRÉE DU SITE

 

ALLER A LA TABLE DES MATIERES DE PLUTARQUE

 

PLUTARQUE

 

OEUVRES MORALES

 

ΠΩΣ ΑΝ ΤΙΣ ΑΙΣΘΟΙΤΟ ΕΑΥΤΟΥ ΠΡΟΚΟΠΤΟΝΤΟΣ ΕΠ´ ΑΡΕΤΗΙ

traduction française

Pour avoir la traduction française d'un chapitre, cliquer sur le chapitre.

[75a] Τίς τῶν λόγων, ὦ Σόσσιε Σενεκίων, [75b] σώσει τὴν ἑαυτοῦ βελτιουμένου πρὸς ἀρετὴν συναίσθησιν, εἰ μηδεμίαν αἱ προκοπαὶ ποιοῦσι τῆς ἀφροσύνης ἄνεσιν, ἀλλ´ ἴσῳ σταθμῷ πᾶσιν ἡ κακία περικειμένη

Μολυβδὶς ὥστε δίκτυον κατέσπασεν;

Οὐδὲ γὰρ ἐν μουσικοῖς τις ἢ γραμματικοῖς ἐπιδιδοὺς ἂν γνοίη μηδὲν ἐν τῷ μανθάνειν ἀπαρύτων τῆς περὶ ταῦτα ἀμαθίας ἀλλ´ ἴσης ἀεὶ τῆς ἀτεχνίας αὐτῷ παρούσης, οὐδὲ κάμνοντι θεραπεία μὴ ποιοῦσα ῥᾳστώνην μηδὲ κουφισμὸν ἁμωσγέπως τοῦ νοσήματος ὑπείκοντος καὶ χαλῶντος αἴσθησιν ἂν παρέχοι [75c] διαφορᾶς, πρὶν εἰλικρινῆ τὴν ἐναντίαν ἕξιν ἐγγενέσθαι παντάπασιν ἀναρρωσθέντος τοῦ σώματος.

Ἀλλ´ ὥσπερ ἐν τούτοις οὐ προκόπτουσιν, ἂν προκόπτοντες ἀνέσει τοῦ βαρύνοντος οἷον ἐπὶ ζυγοῦ πρὸς τοὐναντίον ἀναφερόμενοι μὴ γιγνώσκωσι τὴν μεταβολήν, οὕτως ἐν τῷ φιλοσοφεῖν οὔτε προκοπὴν οὔτε τινὰ προκοπῆς αἴσθησιν ὑποληπτέον, εἰ μηδὲν ἡ ψυχὴ μεθίησι μηδ´ ἀποκαθαίρεται τῆς ἀβελτερίας, ἄχρι δὲ τοῦ λαβεῖν ἄκρατον τὸ ἀγαθὸν καὶ τέλειον ἀκράτῳ τῷ κακῷ χρῆται. Καὶ γὰρ ἀκαρεὶ χρόνου [75d]  καὶ ὥρας ἐκ τῆς ὡς ἔνι μάλιστα φαυλότητος εἰς οὐκ ἔχουσαν ὑπερβολὴν ἀρετῆς διάθεσιν μεταβαλὼν ὁ σοφός, ἧς οὐδ´ ἐν χρόνῳ πολλῷ μέρος ἀφεῖλε κακίας ἅμα πᾶσαν ἐξαίφνης ἐκπέφευγε.

Καίτοι ἤδη τοὺς ταῦτά γε λέγοντας οἶσθα δήπου πάλιν πολλὰ παρέχοντας αὑτοῖς πράγματα καὶ μεγάλας ἀπορίας περὶ τοῦ διαλεληθότος, ὃς αὐτὸς ἑαυτὸν οὐδέπω κατείληφε γεγονὼς σοφός, ἀλλ´ ἀγνοεῖ κἀμφιδοξεῖ τῷ κατὰ μικρὸν ἐν χρόνῳ πολλῷ τὰ μὲν ἀφαιροῦντι τὰ δὲ προστιθέντι γιγνομένην τὴν ἐπίδοσιν καθάπερ πορείαν τῇ ἀρετῇ λαθεῖν ἀτρέμα προσμείξασαν. Εἰ δέ γε ἦν τάχος τοσοῦτον [75e] τῆς μεταβολῆς καὶ μέγεθος, ὥστε τὸν πρωῒ κάκιστον ἑσπέρας γεγονέναι κράτιστον, ἢ ἂν οὕτω τινὶ συντύχῃ τὰ τῆς μεταβολῆς, καταδαρθόντα φαῦλον ἀνεγρέσθαι σοφὸν καὶ προσειπεῖν ἐκ τῆς ψυχῆς μεθεικότα τὰς χθιζὰς ἀβελτερίας καὶ ἀπάτας

Ψευδεῖς ὄνειροι, χαίρετ´· οὐδὲν ἦτ´ ἄρα,

τίς ἂν ἀγνοήσειεν ἑαυτοῦ διαφορὰν ἐν αὑτῷ τοσαύτην γενομένην καὶ φρόνησιν ἀθρόον ἐκλάμψασαν; Ἐμοὶ μὲν γὰρ δοκεῖ μᾶλλον ἄν τις, ὡς ὁ Καινεύς, γενόμενος κατ´ εὐχὴν ἀνὴρ ἐκ γυναικὸς ἀγνοῆσαι τὴν μετακόσμησιν, ἢ σώφρων καὶ φρόνιμος καὶ [75f] ἀνδρεῖος ἐκ δειλοῦ καὶ ἀνοήτου καὶ ἀκρατοῦς ἀποτελεσθεὶς καὶ μεταβαλὼν εἰς θεῖον ἐκ θηριώδους βίον ἀκαρὲς διαλαθεῖν αὑτόν.

Ἀλλ´ ὀρθῶς μὲν εἴρηται τὸ

Πρὸς στάθμῃ
πέτρον τίθεσθαι, μή τι πρὸς πέτρῳ στάθμην.

Οἱ δὲ μὴ τιθέμενοι τὰ δόγματα πρὸς τοῖς πράγμασιν ἀλλὰ τὰ πράγματα πρὸς τὰς ἑαυτῶν ὑποθέσεις ὁμολογεῖν μὴ πεφυκότα καταβιαζόμενοι πολλῶν ἀποριῶν ἐμπεπλήκασι τὴν φιλοσοφίαν, μεγίστης δὲ [76a] τῆς εἰς μίαν ὁμοῦ κακίαν πάντας ἀνθρώπους πλὴν ἑνὸς τοῦ τελείου τιθεμένης, ὑφ´ ἧς αἴνιγμα γέγονεν ἡ λεγομένη προκοπή, μικρὸν ἀπολείπουσα ἀφροσύνης ἐσχάτης, τοὺς δὲ πάντων ἅμα παθῶν καὶ νοσημάτων ἀφειμένους ὑπ´ αὐτῆς ἔτι τοῖς μηδενὸς ἀπηλλαγμένοις τῶν κακίστων ὁμοίως παρέχουσα κακοδαιμονοῦντας. Οὗτοι μὲν οὖν ἑαυτοὺς ἐλέγχουσιν, ἐν μὲν ταῖς σχολαῖς ἴσην ἀδικίαν τὴν Ἀριστείδου τῇ Φαλάριδος τιθέμενοι, καὶ δειλίαν τὴν [76b] Βρασίδου τῇ Δόλωνος, καὶ νὴ Δία τῆς Μελήτου μηδ´ ὁτιοῦν τὴν Πλάτωνος ἀγνωμοσύνην διαφέρουσαν, ἐν δὲ τῷ βίῳ καὶ τοῖς πράγμασιν ἐκείνους μὲν ἐκτρεπόμενοι καὶ φεύγοντες ὡς ἀμειλίκτους, τούτοις δ´ ὡς ἀξίοις πολλοῦ τὰ μέγιστα καὶ χρώμενοι καὶ πιστεύοντες.

Ἡμεῖς δὲ παντὶ γένει κακοῦ, μάλιστα δὲ τῷ περὶ ψυχὴν ἀτάκτῳ καὶ ἀορίστῳ τὸ μᾶλλον καὶ ἧττον προσγιγνόμενον ὁρῶντες (ᾗ καὶ διαφέρουσιν αἱ προκοπαί, καθάπερ, σκιᾶς ἀνέσει τῆς μοχθηρίας τοῦ λόγου διαφωτίζοντος ἀτρέμα τὴν ψυχὴν καὶ διακαθαίροντος) οὐκ ἄλογον οἰόμεθα τὴν συναίσθησιν εἶναι τῆς μεταβολῆς ὥσπερ ἐκ βυθοῦ τινὸς ἀναφερομένοις, [76c]  ἀλλ´ ἔχουσαν ἐπιλογισμούς. Ὧν σκόπει τὸν πρῶτον εὐθύς. Εἰ καθάπερ οἱ πρὸς ἀχανὲς θέοντες ἱστίοις πέλαγος ἅμα τῷ χρόνῳ πρὸς τὴν τοῦ πνεύματος ῥώμην ἀναμετροῦνται τὸν δρόμον, ὅσον εἰκὸς ἐν τοσούτῳ γεγονόσιν ὑπὸ τοσαύτης κομιζομένοις ἠνύσθαι δυνάμεως, οὕτως ἄν τις ἐν φιλοσοφίᾳ τὸ ἐνδελεχὲς καὶ τὸ συνεχὲς τῆς πορείας καὶ μὴ πολλὰς διὰ μέσου ποιούμενον ἐπιστάσεις, εἶτ´ αὖθις ὁρμὰς καὶ ἐπιπηδήσεις, ἀλλὰ λείως καὶ ὁμαλῶς τοῦ πρόσθεν ἐπιλαμβανόμενον ἀεὶ καὶ διϊὸν ἀπταίστως διὰ τοῦ λόγου τεκμήριον ἑαυτῷ ποιήσαιτο προκοπῆς. Τὸ γὰρ

Εἰ καὶ σμικρὸν ἐπὶ σμικρῷ καταθεῖο
καὶ θαμὰ τοῦθ´ ἕρδοις

[76d] οὐ πρὸς ἀργυρίου μόνον αὔξησιν εἴρηται καλῶς, ἀλλ´ εἰς ἅπαντα ποιεῖ, μάλιστα δ´ εἰς ἀρετῆς ἐπίδοσιν, πολὺ καὶ τελεσιουργὸν ἔθος τοῦ λόγου προσλαμβάνοντος· αἱ δ´ ἀνωμαλίαι καὶ ἀμβλύτητες τῶν φιλοσοφούντων οὐ μόνον μονὰς ποιοῦσι καὶ ἐποχὰς ὥσπερ ἐν ὁδῷ τῆς προκοπῆς, ἀλλὰ καὶ ἀναλύσεις, ἀεὶ τῷ παρείκοντι κατὰ σχολὴν τῆς κακίας ἐπιτιθεμένης καὶ πρὸς τοὐναντίον ἀνθυποφερούσης.

Τοὺς μὲν γὰρ πλάνητας οἱ μαθηματικοὶ στηρίζειν λέγουσι παυσαμένης τῆς εἰς τοὔμπροσθεν αὐτῶν πορείας, ἐν δὲ τῷ φιλοσοφεῖν οὐκ ἔστι ληγούσης [76e] διάλειμμα προκοπῆς οὐδὲ στηριγμός, ἀλλ´ ἀεί τινας ἔχουσα κινήσεις ἡ φύσις ὥσπερ ἐπὶ ζυγοῦ ῥέπειν ἐθέλει καὶ κατατείνεσθαι ταῖς βελτίοσιν, ἢ ταῖς ἐναντίαις πρὸς τὸ χεῖρον οἴχεται φερομένη. Ἂν οὖν κατὰ τὸν δοθέντα χρησμὸν ὑπὸ τοῦ θεοῦ « Κιρραίοις πάντ´ ἤματα καὶ πάσας νύκτας πολεμεῖν » οὕτω συνειδῇς σεαυτὸν ἡμέρας τε καὶ νύκτωρ ἀεὶ τῇ κακίᾳ διαμεμαχημένον, ἢ μὴ πολλάκις γε τὴν φρουρὰν ἀνεικότα μηδὲ συνεχῶς παρ´ αὐτῆς οἱονεὶ κήρυκας ἡδονάς τινας ἢ ῥᾳστώνας ἢ ἀσχολίας ἐπὶ σπονδαῖς προσδεδεγμένον, εἰκότως ἂν εὐθαρσὴς καὶ πρόθυμος βαδίζοις ἐπὶ τὸ λειπόμενον.

[76f] Οὐ μὴν ἀλλὰ κἂν ᾖ διαλείμματα γιγνόμενα τοῦ φιλοσοφεῖν, τὰ δ´ ὕστερα τῶν πρότερον ἑδραιότερα καὶ μακρότερα, σημεῖον οὐ φαῦλόν ἐστιν ἐκθλιβομένης πόνῳ καὶ ἀσκήσει τῆς ῥᾳθυμίας· τὸ δ´ ἐναντίον πονηρόν, αἱ μετ´ οὐ πολὺν χρόνον πολλαὶ καὶ συνεχεῖς ἀνακοπαί, τῆς προθυμίας οἷον ἀπομαραινομένης. Ὡς γὰρ ἡ τοῦ καλάμου βλάστησις, [77a] ὁρμὴν ἔχουσα πλείστην ἀπ´ ἀρχῆς εἰς μῆκος ὁμαλὸν καὶ συνεχές, τὸ πρῶτον ἐν διαστήμασι μεγάλοις ὀλίγας λαμβάνουσα προσκρούσεις καὶ ἀντικοπάς, εἶθ´ οἷον ὑπ´ ἄσθματος ἄνω δι´ ἀσθένειαν ἀπαγορεύουσα πολλοῖς ἐνίσχεται καὶ πυκνοῖς τοῖς γόνασι, τοῦ πνεύματος πληγὰς καὶ τρόμους λαμβάνοντος, οὕτως ὅσοι τὸ πρῶτον μεγάλαις ἐκδρομαῖς ἐχρήσαντο πρὸς φιλοσοφίαν, εἶτα πολλὰ καὶ συνεχῆ προσκρούματα καὶ διασπάσματα λαμβάνουσι μηδενὸς [77b] διαφόρου πρὸς τὸ βέλτιον ἐπαισθανόμενοι, τελευτῶντες ἐξέκαμον καὶ ἀπηγόρευσαν. « Τῷ δ´ αὖτε πτερὰ γίγνετο » δι´ ὠφέλειαν φερομένῳ καὶ διακόπτοντι τὰς προφάσεις ὥσπερ ὄχλον ἐμποδὼν ὄντα ῥώμῃ καὶ προθυμίᾳ τῆς ἀνύσεως. Καθάπερ οὖν ἔρωτος ἀρχομένου σημεῖόν ἐστιν οὐ τὸ χαίρειν τῷ καλῷ παρόντι (τοῦτο γὰρ κοινόν) ἀλλὰ τὸ δάκνεσθαι καὶ ἀλγεῖν ἀποσπώμενον, οὕτως ἄγονται μὲν ὑπὸ φιλοσοφίας πολλοὶ καὶ σφόδρα γε φιλοτίμως ἀντιλαμβάνεσθαι τοῦ μανθάνειν δοκοῦσιν, ἂν δ´ ἀπελαθῶσι ὑπὸ πραγμάτων ἄλλων καὶ ἀσχολιῶν, ἐξερρύη τὸ πάθος αὐτῶν ἐκεῖνο, καὶ ῥᾳδίως φέρουσιν.

Ὅτῳ δ´ ἔρωτος δῆγμα παιδικῶν [77c] πρόσεστι, μέτριος μὲν ἄν σοι φανείη καὶ πρᾶος ἐν τῷ παρεῖναι καὶ συμφιλοσοφεῖν ὅταν δ´ ἀποσπασθῇ καὶ χωρὶς γένηται, θεῶ φλεγόμενον καὶ ἀδημονοῦντα καὶ δυσκολαίνοντα πᾶσι πράγμασι καὶ ἀσχολίαις, μνήμην δὲ φιλῶν ὥσπερ ἄλογος ἐλαύνεται πόθῳ τῷ πρὸς φιλοσοφίαν. Οὐ γὰρ δεῖ τοῖς λόγοις εὐφραίνεσθαι μὲν παρόντας ὥσπερ τοῖς μύροις, ἀποστάντας δὲ μὴ ζητεῖν μηδ´ ἀσχάλλειν, ἀλλὰ πείνῃ τινὶ καὶ δίψῃ πάθος ὅμοιον ἐν τοῖς ἀποσπασμοῖς πάσχοντας ἔχεσθαι τοῦ προκόπτοντος ἀληθῶς, ἄν τε γάμος ἄν τε πλοῦτος ἄν τε φιλία τις ἄν τε στρατεία [77d]  προσπεσοῦσα ποιήσῃ τὸν χωρισμόν. Ὅσῳ γὰρ πλέον ἐστὶ τὸ προσειλημμένον ἐκ φιλοσοφίας, τοσούτῳ πλέον ἐνοχλεῖ τὸ ἀπολειπόμενον.

Τούτῳ δ´ ὁμοῦ τι ταὐτόν ἐστιν ἢ σύνεγγυς τὸ πρεσβύτατον δήλωμα προκοπῆς τοῦ Ἡσιόδου, μηκέτι προσάντη μηδ´ ὄρθιον ἄγαν ἀλλὰ ῥᾳδίαν καὶ λείαν καὶ δι´ εὐπετείας εἶναι τὴν ὁδόν, οἷον ἐκλεαινομένην τῇ ἀσκήσει καὶ φῶς ἐν τῷ φιλοσοφεῖν καὶ λαμπρότητα ποιοῦσαν ἐξ ἀπορίας καὶ πλάνης καὶ μεταμελειῶν, αἷς προστυγχάνουσιν οἱ φιλοσοφοῦντες τὸ πρῶτον, ὥσπερ οἱ γῆν ἀπολιπόντες [77e] ἣν ἴσασι, μηδέπω δὲ καθορῶντες ἐφ´ ἣν πλέουσι. Προέμενοι γὰρ τὰ κοινὰ καὶ συνήθη πρὶν ἢ τὰ βελτίονα γνῶναι καὶ λαβεῖν, ἐν μέσῳ περιφέρονται πολλάκις ὑποτρεπόμενοι. Καθάπερ φασὶ Σέξτιον τὸν Ῥωμαῖον ἀφεικότα τὰς ἐν τῇ πόλει τιμὰς καὶ ἀρχὰς διὰ φιλοσοφίαν, ἐν δὲ τῷ φιλοσοφεῖν αὖ πάλιν δυσπαθοῦντα καὶ χρώμενον τῷ λόγῳ χαλεπῷ τὸ πρῶτον, ὀλίγου δεῆσαι καταβαλεῖν ἑαυτὸν ἔκ τινος διήρους. Καὶ περὶ Διογένους ὅμοια τοῦ Σινωπέως ἱστοροῦσιν ἀρχομένου φιλοσοφεῖν, ὡς Ἀθηναίοις ἦν ἑορτὴ καὶ δεῖπνα δημοτελῆ καὶ θέατρα [77f] καὶ συνουσίας μετ´ ἀλλήλων ἔχοντες ἐχρῶντο κώμοις καὶ παννυχίσιν, ὁ δ´ ἔν τινι γωνίᾳ συνεσπειραμένος ὡς καθευδήσων ἐνέπιπτεν εἰς λογισμοὺς τρέποντας αὐτὸν οὐκ ἀτρέμα καὶ θραύοντας, ὡς ἀπ´ οὐδεμιᾶς ἀνάγκης εἰς ἐπίπονον καὶ ἀλλόκοτον ἥκων βίον αὐτὸς ὑφ´ ἑαυτοῦ κάθηται τῶν ἀγαθῶν ἁπάντων ἐστερημένος. Εἶτα μέντοι μῦν τινα προσερπύσαντα λέγεται περὶ τὰς ψίχας αὐτοῦ τῆς μάζης ἀναστρέφεσθαι, τὸν δ´ αὖθις ἀναφέρειν τῷ φρονήματι καὶ [78a] λέγειν πρὸς ἑαυτὸν οἷον ἐπιπλήττοντα καὶ κακίζοντα « Τί φῄς, ὦ Διόγενες; Τοῦτον μὲν εὐωχεῖ τὰ σὰ λείμματα, σὺ δ´ ὁ γενναῖος ὅτι μὴ μεθύεις ἐκεῖ κατακείμενος ἐν ἁπαλοῖς καὶ ἀνθίνοις στρώμασιν ὀδύρῃ καὶ θρηνεῖς σεαυτόν; » Ὅταν οὖν οἱ τοιοῦτοι κατασπασμοὶ γένωνται μὴ πολλάκις, αἵ τε πρὸς αὐτοὺς ἐξαιρέσεις καὶ ἀνακρούσεις τοῦ φρονήματος ὥσπερ ἐκ τροπῆς ταχεῖαι παρῶσι καὶ διαλύωσι ῥᾳδίως τὸν ἄλυν καὶ τὴν ἀδημονίαν, ἔν τινι βεβαίῳ τὴν προκοπὴν εἶναι δεῖ νομίζειν.

Ἐπεὶ δ´ οὐ μόνον ἐξ αὑτῶν τὰ κατασείοντα καὶ στρέφοντα πρὸς τοὐναντίον ὑπ´ ἀσθενείας ἐπιγίγνεται [78b] τοῖς φιλοσοφοῦσιν, ἀλλὰ καὶ φίλων συμβουλαὶ μετὰ σπουδῆς καὶ διαφόρων ἀντιλήψεις ἐν γέλωτι καὶ παιδιᾷ γιγνόμεναι κάμπτουσι καὶ μαλάσσουσιν, ἐνίους δὲ καὶ τέλεον ἤδη φιλοσοφίας ἐξέσεισαν, οὐ φαῦλον ἄν τι προκοπῆς εἴη σημεῖον ἡ πρὸς ταῦτα πραότης ἑκάστου καὶ τὸ μὴ ταραττόμενον μηδὲ κνιζόμενον ὑπὸ τῶν λεγόντων καὶ ὀνομαζόντων ἥλικάς τινας ἐν αὐλαῖς βασιλέων εὐημεροῦντας ἢ φερνὰς ἐπὶ γάμοις λαμβάνοντας ἢ κατιόντας ὑπὸ πλήθους εἰς ἀγορὰν ἐπ´ ἀρχήν τινα ἢ συνηγορίαν. Ὁ γὰρ ἀνέκπληκτος ἐν τούτοις καὶ ἄτεγκτος ἤδη δῆλός ἐστιν εἰλημμένος ἣν προσήκει [78c] λαβὴν ὑπὸ φιλοσοφίας. Οὐ γὰρ οἷόν τε παύσασθαι ζηλοῦντας ἅπερ οἱ πολλοὶ θαυμάζουσιν, οἷς ἂν μὴ τὸ θαυμάζειν ἀρετὴν ἐγγένηται. Πρὸς μὲν γὰρ ἀνθρώπους θρασύνεσθαι καὶ δι´ ὀργὴν ἐνίοις παρέστη καὶ διὰ παραφροσύνην· ὧν δὲ θαυμάζουσιν ἄνθρωποι πραγμάτων οὐκ ἔστιν ἄνευ φρονήματος ἀληθινοῦ καὶ βεβαίου καταφρονῆσαι. Διὸ καὶ ταῦτα παραβάλλοντες ἐκείνοις ἐπιγαυροῦσιν ἑαυτούς, ὥσπερ ὁ Σόλων

Ἀλλ´ ἡμεῖς αὐτοῖς οὐ διαμειψόμεθα
τῆς ἀρετῆς τὸν πλοῦτον, ἐπεὶ τὸ μὲν ἔμπεδον αἰεί,
χρήματα δ´ ἀνθρώπων ἄλλοτε ἄλλος ἔχει.

Καὶ Διογένης τὴν εἰς Ἀθήνας ἐκ Κορίνθου καὶ [78d] πάλιν εἰς Κόρινθον ἐξ Ἀθηνῶν μετάβασιν ἑαυτοῦ παρέβαλλε ταῖς βασιλέως ἔαρος μὲν ἐν Σούσοις καὶ χειμῶνος ἐν Βαβυλῶνι, θέρους δ´ ἐν Μηδίᾳ διατριβαῖς. Καὶ Ἀγησίλαος περὶ τοῦ μεγάλου βασιλέως « Τί γὰρ ἐμοῦ μείζων ἐκεῖνος, εἰ μὴ καὶ δικαιότερος; » Ὁ δ´ Ἀριστοτέλης πρὸς Ἀντίπατρον περὶ Ἀλεξάνδρου γράφων ἔφη μὴ μόνον ἐκείνῳ προσήκειν ὅτι πολλῶν κρατεῖ μέγα φρονεῖν, ἀλλ´ οὐδὲν ἧττον εἴ  [78e] τις ὀρθῶς γιγνώσκει περὶ θεῶν. Ὁ δὲ Ζήνων ὁρῶν τὸν Θεόφραστον ἐπὶ τῷ πολλοὺς ἔχειν μαθητὰς θαυμαζόμενον, « Ὁ ἐκείνου μὲν χορός, » ἔφη, « μείζων, οὑμὸς δὲ συμφωνότερος. »

Ὅταν οὖν οὕτω τὰ τῆς ἀρετῆς πρὸς τὰ ἐκτὸς ἀντιτιθεὶς ὑπεκχέῃς φθόνους καὶ ζηλοτυπίας καὶ τὰ κνίζοντα καὶ ταπεινοῦντα πολλοὺς τῶν ἀρχομένων φιλοσοφεῖν, μέγα καὶ τοῦτο δήλωμα σεαυτῷ τοῦ προκόπτειν ποιεῖς. Οὐκ ἔστι δὲ μικρὸν οὐδ´ ἡ περὶ τοὺς λόγους μεταβολή. Πάντες γὰρ ὡς εἰπεῖν οἱ φιλοσοφεῖν ἀρχόμενοι τοὺς πρὸς δόξαν διώκουσι μᾶλλον, οἱ μὲν ὥσπερ ὄρνιθες ἐπὶ τὴν λαμπρότητα τῶν φυσικῶν καὶ τὸ ὕψος ὑπὸ κουφότητος καὶ φιλοτιμίας καταίροντες, οἱ δ´ « Ὥσπερ τὰ σκυλάκια, » [78f]  φησὶν ὁ Πλάτων, « τῷ ἕλκειν καὶ σπαράττειν χαίροντες » ἐπὶ τὰς ἔριδας καὶ τὰς ἀπορίας χωροῦσι καὶ τὰ σοφίσματα, οἱ δὲ πλεῖστοι τοῖς διαλεκτικοῖς ἐνδύντες εὐθὺς ἐπισιτίζονται πρὸς σοφιστείαν, ἔνιοι δὲ χρείας καὶ ἱστορίας ἀναλεγόμενοι περιίασιν, ὥσπερ Ἀνάχαρσις ἔλεγε τῷ νομίσματι τοὺς Ἕλληνας πρὸς οὐδὲν ἕτερον ἢ τὸ ἀριθμεῖν χρωμένους ὁρᾶν, οὕτω τοὺς λόγους παραριθμούμενοι καὶ παραμετροῦντες, ἄλλο δ´ οὐδὲν εἰς ὄνησιν αὑτῶν τιθέμενοι. [79a] Συμβαίνει δὴ τὸ τοῦ Ἀντιφάνους, ὅ τις εἶπεν ἐπὶ τῶν Πλάτωνος συνήθων. Ὁ γὰρ Ἀντιφάνης ἔλεγε παίζων ἔν τινι πόλει τὰς φωνὰς εὐθὺς λεγομένας πήγνυσθαι διὰ ψῦχος, εἶθ´ ὕστερον ἀνιεμένων ἀκούειν θέρους ἃ τοῦ χειμῶνος διελέχθησαν· οὕτω δὴ τῶν ὑπὸ Πλάτωνος ἔφη νέοις οὖσιν ἔτι λεχθέντων μόλις ὀψὲ τοὺς πολλοὺς αἰσθάνεσθαι γέροντας γενομένους.Καὶ πρὸς ὅλην δὲ τοῦτο τὴν φιλοσοφίαν πεπόνθασιν, ἄχρι οὗ κατάστασιν ὑγιεινὴν ἡ κρίσις λαβοῦσα τοῖς ἦθος ἐμποιοῦσι καὶ μέγεθος ἄρξηται συμφέρεσθαι καὶ ζητεῖν λόγους, ὧν κατὰ τὸν Αἴσωπον εἴσω μᾶλλον ἢ [79b]  ἔξω τὰ ἴχνη τέτραπται. Ὥσπερ γὰρ ὁ Σοφοκλῆς ἔλεγε τὸν Αἰσχύλου διαπεπαιχὼς ὄγκον εἶτα τὸ πικρὸν καὶ κατάτεχνον τῆς αὐτοῦ κατασκευῆς τρίτον ἤδη τὸ τῆς λέξεως μεταβάλλειν εἶδος, ὅπερ ἠθικώτατόν ἐστι καὶ βέλτιστον, οὕτως οἱ φιλοσοφοῦντες, ὅταν ἐκ τῶν πανηγυρικῶν καὶ κατατέχνων εἰς τὸν ἁπτόμενον ἤθους καὶ πάθους λόγον μεταβῶσιν, ἄρχονται τὴν ἀληθῆ προκοπὴν προκόπτειν καὶ ἄτυφον.

Ὅρα δὴ μὴ μόνον φιλοσόφων συγγράμματα [79c] διεξιὼν καὶ λόγους ἀκούων εἰ μὴ πλέον τοῖς ὀνόμασι μόνοις προσέχεις ἢ τοῖς πράγμασι μηδὲ μᾶλλον ἐπιπηδᾷς τοῖς τὸ δύσκολον ἔχουσι καὶ περιττὸν ἢ τοῖς τὸ χρήσιμον καὶ σάρκινον καὶ ὠφέλιμον, ἀλλὰ καὶ ποιήμασιν ὁμιλῶν καὶ ἱστορίᾳ παραφύλαττε σεαυτὸν εἰ μηδέν σε διαφεύγει τῶν πρὸς ἐπανόρθωσιν ἤθους ἢ πάθους κουφισμὸν ἐμμελῶς λεγομένων. Ὥσπερ γὰρ ἄνθεσιν ὁμιλεῖν ὁ Σιμωνίδης φησὶ τὴν μέλιτταν

Ξανθὸν μέλι μηδομέναν,

οἱ δ´ ἄλλοι χρόαν αὐτῶν καὶ ὀσμὴν ἕτερον δ´ οὐδὲν ἀγαπῶσιν, οὐδὲ λαμβάνουσιν, οὕτω τῶν ἄλλων ἐν ποιήμασιν ἡδονῆς ἕνεκα καὶ παιδιᾶς ἀναστρεφομένων αὐτὸς εὑρίσκων τι καὶ συνάγων σπουδῆς [79d] ἄξιον ἔοικεν ἤδη γνωριστικὸς ὑπὸ συνηθείας καὶ φιλίας τοῦ καλοῦ καὶ οἰκείου γεγονέναι. Τοὺς μὲν γὰρ Πλάτωνι καὶ Ξενοφῶντι χρωμένους διὰ τὴν λέξιν, ἕτερον δὲ μηδὲν ἀλλ´ ἢ τὸ καθαρόν τε καὶ Ἀττικὸν ὥσπερ δρόσον καὶ χνοῦν ἀποδρεπομένους τί ἂν ἄλλο φαίης ἢ φαρμάκων τὸ μὲν εὐῶδες καὶ ἀνθηρὸν ἀγαπᾶν, τὸ δ´ ἀνώδυνον καὶ καθαρτικὸν μὴ προσίεσθαι μηδὲ διαγιγνώσκειν; Ἀλλ´ οἵ γε μᾶλλον ἔτι προκόπτοντες οὐκ ἀπὸ λόγων μόνον ἀλλὰ καὶ θεαμάτων καὶ πραγμάτων πάντων ὠφελεῖσθαι [79e] δύνανται καὶ συνάγειν τὸ οἰκεῖον καὶ χρήσιμον, οἷα καὶ περὶ Αἰσχύλου λέγουσι καὶ περὶ ἄλλων ὁμοίων. Αἰσχύλος μὲν γὰρ Ἰσθμοῖ θεώμενος ἀγῶνα πυκτῶν, ἐπεὶ πληγέντος τοῦ ἑτέρου τὸ θέατρον ἐξέκραγε, νύξας Ἴωνα τὸν Χῖον « Ὁρᾷς, » ἔφη, « οἷον ἡ ἄσκησίς ἐστιν; Ὁ πεπληγὼς σιωπᾷ, οἱ δὲ θεώμενοι βοῶσιν. » Βρασίδας δὲ μῦν τινα συλλαβὼν ἐν ἰσχάσι καὶ δηχθεὶς ἀφῆκεν· εἶτα πρὸς ἑαυτόν « Ὦ Ἡράκλεις, » ἔφη, « ὡς οὐδέν ἐστι μικρὸν οὐδ´ ἀσθενές, ὃ μὴ ζήσεται τολμῶν ἀμύνεσθαι. » Διογένης δὲ τὸν πίνοντα ταῖς χερσὶ θεασάμενος τῆς πήρας [79f] ἐξέβαλε τὸ ποτήριον. Οὕτω τὸ προσέχειν καὶ τετάσθαι τὴν ἄσκησιν αἰσθητικοὺς καὶ δεκτικοὺς ποιεῖ τῶν πρὸς ἀρετὴν φερόντων ἁπανταχόθεν. Γίγνεται δὲ τοῦτο μᾶλλον ἂν τοὺς λόγους ταῖς πράξεσι μιγνύωσι, μὴ μόνον, ὡς Θουκυδίδης ἔλεγε, « Μετὰ κινδύνων ποιούμενοι τὰς μελέτας, » ἀλλὰ καὶ πρὸς ἡδονὰς καὶ πρὸς ἔριδας καὶ περὶ κρίσεις καὶ συνηγορίας καὶ ἀρχάς, οἷον ἀπόδειξιν αὑτοῖς τῶν δογμάτων διδόντες, μᾶλλον δὲ τῷ χρῆσθαι ποιοῦντες τὰ [80a] δόγματα. Ὡς τούς γε μανθάνοντας ἔτι καὶ πραγματευομένους καὶ σκοποῦντας ὃ λαβόντες ἐκ φιλοσοφίας εὐθὺς εἰς ἀγορὰν ἢ νέων διατριβὴν ἢ βασιλικὸν συμπόσιον ἐκκυκλήσουσιν, οὐ μᾶλλον οἴεσθαι χρὴ φιλοσοφεῖν ἢ τοὺς τὰ φάρμακα πωλοῦντας ἰατρεύειν· μᾶλλον δ´ ὅλως οὐδὲν ὁ τοιοῦτος σοφιστὴς διαφέρει τῆς Ὁμηρικῆς ὄρνιθος, ὅ τι ἂν λάβῃ τοῖς μαθηταῖς ὥσπερ « Ἀπτῆσι νεοσσοῖς » προσφέρων διὰ τοῦ στόματος.

Κακῶς δέ τέ οἱ πέλει αὐτῷ

μηδὲν εἰς ὄνησιν οἰκείαν ἀναδιδόντι μηδὲ καταπέττοντι τῶν λαμβανομένων.

[80b] Ὅθεν ἐπισκοπεῖν ἀναγκαῖον εἰ χρώμεθα τῷ λόγῳ πρὸς ἑαυτοὺς μὲν χρηστικῶς, πρὸς ἑτέρους δὲ μὴ δόξης εἰκαίας ἕνεκα μηδ´ ἐκ φιλοτιμίας, ἀλλὰ μᾶλλον ἀκοῦσαί τι καὶ διδάξαι βουλόμενοι, μάλιστα δ´ εἰ τὸ φιλόνεικον καὶ δύσερι περὶ τὰς ζητήσεις ὑφεῖται καὶ πεπαύμεθα τοὺς λόγους ὥσπερ ἱμάντας ἢ σφαίρας ἐπιδούμενοι πρὸς ἀλλήλους καὶ τῷ πατάξαι καὶ καταβαλεῖν μᾶλλον ἢ τῷ μαθεῖν τι καὶ διδάξαι χαίροντες· ἡ γὰρ ἐν τούτοις ἐπιείκεια καὶ πραότης καὶ τὸ μὴ μετ´ ἀγῶνος συνίστασθαι μήτε [80c] διαλύεσθαι μετ´ ὀργῆς τὰς κοινολογίας μηδ´ οἷον ἐφυβρίζειν ἐλέγξαντας ἢ χαλεπαίνειν ἐλεγχθέντας ἱκανῶς προκόπτοντός ἐστιν. Ἐδήλωσε δ´ Ἀρίστιππος ἔν τινι λόγῳ κατασοφισθεὶς ὑπ´ ἀνθρώπου τόλμαν μὲν ἔχοντος, ἄλλως δ´ ἀνοήτου καὶ μανικοῦ. Χαίροντα γὰρ ὁρῶν αὐτὸν καὶ τετυφωμένον « Ἐγὼ μὲν οὖν, » εἶπεν, « ὁ ἐλεγχθεὶς ἄπειμι σοῦ τοῦ ἐλέγξαντος ἥδιον καθευδήσων. »

Ἔστι δὲ καὶ λέγοντας ἑαυτῶν λαμβάνειν διάπειραν, εἰ μήτε πολλῶν παρὰ προσδοκίαν συνελθόντων ὑπὸ δειλίας ἀναδυόμεθα, μήτ´ ἐν ὀλίγοις ἀθυμοῦμεν [80d] ἀγωνιζόμενοι, μήτε πρὸς δῆμον ἢ πρὸς ἀρχὴν εἰπεῖν δεῆσαν ἐνδείᾳ τῆς περὶ τὴν λέξιν παρασκευῆς προϊέμεθα τὸν καιρόν, οἷα περὶ Δημοσθένους λέγουσι καὶ Ἀλκιβιάδου. Καὶ γὰρ οὗτος νοῆσαι μὲν πράγματα δεινότατος ὢν περὶ δὲ τὴν λέξιν ἀθαρσέστερος ἑαυτὸν διέκρουεν ἐν τοῖς πράγμασι, καὶ πολλάκις ἐν αὐτῷ τῷ λέγειν ζητῶν καὶ διώκων ὄνομα καὶ ῥῆμα διαφεῦγον ἐξέπιπτεν· Ὅμηρος δὲ τὸν πρῶτον οὐ διηνέχθη τῶν στίχων ἐξενεγκὼν ἄμετρον· τοσοῦτο περιῆν αὐτῷ φρονήματος εἰς τὰ λοιπὰ διὰ [80e] τὴν δύναμιν. Οὐκοῦν μᾶλλον εἰκός ἐστιν, οἷς πρὸς ἀρετὴν καὶ τὸ καλὸν ἡ ἅμιλλα, τῷ καιρῷ καὶ τοῖς πράγμασι χρῆσθαι τῶν ἐπὶ ταῖς λέξεσι θορύβων καὶ κρότων ἐλάχιστα φροντίζοντας.

Οὐ μόνον δὲ δεῖ τοὺς λόγους ἀλλὰ καὶ τὰς πράξεις ἕκαστον ἐπισκοπεῖν εἰ τὸ χρειῶδες τοῦ πανηγυρικοῦ καὶ τοῦ πρὸς ἐπίδειξιν αὐταῖς πλέον ἔνεστι τὸ πρὸς ἀλήθειαν. Εἰ γὰρ ἀληθινὸς ἔρως παιδὸς ἢ γυναικὸς οὐ ζητεῖ μάρτυρας, ἀλλὰ καρποῦται τὸ ἡδὺ κἂν κρύφα κατεργάσηται τὸν πόθον, ἔτι μᾶλλον εἰκός ἐστι τὸν φιλόκαλον καὶ φιλόσοφον συνόντα διὰ τῶν πράξεων τῇ ἀρετῇ καὶ χρώμενον αὐτὸν ἐν ἑαυτῷ σιωπῇ μέγα φρονεῖν, ἐπαινετῶν καὶ [80f] ἀκροατῶν μηδὲν δεόμενον. Ὥσπερ οὖν ὁ καλῶν ἐκεῖνος οἴκοι τὴν θεραπαινίδα καὶ βοῶν « Θέασαι, Διονυσία, πέπαυμαι τετυφωμένος, » οὕτως ὁ ποιήσας τι χαρίεν καὶ ἀστεῖον εἶτα τοῦτο διηγούμενος καὶ περιφέρων ἁπανταχόσε δῆλός ἐστιν ἔξω βλέπων ἔτι καὶ πρὸς δόξαν ἑλκόμενος, οὔπω δὲ τῆς ἀρετῆς γεγονὼς θεατής, οὐδ´ ὕπαρ ἀλλ´ ὄναρ αὐτῆς ἐν σκιαῖς καὶ εἰδώλοις ῥεμβόμενος, εἶθ´ ὥσπερ ζωγράφημα προτιθεὶς ἐπὶ θέαν τὸ πεπραγμένον. Ἔστιν [81a] οὖν τοῦ προκόπτοντος οὐ μόνον δόντα τῷ φίλῳ καὶ γνώριμον εὐεργετήσαντα μὴ φράσαι πρὸς ἑτέρους, ἀλλὰ καὶ ψῆφον ἐν πολλαῖς θέμενον ἀδίκοις δικαίαν καὶ πρὸς ἔντευξιν αἰσχρὰν πλουσίου τινὸς ἢ ἄρχοντος ἀπισχυρισάμενον καὶ δωρεὰς ὑπεριδόντα καὶ νὴ Δία διψήσαντα νύκτωρ καὶ μὴ πιόντα ἢ πρὸς φίλημα καλῆς ἢ καλοῦ διαμαχεσάμενον, ὡς ὁ Ἀγησίλαος, ἐν ἑαυτῷ κατασχεῖν καὶ σιγῆσαι. Οὗτος γὰρ αὐτὸς εὐδοκιμῶν παρ´ ἑαυτῷ μὴ καταφρονῶν ἀλλὰ χαίρων κἀγαπῶν ὡς ἱκανὸς ὢν μάρτυς ἅμα καὶ [81b] θεατὴς τῶν καλῶν δείκνυσι τὸν λόγον ἐντὸς ἤδη τρεφόμενον καὶ ῥιζούμενον ἐν ἑαυτῷ καὶ κατὰ Δημόκριτον αὐτὸν « Ἐξ ἑαυτοῦ λαμβάνειν τὰς τέρψιας ἐθιζόμενον. » Οἱ μὲν οὖν γεωργοὶ τῶν σταχύων ἥδιον ὁρῶσι τοὺς κεκλιμένους καὶ νεύοντας ἐπὶ γῆν, τοὺς δ´ ὑπὸ κουφότητος αἰρομένους ἄνω κενοὺς ἡγοῦνται καὶ ἀλαζόνας· οὕτω δὲ καὶ τῶν φιλοσοφεῖν βουλομένων νέων οἱ μάλιστα κενοὶ καὶ βάρος οὐκ ἔχοντες θράσος ἔχουσι καὶ σχῆμα καὶ βάδισμα καὶ πρόσωπον ὑπεροψίας καὶ ὀλιγωρίας μεστὸν ἀφειδούσης ἁπάντων, ἀρχόμενοι δὲ πληροῦσθαι καὶ συλλέγειν καρπὸν ἀπὸ τῶν λόγων τὸ σοβαρὸν καὶ [81c]  φλοιῶδες ἀποτίθενται. — Καὶ καθάπερ ἀγγείων κενῶν ὑγρὸν δεχομένων ὁ ἐντὸς ἀὴρ ὑπέξεισιν ἐκθλιβόμενος, οὕτως ἀνθρώποις πληρουμένοις τῶν ἀληθινῶν ἀγαθῶν ἐνδίδωσιν ὁ τῦφος καὶ γίγνεται τὸ οἴημα μαλακώτερον, καὶ παυόμενοι τοῦ διὰ πώγωνα καὶ τρίβωνα φρονεῖν μέγα τὴν ἄσκησιν ἐπὶ τὴν ψυχὴν μεταφέρουσι, καὶ τῷ δηκτικῷ καὶ πικρῷ χρῶνται πρὸς ἑαυτοὺς μάλιστα, τοῖς δ´ ἄλλοις πραότερον ἐντυγχάνουσι. Τὸ δὲ φιλοσοφίας ὄνομα καὶ τὴν τοῦ φιλοσοφεῖν δόξαν οὐχ ἁρπάζουσιν ἑαυτοῖς ὡς [81d]  πρότερον οὐδὲ προσγράφουσιν, ἀλλὰ καὶ προσαγορευθεὶς ὑφ´ ἑτέρου τῇ προσηγορίᾳ ταύτῃ φθάσας ἂν εὐφυὴς νέος εἴποι μετ´ ἐρυθήματος,

οὔ τίς τοι θεός εἰμι· τί μ´ ἀθανάτοισιν ἐίσκεις;

« Νέας » μὲν γὰρ « γυναικός, » ὡς Αἰσχύλος φησίν,  « Οὔ τι λανθάνει φλέγων

ὀφθαλμός, ἥτις ἀνδρὸς ᾖ γεγευμένη· »

νέῳ δ´ ἀνδρὶ γευσαμένῳ προκοπῆς ἀληθοῦς ἐν φιλοσοφίᾳ τὰ Σαπφικὰ ταυτὶ παρέπεται

Κὰμ μὲν γλῶσσα ἔαγε, λέπτον δ´
αὔτικα χρῷ πῦρ ὑποδεδρόμακεν,

ἀθόρυβον δ´ ὄψει καὶ πρᾶον ὄμμα, φθεγγομένου δ´ ἂν ἀκοῦσαι ποθήσειας. Ὥσπερ γὰρ οἱ τελούμενοι κατ´ ἀρχὰς μὲν ἐν θορύβῳ καὶ βοῇ συνίασι πρὸς [81e] ἀλλήλους ὠθούμενοι, δρωμένων δὲ καὶ δεικνυμένων τῶν ἱερῶν προσέχουσιν ἤδη μετὰ φόβου καὶ σιωπῆς, οὕτω καὶ φιλοσοφίας ἐν ἀρχῇ καὶ περὶ θύρας πολὺν θόρυβον ὄψει καὶ λαλιὰν καὶ θρασύτητα, ὠθουμένων πρὸς τὴν δόξαν ἐνίων ἀγροίκως τε καὶ βιαίως· ὁ δ´ ἐντὸς γενόμενος καὶ μέγα φῶς ἰδών, οἷον ἀνακτόρων ἀνοιγομένων, ἕτερον λαβὼν σχῆμα καὶ σιωπὴν καὶ θάμβος ὥσπερ θεῷ τῷ λόγῳ « Ταπεινὸς συνέπεται καὶ κεκοσμημένος. » Εἰς δὲ τούτους ἔοικε καὶ τὸ Μενεδήμῳ πεπαιγμένον καλῶς λέγεσθαι· [81f]  καταπλεῖν γὰρ ἔφη τοὺς πολλοὺς ἐπὶ σχολὴν Ἀθήναζε, σοφοὺς τὸ πρῶτον, εἶτα γίγνεσθαι φιλοσόφους, εἶτα ῥήτορας, τοῦ χρόνου δὲ προϊόντος ἰδιώτας, ὅσῳ μᾶλλον ἅπτονται τοῦ λόγου, μᾶλλον τὸ οἴημα καὶ τὸν τῦφον κατατιθεμένους.

Τῶν τοίνυν δεομένων ἰατρείας οἱ μὲν ὀδόντα πονοῦντες ἢ δάκτυλον αὐτόθεν βαδίζουσι παρὰ τοὺς θεραπεύοντας, οἱ δὲ πυρέττοντες οἴκαδε καλοῦσι καὶ δέονται βοηθεῖν, οἱ δ´ εἰς μελαγχολίαν ἢ φρενῖτιν ἢ παρακοπὴν ἥκοντες οὐδὲ φοιτῶντας ἐνιαχοῦ πρὸς αὐτοὺς ἀνέχονται, ἀλλ´ ἐξελαύνουσιν ἢ φεύγουσιν, [82a] μηδ´ ὅτι νοσοῦσιν ὑπὸ τοῦ σφόδρα νοσεῖν αἰσθανόμενοι. Οὕτω δὴ καὶ τῶν ἁμαρτανόντων ἀνήκεστοι μέν εἰσιν οἱ πρὸς τοὺς ἐλέγχοντας καὶ νουθετοῦντας ἐχθρῶς καὶ ἀγρίως διατιθέμενοι καὶ χαλεπαίνοντες· οἱ δ´ ὑπομένοντες καὶ προσιέμενοι πραότερον ἔχουσι. Τὸ δ´ ἑαυτὸν ἁμαρτάνοντα παρέχειν τοῖς ἐλέγχουσι καὶ τὸ πάθος λέγειν καὶ τὴν μοχθηρίαν ἀποκαλύπτειν καὶ μὴ χαίρειν λανθάνοντα μηδ´ ἀγαπᾶν ἀγνοούμενον ἀλλ´ ὁμολογεῖν καὶ δεῖσθαι τοῦ ἁπτομένου καὶ νουθετοῦντος οὐ φαῦλον ἂν εἴη προκοπῆς σημεῖον. Ὥς που Διογένης ἔλεγε τῷ σωτηρίας δεομένῳ ζητεῖν προσήκειν ἢ φίλον σπουδαῖον ἢ διάπυρον ἐχθρόν, ὅπως ἐλεγχόμενος ἢ [82b] θεραπευόμενος ἐκφεύγοι τὴν κακίαν. Ἄχρι δ´ οὗ τις ἐπιδεικνύμενος ῥύπον ἢ κηλῖδα χιτῶνος ἢ διερρωγὸς ὑπόδημα καλλωπίζεται πρὸς τοὺς ἐκτὸς ἀτυφίᾳ κενῇ καὶ διασκώπτων αὐτὸς ἑαυτὸν ὡς μικρὸν ἢ ὡς κυρτὸν οἴεται νεανιεύεσθαι, τὰ δ´ ἐντὸς αἴσχη τῆς ψυχῆς καὶ τὰ περὶ τὸν βίον ἐγχρέμματα καὶ μικρολογίας καὶ φιληδονίας καὶ κακοηθείας καὶ φθόνους ὥσπερ ἕλκη περιστέλλων καὶ ἀποκρύπτων οὐδένα θιγεῖν οὐδὲ προσιδεῖν ἐᾷ δεδιὼς τὸν ἔλεγχον, ὀλίγον αὐτῷ προκοπῆς μέτεστι, μᾶλλον δ´ οὐδέν.[82c] Ἀλλ´ ὁ τούτοις ὁμόσε χωρῶν καὶ μάλιστα μὲν αὐτὸς ἑαυτὸν ἀλγύνειν ἁμαρτάνοντα καὶ κακίζειν, δεύτερον δὲ παρέχειν ἑτέρου νουθετοῦντος ἐγκαρτεροῦντα καὶ καθαιρόμενον ὑπὸ τῶν ἐλέγχων καὶ δυνάμενος καὶ βουλόμενος, οὗτος ἀποτριβομένῳ καὶ βδελυττομένῳ τὴν μοχθηρίαν ἀληθῶς ἔοικε. Δεῖ μὲν γὰρ ἀμέλει καὶ τὸ δοκεῖν εἶναι πονηρὸν αἰδεῖσθαι καὶ φεύγειν· ὁ δὲ τὴν οὐσίαν μᾶλλον τῆς μοχθηρίας ἢ τὴν ἀδοξίαν δυσχεραίνων οὐ φεύγει τὸ κακῶς ἀκοῦσαι καὶ εἰπεῖν ἐπὶ τῷ βελτίων γενέσθαι. Χαρίεν γὰρ τὸ τοῦ Διογένους πρός τινα νεανίσκον ὀφθέντα μὲν ἐν καπηλείῳ, καταφυγόντα δ´ εἰς τὸ  [82d] καπηλεῖον, « Ὅσῳ, » γὰρ εἶπεν, « ἐνδοτέρω φεύγεις, μᾶλλον ἐν τῷ καπηλείῳ γίγνῃ. » Καὶ τῶν φαύλων ἕκαστος ὅσῳ μᾶλλον ἀρνεῖται, τοσούτῳ μᾶλλον ἐνδύεται καὶ καθείργνυσιν εἰς τὴν κακίαν ἑαυτόν. Ἀμέλει τῶν πενομένων οἱ προσποιούμενοι πλουτεῖν ἔτι μᾶλλον πένονται διὰ τὴν ἀλαζονείαν· ὁ δὲ προκόπτων ἀληθῶς καὶ τὸν Ἱπποκράτη ποιεῖται παράδειγμα, τὸ περὶ τὰς ῥαφὰς τῆς κεφαλῆς ἀγνοηθὲν αὐτῷ καὶ ἐξαγορεύσαν&#