[0] ΠΕΡΙ ΤΩΝ ΕΚΛΕΛΟΙΠΟΤΩΝ ΧΡΗΣΤΗΡΙΩΝ.
[1] Ἀετούς τινας ἢ κύκνους, ὦ Τερέντιε Πρῖσκε, μυθολογοῦσιν
ἀπὸ τῶν ἄκρων τῆς γῆς ἐπὶ τὸ μέσον φερομένους
εἰς ταὐτὸ συμπεσεῖν Πυθοῖ περὶ τὸν καλούμενον
ὀμφαλόν· ὕστερον δὲ χρόνῳ τὸν Φαίστιον Ἐπιμενίδην
ἐλέγχοντα τὸν μῦθον ἐπὶ τοῦ θεοῦ καὶ λαβόντα χρησμὸν
ἀσαφῆ καὶ ἀμφίβολον εἰπεῖν
Οὔτε γὰρ ἦν γαίης μέσος ὀμφαλὸς οὐδὲ θαλάσσης·
εἰ δέ τις ἔστι, θεοῖς δῆλος θνητοῖσι δ΄ ἄφαντος.
Ἐκεῖνον μὲν οὖν εἰκότως ὁ θεὸς ἠμύνατο μύθου παλαιοῦ |
καθάπερ ζωγραφήματος ἁφῇ διαπειρώμενον·
[2] Ὀλίγον δὲ πρὸ Πυθίων τῶν ἐπὶ Καλλιστράτου πρὸς ἡμᾶς ἀπὸ
τῶν ἐναντίων τῆς οἰκουμένης περάτων ἔτυχον ἄνδρες ἱεροὶ
δύο συνδραμόντες εἰς Δελφούς, Δημήτριος μὲν ὁ γραμματικὸς
ἐκ Βρεττανίας εἰς Ταρσὸν ἀνακομιζόμενος οἴκαδε,
Κλεόμβροτος δ΄ ὁ Λακεδαιμόνιος, πολλὰ μὲν ἐν Αἰγύπτῳ
καὶ περὶ τὴν Τρωγλοδυτικὴν πεπλανημένος, πόρρω δὲ
τῆς Ἐρυθρᾶς θαλάσσης ἀναπεπλευκὼς οὐ κατ΄ ἐμπορίαν,
ἀλλ΄ ἀνὴρ φιλοθεάμων καὶ φιλομαθὴς οὐσίαν δ΄ ἔχων
ἱκανὴν καὶ τὸ πλείονα τῶν ἱκανῶν ἔχειν οὐκ ἄξιον πολλοῦ
ποιούμενος ἐχρῆτο τῇ σχολῇ πρὸς τὰ τοιαῦτα καὶ συνῆγεν
ἱστορίαν οἷον ὕλην φιλοσοφίας θεολογίαν ὥσπερ αὐτὸς
ἐκάλει τέλος ἐχούσης. νεωστὶ δὲ γεγονὼς παρ΄ Ἄμμωνα
τὰ μὲν ἄλλα τῶν ἐκεῖ δῆλος ἦν μὴ πάνυ τεθαυμακώς,
περὶ δὲ τοῦ λύχνου τοῦ ἀσβέστου διηγεῖτο λόγον ἄξιον
σπουδῆς λεγόμενον ὑπὸ τῶν ἱερέων. ἀεὶ γὰρ ἔλαττον
ἀναλίσκειν ἔλαιον ἔτους ἑκάστου, καὶ τοῦτο ποιεῖσθαι
τεκμήριον ἐκείνους τῆς τῶν ἐνιαυτῶν ἀνωμαλίας τὸν
ὕστερον τοῦ προάγοντος ἀεὶ τῷ χρόνῳ βραχύτερον ποιούσης·
εἰκὸς γὰρ ἐν ἐλάττονι χρόνῳ τὸ δαπανώμενον ἔλαττον εἶναι.
[3] Θαυμασάντων δὲ τῶν παρόντων, τοῦ δὲ Δημητρίου
καὶ γελοῖον φήσαντος εἶναι ἀπὸ μικρῶν πραγμάτων οὕτω
μεγάλα θηρᾶν, οὐ κατ΄ Ἀλκαῖον ἐξ ὄνυχος τὸν
λέοντα γράφοντας, ἀλλὰ θρυαλλίδι καὶ λύχνῳ τὸν οὐρανὸν
ὁμοῦ καὶ τὰ σύμπαντα μεθιστάντας καὶ τὴν μαθηματικὴν
ἄρδην ἀναιροῦντας, ὁ Κλεόμβροτος οὐδέτερον ἔφη
τούτων διαταράξει τοὺς ἄνδρας· ἀλλὰ τοῖς μαθηματικοῖς
οὐχ ὑφήσονται τῆς ἀκριβείας, ὡς μᾶλλον ἂν ἐκείνους διαφυγόντα
τὸν χρόνον ἐν κινήσεσι καὶ περιόδοις οὕτω
μακρὰν ἀφεστώσαις, ἢ τὸ μέτρον αὐτοὺς τοῦ ἐλαίου προσέχοντας
ἀεὶ διὰ τὴν ἀτοπίαν τῷ παραλόγῳ καὶ παραφυλάττοντας.
τὸ δὲ μικρὰ μὴ διδόναι σημεῖα γίγνεσθαι
μεγάλων, ὦ Δημήτριε, πολλαῖς ἔσται τέχναις ἐμποδών,
ἐπεὶ καὶ πολλῶν μὲν ἀποδείξεις παραιρεῖσθαι συμβήσεται
πολλῶν δὲ προαγορεύσεις. καίτοι καὶ ἡμῖν οὐ μικρὸν
ἀποδείκνυτε πρᾶγμα, λεαίνεσθαι ξυρῷ τὰ σώματα τοὺς
ἥρωας, ἐντυχόντες γὰρ Ὁμήρῳ ξυρὸν ὀνομάσαντι,
καὶ δανείζειν ἐπὶ τόκοις, ὅτι που χρέος
ὀφέλλεσθαι φησίν οὔτι νέον οὐδ΄ ὀλίγον, ὡς τοῦ ὀφέλλεσθαι
τὸ αὔξεσθαι δηλοῦντος. αὖθις δὲ τὴν νύκτα θοήν
εἰπόντος ἀγαπητῶς ἐμφύεσθε τῷ ῥήματι καὶ τοῦτ΄ ἐκεῖνό
φατε, φράζεσθαι τὴν σκιὰν τῆς γῆς ὑπ΄ αὐτοῦ κωνικήν,
οὖσαν ἀπὸ σφαιροειδοῦς. ἰατρικὴν δὲ λοιμῶδες θέρος
ἀραχνίων πλήθει προδηλοῦν καὶ θρίοις ἐαρινοῖς ὅταν
κορώνης ποσὶν εἴκελα γένηται τίς ἐάσει τῶν ἀξιούντων
μικρὰ σημεῖα μὴ γίγνεσθαι τῶν μεγάλων; τίς δ΄ ἀνέξεται
πρὸς χοῦν καὶ κοτύλην ὕδατος τὸ τοῦ ἡλίου μέγεθος
μετρούμενον, ἢ τῆς ἐνταῦθα πλινθίδος ἣν ποιεῖ γωνίαν
ὀξεῖαν κεκλιμένη πρὸς τὸ ἐπίπεδον, μέτρον εἶναι λεγομένην
τοῦ ἐξάρματος, ὃ ἐξῆρται τῶν πόλων ὁ ἀεὶ φανερὸς
ἀπὸ τοῦ ὁρίζοντος; ταῦτα γὰρ ἦν ἀκούειν τῶν ἐκεῖ
προφητῶν. ὥστ΄ ἄλλο τι λεγόντων πρὸς αὐτοὺς οἱ βουλόμενοι
τῷ ἡλίῳ κατὰ τὰ πάτρια τὴν νενομισμένην τάξιν
ἀπαράβατον ποιῆσαι.
[4] Παρὼν οὖν ἀνεφώνησεν Ἀμμώνιος ὁ φιλόσοφος οὐ
τῷ ἡλίῳ μόνον, εἰπέ, ἀλλὰ τῷ οὐρανῷ παντί. συστέλλεσθαι
γὰρ ἀνάγκη τὴν ἀπὸ τροπῶν ἐπὶ τροπὰς πάροδον αὐτοῦ |
καὶ μὴ διαμένειν τηλικοῦτο μέρος οὖσαν τοῦ ὁρίζοντος
ἡλίκον οἱ μαθηματικοὶ λέγουσιν, ἀλλ΄ ἐλάττονα γίγνεσθαι,
ἀεὶ πρὸς τὰ βόρεια τῶν νοτίων συναγωγὴν λαμβανόντων,
καὶ τὸ θέρος ἡμῖν βραχύτερον καὶ ψυχρότερον
εἶναι τὴν κρᾶσιν, ἐνδοτέρω κάμπτοντος αὐτοῦ καὶ μειζόνων
παραλλήλων ἐφαπτομένου τοῖς τροπικοῖς σημείοις·
ἔτι δὲ τοὺς μὲν ἐν Συήνῃ γνώμονας ἀσκίους μηκέτι φαίνεσθαι
περὶ τροπὰς θερινὰς πολλοὺς δὲ ὑποδεδραμηκέναι
τῶν ἀπλανῶν ἀστέρων ἐνίους δὲ ψαύειν καὶ συγκεχύσθαι
πρὸς ἀλλήλους τοῦ διαστήματος ἐκλελοιπότος. εἰ δ΄ αὖ
φήσουσι τῶν ἄλλων ὁμοίως ἐχόντων ἀτακτεῖν ταῖς κινήσεσι
τὸν ἥλιον, οὔτε τὴν μόνον τοῦτον ἐκ τοσούτων ἐπιταχύνουσαν
αἰτίαν εἰπεῖν ἕξουσι καὶ τὰ πολλὰ τῶν φαινομένων
συνταράξουσι, τὰ δὲ πρὸς σελήνην καὶ παντάπασιν,
ὥστε μὴ δεῖσθαι μέτρων ἐλαίου τὴν διαφορὰν
ἐλεγχόντων. αἱ γὰρ ἐκλείψεις ἐλέγξουσιν αὐτοῦ τε τῇ
σελήνῃ πλεονάκις ἐπιβάλλοντος καὶ τῆς σελήνης τῇ τῆς
γῆς σκιᾷ, τὰ δ΄ ἄλλα δῆλα καὶ οὐδὲν δεῖ περαιτέρω τὴν
ἀλαζονείαν τοῦ λόγου διελίττειν. ἀλλὰ μήν ὁ Κλεόμβροτος
ἔφη καὶ τὸ μέτρον αὐτὸς εἶδον· πολλὰ γὰρ ἐδείκνυσαν·
τὸ δ΄ ἐπέτειον ἀπέδει τῶν παλαιοτάτων οὐκ ὀλίγον.
ὑπολαβὼν δ΄ αὖθις ὁ Ἀμμώνιος εἶτα τοὺς ἄλλους ἀνθρώπους
εἶπεν ἔλαθε παρ΄ οἷς ἄσβεστα θεραπεύεται πυρὰ
καὶ σῴζεται χρόνον ἐτῶν ὡς ἔπος εἰπεῖν ἄπειρον; εἰ δ΄
οὖν ὑπόθοιτό τις ἀληθὲς εἶναι τὸ λεγόμενον, οὐ βέλτιόν
ἐστι ψυχρότητας αἰτιᾶσθαί τινας καὶ ὑγρότητας ἀέρων,
ὑφ΄ ὧν τὸ πῦρ μαραινόμενον εἰκός ἐστι μὴ κρατεῖν πολλῆς
μηδὲ δεῖσθαι τροφῆς, ἢ τοὐναντίον ξηρότητας καὶ θερμότητας;
ἤδη γὰρ ἀκήκοα λεγόντων τινῶν περὶ τοῦ πυρός,
ὡς ἐν χειμῶνι καίεται βέλτιον ὑπὸ ῥώμης εἰς αὑτὸ συστελλόμενον
τῇ ψυχρότητι καὶ πυκνούμενον, ἐν δὲ τοῖς αὐχμοῖς
ἐξασθενεῖ καὶ γίγνεται μανὸν καὶ ἄτονον, κἂν ἐν ἡλίῳ
καίηται, χεῖρον ἐργάζεται καὶ τῆς ὕλης ἅπτεται μαλακῶς
καὶ καταναλίσκει βράδιον. μάλιστα δ΄ ἄν τις εἰς αὐτὸ τὴν
αἰτίαν ἐπανάγοι τοὔλαιον· οὐ γὰρ ἀπεικός ἐστι πάλαι μὲν
ἄτροφον καὶ ὑδατῶδες εἶναι γεννώμενον ἐκ φυτάδος νέας,
ὕστερον δὲ πεττόμενον ἐν τελείοις καὶ συνιστάμενον ἀπὸ
πλήθους ἴσου μᾶλλον ἰσχύειν καὶ τρέφειν βέλτιον, εἰ δεῖ
τοῖς Ἀμμωνίοις ἀνασῴζειν καίπερ ἄτοπον καὶ ἀλλόκοτον
οὖσαν τὴν ὑπόθεσιν.
[5] Παυσαμένου δὲ τοῦ Ἀμμωνίου μᾶλλον ἔφην ἐγώ
περὶ τοῦ μαντείου δίελθ΄ ἡμῖν, ὦ Κλεόμβροτε· μεγάλη
γὰρ ἡ παλαιὰ δόξα τῆς ἐκεῖ θειότητος, τὰ δὲ νῦν ἔοικεν
ὑπομαραίνεσθαι. τοῦ δὲ Κλεομβρότου σιωπῶντος καὶ
κάτω βλέποντος ὁ Δημήτριος οὐδέν ἔφη δεῖ περὶ τῶν
ἐκεῖ πυνθάνεσθαι καὶ διαπορεῖν τὴν ἐνταῦθα τῶν χρηστηρίων
ἀμαύρωσιν μᾶλλον δὲ πλὴν ἑνὸς ἢ δυεῖν ἁπάντων
ἔκλειψιν ὁρῶντας, ἀλλ΄ ἐκεῖνο σκοπεῖν, δι΄ ἣν αἰτίαν οὕτως
ἐξησθένηκε. τὰ γὰρ ἄλλα τί δεῖ λέγειν, ὅπου γε τὴν Βοιωτίαν
ἕνεκα χρηστηρίων πολύφωνον οὖσαν ἐν τοῖς πρότερον
χρόνοις νῦν ἐπιλέλοιπε κομιδῇ καθάπερ νάματα, καὶ πολὺς
ἐπέσχηκε μαντικῆς αὐχμὸς τὴν χώραν; οὐδαμοῦ γὰρ
ἀλλαχόθι νῦν ἢ περὶ Λεβάδειαν ἡ Βοιωτία παρέχει τοῖς
χρῄζουσιν ἀρύσασθαι μαντικῆς, τῶν δ΄ ἄλλων τὰ μὲν
σιγὴ τὰ δὲ παντελὴς ἐρημία κατέσχηκε. καίτοι γε περὶ τὰ
Μηδικὰ μὲν εὐδοκίμησεν, - - - οὐχ ἧττον |
ἢ τὸ τοῦ Ἀμφιάρεω καὶ ἀπεπειράθη μὲν ὡς ἔοικεν
ἀμφοτέρων. Ὡς ὁ μὲν οὖν τοῦ μαντείου προφήτης φωνῇ
Αἰολίδι χρώμενος - - - τὸ πρὸ τοῦ τότε τῇ τῶν βαρβάρων
χρησμὸν ἐξήνεγκεν, ὥστε μηδένα ξυνεῖναι ἁγίων τῶν
παρόντων - - - ὃν ἐκεῖνον, ὡς - - - τοῦ ἐνθουσιασμοῦ - - -
τι τοῖς βαρβάροις οὐκ ἔστιν οὐδὲ δέδοται φωνὴν Ἑλληνίδα
λαβεῖν τὸ προσταττόμενον ὑπηρετοῦσαν. ὁ δὲ πεμφθεὶς
εἰς Ἀμφιάρεω Λυδὸς ἔδοξε κατὰ τοὺς ὕπνους ὑπηρέτην
τοῦ θεοῦ φανέντα πρῶτον μὲν ἀπὸ φωνῆς ἐκβάλλειν
αὐτόν, ὡς τοῦ θεοῦ μὴ παρόντος, ἔπειτα ταῖς χερσὶν
ὠθεῖν, ἐπιμένοντος δὲ λίθον εὐμεγέθη λαβόντα τὴν κεφαλὴν
πατάξαι. ταῦτα δ΄ ἦν ὥσπερ ἀντίφωνα τῶν γενησομένων·
ἡττήθη γὰρ ὁ Μαρδόνιος, οὐ βασιλέως ἀλλ΄ ἐπιτρόπου
καὶ διακόνου βασιλέως ἡγουμένου τῶν Ἑλλήνων,
καὶ λίθῳ πληγεὶς ἔπεσεν, ὥσπερ ὁ Λυδὸς ἔδοξε πληγῆναι
κατὰ τοὺς ὕπνους. ἤκμαζε δὲ τότε καὶ τὸ περὶ τὰς Τεγύρας
χρηστήριον, ὅπου καὶ γενέσθαι τὸν θεὸν ἱστοροῦσι,
καὶ ναμάτων δυεῖν παραρρεόντων τὸ μὲν Φοίνικα θάτερον
δ΄ Ἐλαίαν ἄχρι νῦν Ὀρχομένιοι λέγουσιν. ἐν μὲν οὖν
τοῖς Μηδικοῖς Ἐχεκράτους προφητεύοντος ἀνεῖλε νίκην
καὶ κράτος πολέμου τοῖς Ἕλλησιν ὁ θεός· ἐν δὲ τῷ
Πελοποννησιακῷ πολέμῳ Δηλίοις ἐκπεσοῦσι τῆς νήσου
φασὶ χρησμὸν ἐκ Δελφῶν κομισθῆναι προστάττοντα τὸν
τόπον ἀνευρεῖν, ἐν ᾧ γέγονεν ὁ Ἀπόλλων, καὶ θυσίας
τινὰς ἐκεῖ τελέσαι. θαυμαζόντων δὲ καὶ διαπορούντων, εἰ
μὴ παρ΄ αὐτοῖς ὁ θεὸς ἀλλ΄ ἑτέρωθι γεγόνοι, τὴν Πυθίαν
προσανελεῖν, ὅτι κορώνη φράσει τὸ χωρίον αὐτοῖς. ἀπιόντας
οὖν ἐν Χαιρωνείᾳ γενέσθαι καὶ τῆς πανδοκευτρίας
ἀκοῦσαι πρός τινας ξένους βαδίζοντας εἰς Τεγύρας περὶ
τοῦ χρηστηρίου διαλεγομένης· τῶν δὲ ξένων, ὡς ἀπῄεσαν,
ἀσπαζομένων καὶ προσαγορευόντων τὴν ἄνθρωπον, ὅπερ
ὠνομάζετο, Κορώνην, συνεῖναι τὸ λόγιον καὶ θύσαντας
ἐν ταῖς Τεγύραις τυχεῖν καθόδου μετ΄ ὀλίγον χρόνον.
γεγόνασι δὲ καὶ νεώτεραι τούτων ἐπιφάνειαι περὶ τὰ μαντεῖα
ταῦτα, νῦν δ΄ ἐκλέλοιπεν· ὥστε τὴν αἰτίαν ἄξιον εἶναι
παρὰ τῷ Πυθίῳ διαπορῆσαι τῆς μεταβολῆς.
[6] Ἤδη δέ πως ἀπὸ τοῦ νεὼ προϊόντες ἐπὶ ταῖς θύραις
τῆς Κνιδίων λέσχης ἐγεγόνειμεν· παρελθόντες οὖν εἴσω
τοὺς φίλους πρὸς οὓς ἐβαδίζομεν ἑωρῶμεν καθημένους
καὶ περιμένοντας ἡμᾶς· ἦν δὲ τῶν ἄλλων ἡσυχία διὰ τὴν
ὥραν ἀλειφομένων ἢ θεωμένων τοὺς ἀθλητάς. καὶ ὁ
Δημήτριος διαμειδιάσας ψεύσομαι εἶπεν ἢ ἔτυμον
ἐρέω; δοκεῖτέ μοι μηδὲν ἄξιον σκέμμα διὰ
χειρῶν ἔχειν· ὁρῶ γὰρ ὑμᾶς ἀνειμένως σφόδρα καθημένους
καὶ διακεχυμένους τοῖς προσώποις. ὑπολαβὼν
οὖν ὁ Μεγαρεὺς Ἡρακλέων οὐ γὰρ ζητοῦμεν ἔφη τὸ
βάλλω ῥῆμα πότερον τῶν δύο τὸ ἓν λάμβδα κατὰ τὸν
μέλλοντα χρόνον ἀπόλλυσιν, οὐδ΄ ἀπὸ τίνων ἁπλῶν ὀνομάτων
τὸ χεῖρον καὶ τὸ βέλτιον καὶ τὸ χείριστον καὶ τὸ
βέλτιστον ἐσχημάτισται. ταῦτα γὰρ ἴσως καὶ τὰ τοιαῦτα
συντείνει καὶ συνίστησι τὸ πρόσωπον· τὰ δ΄ ἄλλ΄ ἔξεστι
τὰς ὀφρῦς κατὰ χώραν ἔχοντας φιλοσοφεῖν καὶ ζητεῖν
ἀτρέμα μὴ δεινὸν βλέποντας μηδὲ χαλεπαίνοντας τοῖς
παροῦσιν. δέξασθ΄ οὖν ὁ Δημήτριος ἡμᾶς ἔφη καὶ
μεθ΄ ἡμῶν λόγον, ὃς δὴ προσπέπτωκεν ἡμῖν οἰκεῖος ὢν
τοῦ τόπου καὶ διὰ τὸν θεὸν ἅπασι προσήκων· καὶ ὅπως
οὐ συνάξετε τὰς ὀφρῦς ἐπιχειροῦντες.
[7] Ὡς οὖν ἀνεμίχθημεν διακαθεζόμενοι καὶ προύβαλεν
εἰς μέσον ὁ Δημήτριος τὸν λόγον, | εὐθὺς ἀναπηδήσας ὁ
κυνικὸς Δίδυμος, ἐπίκλησιν Πλανητιάδης, καὶ τῇ βακτηρίᾳ
δὶς ἢ τρὶς πατάξας ἀνεβόησεν ἰοὺ ἰού, δύσκριτον
πρᾶγμα καὶ ζητήσεως δεόμενον πολλῆς ἥκετε κομίζοντες
ἡμῖν. θαυμαστὸν γάρ ἐστιν, εἰ τοσαύτης κακίας ὑποκεχυμένης
μὴ μόνον, ὡς προεῖπεν Ἡσίοδος,
Αἰδὼς καὶ Νέμεσις τὸν ἀνθρώπινον βίον ἀπολελοίπασιν,
ἀλλὰ καὶ πρόνοια θεῶν συσκευασαμένη τὰ χρηστήρια
πανταχόθεν οἴχεται; τοὐναντίον ὑμῖν ἐγὼ προβάλλω διαπορῆσαι,
πῶς οὐχὶ καὶ τόδ΄ ἀπείρηκεν οὐδ΄ Ἡρακλῆς
αὖθις ἤ τις ἄλλος θεῶν ὑπέσπακε τὸν τρίποδα καταπιμπλάμενον
αἰσχρῶν καὶ ἀθέων ἐρωτημάτων, ἃ τῷ θεῷ
προβάλλουσιν οἱ μὲν ὡς σοφιστοῦ διάπειραν λαμβάνοντες
οἱ δὲ περὶ θησαυρῶν ἢ κληρονομιῶν ἢ γάμων παρανόμων
διερωτῶντες· ὥστε κατὰ κράτος ἐξελέγχεσθαι τὸν Πυθαγόραν
εἰπόντα βελτίστους ἑαυτῶν γίγνεσθαι τοὺς ἀνθρώπους,
ὅταν πρὸς τοὺς θεοὺς βαδίζωσιν· οὕτως ἄρ΄ ἃ καλῶς
εἶχεν ἀνθρώπου πρεσβυτέρου παρόντος ἀρνεῖσθαι καὶ ἀποκρύπτειν
νοσήματα τῆς ψυχῆς καὶ πάθη, ταῦτα γυμνὰ
καὶ περιφανῆ κομίζουσιν ἐπὶ τὸν θεόν. ἔτι δ΄ αὐτοῦ
βουλομένου λέγειν ὅ θ΄ Ἡρακλέων ἐπελάβετο τοῦ τρίβωνος,
κἀγὼ σχεδὸν ἁπάντων αὐτῷ συνηθέστατος ὤν παῦ΄
ἔφην ὦ φίλε Πλανητιάδη, παροξύνων τὸν θεόν· εὐόργητος
γάρ ἐστι καὶ πρᾶος
κατεκρίθη δὲ θνατοῖς ἀγανώτατος ἔμμεν
ὥς φησιν ὁ Πίνδαρος. καὶ εἴθ΄ ἥλιός ἐστιν εἴτε
κύριος ἡλίου καὶ πατὴρ καὶ ἐπέκεινα τοῦ ὁρατοῦ παντός,
οὐκ εἰκὸς ἀπαξιοῦν φωνῆς τοὺς νῦν ἀνθρώπους, οἷς
αἴτιός ἐστι γενέσεως καὶ τροφῆς καὶ τοῦ εἶναι καὶ φρονεῖν·
οὐδ΄ ἅμα τὴν πρόνοιαν ὥσπερ εὐγνώμονα μητέρα
καὶ χρηστὴν πάντα ποιοῦσαν ἡμῖν καὶ φυλάττουσαν ἐν
μόνῃ μνησίκακον εἶναι τῇ μαντικῇ καὶ ταύτην ἀφαιρεῖσθαι
δοῦσαν ἐξ ἀρχῆς· ὥσπερ οὐχὶ καὶ τότε πλειόνων
ὄντων ἐν πλείοσιν ἀνθρώπων πονηρῶν, ὅτε πολλαχόθεν
τῆς οἰκουμένης χρηστήρια καθειστήκει. δεῦρο δὴ πάλιν
καθίσας καὶ πρὸς τὴν κακίαν, ἣν εἴωθας ἀεὶ τῷ λόγῳ
κολάζειν, Πυθικὰς ἐκεχειρίας σπεισάμενος ἑτέραν τινὰ
μεθ΄ ἡμῶν αἰτίαν ζήτει τῆς λεγομένης ἐκλείψεως τῶν
χρηστηρίων, τὸν δὲ θεὸν εὐμενῆ φύλαττε καὶ ἀμήνιτον.
ἐγὼ μὲν οὖν ταῦτ΄ εἰπὼν τοσοῦτο διεπραξάμην, ὅσον ἀπελθεῖν
διὰ θυρῶν σιωπῇ τὸν Πλανητιάδην.
[8] Ἡσυχίας δὲ γενομένης ἐπ΄ ὀλίγον ὁ Ἀμμώνιος ἐμὲ
προσαγορεύσας ὅρα τί ποιοῦμεν εἶπεν ὦ Λαμπρία, καὶ
πρόσεχε τῷ λόγῳ τὴν διάνοιαν, ὅπως μὴ τὸν θεὸν ἀναίτιον
ποιῶμεν. ὁ γὰρ ἄλλῳ τινὶ καὶ μὴ θεοῦ γνώμῃ τὰ
παυσάμενα τῶν χρηστηρίων ἐκλιπεῖν ἡγούμενος ὑπόνοιαν
δίδωσι τοῦ μὴ γίνεσθαι μηδ΄ εἶναι διὰ τὸν θεὸν ἀλλ΄
ἑτέρῳ τινὶ τρόπῳ νομίζειν. οὐ γὰρ ἄλλη γέ τις ἔστι
μείζων οὐδὲ κρείττων δύναμις, ὥστ΄ ἀναιρεῖν καὶ ἀφανίζειν
ἔργον θεοῦ τὴν μαντικὴν οὖσαν. ὁ μὲν οὖν Πλανητιάδου
λόγος οὐκ ἀρεστὸς ἐμοὶ διά τε τἄλλα καὶ τὴν ἀνωμαλίαν,
ἣν περὶ τὸν θεὸν ποιεῖ, πῆ μὲν ἀποστρεφόμενον
καὶ ἀπαξιοῦντα τὴν κακίαν πῆ δὲ πάλιν αὖ προσιέμενον·
ὥσπερ εἰ βασιλεύς τις ἢ τύραννος ἑτέραις ἀποκλείων
θύραις τοὺς πονηροὺς καθ΄ ἑτέρας εἰσδέχοιτο καὶ χρηματίζοι.
τοῦ δὲ μετρίου καὶ ἱκανοῦ καὶ μηδαμῆ περιττοῦ
πανταχῆ δ΄ αὐτάρκους μάλιστα τοῖς θείοις πρέποντος
ἔργοις, εἰ ταύτην λαβὼν ἀρχὴν φαίη τις, ὅτι τῆς κοινῆς
ὀλιγανδρίας, ἣν αἱ πρότεραι στάσεις καὶ οἱ πόλεμοι περὶ
πᾶσαν ὁμοῦ τι τὴν οἰκουμένην ἀπειργάσαντο, | πλεῖστον
μέρος ἡ Ἑλλὰς μετέσχηκε, καὶ μόλις ἂν νῦν ὅλη παράσχοι
τρισχιλίους ὁπλίτας, ὅσους ἡ Μεγαρέων μία πόλις ἐξέπεμψεν
εἰς Πλαταιάς (οὐδὲν οὖν ἕτερον ἦν τὸ πολλὰ καταλιπεῖν
χρηστήρια τὸν θεὸν ἢ τῆς Ἑλλάδος ἐλέγχειν τὴν
ἐρημίαν), ἀκριβῶς ἂν αὐτῷ παράσχοιμι τῆς εὑρησιλογίας.
τίνος γὰρ ἦν ἀγαθὸν ἐν Τεγύραις ὡς πρότερον
εἶναι μαντεῖον ἢ περὶ τὸ Πτῷον ὅπου μέρος ἡμέρας
ἐντυχεῖν ἔστιν ἀνθρώπῳ νέμοντι; καὶ γὰρ τοῦτο δὴ τοὐνταῦθα
πρεσβύτατον ὂν χρόνῳ τε καὶ δόξῃ τε κλεινότατον
ὑπὸ θηρίου χαλεποῦ δρακαίνης πολὺν χρόνον ἔρημον γενέσθαι
καὶ ἀπροσπέλαστον ἱστοροῦσιν, οὐκ ὀρθῶς τὴν
αἰτίαν ἀλλ΄ ἀνάπαλιν λαμβάνοντες· ἡ γὰρ ἐρημία τὸ
θηρίον ἐπηγάγετο μᾶλλον ἢ τὸ θηρίον ἐποίησε τὴν ἐρημίαν.
ἐπεὶ δὲ τῷ θεῷ δόξαν οὕτως ἥ θ΄ Ἑλλὰς ἐρρώσθη
πόλεσι καὶ τὸ χωρίον ἀνθρώποις ἐπλήθυνε, δυσὶν ἐχρῶντο
προφήτισιν ἐν μέρει καθιεμέναις, καὶ τρίτη δ΄ ἔφεδρος ἦν
ἀποδεδειγμένη. νῦν δ΄ ἔστι μία προφῆτις, καὶ οὐκ ἐγκαλοῦμεν·
ἐξαρκεῖ γὰρ αὕτη τοῖς δεομένοις. οὐ τοίνυν αἰτιατέον
οὐδὲν τὸν θεόν· ἡ γὰρ οὖσα μαντικὴ καὶ διαμένουσα
πᾶσίν ἐστιν ἱκανὴ καὶ πάντας ἀποπέμπει τυγχάνοντας
ὧν χρῄζουσιν. ὥσπερ οὖν ἐννέα κήρυξιν ὁ Ἀγαμέμνων
ἐχρῆτο καὶ μόλις κατεῖχε τὴν ἐκκλησίαν διὰ
πλῆθος, ἐνταῦθα δ΄ ὄψεσθε μεθ΄ ἡμέρας ὀλίγας ἐν τῷ
θεάτρῳ μίαν φωνὴν ἐξικνουμένην εἰς πάντας, οὕτω τότε
πλείοσιν ἐχρῆτο φωναῖς πρὸς πλείονας ἡ μαντική, νῦν δὲ
τοὐναντίον ἔδει θαυμάζειν τὸν θεόν, εἰ περιεώρα τὴν
μαντικὴν ἀχρήστως δίκην ὕδατος ἀπορρέουσαν ἢ καθάπερ
αἱ πέτραι ποιμένων ἐν ἐρημίᾳ καὶ βοσκημάτων φωναῖς
ἀντηχοῦσαν.
[9] Εἰπόντος δὲ ταῦτα τοῦ Ἀμμωνίου κἀμοῦ σιωπῶντος
ὁ Κλεόμβροτος ἐμὲ προσαγορεύσας ἤδη σὺ τοῦτο δέδωκας
ἔφη τὸ καὶ ποιεῖν ταυτὶ τὰ μαντεῖα καὶ ἀναιρεῖν τὸν
θεόν; οὐκ ἔγωγ΄ εἶπον· ἀναιρεῖσθαι μὲν γὰρ οὐδὲν
αἰτίᾳ θεοῦ φημι μαντεῖον οὐδὲ χρηστήριον· ἀλλ΄ ὥσπερ
ἄλλα πολλὰ ποιοῦντος ἡμῖν ἐκείνου καὶ παρασκευάζοντος
ἐπάγει φθορὰν ἐνίοις καὶ στέρησιν ἡ φύσις, μᾶλλον δ΄ ἡ
ὕλη στέρησις οὖσα διαφθείρει πολλάκις καὶ ἀναλύει τὸ
γιγνόμενον ὑπὸ τῆς κρείττονος αἰτίας, οὕτω μαντικῶν οἶμαι
δυνάμεων σκοτώσεις ἑτέρας καὶ ἀναιρέσεις εἶναι, πολλὰ
καλὰ τοῦ θεοῦ διδόντος ἀνθρώποις ἀθάνατον δὲ μηδέν·
ὥστε θνήσκειν καὶ τὰ θεῶν θεοὺς δ΄ οὒ κατὰ τὸν Σοφοκλέα.
Τὴν δ΄ οὐσίαν αὐτῶν καὶ δύναμιν ἐν τῇ
φύσει καὶ τῇ ὕλῃ φασὶ δεῖν οἱ θεοφιλεῖς ζητεῖν, τῷ θεῷ
τῆς ἀρχῆς ὥσπερ ἐστὶ δίκαιον φυλαττομένης. εὔηθες γάρ
ἐστι καὶ παιδικὸν κομιδῇ τὸ οἴεσθαι τὸν θεὸν αὐτὸν
ὥσπερ τοὺς ἐγγαστριμύθους Εὐρυκλέας πάλαι νυνὶ δὲ
Πύθωνας προσαγορευομένους ἐνδυόμενον εἰς τὰ σώματα
τῶν προφητῶν ὑποφθέγγεσθαι τοῖς ἐκείνων στόμασι καὶ
φωναῖς χρώμενον ὀργάνοις. - - - καταμιγνὺς ἀνθρωπίναις
χρείαις οὐ φείδεται τῆς σεμνότητος οὐδὲ τηρεῖ τὸ ἀξίωμα
καὶ τὸ μέγεθος αὐτῷ τῆς ἀρετῆς.
[10] Καὶ ὁ Κλεόμβροτος ὀρθῶς λέγεις· ἀλλ΄ ἐπεὶ τὸ
λαβεῖν καὶ διορίσαι, πῶς χρηστέον καὶ μέχρι τίνων τῇ
προνοίᾳ, χαλεπόν, οἱ μὲν οὐδενὸς ἁπλῶς τὸν θεὸν οἱ δ΄
ὁμοῦ τι πάντων αἴτιον ποιοῦντες ἀστοχοῦσι τοῦ μετρίου
καὶ πρέποντος. εὖ μὲν οὖν λέγουσι καὶ οἱ λέγοντες, ὅτι
Πλάτων τὸ ταῖς γεννωμέναις ποιότησιν ὑποκείμενον στοιχεῖον
ἐξευρών, ὃ νῦν ὕλην καὶ φύσιν καλοῦσιν, πολλῶν
ἀπήλλαξε καὶ μεγάλων ἀποριῶν τοὺς φιλοσόφους· | ἐμοὶ
δὲ δοκοῦσι πλείονας λῦσαι καὶ μείζονας ἀπορίας οἱ τὸ τῶν
δαιμόνων γένος ἐν μέσῳ θεῶν καὶ ἀνθρώπων τρόπον τινὰ
τὴν κοινωνίαν ἡμῶν συνάγον εἰς ταὐτὸ καὶ συνάπτον
ἐξευρόντες· εἴτε μάγων τῶν περὶ Ζωροάστρην ὁ λόγος
οὗτός ἐστιν εἴτε Θρᾴκιος ἀπ΄ Ὀρφέως εἴτ΄ Αἰγύπτιος ἢ
Φρύγιος, ὡς τεκμαιρόμεθα ταῖς ἑκατέρωθι τελεταῖς ἀναμεμιγμένα
πολλὰ θνητὰ καὶ πένθιμα τῶν ὀργιαζομένων καὶ
δρωμένων ἱερῶν ὁρῶντες. Ἑλλήνων δ΄ Ὅμηρος μὲν ἔτι
φαίνεται κοινῶς ἀμφοτέροις χρώμενος τοῖς ὀνόμασι καὶ
τοὺς θεοὺς ἔστιν ὅτε δαίμονας προσαγορεύων· Ἡσίοδος
δὲ καθαρῶς καὶ διωρισμένως πρῶτος ἐξέθηκε τῶν λογικῶν
τέσσαρα γένη, θεοὺς εἶτα δαίμονας εἶθ΄ ἥρωας τὸ δ΄
ἐπὶ πᾶσιν ἀνθρώπους, ἐξ ὧν ἔοικε ποιεῖν τὴν μεταβολὴν
τοῦ μὲν χρυσοῦ γένους εἰς δαίμονας πολλοὺς κἀγαθοὺς
τῶν δ΄ ἡμιθέων εἰς ἥρωας ἀποκριθέντων. ἕτεροι δὲ μεταβολὴν
τοῖς τε σώμασιν ὁμοίως ποιοῦσι καὶ ταῖς ψυχαῖς·
ὥσπερ γὰρ ἐκ γῆς ὕδωρ ἐκ δ΄ ὕδατος ἀὴρ ἐκ δ΄ ἀέρος
πῦρ γεννώμενον ὁρᾶται τῆς οὐσίας ἄνω φερομένης, οὕτως
ἐκ μὲν ἀνθρώπων εἰς ἥρωας ἐκ δ΄ ἡρώων εἰς δαίμονας αἱ
βελτίονες ψυχαὶ τὴν μεταβολὴν λαμβάνουσιν, ἐκ δὲ δαιμόνων
ὀλίγαι μὲν ἐν χρόνῳ πολλῷ δι΄ ἀρετὴν καθαρθεῖσαι
παντάπασι θειότητος μετέσχον. ἐνίαις δὲ συμβαίνει μὴ
κρατεῖν ἑαυτῶν, ἀλλ΄ ὑφιεμέναις καὶ ἐνδυομέναις πάλιν
σώμασι θνητοῖς ἀλαμπῆ καὶ ἀμυδρὰν ζωὴν ὥσπερ ἀναθυμίασιν
ἴσχειν.
[11] Ὁ δ΄ Ἡσίοδος οἴεται καὶ περιόδοις τισὶ
χρόνων γίγνεσθαι τοῖς δαίμοσι τὰς τελευτάς· λέγει γὰρ ἐν
τῷ τῆς Ναΐδος προσώπῳ καὶ τὸν χρόνον αἰνιττόμενος
Ἐννέα τοι ζώει γενεὰς λακέρυζα κορώνη,
ἀνδρῶν ἡβώντων· ἔλαφος δέ τε τετρακόρωνος·
τρεῖς δ΄ ἐλάφους ὁ κόραξ γηράσκεται· αὐτὰρ ὁ φοίνιξ
ἐννέα τοὺς κόρακας· δέκα δ΄ ἡμεῖς τοὺς φοίνικας
νύμφαι ἐυπλόκαμοι, κοῦραι Διὸς αἰγιόχοιο.
Τοῦτον τὸν χρόνον εἰς πολὺ πλῆθος ἀριθμοῦ συνάγουσιν
οἱ μὴ καλῶς δεχόμενοι τὴν γενεάν. ἔστι γὰρ ἐνιαυτός·
ὥστε γίγνεσθαι τὸ σύμπαν ἐννακισχίλια ἔτη καὶ ἑπτακόσια
καὶ εἴκοσι τῆς τῶν δαιμόνων ζωῆς, ἔλαττον μὲν
οὗ νομίζουσιν οἱ πολλοὶ τῶν μαθηματικῶν, πλέον δ΄ οὗ
Πίνδαρος εἴρηκεν εἰπὼν τὰς νύμφας ζῆν ἰσοδένδρου
τέκμωρ αἰῶνος λαχούσας, διὸ καὶ καλεῖν αὑτὰς
ἁμαδρυάδας. ἔτι δ΄ αὐτοῦ λέγοντος Δημήτριος ὑπολαβών
πῶς ἔφη λέγεις, ὦ Κλεόμβροτε, γενεὰν ἀνδρὸς εἰρῆσθαι
τὸν ἐνιαυτόν; οὔτε γάρ ἡβῶντος οὔτε γηρῶντος, ὡς
ἀναγιγνώσκουσιν ἔνιοι, χρόνος ἀνθρωπίνου βίου τοσοῦτός
ἐστιν. ἀλλ΄ οἱ μὲν ἡβώντων ἀναγιγνώσκοντες ἔτη τριάκοντα
ποιοῦσι τὴν γενεὰν καθ΄ Ἡράκλειτον, ἐν ᾧ χρόνῳ
γεννῶντα παρέχει τὸν ἐξ αὑτοῦ γεγεννημένον ὁ γεννήσας,
οἱ δέ γηρώντων πάλιν, οὐχ ἡβώντων γράφοντες ὀκτὼ
καὶ ἑκατὸν ἔτη νέμουσι τῇ γενεᾷ· τὰ γὰρ πεντήκοντα καὶ
τέσσαρα μεσούσης ὅρον ἀνθρωπίνης ζωῆς εἶναι, συγκείμενον
ἔκ τε τῆς ἀρχῆς καὶ τῶν πρώτων δυεῖν ἐπιπέδων
καὶ δυεῖν τετραγώνων καὶ δυεῖν κύβων, οὓς καὶ Πλάτων
ἀριθμοὺς ἔλαβεν ἐν τῇ ψυχογονίᾳ. καὶ
ὁ λόγος ὅλος ᾐνίχθαι δοκεῖ τῷ Ἡσιόδῳ πρὸς τὴν ἐκπύρωσιν,
ὁπηνίκα συνεκλείπειν τοῖς ὑγροῖς εἰκός ἐστι τὰς Νύμφας,
αἵ τ΄ ἄλσεα καλὰ νέμονται
καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.
[12] Καὶ ὁ Κλεόμβροτος ἀκούω ταῦτ΄ ἔφη πολλῶν καὶ
ὁρῶ τὴν Στωικὴν ἐκπύρωσιν ὥσπερ τὰ Ἡρακλείτου καὶ
τὰ Ὀρφέως ἐπινεμομένην ἔπη οὕτω καὶ τὰ Ἡσιόδου καὶ
συνεξάπτουσαν· | ἀλλ΄ οὔτε τοῦ κόσμου τὴν φθορὰν ἀνέχομαι
λεγομένην, τά τ΄ ἀμήχανα καὶ ὧν ὑπόμνησις
τῶν φωνῶν μάλιστα περὶ τὴν κορώνην καὶ τὴν ἔλαφον
ἐκδύεσθαι ἐπὶ τοὺς ὑπερβάλλοντας. οὐκ ἐνιαυτὸς ἀρχὴν
ἐν αὑτῷ καὶ τελευτὴν ὁμοῦ τι πάντων ὧν φέρουσιν
ὧραι γῆ δὲ φύει περιεσχηκὼς οὐδ΄ ἀνθρώπων ἀπὸ τρόπου
γενεὰ κέκληται; καὶ γὰρ ὑμεῖς ὁμολογεῖτε δήπου τὸν
Ἡσίοδον ἀνθρωπίνην ζωὴν τὴν γενεὰν λέγειν. ἦ γὰρ οὐχ
οὕτως; συνέφησεν ὁ Δημήτριος. ἀλλὰ μὴν κἀκεῖνο
δῆλον ὁ Κλεόμβροτος εἶπε τὸ πολλάκις τὸ μετροῦν καὶ
τὰ μετρούμενα τοῖς αὐτοῖς ὀνόμασι προσαγορεύεσθαι,
κοτύλην καὶ χοίνικα καὶ ἀμφορέα καὶ μέδιμνον. ὃν τρόπον
οὖν τοῦ παντὸς ἀριθμοῦ τὴν μονάδα μέτρον οὖσαν ἐλάχιστον
καὶ ἀρχὴν ἀριθμὸν καλοῦμεν, οὕτω τὸν ἐνιαυτόν,
ᾧ πρώτῳ μετροῦμεν ἀνθρώπου βίον, ὁμωνύμως τῷ μετρουμένῳ
γενεὰν ὠνόμασε. καὶ γὰρ οὓς μὲν ἐκεῖνοι ποιοῦσιν
ἀριθμοὺς οὐδὲν ἔχουσι τῶν νενομισμένων ἐπιφανῶν καὶ
λαμπρῶν ὡς ἐν ἀριθμοῖς· ὁ δὲ τῶν ἐννακισχιλίων ἑπτακοσίων
εἴκοσι τὴν γένεσιν ἔσχηκε συνθέσει μὲν ἐκ τῶν
ἀπὸ μονάδος τεσσάρων ἐφεξῆς τετράκις γενομένων ***
τεσσάρων· τεσσαράκοντα γὰρ ἑκατέρως γίγνεται. ταῦτα
δὲ πεντάκις τριγωνισθέντα τὸν ἐκκείμενον ἀριθμὸν παρέσχεν.
ἀλλὰ περὶ μὲν τούτων οὐκ ἀναγκαῖον ἡμᾶς Δημητρίῳ
διαφέρεσθαι. καὶ γὰρ κἂν πλείων ὁ χρόνος ᾖ κἂν
ἐλάττων κἂν τεταγμένος κἂν ἄτακτος, ἐν ᾧ μεταλλάττει
δαίμονος ψυχὴ καὶ ἥρωος τὸν βίον, οὐδὲν ἧττον ὃ
βούλεται δεδείξεται μετὰ μαρτύρων σαφῶν καὶ παλαιῶν,
ὅτι φύσεις τινές εἰσιν ὥσπερ ἐν μεθορίῳ θεῶν καὶ ἀνθρώπων
δεχόμεναι πάθη θνητὰ καὶ μεταβολὰς ἀναγκαίας,
οὓς δαίμονας ὀρθῶς ἔχει κατὰ νόμον πατέρων
ἡγουμένους καὶ ὀνομάζοντας σέβεσθαι.
[13] Παράδειγμα δὲ τῷ λόγῳ Ξενοκράτης
μὲν, ὁ Πλάτωνος ἑταῖρος ἐποιήσατο τὸ τῶν τριγώνων,
θείῳ μὲν ἀπεικάσας τὸ ἰσόπλευρον θνητῷ δὲ τὸ
σκαληνὸν τὸ δ΄ ἰσοσκελὲς δαιμονίῳ· τὸ μὲν γὰρ ἴσον
πάντῃ τὸ δ΄ ἄνισον πάντῃ, τὸ δὲ πῆ μὲν ἴσον πῆ δ΄ ἄνισον,
ὥσπερ ἡ δαιμόνων φύσις ἔχουσα καὶ πάθος θνητοῦ καὶ
θεοῦ δύναμιν. ἡ δὲ φύσις αἰσθητὰς εἰκόνας ἐξέθηκε καὶ
ὁμοιότητας ὁρωμένας, θεῶν μὲν ἥλιον καὶ ἄστρα θνητῶν
δὲ σέλα καὶ κομήτας καὶ διᾴττοντας, ὡς Εὐριπίδης εἴκασεν
ἐν οἷς εἶπεν
ὁ δ΄ ἄρτι θάλλων σάρκα διοπετὴς ὅπως
ἀστὴρ ἀπέσβη, πνεῦμ΄ ἀφεὶς ἐς αἰθέρα·
Μικτὸν δὲ σῶμα καὶ μίμημα δαιμόνιον ὄντως τὴν σελήνην,
ἣν τῷ τῇ τούτου τοῦ γένους συνᾴδειν περιφορᾷ φθίσεις
φαινομένας δεχομένην καὶ αὐξήσεις καὶ μεταβολὰς ὁρῶντες
οἱ μὲν ἄστρον γεῶδες οἱ δ΄ ὀλυμπίαν γῆν οἱ δὲ χθονίας
ὁμοῦ καὶ οὐρανίας κλῆρον Ἑκάτης προσεῖπον. ὥσπερ
οὖν εἰ τὸν ἀέρα τις ἀνέλοι καὶ ὑποσπάσειε τὸν μεταξὺ γῆς
καὶ σελήνης, τὴν ἑνότητα διαλύσει καὶ τὴν κοινωνίαν τοῦ
παντὸς ἐν μέσῳ κενῆς καὶ ἀσυνδέτου χώρας γενομένης,
οὕτως οἱ δαιμόνων γένος μὴ ἀπολείποντες ἀνεπίμικτα τὰ
τῶν θεῶν καὶ ἀνθρώπων ποιοῦσι καὶ ἀσυνάλλακτα, τὴν
ἑρμηνευτικήν, ὡς Πλάτων ἔλεγεν, καὶ διακονικὴν
ἀναιροῦντες φύσιν, ἢ πάντα φύρειν ἅμα καὶ ταράττειν
ἀναγκάζουσιν ἡμᾶς τοῖς ἀνθρωπίνοις πάθεσι καὶ
πράγμασι τὸν θεὸν ἐμβιβάζοντας καὶ κατασπῶντας ἐπὶ
τὰς χρείας, ὥσπερ αἱ Θετταλαὶ λέγονται τὴν σελήνην. |
ἀλλ΄ ἐκείνων μὲν ἐν γυναιξὶ τὸ πανοῦργον ἔσχε πίστιν,
Ἀγλαονίκης τῆς Ἡγήτορος, ὥς φασιν, ἀστρολογικῆς γυναικός,
ἐν ἐκλείψει σελήνης ἀεὶ προσποιουμένης γοητεύειν
καὶ καθαιρεῖν αὐτήν· ἡμεῖς δὲ μήτε μαντείας τινὰς ἀθειάστους
εἶναι λέγοντας ἢ τελετὰς καὶ ὀργιασμοὺς ἀμελουμένους
ὑπὸ θεῶν ἀκούωμεν μήτ΄ αὖ πάλιν τὸν θεὸν ἐν τούτοις
ἀναστρέφεσθαι καὶ παρεῖναι καὶ συμπραγματεύεσθαι
δοξάζωμεν, ἀλλ΄ οἷς δίκαιόν ἐστι ταῦτα λειτουργοῖς
θεῶν ἀνατιθέντες ὥσπερ ὑπηρέταις καὶ γραμματεῦσι δαίμονας
νομίζωμεν ἐπισκόπους θεῶν ἱερῶν καὶ μυστηρίων
ὀργιαστάς, ἄλλους δὲ τῶν ὑπερηφάνων καὶ μεγάλων τιμωροὺς
ἀδικιῶν περιπολεῖν. τοὺς δὲ πάνυ σεμνῶς ὁ Ἡσίοδος
ἁγνούς προσεῖπε πλουτοδότας, καὶ τοῦτο
γέρας βασιλήιον ἔχοντας, ὡς βασιλικοῦ τοῦ εὖ ποιεῖν
ὄντος. εἰσὶ γάρ, ὡς ἐν ἀνθρώποις, καὶ δαίμοσιν ἀρετῆς
διαφοραὶ καὶ τοῦ παθητικοῦ καὶ ἀλόγου τοῖς μὲν ἀσθενὲς
καὶ ἀμαυρὸν ἔτι λείψανον ὥσπερ περίττωμα τοῖς δὲ πολὺ
καὶ δυσκατάσβεστον ἔνεστιν, ὧν ἴχνη καὶ σύμβολα πολλαχοῦ
θυσίαι καὶ τελεταὶ καὶ μυθολογίαι σῴζουσι καὶ
διαφυλάττουσιν ἐνδιεσπαρμένα.
[14] Περὶ μὲν οὖν τῶν μυστικῶν, ἐν οἷς τὰς μεγίστας
ἐμφάσεις καὶ διαφάσεις λαβεῖν ἔστι τῆς περὶ δαιμόνων
ἀληθείας, εὔστομά μοι κείσθω καθ΄ Ἡρόδοτον·
ἑορτὰς δὲ καὶ θυσίας, ὥσπερ ἡμέρας ἀποφράδας καὶ
σκυθρωπάς, ἐν αἷς ὠμοφαγίαι καὶ διασπασμοὶ νηστεῖαί
τε καὶ κοπετοὶ πολλαχοῦ δὲ πάλιν αἰσχρολογίαι πρὸς ἱεροῖς
μανίαι τ΄ ἀλαλαί τ΄ ὀρινομένων ῥιψαύχενι σὺν κλόνῳ,
θεῶν μὲν οὐδενὶ δαιμόνων δὲ φαύλων ἀποτροπῆς ἕνεκα
φήσαιμ΄ ἂν τελεῖσθαι μειλίχια καὶ παραμύθια. καὶ τὰς
πάλαι ποιουμένας ἀνθρωποθυσίας οὔτε θεοὺς ἀπαιτεῖν ἢ
προσδέχεσθαι πιθανόν ἐστιν, οὔτε μάτην ἂν ἠνέσχοντο
βασιλεῖς καὶ στρατηγοὶ παῖδας αὑτῶν ἐπιδιδόντες καὶ
καταρχόμενοι καὶ σφάττοντες, ἀλλὰ χαλεπῶν καὶ δυστρόπων
ὀργὰς καὶ βαρυθυμίας ἀφοσιούμενοι καὶ ἀποπιμπλάντες
ἀλαστόρων, ἐνίων δὲ μανικοὺς καὶ τυραννικοὺς
ἔρωτας οὐ δυναμένων οὐδὲ βουλομένων σώμασι καὶ διὰ
σωμάτων ὁμιλεῖν. ἀλλ΄ ὥσπερ Ἡρακλῆς Οἰχαλίαν ἐπολιόρκει
διὰ παρθένον, οὕτω πολλάκις ἰσχυροὶ καὶ βίαιοι
δαίμονες ἐξαιτούμενοι ψυχὴν ἀνθρωπίνην περιεχομένην
σώματι λοιμούς τε πόλεσι καὶ γῆς ἀφορίας ἐπάγουσι καὶ
πολέμους καὶ στάσεις ταράττουσιν, ἄχρι οὗ λάβωσι καὶ
τύχωσιν ὧν ἐρῶσιν. ἔνιοι δὲ τοὐναντίον, ὥσπερ ἐν Κρήτῃ
χρόνον συχνὸν διάγων ἔγνων ἄτοπόν τινα τελουμένην
ἑορτήν, ἐν ᾗ καὶ εἴδωλον ἀνδρὸς ἀκέφαλον ἀναδεικνύουσι
καὶ λέγουσιν ὡς οὗτος ἦν Μόλος ὁ Μηριόνου πατήρ,
νύμφῃ δὲ πρὸς βίαν συγγενόμενος ἀκέφαλος εὑρεθείη.
[15] Καὶ μὴν ὅσας ἔν τε μύθοις καὶ ὕμνοις λέγουσι καὶ
ᾄδουσι τοῦτο μὲν ἁρπαγὰς τοῦτο δὲ πλάνας θεῶν κρ& |