RETOUR À L’ENTRÉE DU SITE

 

 
 

ALLER A LA TABLE DES MATIERES DE PLUTARQUE

 

 
 

PLUTARQUE

 

OEUVRES MORALES

 ΠΕΡΙ ΤΗΣ ΑΛΕΞΑΝΔΡΟΥ ΤΥΧΗΣ Η ΑΡΕΤΗΣ ΛΟΓΟΣ Bʹ 

 

 

 

 
 

traduction française

 
 

 

 ΠΕΡΙ ΤΗΣ ΑΛΕΞΑΝΔΡΟΥ ΤΥΧΗΣ Η ΑΡΕΤΗΣ ΛΟΓΟΣ Βʹ

[I] Διέφυγεν ἡμᾶς, ὡς ἔοικε, χθὲς εἰπεῖν, ὅτι καὶ τέχνας πολλὰς καὶ φύσεις μεγάλας ὁ κατ´ Ἀλέξανδρον χρόνος ἐνεγκεῖν εὐτύχησεν· ἢ τοῦτο μὲν οὐ τῆς Ἀλεξάνδρου τύχης γέγονεν ἀλλὰ τῆς ἐκείνων, μάρτυρα λαβεῖν καὶ θεατὴν τὸν ἄριστα κρῖναι τὸ κατορθούμενον καὶ μάλιστ´ ἀμείψασθαι δυνάμενον; λέγεται γοῦν, ὅτι χρόνοις ὕστερον, Ἀρχεστράτου γενομένου ποιητοῦ χαρίεντος ἐν δὲ πενίᾳ καὶ ἀδοξίᾳ διάγοντος, εἶπέ τις πρὸς αὐτόν

« Ἀλλ´ εἰ κατ´ Ἀλέξανδρον ἐγένου, κατὰ στίχον ἄν σοι Κύπρον ἢ Φοινίκην ἔδωκεν ».

Οἶμαι δὲ καὶ τῶν τότε τεχνιτῶν οὐ κατ´ Ἀλέξανδρον ἀλλὰ δι´ Ἀλέξανδρον τοὺς πρώτους γενέσθαι. Καρπῶν μὲν γὰρ εὐφορίαν εὐκρασία ποιεῖ καὶ λεπτότης τοῦ περιέχοντος ἀέρος, τεχνῶν δὲ καὶ φύσεων ἀγαθῶν αὔξησιν εὐμένεια καὶ τιμὴ καὶ φιλανθρωπία βασιλέως ἐκκαλεῖται· καὶ τοὐναντίον ὑπὸ φθόνου καὶ σμικρολογίας ἢ φιλονεικίας τῶν κρατούντων σβέννυται καὶ φθίνει πᾶν τὸ τοιοῦτον. Διονύσιος γοῦν ὁ τύραννος, ὥς φασι, κιθαρῳδοῦ τινος ἀκούων εὐδοκιμοῦντος ἐπηγγείλατο δωρεὰν αὐτῷ τάλαντον· τῇ δ´ ὑστεραίᾳ τοῦ ἀνθρώπου τὴν ὑπόσχεσιν ἀπαιτοῦντος

« Χθές » εἶπεν « εὐφραινόμενος ὑπὸ σοῦ παρ´ ὃν ᾖδες χρόνον εὔφρανα κἀγώ σε ταῖς ἐλπίσιν· ὥστ´ ἀπέχεις τὸν μισθὸν ὧν ἔτερπες ἀντιτερπόμενος ».

Ἀλέξανδρος δ´ ὁ Φεραίων τύραννος (ἔδει δὲ τοῦτο μόνον αὐτὸν καλεῖσθαι καὶ μὴ καταισχύνειν τὴν ἐπωνυμίαν) θεώμενος τραγῳδὸν ἐμπαθέστερον ὑφ´ ἡδονῆς διετέθη πρὸς τὸν οἶκτον. Ἀναπηδήσας οὖν ἐκ τοῦ θεάτρου θᾶττον ἢ βάδην ἀπῄει, δεινὸν εἶναι λέγων, εἰ τοσούτους ἀποσφάττων πολίτας ὀφθήσεται τοῖς Ἑκάβης καὶ Πολυξένης πάθεσιν ἐπιδακρύων. Οὗτος μὲν οὖν μικροῦ καὶ δίκην ἐπράξατο τὸν τραγῳδόν, ὅτι τὴν ψυχὴν αὐτοῦ καθάπερ σίδηρον ἐμάλαξεν. Ἀρχελάῳ δὲ δοκοῦντι γλισχροτέρῳ περὶ τὰς δωρεὰς εἶναι Τιμόθεος ᾄδων ἐνεσήμαινε πολλάκις τουτὶ τὸ κομμάτιον

« σὺ δὲ τὸν γηγενέταν ἄργυρον αἰνεῖς ».

Ὁ δ´ Ἀρχέλαος οὐκ ἀμούσως ἀντεφώνησε « σὺ δέ γ´ αἰτεῖς ». Ὁ δὲ τῶν Σκυθῶν βασιλεὺς Ἀντέας Ἰσμηνίαν τὸν αὐλητὴν λαβὼν αἰχμάλωτον ἐκέλευσεν αὐλῆσαι παρὰ πότον. Θαυμαζόντων δὲ τῶν ἄλλων καὶ κροτούντων, αὐτὸς ὤμοσεν ἀκροᾶσθαι τοῦ ἵππου χρεμετίζοντος ἥδιον. Οὕτω μακρὰν ἀπεσκηνώκει τὰ ὦτα τῶν Μουσῶν, καὶ τὴν ψυχὴν ἐν ταῖς φάτναις εἶχεν, οὐχ ἵππων ἀλλ´ ὄνων ἐπιτηδειοτέραν ἀκούειν. Τίς ἂν οὖν παρὰ τοιούτοις βασιλεῦσιν αὔξησις ἢ τιμὴ τέχνης γένοιτο καὶ Μούσης τοιαύτης; ἀλλ´ οὐδὲ παρὰ τοῖς κακοτέχνοις ἐθέλουσιν εἶναι καὶ διὰ τοῦτο βασκανίᾳ καὶ δυσμενείᾳ τοὺς ἀληθῶς τεχνίτας καθαιροῦσιν. Οἷος ἦν πάλιν αὖ Διονύσιος ὁ τὸν ποιητὴν Φιλόξενον εἰς τὰς λατομίας ἐμβαλών, ὅτι τραγῳδίαν αὐτοῦ διορθῶσαι κελευσθεὶς εὐθὺς ἀπὸ τῆς ἀρχῆς ὅλην μέχρι τῆς κορωνίδος περιέγραψεν. Ἦν δὲ καὶ Φίλιππος ἐν τούτοις ὑπ´ ὀψιμαθίας ἑαυτοῦ μικρότερος καὶ νεοπρεπέστερος· ὅθεν καί φασι πρός τινα ψάλτην περὶ κρουμάτων αὐτοῦ διαφερομένου καὶ δοκοῦντος ἐξελέγχειν, ἀτρέμα μειδιάσαντα τὸν ἄνθρωπον εἰπεῖν

« μὴ γένοιτό σοι, βασιλεῦ, ἀθλίως οὕτως, ἵνα ταῦτ´ ἐμοῦ βέλτιον εἰδῇς ».

[II]  Ἀλλ´ Ἀλέξανδρος εἰδὼς τίνων δεῖ θεατὴν εἶναι καὶ ἀκροατὴν καὶ τίνων ἀγωνιστὴν καὶ αὐτουργόν, ἤσκει μὲν ἀεὶ διὰ τῶν ὅπλων δεινὸς εἶναι καὶ κατὰ τὸν Αἰσχύλον

« Βριθὺς ὁπλιτοπάλας, δάιος ἀντιπάλοις ».

Ταύτην τέχνην ἔχων προγονικὴν ἀπ´ Αἰακιδῶν, ἀφ´ Ἡρακλέους, ταῖς δ´ ἄλλαις τέχναις τὸ τιμᾶν ἄνευ τοῦ ζηλοῦν ἀπεδίδου κατὰ τὸ ἔνδοξον αὐτῶν καὶ χαρίεν, τῷ τέρπειν δ´ οὐκ ἦν εὐάλωτος εἰς τὸ μιμεῖσθαι. Γεγόνασι δὲ κατ´ αὐτὸν τραγῳδοὶ μὲν οἱ περὶ Θετταλὸν καὶ Ἀθηνόδωρον, ὧν ἀνταγωνιζομένων ἀλλήλοις, ἐχορήγουν μὲν οἱ Κύπριοι βασιλεῖς ἔκρινον δ´ οἱ δοκιμώτατοι τῶν στρατηγῶν. Ἐπεὶ δ´ ἐνίκησεν Ἀθηνόδωρος,

 « Ἐβουλόμην ἄν » ἔφη « μᾶλλον ἀπολωλεκέναι μέρος τῆς βασιλείας ἢ Θετταλὸν ἐπιδεῖν ἡττημένον ».

Ἀλλ´ οὔτ´ ἐνέτυχε τοῖς κριταῖς οὔτε τὴν κρίσιν ἐμέμψατο, πάντων οἰόμενος δεῖν περιεῖναι, τοῦ δικαίου δ´ ἡττᾶσθαι. Κωμῳδοὶ δ´ ἦσαν οἱ περὶ Λύκωνα τὸν Σκαρφέα· τούτῳ δ´ εἴς τινα κωμῳδίαν ἐμβαλόντι στίχον αἰτητικὸν γελάσας ἔδωκε δέκα τάλαντα. Κιθαρῳδοὶ δ´ ἄλλοι τε καὶ Ἀριστόνικος, ὃς ἐν μάχῃ τινὶ προσβοηθήσας ἔπεσε λαμπρῶς ἀγωνισάμενος. Ἐκέλευσεν οὖν αὐτοῦ γενέσθαι χαλκοῦν ἀνδριάντα καὶ σταθῆναι Πυθοῖ, κιθάραν ἔχοντα καὶ δόρυ προβεβλημένον, οὐ τὸν ἄνδρα τιμῶν μόνον, ἀλλὰ καὶ μουσικὴν κοσμῶν ὡς ἀνδροποιὸν καὶ μάλιστα δὴ πληροῦσαν ἐνθουσιασμοῦ καὶ ὁρμῆς τοὺς γνησίως ἐντρεφομένους. Καὶ γὰρ αὐτός, Ἀντιγενίδου ποτὲ τὸν ἁρμάτειον αὐλοῦντος νόμον, οὕτω παρεξέστη καὶ διεφλέγη τὸν θυμὸν ὑπὸ τῶν μελῶν, ὥστε τοῖς ὅπλοις ᾄξας ἐπιβαλεῖν τὰς χεῖρας ἐγγὺς παρακειμένοις καὶ μαρτυρῆσαι τοῖς Σπαρτιάταις ᾄδουσιν

« Ἕρπει γὰρ ἄντα τῶ σιδάρω τὸ καλῶς κιθαρίδδειν ».

Ἦν δὲ καὶ Ἀπελλῆς ὁ ζωγράφος καὶ Λύσιππος ὁ πλάστης κατ´ Ἀλέξανδρον· ὧν ὁ μὲν ἔγραψε τὸν κεραυνοφόρον οὕτως ἐναργῶς καὶ κεκραμένως, ὥστε λέγειν, ὅτι δυεῖν Ἀλεξάνδρων ὁ μὲν Φιλίππου γέγονεν ἀνίκητος, ὁ δ´ Ἀπελλοῦ ἀμίμητος. Λυσίππου δὲ τὸ πρῶτον Ἀλέξανδρον πλάσαντος ἄνω βλέποντα τῷ προσώπῳ πρὸς τὸν οὐρανὸν (ὥσπερ αὐτὸς εἰώθει βλέπειν Ἀλέξανδρος ἡσυχῆ παρεγκλίνων τὸν τράχηλον) ἐπέγραψέ τις οὐκ ἀπιθάνως

« αὐδασοῦντι δ´ ἔοικεν ὁ χάλκεος εἰς Δία λεύσσων·
Γᾶν ὑπ´ ἐμοὶ τίθεμαι· Ζεῦ, σὺ δ´ Ὄλυμπον ἔχε ».

Διὸ καὶ μόνον Ἀλέξανδρος ἐκέλευε Λύσιππον εἰκόνας αὐτοῦ δημιουργεῖν. Μόνος γὰρ οὗτος, ὡς ἔοικε, κατεμήνυε τῷ χαλκῷ τὸ ἦθος αὐτοῦ καὶ συνεξέφαινε τῇ μορφῇ τὴν ἀρετήν· οἱ δ´ ἄλλοι τὴν ἀποστροφὴν τοῦ τραχήλου καὶ τῶν ὀμμάτων τὴν διάχυσιν καὶ ὑγρότητα μιμεῖσθαι θέλοντες οὐ διεφύλαττον αὐτοῦ τὸ ἀρρενωπὸν καὶ λεοντῶδες. Ἐν δ´ οὖν τοῖς ἄλλοις τεχνίταις καὶ Στασικράτης ἦν ἀρχιτέκτων, οὐδὲν ἀνθηρὸν οὐδ´ ἡδὺ καὶ πιθανὸν τῇ ὄψει διώκων, ἀλλὰ καὶ χειρὶ μεγαλουργῷ καὶ διαθέσει χορηγίας βασιλικῆς οὐκ ἀποδεούσῃ χρώμενος. Οὗτος ἀναβὰς πρὸς Ἀλέξανδρον ἐμέμφετο τὰς γραφομένας εἰκόνας αὐτοῦ καὶ πλαττομένας καὶ γλυφομένας, ὡς ἔργα δειλῶν καὶ ἀγεννῶν τεχνιτῶν·

« Ἐγὼ δ´ » εἶπεν « εἰς ἄφθαρτον, ὦ βασιλεῦ, καὶ ζῶσαν ὕλην καὶ ῥίζας ἔχουσαν ἀιδίους καὶ βάρος ἀκίνητον καὶ ἀσάλευτον ἔγνωκά σου τὴν ὁμοιότητα καταθέσθαι τοῦ σώματος. Ὁ γὰρ Θρᾴκιος Ἄθως, ᾗ μέγιστος αὐτὸς αὑτοῦ καὶ περιφανέστατος ἐξανέστηκεν, ἔχων ἑαυτῷ σύμμετρα πλάτη καὶ ὕψη καὶ μέλη καὶ ἄρθρα καὶ διαστήματα μορφοειδῆ, δύναται κατεργασθεὶς καὶ σχηματισθεὶς εἰκὼν Ἀλεξάνδρου καλεῖσθαι καὶ εἶναι, ταῖς μὲν βάσεσιν ἁπτομένου τῆς θαλάσσης, τῶν δὲ χειρῶν τῇ μὲν ἐναγκαλιζομένου καὶ φέροντος πόλιν ἐνοικουμένην μυρίανδρον, τῇ δὲ δεξιᾷ ποταμὸν ἀέναον ἐκ φιάλης σπένδοντος εἰς τὴν θάλασσαν ἐκχεόμενον. Χρυσὸν δὲ καὶ χαλκὸν καὶ ἐλέφαντα καὶ ξύλα καὶ βαφάς, ἐκμαγεῖα μικρὰ καὶ ὠνητὰ καὶ κλεπτόμενα καὶ συγχεόμενα, καταβάλωμεν ».

Ταῦτ´ ἀκούσας Ἀλέξανδρος τὸ μὲν φρόνημα τοῦ τεχνίτου καὶ τὸ θάρσος ἀγασθεὶς ἐπῄνεσεν,

«  Ἔα δὲ κατὰ χώραν » ἔφη « τὸν Ἄθω μένειν· ἀρκεῖ γὰρ ἑνὸς βασιλέως ἐνυβρίσαντος εἶναι μνημεῖον· ἐμὲ δ´ ὁ Καύκασος δείξει καὶ τὰ Ἠμωδὰ καὶ Τάναϊς καὶ τὸ Κάσπιον πέλαγος· αὗται τῶν ἐμῶν ἔργων εἰκόνες ».

[III] Ἀλλὰ φέρε πρὸς θεῶν ἐκτελεσθῆναι καὶ φανῆναι τοιοῦτον ἔργον· ἔσθ´ ὅστις ἂν ἰδὼν ὑπέλαβε κατὰ τύχην γεγονέναι καὶ αὐτομάτως τὸ σχῆμα καὶ τὴν διάθεσιν καὶ τὸ εἶδος; οὐδεὶς ἂν οἶμαι. Τί δέ; Τὸν κεραυνοφόρον; τί δέ; τὸν ἐπὶ τῆς αἰχμῆς προσαγορευόμενον; εἶτ´ ἀνδριάντος μὲν μέγεθος οὐκ ἂν ἄνευ τέχνης ὑπὸ τύχης γένοιτο χρυσὸν καὶ χαλκὸν καὶ ἐλέφαντα καὶ πολλὴν καὶ πλουσίαν ὕλην καταχεαμένης καὶ παραβαλούσης, ἄνδρα δὲ μέγαν, μᾶλλον δὲ τῶν γεγονότων ἁπάντων μέγιστον, ἐνδέχεται χωρὶς ἀρετῆς ἀποτελεσθῆναι διὰ τύχην, ὅπλα καὶ χρήματα καὶ στόλους καὶ ἵππους παρασκευάσασαν; ἃ τῷ μὴ μαθόντι χρῆσθαι κίνδυνός ἐστιν οὐ δύναμις, οὐδὲ κόσμος ἀλλ´ ἔλεγχος τῆς ἀσθενείας καὶ μικρότητος. Ὀρθῶς γὰρ Ἀντισθένης ἔλεγεν ὅτι « πάντα δεῖ τοῖς πολεμίοις εὔχεσθαι τἀγαθὰ πλὴν ἀνδρείας· γίνεται γὰρ οὕτως οὐ τῶν ἐχόντων, ἀλλὰ τῶν κρατούντων ». Διὰ τοῦτό φασι καὶ τὴν φύσιν ἀγεννεστάτῳ ζῴῳ τῷ ἐλάφῳ κέρατα θαυμαστὰ τῷ μεγέθει καὶ τραχύτητι πρὸς ἄμυναν ἐμφῦσαι, διδάσκουσαν ἡμᾶς ὡς οὐδὲν ὠφελεῖ τὸ ἰσχύειν καὶ ὡπλίσθαι τοὺς μένειν καὶ θαρρεῖν μὴ δυναμένους. Οὕτως καὶ ἡ τύχη πολλάκις ἀτόλμοις καὶ ἀνοήτοις προσάπτουσα δυνάμεις καὶ ἀρχάς, αἷς ἐνασχημονοῦσι, κοσμεῖ καὶ συνίστησι τὴν ἀρετὴν ὡς μόνην μέγεθος ἀνδρὸς καὶ κάλλος οὖσαν. Εἰ μὲν γάρ, ὥς φησιν Ἐπίχαρμος,

« νοῦς ὁρῇ καὶ νοῦς ἀκούει, τἄλλα δὲ τυφλὰ καὶ κωφά »,

λόγου τυγχάνει δεόμενα. Αἱ γὰρ αἰσθήσεις ἰδίας ἔχειν ἀφορμὰς δοκοῦσιν, ὅτι δὲ νοῦς ὠφελεῖ καὶ νοῦς κοσμεῖ καὶ νοῦς τὸ νικῶν καὶ κρατοῦν καὶ βασιλεῦον, τὰ δ´ ἄλλα τυφλὰ καὶ κωφὰ καὶ ἄψυχα παρέλκει καὶ βαρύνει καὶ καταισχύνει χωρὶς ἀρετῆς τοὺς ἔχοντας, ἀπὸ τῶν πραγμάτων λαβεῖν ἔστι. Τῆς γὰρ αὐτῆς δυνάμεως ὑποκειμένης καὶ ἡγεμονίας Σεμίραμις μὲν οὖσα γυνὴ στόλους ἐπλήρου καὶ φάλαγγας ὥπλιζε καὶ Βαβυλῶνας ἔκτιζε, καὶ περιέπλει τὴν Ἐρυθρὰν θάλασσαν Αἰθίοπας καταστρεφομένη καὶ Ἄραβας, Σαρδανάπαλος δ´ ἀνὴρ πεφυκὼς ἔξαινεν οἴκοι πορφύραν, ἀναβάδην ἐν ταῖς παλλακαῖς καθήμενος· ἀποθανόντος δ´ αὐτοῦ, λιθίνην εἰκόνα κατασκευάσαντες ἐπορχουμένην ἑαυτῇ βαρβαριστὶ καὶ τοῖς δακτύλοις ὑπὲρ κεφαλῆς οἷον ὑποψοφοῦσαν, ἐπέγραψαν

« ἔσθιε, πῖνε, ἀφροδισίαζε· τἄλλα δ´ οὐδέν ».

 Ὁ μὲν οὖν Κράτης ἰδὼν χρυσῆν εἰκόνα Φρύνης τῆς ἑταίρας ἑστῶσαν ἐν Δελφοῖς ἀνέκραγεν, ὅτι τοῦτο τῆς τῶν Ἑλλήνων ἀκρασίας τρόπαιον ἕστηκε· τὸν δὲ Σαρδαναπάλου βίον ἄν τις ἢ τάφον (οὐδὲν γάρ, οἶμαι, διαφέρει) θεασάμενος εἴποι τοῦτο τῶν τῆς Τύχης ἀγαθῶν τρόπαιον εἶναι. Τί οὖν; Ἐάσωμεν τὴν Τύχην Ἀλεξάνδρου μετὰ Σαρδανάπαλον ἅψασθαι καὶ τοῦ μεγέθους ἐκείνου καὶ τῆς δυνάμεως ἀντιποιεῖσθαι; τί γὰρ αὐτῷ πλέον ἔδωκεν ὧν οἱ λοιποὶ βασιλεῖς ἔλαβον παρ´ αὐτῆς; Ὅπλων, ἵππων, βελῶν, χρημάτων, δορυφόρων; ποιησάτω τούτοις ἡ Τύχη μέγαν Ἀριδαῖον, εἰ δύναται· ποιησάτω τούτοις μέγαν {Ἄμασιν ἢ} Ὦχον ἢ Ὀάρσην ἢ Τιγράνην τὸν Ἀρμένιον ἢ τὸν Βιθυνὸν Νικομήδην· ὧν ὁ μὲν τὸ διάδημα τοῖς Πομπηίου ποσὶν ὑπορρίψας αἰσχρῶς τὴν βασιλείαν ἀνέλαβε, λάφυρον γενομένην· Νικομήδης δὲ τὴν κεφαλὴν ξυράμενος καὶ πιλίον ἐπιθέμενος ἀπελεύθερον ἑαυτὸν Ῥωμαίων ἀνηγόρευσεν.

[IV] Εἴπωμεν οὖν, ὅτι μικροὺς ἡ Τύχη ποιεῖ καὶ περιδεεῖς καὶ ταπεινόφρονας — ἀλλ´ οὐ δίκαιον οὔτε κακίαν εἰς ἀτυχίαν οὔτ´ ἀνδρείαν καὶ φρόνησιν εἰς εὐτυχίαν τινὰ τίθεσθαι — , μέγα〈ν δὲ τῷ ἄρχειν Ἀλέξανδρον; - - - ἡ Τύχη; καὶ γὰρ ἔνδοξος ἐν ἐκείνῳ καὶ ἀήττητος καὶ μεγαλόφρων καὶ ἀνύβριστος καὶ φιλάνθρωπος· εἶτ´ ἐκλιπόντος εὐθὺς ὁ Λεωσθένης ἔλεγε τὴν δύναμιν ἐμπλανωμένην ἑαυτῇ καὶ περιπίπτουσαν ἐοικέναι τῷ Κύκλωπι μετὰ τὴν τύφλωσιν ἐκτείνοντι πανταχοῖ τὰς χεῖρας ἐπ´ οὐδένα σκοπὸν φερομένας· οὕτως ἐρρέμβετο κενεμβατοῦν καὶ σφαλλόμενον ὑπ´ ἀναρχίας τὸ μέγεθος αὐτῆς. Μᾶλλον δ´ ὥσπερ τὰ νεκρὰ σώματα, τῆς ψυχῆς ἐκλιπούσης, οὐκέτι συνέστηκεν οὐδὲ συμπέφυκεν, ἀλλ´ ἐξίσταται καὶ διαλύεται {ἀπ´ ἀλλήλων} καὶ ἄπεισι καὶ φεύγει, οὕτως ἀφεῖσα τὸν Ἀλέξανδρον ἡ δύναμις ἤσπαιρεν, ἐπάλλετο, ἐφλέγμαινε Περδίκκαις καὶ Μελεάγροις καὶ Σελεύκοις καὶ Ἀντιγόνοις ὥσπερ πνεύμασι θερμοῖς ἔτι καὶ σφυγμοῖς διᾴττουσι καὶ διαφερομένοις· τέλος δ´ ἀπομαραινομένη καὶ φθίνουσα περὶ αὑτὴν οἷον εὐλάς τινας ἀνέζεσεν ἀγεννῶν βασιλέων καὶ ἡγεμόνων ψυχορραγούντων. Αὐτὸς μὲν οὖν ταῦθ´ ὡς ἔοικεν Ἡφαιστίωνι διενεχθέντι πρὸς Κρατερὸν ἐπιτιμῶν

« Τίς δ´ » εἶπεν « ἡ σὴ δύναμις ἢ πρᾶξις, ἄν σού τις ἀφέλῃ τὸν Ἀλέξανδρον; »

ἐγὼ δὲ τοῦτ´ εἰπεῖν πρὸς τὴν τότε Τύχην οὐκ ὀκνήσω

« Τί σου τὸ μέγεθος, τίς δ´ ἡ δόξα, ποῦ δ´ ἡ δύναμις, ποῦ δὲ τὸ ἀνίκητον, ἄν σού τις ἀφέλῃ τὸν Ἀλέξανδρον; »

τουτέστιν

« Ἂν σού τις ἀφέλῃ τῶν ὅπλων τὴν ἐμπειρίαν, τοῦ πλούτου τὴν φιλοτιμίαν, τῆς πολυτελείας τὴν ἐγκράτειαν, ὧν ἀγωνίζῃ τὸ θάρσος, ἐν οἷς κρατεῖς τὴν πραότητα; ποίησον ἄλλον εἰ δύνασαι μέγαν, τοῖς χρήμασι μὴ χαριζόμενον, τοῖς στρατεύμασι μὴ προκινδυνεύοντα, τοὺς φίλους μὴ τιμῶντα, τοὺς αἰχμαλώτους μὴ ἐλεοῦντα, ταῖς ἡδοναῖς μὴ σωφρονοῦντα, τοῖς καιροῖς μὴ ἀγρυπνοῦντα, ταῖς νίκαις μὴ εὐδιάλλακτον, τοῖς κατορθώμασι μὴ φιλάνθρωπον. Τίς μέγας ἐν ἐξουσίαις μετ´ ἀβελτερίας καὶ μοχθηρίας; ἄφελε τὴν ἀρετὴν τοῦ εὐτυχοῦντος, καὶ πανταχοῦ μικρός ἐστιν, ἐν χάρισι διὰ σμικρολογίαν, ἐν πόνοις διὰ μαλακίαν, παρὰ θεοῖς διὰ δεισιδαιμονίαν, πρὸς ἀγαθοὺς διὰ φθόνον, ἐν ἀνδράσι διὰ φόβον, ἐν γυναιξὶ διὰ φιληδονίαν ».

Ὥσπερ γὰρ οἱ φαῦλοι τεχνῖται βάσεις μεγάλας μικροῖς ὑφιστάντες ἀναθήμασιν ἐλέγχουσιν αὐτῶν {καὶ} τὰς μικρότητας, οὕτως ἡ Τύχη ὅταν μικρὸν ἦθος ἐξάρῃ πράγμασιν ἔχουσιν ὄγκον τινὰ καὶ περιφάνειαν, ἐπιδείκνυσι μᾶλλον καὶ καταισχύνει σφαλλόμενον καὶ σαλευόμενον ὑπὸ κουφότητος.

[V] Ὅθεν οὐκ ἐν τῇ κτήσει τῶν ἀγαθῶν ἀλλ´ ἐν τῇ χρήσει τὸ μέγ´ ἐστίν, ἐπεὶ καὶ νήπια βρέφη κληρονομεῖ βασιλείας πατρῴας καὶ ἀρχάς, ὡς Χάριλλος, ὃν Λυκοῦργος ἅμα τῷ σπαργάνῳ κομίσας εἰς τὸ φιδίτιον ἀνθ´ ἑαυτοῦ βασιλέα τῆς Σπάρτης ἀνηγόρευσε· καὶ οὐκ ἦν μέγας ὁ νήπιος, ἀλλ´ ὁ τῷ νηπίῳ τὸ πατρῷον ἀποδοὺς γέρας καὶ μὴ σφετερισάμενος μηδ´ ἀποστερήσας. Ἀριδαῖον δὲ τίς ἂν ἐποίησε μέγαν, ὃν οὐδὲν νηπίου διαφέροντα μονονοὺ σπαργανώσας τῇ πορφύρᾳ Μελέαγρος εἰς τὸν Ἀλεξάνδρου θρόνον ἔθηκεν, εὖ γε ποιῶν, ἵν´ ὀφθῇ παρ´ ἡμέρας ὀλίγας, πῶς ἀρετῇ βασιλεύουσιν ἄνθρωποι καὶ πῶς τύχῃ. Ἀγωνιστῇ γὰρ ἡγεμονίας ὑποκριτὴν ἐπεισήγαγε, μᾶλλον δ´ ὡς ἐπὶ σκηνῆς δορυφόρημα κωφὸν διεξῆλθε τῆς οἰκουμένης.

« Καί κε γυνὴ φέροι ἄχθος, ἐπεί κεν ἀνὴρ ἀναθείη »·

τοὐναντίον μὲν οὖν εἴποι τις ἄν, ὅτι λαβεῖν καὶ ἀναθέσθαι δύναμιν καὶ πλοῦτον καὶ ἀρχὴν καὶ γυναικός ἐστι καὶ παιδός· (Ὀάρσῃ καὶ Δαρείῳ Βαγώας ὁ εὐνοῦχος ἀράμενος ἐπέθηκε τὴν Περσῶν βασιλείαν·) τὸ δὲ λαβόντα μεγάλην ἐξουσίαν ἐνεγκεῖν καὶ μεταχειρίσασθαι καὶ μὴ συντριβῆναι μηδὲ διαστραφῆναι τῷ βάρει καὶ μεγέθει τῶν πραγμάτων, ἀνδρός ἐστιν ἀρετὴν καὶ φρόνημα καὶ νοῦν ἔχοντος· ἣν Ἀλέξανδρος ἔσχεν, ᾧ μέθην τινὲς ἐγκαλοῦσι καὶ οἴνωσιν. Ὁ δ´ ἦν μέγας, ἐν τοῖς πράγμασι νήφων καὶ μὴ μεθυσθεὶς μηδὲ βακχευθεὶς ὑπ´ ἐξουσίας καὶ δυνάμεως, ἧς μικρὸν ἕτεροι μεταλαβόντες καὶ ἀπογευσάμενοι κρατεῖν ἑαυτῶν οὐ δύνανται·

« Κακοὶ γὰρ ἐμπλησθέντες ἢ νομίσματος, ἢ πόλεος ἐμπεσόντες εἰς τιμάς τινας, σκιρτῶσιν ἀδόκητ´ εὐτυχησάντων δόμων ».

 Κλεῖτος ἐν Ἀμοργῷ τρεῖς ἢ τέτταρας Ἑλληνικὰς ἀνατρέψας τριήρεις Ποσειδῶν ἀνηγορεύθη καὶ τρίαιναν ἐφόρει. Δημήτριος δέ, ᾧ τῆς Ἀλεξάνδρου δυνάμεως ἡ Τύχη σμικρὸν ἀποσπάσασα προσέθηκε, Καταιβάτης καλούμενος ἐπήκουε, καὶ πρέσβεις πρὸς αὐτὸν οὐκ ἔπεμπον ἀλλὰ θεωροὺς αἱ πόλεις, καὶ τὰς ἀποκρίσεις χρησμοὺς προσηγόρευον. Λυσίμαχος τὰ περὶ Θρᾴκην ὥσπερ ἐσχατιάς τινας τῆς βασιλείας κατασχὼν εἰς τοσοῦτον ὑπεροψίας ἔφθασε καὶ θρασύτητος, ὥστ´ εἰπεῖν « νῦν Βυζάντιοι πρὸς ἐμὲ ἥκουσιν, ὅτε τῇ λόγχῃ τοῦ οὐρανοῦ ἅπτομαι ». Παρὼν δὲ Πασιάδης ὁ Βυζάντιος

« Ὑπάγωμεν » ἔφη « μὴ τῇ ἐπιδορατίδι τὸν οὐρανὸν τρυπήσῃ ».

Καὶ τί ἂν περὶ τούτων λέγοι τις, οἷς ἐξῆν δι´ Ἀλέξανδρον μέγα φρονεῖν, ὅπου Κλέαρχος Ἡρακλείας τύραννος γενόμενος σκηπτὸν ἐφόρει καὶ τῶν υἱῶν ἕνα Κεραυνὸν ὠνόμασε; Διονύσιος δ´ Ἀπόλλωνος υἱὸν ἑαυτὸν ὠνόμασεν, ἐπιγράψας

« Δωρίδος ἐκ μητρὸς Φοίβου κοινώμασι βλαστών ».

 Ὁ δὲ πατὴρ αὐτοῦ τῶν μὲν πολιτῶν μυρίους ἢ καὶ πλείους ἀνελών, προδοὺς δὲ τὸν ἀδελφὸν ὑπὸ φθόνου τοῖς πολεμίοις, οὐκ ἀναμείνας δὲ τὴν μητέρα γραῦν οὖσαν ὀλίγαις ἡμέραις ἀποθανεῖν ὕστερον ἀλλ´ ἀποπνίξας, ἐν δὲ τραγῳδίᾳ γράψας αὐτός

« Ἡ γὰρ τυραννὶς ἀδικίας μήτηρ ἔφυ, »

ὅμως τῶν θυγατέρων τὴν μὲν Ἀρετὴν τὴν δὲ Σωφροσύνην ὠνόμασε τὴν δὲ Δικαιοσύνην. Οἱ δ´ Εὐεργέτας οἱ δὲ Καλλινίκους οἱ δὲ Σωτῆρας οἱ δὲ Μεγάλους ἀνηγόρευσαν ἑαυτούς. Γάμους δ´ αὐτῶν ἐπαλλήλους ὥσπερ ἵππων ἐν ἀγέλαις γυναικῶν ἀνέδην διημερευόντων καὶ φθορὰς παίδων καὶ τυμπανισμοὺς ἐν ἀνδρογύνοις καὶ κυβείας μεθημερινὰς καὶ αὐλήσεις ἐν θεάτροις καὶ νύκτα μὲν ἐν δείπνοις ἡμέραν δ´ ἐν ἀρίστοις ἐπιλείπουσαν οὐδεὶς ἂν ἐφίκοιτο τῷ λόγῳ διελθεῖν.

[VI]  Ἀλλ´ Ἀλέξανδρος ἠρίστα μὲν ὄρθρου καθεζόμενος, ἐδείπνει δὲ πρὸς ἑσπέραν βαθεῖαν, ἔπινε δὲ θύσας τοῖς θεοῖς, ἐκύβευε δὲ πρὸς Μήδιον πυρέττων, ἔπαιζε δ´ ὁδοιπορῶν ἅμα καὶ μανθάνων τοξεύειν καὶ ἀποβαίνειν ἅρματος. Ἔγημε δὲ Ῥωξάνην ἑαυτῷ μόνην ἐρασθείς, τὴν δὲ Δαρείου Στάτειραν τῇ βασιλείᾳ καὶ τοῖς πράγμασι (συνέφερε γὰρ ἡ τῶν γενῶν ἀνάμιξις), τῶν δ´ ἄλλων Περσίδων ἐκράτησε τοσοῦτον σωφροσύνῃ, ὅσον ἀνδρείᾳ Περσῶν· ἄκουσαν μὲν γὰρ οὐδεμίαν εἶδεν, ἃς δ´ εἶδε μᾶλλον ἢ ἃς οὐκ εἶδε παρῆλθε. Καὶ πᾶσιν ὢν τοῖς ἄλλοις φιλάνθρωπος, μόνοις ὑπερηφάνως τοῖς καλοῖς ἐχρῆτο. Περὶ δὲ τῆς Δαρείου γυναικός, εὐπρεπεστάτης γενομένης, οὐδὲ φωνὴν ἐπαινοῦσαν τὸ κάλλος ἤκουσεν· ἀποθανοῦσαν δ´ οὕτω βασιλικῶς ἐκόσμησε καὶ συμπαθῶς ἐδάκρυσεν, ὥστ´ ἄπιστον αὐτοῦ τὸ σῶφρον ἐν τῷ φιλανθρώπῳ γενέσθαι καὶ λαβεῖν ἀδικίας ἔγκλημα τὴν χρηστότητα. Δαρεῖος γὰρ οὕτως ἐκινήθη πρὸς τὴν ἐξουσίαν αὐτοῦ καὶ τὴν ἡλικίαν (εἷς γὰρ ἦν καὶ αὐτὸς ἔτι τῶν νομιζόντων διὰ Τύχην κρατεῖν Ἀλέξανδρον)· ἐπεὶ δὲ τἀληθὲς ἔγνω βασανίσας πανταχόθεν,

« Οὐ πάντως » εἶπεν « ἄρα φαύλως ἔχει τὰ Περσῶν, οὐδέ τις ἐρεῖ παντάπασι κακοὺς ἡμᾶς οὐδ´ ἀνάνδρους ὑπὸ τοιούτου κρατηθέντας. Ἔγὼ δ´ εὐτυχίαν μὲν εὔχομαι καὶ κράτος πολέμου παρὰ θεῶν, ἵν´ εὖ ποιῶν Ἀλέξανδρον ὑπερβάλωμαι· καί μέ τις ἔχει φιλοτιμία καὶ ζῆλος ἡμερώτερον αὐτοῦ φανῆναι· εἰ δ´ οἴχεται τὰ ἐμά, Ζεῦ πατρῷε Περσῶν καὶ βασίλειοι θεοί, μηδεὶς εἰς τὸν Κύρου θρόνον ἄλλος ἢ Ἀλέξανδρος καθίσειε ».

Τοῦτ´ εἰσποίησις ἦν Ἀλεξάνδρου διὰ θεῶν μαρτύρων.

[VII]  Οὕτω νικῶσιν ἀρετῇ. Πρόσγραψον, εἰ βούλει, τῇ Τύχῃ τὰ Ἄρβηλα καὶ τὴν Κιλικίαν, καὶ τἄλλα, ἃ γέγονε βίας ἔργα καὶ πολέμου· Τύχη τὴν Τύρον ἔσεισεν αὐτῷ, καὶ Τύχη τὴν Αἴγυπτον ἀνέῳξε· διὰ Τύχην Ἁλικαρνασσὸς ἔπεσε καὶ Μίλητος ἑάλω καὶ Μαζαῖος Εὐφράτην ἔρημον ἀπέλιπε καὶ νεκρῶν τὸ Βαβυλώνιον ἐπλήσθη πεδίον· ἀλλ´ οὔτι γε σώφρων ἀπὸ Τύχης οὔτ´ ἐγκρατὴς διὰ Τύχην, οὔτ´ ἀνάλωτον ὑφ´ ἡδονῆς ἡ Τύχη καὶ ἄτρωτον ἐπιθυμίαις κατακλείσασα τὴν ψυχὴν ἐφρούρει. Καὶ μὴν ταῦτ´ ἦν, οἷς αὐτὸν ἐτρέψατο Δαρεῖον· τἄλλα δ´ ὅπλων ἦσαν ἧτται καὶ ἵππων καὶ μάχαι καὶ φόνοι καὶ φυγαὶ ἀνδρῶν. Τὴν δὲ μεγάλην καὶ ἀναντίρρητον ἧτταν ἡττήθη Δαρεῖος καὶ ἐνέκλινεν ἀρετῇ καὶ μεγαλοφροσύνῃ καὶ ἀνδρείᾳ καὶ δικαιοσύνῃ, θαυμάσας τὸ ἐν ἡδονῇ καὶ πόνοις καὶ χάρισιν ἀνίκητον. Ἐπεί γ´ ἐν πέλταις καὶ σαρίσσαις καὶ ἀλαλαγμοῖς καὶ συρράξεσιν ὅπλων ἀνίκητος ἦν καὶ Ἀταρρίας ὁ Δεινομένους καὶ Ἀντιγένης ὁ Πελληναῖος καὶ Φιλώτας ὁ Παρμενίωνος, ἀλλὰ πρὸς ἡδονὰς καὶ γύναια καὶ χρυσίον καὶ ἀργύριον οὐθέν τι βελτίους τῶν αἰχμαλώτων· ἀλλ´ Ἀταρρίας μὲν ὅτε τῶν χρεῶν ἠλευθέρου Μακεδόνας Ἀλέξανδρος καὶ διελύετο τοῖς δανείσασιν ὑπὲρ πάντων, ψευσάμενος ὀφείλειν καὶ δανειστήν τινα φάσκοντα εἶναι τῇ τραπέζῃ προσαγαγών, εἶτα φωραθεὶς ὀλίγου διέφθειρεν αὐτὸς ἑαυτόν· εἰ μὴ γνοὺς Ἀλέξανδρος ἀφῆκε τῆς αἰτίας αὐτὸν καὶ συνεχώρησεν ἔχειν τἀργύριον, ἀναμνησθεὶς ὅτι Φιλίππου προσμαχομένου Περίνθῳ βέλει πληγεὶς εἰς τὸν ὀφθαλμὸν οὐ παρέσχεν οὐδ´ ὑπέμεινεν ἐξαιρεθῆναι τὸ βέλος αὑτοῦ πρὶν ἢ τρέψασθαι τοὺς πολεμίους. Ἀντιγένης δὲ τοῖς ἀποπεμφθεῖσιν εἰς Μακεδονίαν διὰ νόσον καὶ πήρωσιν ἀναμίξας ἑαυτὸν καὶ ἀπογραψάμενος, ὡς ἐλήφθη μηδὲν κακὸν ἔχων, ἀλλὰ προσποιούμενος ἀρρωστίαν τινά, ἀνὴρ πολεμικὸς καὶ τραυμάτων τὸ σῶμα μεστὸς ὀφθεὶς ἠνίασε τὸν Ἀλέξανδρον· πυνθανομένου δὲ τὴν αἰτίαν ὡμολόγησε Τελεσίππας ἐρᾶν καὶ συνακολουθεῖν ἐπὶ θάλασσαν ἀπιούσῃ μὴ δυνάμενος ἀπολειφθῆναι.

« Καὶ τίνος » ἔφη « τὸ γύναιόν ἐστιν » ὁ Ἀλέξανδρος « καὶ πρὸς τίνα δεῖ διαλέγεσθαι; »

τοῦ δ´ Ἀντιγένους εἰπόντος ὡς ἐλευθέρα ἐστίν,

« Οὐκοῦν » εἶπε « πείθωμεν αὐτὴν καταμένειν, ἐπαγγελλόμενοι καὶ διδόντες ».

Οὕτω παντὶ μᾶλλον ἐρῶντι συγγνώμην εἶχεν ἢ αὑτῷ. Καὶ μὴν καὶ Φιλώτας ὁ Παρμενίωνος τροφόν τινα τῶν κακῶν ἔσχε τὴν ἀκρασίαν. Ἀντιγόνα γὰρ ἦν Πελλαῖον γύναιον ἐν τοῖς περὶ Δαμασκὸν αἰχμαλώτοις, ἡλώκει δ´ ὑπ´ Αὐτοφραδάτου πρότερον εἰς Σαμοθρᾴκην διαπλεύσασα, τὴν δ´ ὄψιν ἦν ἱκανή, καὶ τὸν Φιλώταν ἁψάμενον αὐτῆς εἶχε μάλα. Καὶ δὴ ὁ σιδάρεος ἔκ τινος πεπαινόμενος οὐκ ἐκράτει τῶν λογισμῶν ἐν ταῖς ἡδοναῖς, ἀλλ´ ἀνοιγόμενος ἐξέφερε πολλὰ τῶν ἀπορρήτων πρὸς αὐτήν.

« Τί γὰρ ἦν ἐκεῖνος ὁ Φίλιππος, εἰ μὴ Παρμενίων; τί δ´ Ἀλέξανδρος οὗτος, εἰ μὴ Φιλώτας; ποῦ δ´ ὁ Ἄμμων, ποῦ δ´ οἱ δράκοντες, ἂν ἡμεῖς μὴ θέλωμεν; »

Τούτους τοὺς λόγους ἡ Ἀντιγόνα πρός τινα τῶν συνήθων ἐξήνεγκε γυναικῶν, ἐκείνη δὲ πρὸς Κρατερόν· Κρατερὸς δὲ πρὸς Ἀλέξανδρον αὐτὴν εἰσήγαγε τὴν Ἀντιγόναν κρύφα, καὶ τοῦ μὲν σώματος οὐκ ἔθιγεν ἀλλ´ ἀπέσχετο· τὸν δὲ Φιλώταν ὑποικουρῶν δι´ αὐτῆς ὅλον ἐφώρασε, καὶ πλέον ἢ ἑπτὰ ἐτῶν διαγενομένων, οὐκ ἐν οἴνῳ ποτὲ τὴν ὑπόνοιαν ταύτην ἐξέφηνεν ὁ μεθύων, οὐ δι´ ὀργὴν ὁ θυμοειδής, οὐ πρὸς φίλον ὁ πάντα πιστεύων Ἡφαιστίωνι καὶ πάντων μεταδιδούς. Λέγεται γὰρ ὅτι καὶ τῆς μητρὸς ἀπόρρητον ἐπιστολὴν λύσαντος αὐτοῦ καὶ σιωπῇ πρὸς ἑαυτὸν ἀναγινώσκοντος, Ἡφαιστίων ἀτρέμα παραβάλλων τὴν κεφαλὴν συνανεγίνωσκεν· ὁ δὲ κωλῦσαι μὲν οὐχ ὑπέμεινεν, ἐξελὼν δὲ τὸν δακτύλιον προσέθηκε τὴν σφραγῖδα τῷ στόματι τοῦ Ἡφαιστίωνος.

[VIII] Ἀλλὰ ταῦτα μὲν ἄν τις ἀπείποι λέγων, οἷς ἀποδείκνυται κάλλιστα καὶ βασιλικώτατα τὴν ἐξουσίαν διατιθέμενος. Καὶ γὰρ εἰ διὰ Τύχην μέγας γέγονε, μείζων ἐστίν, ὅτι τῇ Τύχῃ καλῶς κέχρηται· καὶ ὅσῳ τις ἂν μᾶλλον αὐτοῦ τὴν Τύχην ἐπαινῇ, τοσούτῳ μᾶλλον αὔξει τὴν ἀρετήν, δι´ ἣν ἄξιος τῆς Τύχης ἐγένετο. Οὐ μὴν ἀλλ´ ἤδη πρὸς τὰ πρῶτα τῆς αὐξήσεως αὐτοῦ καὶ τὰς ἀρχὰς τῆς δυνάμεως βαδίζω, καὶ σκοπῶ τί τὸ τῆς Τύχης ἔργον ἐν ἐκείνοις γέγονε, δι´ ὅ φασιν Ἀλέξανδρον ὑπὸ τῆς Τύχης μέγαν γεγονέναι. Πῶς γὰρ οὐχί; τὸν ἄτρωτον, ὦ Ζεῦ, τὸν ἀναίμακτον, τὸν ἀστράτευτον, ὃν χρεμετίσας ἵππος εἰς τὸν Κύρου θρόνον ἐκάθισεν, ὡς Δαρεῖον τὸν Ὑστάσπου πρότερον, ἢ κολακευθεὶς ἀνὴρ ὑπὸ τῆς γυναικός, ὡς Ξέρξην Δαρεῖος ὑπ´ Ἀτόσσης; ἐπὶ θύρας αὐτῷ τὸ διάδημα τῆς Ἀσίας ἦλθεν, ὥσπερ Ὀάρσῃ διὰ Βαγώαν, καὶ στολὴν ἐκδυσάμενος ἀστάνδου περιέθετο τὴν βασιλικὴν καὶ ὀρθοπαγῆ κίταριν; ἐξαίφνης καὶ ἀπροσδοκήτως κλήρῳ λαχὼν τῆς οἰκουμένης ἐβασίλευσεν, ὡς Ἀθήνησι κλήρῳ θεσμοθετοῦσι καὶ ἄρχουσι; βούλει μαθεῖν, πῶς βασιλεύουσιν ἄνθρωποι διὰ Τύχην; ἐξέλιπέ ποτ´ Ἀργείοις τὸ Ἡρακλειδῶν γένος, ἐξ οὗ βασιλεύεσθαι πάτριον ἦν αὐτοῖς· ζητοῦσι δὲ καὶ διαπυνθανομένοις ὁ θεὸς ἔχρησεν ἀετὸν δείξειν· καὶ μεθ´ ἡμέρας ὀλίγας ἀετὸς ὑπερφανεὶς καὶ κατάρας ἐπὶ τὴν Αἴγωνος οἰκίαν ἐκάθισε, καὶ βασιλεὺς ᾑρέθη Αἴγων. Πάλιν ἐν Πάφῳ, τοῦ βασιλεύοντος ἀδίκου καὶ πονηροῦ φανέντος, ἐκβαλὼν τοῦτον Ἀλέξανδρος ἕτερον ἐζήτει, τοῦ Κινυραδῶν γένους ἤδη φθίνειν καὶ ἀπολείπειν δοκοῦντος. Ἕνα δ´ οὖν ἔφασαν περιεῖναι πένητα καὶ ἄδοξον ἄνθρωπον ἐν κήπῳ τινὶ παρημελημένως διατρεφόμενον. Ἐπὶ τοῦτον οἱ πεμφθέντες ἧκον, εὑρέθη δὲ πρασιαῖς ὕδωρ ἐπαντλῶν· καὶ διεταράχθη τῶν στρατιωτῶν ἐπιλαμβανομένων αὐτοῦ καὶ βαδίζειν κελευόντων. Ἀχθεὶς δὲ πρὸς Ἀλέξανδρον ἐν εὐτελεῖ σινδονίσκῃ βασιλεὺς ἀνηγορεύθη καὶ πορφύραν ἔλαβε καὶ εἷς ἦν τῶν ἑταίρων προσαγορευομένων· ἐκαλεῖτο δ´ Ἀβδαλώνυμος. Οὕτως αἱ τύχαι ποιοῦσι βασιλεῖς, μεταμφιάζουσι, μεταγράφουσι ταχύ, ῥᾳδίως, μὴ προσδεχομένους μηδ´ ἐλπίζοντας.

[IX]  Ἀλεξάνδρῳ δὲ τί παρ´ ἀξίαν, τί ἀνιδρωτί, τί ἀναιμωτί, τί προῖκα, τί μὴ πονήσαντι τῶν μεγάλων; αἵματι κεκραμένους ποταμοὺς ἔπιε καὶ νεκροῖς γεγεφυρωμένους διέβη, καὶ πόαν ἔφαγε διὰ λιμὸν ἣν πρώτην εἶδε, καὶ βάθεσι χιόνων κατακεχωσμένα ἔθνη καὶ πόλεις ὑπὸ γῆν δεδυκυίας ἐξώρυξε, καὶ θάλατταν μαχομένην ἔπλευσε, καὶ θῖνας ἀνύ