|
ALLER A LA TABLE DES MATIERES DE FLAVIUS JOSEPHE
AVANT-PROPOS - LIVRE I - LIVRE III - texte numérisé et mis en page par François-Dominique FOURNIER Flavius Josèphe β' τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαικῆς ἀρχαιολογίας Pour avoir la traduction française d'un chapitre, cliquer cur ce chapitre.
Liber II Τάδε ἔνεστιν ἐν τῇ β τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαικῆς ἀρχαιολογίας α. Ὡς Ἡσαῦς καὶ Ἰάκωβος Ἰσάκου παῖδες ὄντες, διείλοντο τὴν οἴκησιν καὶ Ἡσαῦς μὲν τὴν Ἰδουμαίαν κατέσχεν, Ἰάκωβος δὲ τὴν Χαναναίαν. β. ὡς Ἰώσηπος ὁ νεώτατος τῶν Ἰακώβου παίδων ὀνειράτων αὐτῷ προδεικνύντων τὴν μέλλουσαν εὐδαιμονίαν ὑπὸ τῶν ἀδελφῶν ἐφθονήθη. γ. ὡς αὐτὸς οὗτος εἰς Αἴγυπτον πραθεὶς ὑπὸ τῶν ἀδελφῶν διὰ τὸ πρὸς αὐτὸν μῖσος καὶ γενόμενος ἐπίσημος ἐκεῖ καὶ λαμπρότατος τοὺς ἀδελφοὺς ἔσχεν ὑποχειρίους. [δ. ἡ τοῦ πατρὸς αὐτοῦ μετὰ τῆς γενεᾶς πάσης πρὸς αὐτὸν μετάβασις διὰ τὸν γενόμενον λιμόν. ε. ὅσα τοῖς Ἑβραίοις ἐν Αἰγύπτῳ συνέβη κακοπαθοῦσιν ἐπ' ἔτη τετρακόσια. ς. ὡς Μωσέως ἡγουμένου τὴν Αἴγυπτον ἐξέλιπον. ζ. ἡ Μωσέως γένεσις καὶ ἀνατροφή. η. ὡς ἡ θάλασσα τοῖς Ἑβραίοις διωκομένοις ὑπὸ τῶν Αἰγυπτίων ἀνακοπεῖσα φυγὴν δι' αὐτῆς παρέσχεν. περιέχει δὲ ἡ βίβλος ἔτη διακόσια εἴκοσι. I (1)[1] Μετὰ δὲ τὴν Ἰσάκου τελευτὴν οἱ παῖδες αὐτοῦ μερισάμενοι τὴν οἴκησιν πρὸς ἀλλήλους οὐχ ἣν ἔλαβον ταύτην κατέσχον, ἀλλ Ἡσαῦς μὲν τῆς Νεβρωνίας πόλεως ἐκχωρήσας τῷ ἀδελφῷ ἐν Σαειρᾷ διητᾶτο καὶ τῆς Ἰδουμαίας ἦρχεν οὕτω καλέσας τὴν χώραν ἀπ' αὐτοῦ· Ἄδωμος γὰρ ἐπωνομάζετο κατὰ τοιαύτην αἰτίαν τυχὼν τῆς ἐπικλήσεως. [2] Ἀπὸ θήρας ποτὲ καὶ πόνου τοῦ περὶ τὸ κυνήγιον λιμώττων ἐπανῆκεν, ἔτι δὲ ἦν παῖς τὴν ἡλικίαν, ἐπιτυχὼν δὲ τἀδελφῷ φακῆν ἐσκευακότι πρὸς ἄριστον αὑτῷ ξανθὴν σφόδρα τὴν χροιὰν καὶ διὰ τοῦτ' ἔτι μᾶλλον ὀρεχθεὶς ἠξίου παρασχεῖν αὐτῷ πρὸς τροφήν. [3] Ὁ δὲ ἀποδόσθαι τὸ πρεσβεῖον αὐτῷ τοῦ φαγεῖν συνεργῷ χρησάμενος τῇ πείνῃ τὸν ἀδελφὸν ἠνάγκαζε, κἀκεῖνος ὑπὸ τοῦ λιμοῦ προαχθεὶς παραχωρεῖ τῶν πρεσβείων αὐτῷ μεθ' ὅρκων. Ἔνθεν διὰ τὴν ξανθότητα τοῦ βρώματος ὑπὸ τῶν ἡλικιωτῶν κατὰ παιδιὰν Ἄδωμος ἐπικληθείς, ἄδωμα γὰρ Ἑβραῖοι τὸ ἐρυθρὸν καλοῦσι, τὴν χώραν οὕτως προσηγόρευσεν· Ἕλληνες γὰρ αὐτὴν ἐπὶ τὸ σεμνότερον Ἰδουμαίαν ὠνόμασαν. (2)[4] Γίνεται δὲ καὶ πατὴρ παίδων πέντε τὸν ἀριθμόν, ὧν Ἰάους μὲν καὶ Ἰόλαμος καὶ Κορῆος ἐκ γυναικὸς μιᾶς Ἀλιβάμης τοὔνομα, τῶν δὲ λοιπῶν Ἀλιφάζης μὲν ἐξ Ἀδάσης, Ῥαουῆλος δὲ ἐκ Βασαμάθης ὑπῆρξαν αὐτῷ γεγονότες. [5] Καὶ Ἡσαῦ μὲν οὗτοι παῖδες ἦσαν· Ἀλιφάζῃ δὲ γίνονται γνήσιοι πέντε Θημανὸς Ὄμερος Ὄφους Ἰόθαμος Καναζός· Ἀμαλῆκος γὰρ νόθος ἦν ἐκ παλλακῆς αὐτῷ γεγονὼς Θαμνάης ὄνομα. [6] Οὗτοι κατῴκησαν τῆς Ἰδουμαίας τὴν Γοβολῖτιν λεγομένην καὶ τὴν ἀπὸ Ἀμαλήκου κληθεῖσαν Ἀμαληκῖτιν· πολλὴ γὰρ γενομένη ποτὲ ἡ Ἰδουμαία τό τε πάσης αὐτῆς ἀπέσωζεν ὄνομα καὶ τοῖς μέρεσι τὰς ἀπὸ τῶν οἰκητόρων προσηγορίας διεφύλαξεν. II
(1)[7]
Ἰακώβῳ δὲ συνέβη παρελθεῖν εἰς εὐδαιμονίας μέγεθος, οἷον οὐκ ἄλλῳ τινὶ ῥᾳδίως·
πλούτῳ τε γὰρ ὑπερέβαλλε τοὺς ἐπιχωρίους καὶ παίδων ἀρεταῖς ζηλωτὸς καὶ
περίβλεπτος ἦν· οὐδενὸς γὰρ ὅλως ὑστέρουν, ἀλλὰ καὶ πρὸς ἔργα χειρῶν καὶ πόνων
ὑπομονὴν ἦσαν εὔψυχοι καὶ δεινοὶ συνιέναι. [8] Τοσαύτην δ' ἄρα τὸ θεῖον αὐτοῦ
πρόνοιαν ἔσχε καὶ τῆς εὐδαιμονίας ἐπιμέλειαν, ὡς κἀκ τῶν λυπηρῶν αὐτῷ δοξάντων
τὴν ὑπερβολὴν τῶν ἀγαθῶν παρασχεῖν καὶ ποιῆσαι τῆς ἀπ' Αἰγύπτου τῶν ἡμετέρων
προγόνων ἀναχωρήσεως αἴτιον αὐτόν τε καὶ τοὺς ἐξ αὐτοῦ γεγονότας ὑπὸ τοιαύτης
αἰτίας· (2)[11] Ἐκπεμφθεὶς μετὰ τῶν ἀδελφῶν παρὰ τοῦ πατρὸς ἐπὶ συλλογῇ τῶν καρπῶν θέρους ἀκμάζοντος ὁρᾷ πολὺ τῶν κατὰ συνήθειαν ἐπιφοιτώντων κατὰ τοὺς ὕπνους ὀνειράτων διαφέρουσαν ὄψιν, ἣν περιεγερθεὶς τοῖς ἀδελφοῖς ὡς κρινοῦσιν αὐτῷ τὸ σημαινόμενον ἐξέθετο, λέγων ἰδεῖν ἐπὶ τῆς παρελθούσης νυκτὸς τὸ μὲν αὐτοῦ δράγμα τῶν πυρῶν ἠρεμεῖν ἐφ' οὗ κατέθηκε τόπου, τὰ δὲ ἐκείνων προστρέχοντα προσκυνεῖν αὐτὸ καθάπερ οἱ δοῦλοι τοὺς δεσπότας. [12] Οἱ δὲ συνέντες ἰσχὺν αὐτῷ καὶ μέγεθος πραγμάτων τὴν ὄψιν προλέγουσαν καὶ κατ' αὐτῶν τὴν ἐξουσίαν ἐσομένην τῷ μὲν Ἰωσήπῳ τούτων οὐδὲν ὡς οὐ γνώριμον αὐτοῖς τὸ ὄναρ ὂν διεσάφησαν, ἀρὰς δ' ἐποιήσαντο μηδὲν εἰς τέλος αὐτῷ παρελθεῖν ὧν ὑπενόουν καὶ πρὸς αὐτὸν ἔτι μᾶλλον ἀπεχθῶς ἔχοντες διετέλουν. (3)[13] Τῷ δὲ παρ' αὐτῶν φθόνῳ προσφιλονικῆσαν τὸ θεῖον δευτέραν ὄψιν ἐπιπέμπει τῷ Ἰωσήπῳ πολὺ τῆς προτέρας θαυμασιωτέραν. Τὸν ἥλιον γὰρ ἔδοξε τὴν σελήνην παραλαβόντα καὶ τοὺς λοιποὺς ἀστέρας ἐπὶ τὴν γῆν κατελθεῖν καὶ προσκυνεῖν αὐτόν. [14] Ταύτην τὴν ὄψιν τῷ πατρὶ μηδὲν παρὰ τῶν ἀδελφῶν κακόηθες ὑφορώμενος καὶ τούτων παρατυγχανόντων διεσάφησε, τί καὶ βούλεται σημαίνειν φράσαι παρακαλῶν. [15] Ὁ δὲ ἡσθεὶς τῷ ὀνείρατι, τὴν γὰρ πρόρρησιν αὐτοῦ τῇ διανοίᾳ συλλαβὼν καὶ μετὰ σοφίας οὐκ ἀσκόπως εἰκάσας ἔχαιρεν ἐπὶ μεγάλοις τοῖς σημαινομένοις, ἃ εὐδαιμονίαν τῷ παιδὶ κατήγγελλε καὶ καιρὸν ἥξειν θεοῦ δόντος, καθ' ὃν αὐτὸν ὑπό τε τῶν γονέων καὶ τῶν ἀδελφῶν ἔσεσθαι τίμιον καὶ προσκυνήσεως ἄξιον, [16] τὴν μὲν σελήνην καὶ τὸν ἥλιον μητρὶ καὶ πατρί, τῆς μὲν αὐξούσης ἅπαντα καὶ τρεφούσης τοῦ δ' ἐκτυποῦντος καὶ τὴν ἄλλην ἰσχὺν ἐντιθέντος εἰκάζων, τοὺς δ' ἀστέρας τοῖς ἀδελφοῖς· καὶ γὰρ τούτους ἕνδεκα εἶναι καθάπερ καὶ τοὺς ἀστέρας ἀπό τε ἡλίου καὶ σελήνης τὴν ἰσχὺν λαμβάνοντας. (4)[17] Καὶ ὁ μὲν Ἰάκωβος τοιαύτην οὐκ ἀσυνέτως ἐποιήσατο τῆς ὄψεως τὴν κρίσιν, τοὺς δ' ἀδελφοὺς τοῦ Ἰωσήπου σφόδρα ἐλύπησε τὰ προειρημένα καὶ διετέθησαν ὡς ἐπ' ἀλλοτρίῳ τινὶ μέλλοντι τὰ σημαινόμενα διὰ τῶν ὀνειράτων ἀγαθὰ ἕξειν, ἀλλ' οὐκ ἀδελφῷ καὶ ὧν συναπολαύσειν αὐτῷ εἰκὸς ἦν κοινωνοὺς ὡς τῆς γενέσεως οὕτως καὶ τῆς εὐδαιμονίας ἐσομένους· [18] ἀνελεῖν τε ὡρμήκεσαν τὸ μειράκιον, καὶ ταύτην κυρώσαντες τὴν βουλήν, ἐπεὶ τὰ τῆς συγκομιδῆς αὐτοῖς πέρας εἶχεν, ἐπὶ Σικίμων τραπέντες, χώρα δ' ἐστὶν αὕτη βόσκειν ἀγαθὴ θρέμματα καὶ νομὰς ἐκφέρειν, αὐτόθι τῶν ποιμνίων ἐπεμελοῦντο μὴ προδηλώσαντες τῷ πατρὶ τὴν ἐκεῖσε ἄφιξιν. [19] Ὁ δὲ ὑπὸ τῆς ἀγνοίας καὶ τοῦ μηδὲ ἀπὸ τῶν ποιμνίων πρὸς αὐτὸν ἀφικέσθαι τινὰ τὸν περὶ τῶν παίδων αὐτῷ τἀληθὲς σημαίνειν δυνάμενον, σκυθρωπότερον τὴν περὶ αὐτῶν διάνοιαν λαμβάνων καὶ περιδεὴς ὢν πέμπει τὸν Ἰώσηπον εἰς τὰ ποίμνια μαθησόμενον τὰ περὶ τῶν ἀδελφῶν καὶ τί πράττοιεν σημανοῦντα. III (1)[20] Οἱ δὲ τὸν ἀδελφὸν ὡς εἶδον πρὸς αὐτοὺς ἀφιγμένον, ἥσθησαν μέν, ἀλλ' οὐχ ὡς ἐπ' οἰκείου παρουσίᾳ καὶ πατρὸς ἀπεσταλκότος, ἀλλ' ὡς ἐπ' ἐχθροῦ καὶ ταῖς χερσὶν αὐτῶν κατὰ θείαν βούλησιν παραδοθέντος, ἀναιρεῖν τε ἤδη καὶ μὴ τὸν ἐν ποσὶν ὑπερβαλέσθαι καιρὸν ὡρμήκεσαν. [21] Οὕτως δ' αὐτοὺς Ῥουβῆλος ὁρῶν ἔχοντας ὁ πρεσβύτατος αὐτῶν καὶ πρὸς τὴν πρᾶξιν ὡμονοηκότας ἐπειρᾶτο κατέχειν ὑποδεικνὺς τὸ μέγεθος τοῦ τολμήματος καὶ τὸ ἐπ' αὐτῷ μύσος, [22] ὡς πονηρὸν μὲν καὶ θεῷ καὶ ἀνθρώποις ἀνόσιον δοκοῦν καὶ τὸ μὴ συγγενοῦς ἀνθρώπου χειρουργῆσαι φόνον, πολὺ μέντοι μιαρώτερον τὸ σφαγὴν ἀδελφοῦ δράσαντας ὀφθῆναι, ᾧ πατήρ τε ἀναιρουμένῳ συναδικεῖται καὶ μήτηρ εἰς πένθος καὶ παιδὸς ἀποστέρησιν οὐ κατ' ἀνθρώπινον γενομένην νόμον συγκατασπᾶται. [23] Τούτων οὖν αὐτῶν αἰδῶ λαβόντας καὶ τῷ λογισμῷ τί καὶ πείσονται τεθνηκότος αὐτοῖς παιδὸς ἀγαθοῦ καὶ νεωτάτου παραθεμένους ἀποσχέσθαι τοῦ τολμήματος παρεκάλει καὶ τὸν θεὸν δείσαντας, ὃς θεατὴς ἅμα καὶ μάρτυς ἤδη καὶ τῆς βουλῆς αὐτῶν τῆς ἐπὶ τὸν ἀδελφὸν γεγενημένος ἀποστάντας μὲν τῆς πράξεως ἀγαπήσει μετανοίᾳ καὶ τῷ σωφρονεῖν εἴξαντας, [24] προελθόντας δ' ἐπὶ τοὖργον οὐκ ἔστιν ἣν οὐκ εἰσπράξεται τῆς ἀδελφοκτονίας δίκην μιάναντας αὐτοῦ τὴν πανταχοῦ παροῦσαν πρόνοιαν καὶ μήτε τῶν ἐπ' ἐρημίᾳ πραττομένων ὑστεροῦσαν μήτε τῶν κατὰ τὰς πόλεις· ὅπου γὰρ ἂν ἄνθρωπος ᾖ χρὴ δοκεῖν ἐνταῦθα παρεῖναι καὶ θεόν. [25] Τό τε συνειδὸς αὐτοὺς τὸ ἴδιον ἕξειν ἐχθρὸν ἐπὶ τοῖς τολμηθεῖσιν ἔλεγεν, ὃ μήτε τοῖς ἀγαθὸν αὐτὸ ἔχουσι μήτε τοιοῦτον ὁποῖον αὐτοῖς συνοικήσει τὸν ἀδελφὸν ἀνελοῦσιν ἔστιν ἀποδράναι. [26] Προσετίθει δὲ καὶ ταῦτα τοῖς προειρημένοις, ὡς ἀδελφὸν οὐδὲ ἀδικήσαντα κτείνειν ὅσιον, καλὸν δὲ καὶ τὸ μὴ μνησικακεῖν τοῖς οὕτω φίλοις ὑπὲρ ὧν ἁμαρτεῖν ἔδοξαν. Ἰώσηπον δὲ οὐδὲ πονηρὸν εἰς αὐτοὺς γεγενημένον διαφθεροῦσιν, ᾧ τὸ τῆς ἡλικίας ἀσθενὲς ἔλεον μᾶλλον καὶ τὴν παρ' ἡμῶν ἐρανίζεται κηδεμονίαν· [27] ἥ τε αἰτία τῆς ἀναιρέσεως πολὺ χείρω τὴν πρᾶξιν αὐτοῖς τίθησι, διὰ φθόνον τῶν ἐσομένων ἀγαθῶν αὐτῷ τοῦ ζῆν ἐξαγαγεῖν διεγνωκότων, ὧν τὸ ἴσον ἀπολαύσουσι κοινωνοῦντες αὐτῷ τῆς μετουσίας οὐκ ἀλλοτρίων ὄντων ἀλλ' οἰκείων· [28] ἴδια γὰρ αὐτῶν ὑπολαμβάνειν, ὅσα ὁ θεὸς Ἰωσήπῳ δώσει, προσεκίνουν τὴν ὀργὴν καὶ διὰ τοῦτο καλῶς ἔχειν χαλεπωτέραν ἔσεσθαι νομίζειν, εἰ τὸν ὑπ' αὐτοῦ κεκριμένον τῶν ἐλπιζομένων ἀγαθῶν ἄξιον ἀποκτείναντες ἀφαιρήσονται τὸν θεὸν ᾧ ταῦτα χαρίσεται. (2)[29] Καὶ ὁ μὲν Ῥουβῆλος ταῦτα λέγων καὶ πρὸς τούτοις ἔτι πλείω καὶ δεόμενος ἐπειρᾶτο τῆς ἀδελφοκτονίας αὐτοὺς ἀποτρέπειν, ἐπεὶ δὲ οὐδὲν μετριωτέρους ὑπὸ τῶν λόγων ἑώρα γεγενημένους, ἀλλὰ σπεύδοντας ἐπὶ τὴν ἀναίρεσιν, συνεβούλευε τὸ κακὸν αὐτοὺς ἐπιεικέστερον ποιῆσαι τῷ τρόπῳ τῆς ἀναιρέσεως· [30] καὶ γὰρ ἄμεινον μὲν οἷς παρῄνεσε τὸ πρῶτον πεπεῖσθαι λέγων αὐτούς, ἐπεὶ δ' ἐκράτησαν ὥστε ἀνελεῖν τὸν ἀδελφόν, οὐκ ἔσεσθαι σφόδρα κακοὺς οἷς νῦν παραινεῖ πεισθέντας· ἐν γὰρ τούτοις εἶναι καὶ τὸ ἔργον, ἐφ' ᾧ σπεύδουσιν, οὐ μέντοι τοιοῦτον, ἀλλ' ὡς ἐν ἀπόροις κουφότερον. [31] Ἠξίου γὰρ αὐτοὺς αὐτόχειρας μὲν μὴ γενέσθαι τἀδελφοῦ, ῥίψαντας δὲ εἰς τὸν παρακείμενον λάκκον οὕτως ἀποθανεῖν ἐᾶσαι καὶ τό γε μὴ μιανθῆναι τὰς χεῖρας αὐτῶν κερδαίνειν. Συναινεσάντων δὲ τούτοις τῶν νεανίσκων παραλαβὼν ὁ Ῥουβῆλος τὸ μειράκιον καὶ καλωδίου ἐκδήσας ἠρέμα καθίησιν εἰς τὸν λάκκον· καὶ γὰρ ἱκανῶς ἄνυδρος ἦν· Καὶ ὁ μὲν τοῦτο ποιήσας ἀπαλλάσσεται κατὰ ζήτησιν χωρίων πρὸς νομὰς ἐπιτηδείων. (3)[32] Ἰούδας δὲ καὶ αὐτὸς ὢν τῶν Ἰακώβου παίδων ἐμπόρους ἰδὼν Ἄραβας τοῦ Ἰσμαηλιτῶν γένους ἀρώματα καὶ Σύρα φορτία κομίζοντας Αἰγυπτίοις ἐκ τῆς Γαλαδηνῆς μετὰ τὴν ἀναχώρησιν τὴν Ῥουβήλου τοῖς ἀδελφοῖς συνεβούλευεν ἀνιμήσασι τὸν Ἰώσηπον ἀπεμπολῆσαι τοῖς Ἄραψιν· [33] ἐκεῖνόν τε γὰρ ὅτι πορρωτάτω γενόμενον καὶ τεθνήξεσθαι παρὰ τοῖς ξένοις, αὐτούς τε τοῦ μιάσματος οὕτως ἀπαλλαγήσεσθαι. Δόξαν οὖν τοῦτο, τοῖς ἐμπόροις ἀποδίδονται τὸν Ἰώσηπον ἀνελκύσαντες ἐκ τοῦ λάκκου μνῶν εἴκοσιν ἑπτακαίδεκα ἐτῶν γεγονότα. [34] Ῥουβῆλος δὲ νύκτωρ ἐπὶ τὸν λάκκον ἐλθὼν σῶσαι τοὺς ἀδελφοὺς λαθὼν τὸν Ἰώσηπον ἐγνώκει, καὶ ὡς ἀνακαλουμένῳ μὴ ὑπήκουσε, δείσας μὴ ἐφθάρκασιν αὐτὸν μετὰ τὴν ἀναχώρησιν αὐτοῦ κατεμέμφετο τοὺς ἀδελφούς. Τῶν δὲ τὸ πραχθὲν αὐτῷ φρασάντων παύεται τοῦ πένθους Ῥουβῆλος. (4)[35] Ὡς δὲ ταῦτα περὶ τὸν Ἰώσηπον τοῖς ἀδελφοῖς ἐπέπρακτο, τί ποιήσαντες ἂν ἔξω τῆς ὑπονοίας παρὰ τῷ πατρὶ γενηθεῖεν ἐζήτουν, καὶ δὴ τὸν χιτωνίσκον, ὃν ἀφῖκτο μὲν πρὸς αὐτοὺς ὁ Ἰώσηπος ἐνδεδυμένος, περιῃρήκεσαν δ' αὐτὸν ὅτε καθίεσαν εἰς τὸν λάκκον, ἔδοξεν αὐτοῖς διασπαράξασιν αἵματι τράγου μολῦναι καὶ τῷ πατρὶ δεῖξαι φέροντας, ὡς ἂν ὑπὸ θηρίων αὐτῷ φανείη διεφθαρμένος. [36] Καὶ τοῦτο ποιήσαντες ἧκον πρὸς τὸν πρεσβύτην ἤδη τῶν περὶ τὸν υἱὸν εἰς γνῶσιν ἀφιγμένον, ἔλεγον δὲ τὸν μὲν Ἰώσηπον οὔτ' ἰδεῖν οὔθ' ᾗ κέχρηται συμφορᾷ μεμαθηκέναι, χιτῶνα δὲ τοῦτον εὑρεῖν ᾑμαγμένον καὶ λελακισμένον, ὅθεν αὐτοῖς ὑπόνοιαν εἶναι περιπεσόντα θηρίοις αὐτὸν ἀπολωλέναι, εἴγε τοῦτον ἐνδεδυμένος οἴκοθεν ἐστάλη. [37] Ἰάκωβος δὲ ἐπὶ κουφοτέραις ὢν ἐλπίσιν ὡς ἠνδραποδισμένου δῆθεν αὐτῷ τοῦ παιδός, τοῦτον μὲν ἀφίησι τὸν λογισμόν, πίστιν δ' αὐτοῦ τῆς τελευτῆς ἐναργῆ τὸν χιτῶνα ὑπολαβών, καὶ γὰρ ἐγνώρισεν ἐκεῖνον αὐτὸν ὃν ἐνδεδυμένον ἐκπέμποι πρὸς τοὺς ἀδελφούς, ὡς ἐπὶ νεκρῷ τὸ λοιπὸν οὕτω διέκειτο ἐπὶ τῷ μειρακίῳ πενθῶν. [38] Καὶ ὡς ἑνὸς πατὴρ ὢν καὶ τῆς ἐξ ἄλλων παραμυθίας ἐστερημένος οὕτως ἦν παρὰ τῷ κακῷ, πρὶν ἢ τοῖς ἀδελφοῖς συμβαλεῖν εἰκάζων ὑπὸ θηρίων Ἰώσηπον ἀφανῆ γεγονέναι. Ἐκαθέζετο δὲ σακκίον ἐξαψάμενος καὶ τῇ λύπῃ βαρύς, ὡς μήτε ὑπὸ παίδων παρηγορούντων αὐτὸν ῥᾴονα γενέσθαι μήτε κάμνοντα τοῖς πόνοις ἀπαγορεύειν. IV (1)[39] Ἰώσηπον δὲ πωλούμενον ὑπὸ τῶν ἐμπόρων ὠνησάμενος Πετεφρὴς ἀνὴρ Αἰγύπτιος ἐπὶ τῶν Φαραώθου μαγείρων τοῦ βασιλέως εἶχεν ἐν πάσῃ τιμῇ καὶ παιδείαν τε τὴν ἐλευθέριον ἐπαίδευε καὶ διαίτῃ χρῆσθαι κρείττονι τῆς ἐπὶ δούλῳ τύχης ἐπέτρεπεν ἐγχειρίζει τε τὴν τῶν κατὰ τὸν οἶκον αὐτῷ πρόνοιαν. [40] Ὁ δὲ τούτων τε ἀπέλαυε καὶ τὴν ἀρετήν, ἥτις ἦν περὶ αὐτόν, οὐδ' ὑπὸ τῆς μεταβολῆς ἐγκατέλιπεν, ἀλλὰ διέδειξε τὸ φρόνημα κρατεῖν τῶν ἐν τῷ βίῳ δυσκόλων δυνάμενον, οἷς ἂν παρῇ γνησίως καὶ μὴ πρὸς τὰς εὐπραγίας τὰς κατὰ καιρὸν μόνον ἡρμοσμένον. (2)[41] Τῆς γὰρ τοῦ δεσπότου γυναικὸς διά τε τὴν εὐμορφίαν καὶ τὴν περὶ τὰς πράξεις αὐτοῦ δεξιότητα ἐρωτικῶς διατεθείσης καὶ νομιζούσης, εἰ ποιήσειεν αὐτῷ τοῦτο φανερόν, ῥᾳδίως πείσειν αὐτὸν εἰς ὁμιλίαν ἐλθεῖν εὐτύχημα ἡγησάμενον τὸ τὴν δέσποιναν αὐτοῦ δεηθῆναι, [42] καὶ πρὸς τὸ σχῆμα τῆς τότε δουλείας ἀλλ' οὐ πρὸς τὸν τρόπον ἀφορώσης τὸν καὶ παρὰ τὴν μεταβολὴν παραμένοντα τήν τε ἐπιθυμίαν αὐτῷ ποιησάσης καταφανῆ καὶ λόγους προσφερούσης περὶ μίξεως, παρέπεμπε τὴν ἀξίωσιν οὐ κρίνας ὅσιον εἶναι τοιαύτην αὐτῇ διδόναι χάριν, ἐν ᾗ τοῦ πριαμένου καὶ τοσαύτης ἠξιωκότος τιμῆς ἀδικίαν συνέβαινεν εἶναι καὶ ὕβριν, [43] ἀλλὰ κρατεῖν τε τοῦ πάθους κἀκείνην παρεκάλει τὴν ἀπόγνωσιν τοῦ τεύξεσθαι τῆς ἐπιθυμίας προβαλλόμενος, σταλήσεσθαι γάρ τε αὐτῇ τοῦτο μὴ παρούσης ἐλπίδος, αὐτός τε πάντα μᾶλλον ὑπομενεῖν ἔλεγεν ἢ πρὸς τοῦτο καταπειθὴς ἔσεσθαι· καὶ γὰρ εἰ τῇ δεσποίνῃ δοῦλον ὄντα δεῖ ποιεῖν μηδὲν ἐναντίον, ἡ πρὸς τὰ τοιαῦτα τῶν προσταγμάτων ἀντιλογία πολλὴν ἂν ἔχοι παραίτησιν. [44] Τῆς δ' ἔτι μᾶλλον ἐπέτεινε τὸν ἔρωτα τὸ μὴ προσδοκώσῃ τὸν Ἰώσηπον ἀντισχεῖν καὶ δεινῶς ὑπὸ τοῦ κακοῦ πολιορκουμένη δευτέρᾳ πάλιν πείρᾳ προεθυμεῖτο κατεργάσασθαι. (3)[45] Δημοτελοῦς οὖν ἑορτῆς ἐπιστάσης, καθ' ἣν εἰς τὴν πανήγυριν καὶ γυναιξὶ φοιτᾶν νόμιμον ἦν, σκήπτεται νόσον πρὸς τὸν ἄνδρα θηρωμένη μόνωσιν καὶ σχολὴν εἰς τὸ δεηθῆναι τοῦ Ἰωσήπου, καὶ γενομένης αὐτῇ ταύτης λιπαρεστέρους ἔτι τῶν πρώτων αὐτῷ προσηνέγκατο λόγους, [46] ὡς καλῶς μὲν εἶχεν αὐτὸν μετὰ τὴν ἐξ ἀρχῆς δέησιν εἶξαι καὶ μηδὲ ἀντειρηκέναι κατά τε τὴν τῆς παρακαλούσης ἐντροπὴν καὶ τὴν τοῦ πάθους ὑπερβολήν, ὑφ' οὗ βιασθείη δέσποινα οὖσα τοῦ κατὰ ταύτην ἀξιώματος ταπεινοτέρα γενέσθαι, φρονήσει δὲ καὶ νῦν ἄμεινον ἐνδοὺς καὶ τὸ ἐπὶ τοῖς παρελθοῦσιν ἄγνωμον διορθώσεται· [47] εἴτε γὰρ δευτέραν δέησιν ἐξεδέχετο, ταύτην γεγονέναι καὶ μετὰ πλείονος σπουδῆς· νόσον τε γὰρ προφασίσασθαι καὶ τῆς ἑορτῆς καὶ τῆς πανηγύρεως τὴν πρὸς αὐτὸν ὁμιλίαν προτιμῆσαι· εἴτε τοῖς πρώτοις ὑπὸ ἀπιστίας ἀντέκρουσε λογισμοῖς, τοῦ μηδεμίαν κακουργίαν εἶναι κρίνειν σύμβολον τὸ τοῖς αὐτοῖς ἐπιμένειν. [48] Προσδοκᾶν τε τῶν παρόντων ἀγαθῶν ὄνησιν, ὧν ἤδη μετέχειν, προσθέμενον αὐτῆς τῷ ἔρωτι καὶ μειζόνων ἀπολαύσειν ὑπήκοον γενόμενον, ἄμυναν δὲ καὶ μῖσος παρ' αὐτῆς ἀποστραφέντα τὴν ἀξίωσιν καὶ τοῦ χαρίσασθαι τῇ δεσποίνῃ τὴν τῆς σωφροσύνης δόκησιν ἐπίπροσθε θέμενον. [49] Οὐ γὰρ αὐτὸν τοῦτο ὠφελήσειν τραπείσης εἰς κατηγορίαν αὐτοῦ καὶ καταψευσαμένης πεῖραν ἐπὶ τἀνδρί, προσέξειν δὲ μᾶλλον τοῖς αὐτῆς λόγοις Πετεφρὴν ἢ τοῖς ἐκείνου, κἂν ὅτι μάλιστα ἀπὸ τῆς ἀληθείας φέρωνται. (4)[50] Ταῦτα λεγούσης τῆς γυναικὸς καὶ δακρυούσης οὔτε οἶκτος αὐτὸν μὴ σωφρονεῖν ἔπεισεν οὔτ' ἠνάγκασε φόβος, ἀλλὰ ταῖς δεήσεσιν ἀντέσχε καὶ ταῖς ἀπειλαῖς οὐκ ἐνέδωκε καὶ παθεῖν ἀδίκως καὶ ὑπομένειν τι τῶν χαλεπωτέρων εἵλετο μᾶλλον ἢ τῶν παρόντων ἀπολαύειν χαρισάμενος ἐφ' οἷς ἂν αὑτῷ συνειδῇ δικαίως ἀπολουμένῳ. [51] Γάμου τε αὐτὴν ὑπεμίμνησκε καὶ τῆς πρὸς τὸν ἄνδρα συμβιώσεως καὶ τούτοις τὸ πλέον νέμειν ἢ προσκαίρῳ τῆς ἐπιθυμίας ἡδονῇ παρεκάλει, τῆς μὲν καὶ μετάνοιαν ἑξούσης αὖθις ἐπ' ὀδύνῃ γενησομένην οὐκ ἐπὶ διορθώσει τῶν ἡμαρτημένων καὶ φόβον του μὴ κατάφωρον γενέσθαι καὶ χάριν τοῦ λαθεῖν ἀγνοουμένου τοῦ κακοῦ, [52] τῆς δὲ πρὸς τὸν ἄνδρα κοινωνίας ἀπόλαυσιν ἐχούσης ἀκίνδυνον καὶ προσέτι πολλὴν τὴν ἀπὸ τοῦ συνειδότος καὶ πρὸς τὸν θεὸν παρρησίαν καὶ πρὸς τοὺς ἀνθρώπους· καὶ ὡς αὐτοῦ δεσπόσει μᾶλλον μείνασα καθαρὰ καὶ δεσποίνης ἐξουσίᾳ χρήσεται πρὸς αὐτόν, ἀλλ' οὐ συνεξαμαρτάνοντος αἰδοῖ· πολὺ δὲ κρεῖττον εἶναι θαρρεῖν ἐπὶ γινωσκομένοις τοῖς εὖ βεβιωμένοις ἢ ἐπὶ λανθανούσῃ κακοπραγίᾳ. (5)[53] Ταῦτα λέγων καὶ ἔτι πλείω τούτοις ὅμοια τὴν τῆς γυναικὸς ὁρμὴν ἐπέχειν ἐπειρᾶτο καὶ τὸ πάθος αὐτῆς εἰς λογισμὸν ἐπιστρέφειν, ἡ δὲ βιαιότερον ἐχρῆτο τῇ σπουδῇ καὶ ἐπιβαλοῦσα τὰς χεῖρας ἀναγκάζειν ἀπογνοῦσα τὸ πείθειν ἤθελεν. [54] Ὡς δ' ἐξέφυγεν ὑπὸ ὀργῆς ὁ Ἰώσηπος προσκαταλιπὼν καὶ τὸ ἱμάτιον, κατεχούσης καὶ γὰρ αὐτὸν ἐκ τούτου μεθεὶς ἐξεπήδησε τοῦ δωματίου, περιδεὴς γενομένη, μὴ κατείπῃ πρὸς τὸν ἄνδρα αὐτῆς, καὶ τῆς ὕβρεως περιαλγῶς ἔχουσα φθάσαι καταψεύσασθαι πρὸς τὸν Πετεφρὴν ἔγνω τοῦ Ἰωσήπου, καὶ τούτῳ τῷ τρόπῳ τιμωρῆσαι μὲν αὐτῇ δεινῶς ὑπερηφανημένῃ, προλαβεῖν δὲ τὴν διαβολὴν σοφὸν ἅμα καὶ γυναικεῖον ἡγήσατο. [55] Καὶ καθῆστο μὲν κατηφὴς καὶ συγκεχυμένη τὴν ἐπὶ τῷ διαμαρτεῖν τῆς ἐπιθυμίας λύπην ὡς ἐπὶ πείρᾳ διαφθορᾶς πλασαμένη μετ' ὀργῆς, ἐλθόντι δὲ τἀνδρὶ καὶ πρὸς τὴν ὄψιν ταραχθέντι καὶ πυνθανομένῳ τὴν αἰτίαν τῆς κατηγορίας τῆς Ἰωσήπου κατήρξατο καί “τεθναίης, εἶπεν, ἄνερ, ἢ πονηρὸν δοῦλον κοίτην μιᾶναι τὴν σὴν θελήσαντα κόλασον, [56] ὃς οὔθ' οἷος ὢν εἰς τὸν ἡμέτερον οἶκον ἀφῖκται μνησθεὶς ἐσωφρόνησεν οὔθ' ὧν ἐκ τῆς σῆς χρηστότητος ἔτυχεν, ἀλλ' ἀχάριστος ὢν ἄν, εἰ μὴ πάντα παρεῖχεν αὑτὸν ἀγαθὸν εἰς ἡμᾶς, ἐπεβούλευσεν ὑβρίσαι γάμον τὸν σόν, καὶ ταῦτ' ἐν ἑορτῇ τὴν σὴν ἀπουσίαν παραφυλάξας· ὡς ὅσα καὶ μέτριος ἐδόκει πρότερον διὰ τὸν ἐκ σοῦ φόβον ἠρέμει καὶ οὐχὶ φύσει χρηστὸς ἦν. [57] Τοιοῦτον δ' ἄρα τὸ παρ' ἀξίαν αὐτὸν καὶ παρ' ἐλπίδας εἰς τιμὴν παρελθεῖν ἐποίησεν, ὡς δέον ᾧ τὴν τῆς κτήσεως τῆς σῆς πίστιν καὶ τὴν οἰκονομίαν λαβεῖν ἐξεγένετο καὶ τῶν πρεσβυτέρων [58] οἰκετῶν προτιμηθῆναι τούτῳ καὶ τῆς σῆς ψαύειν γυναικός.” Παυσαμένη δὲ τῶν λόγων ἐπεδείκνυεν αὐτῷ τὸ ἱμάτιον, ὡς ὅτ' ἐπεχείρει βιάσασθαι καταλιπόντος αὐτό. Πετεφρὴς δὲ μήτε δακρυούσῃ τῇ γυναικὶ μήθ' οἷς ἔλεγε καὶ εἶδεν ἀπιστεῖν ἔχων τῷ τε πρὸς αὐτὴν ἔρωτι πλέον νέμων ἐπὶ μὲν τὴν τῆς ἀληθείας ἐξέτασιν οὐκ ἐτρέπετο, [59] δοὺς δὲ σωφρονεῖν τῇ γυναικὶ πονηρὸν δ' εἶναι κατακρίνας τὸν Ἰώσηπον τὸν μὲν εἰς τὴν τῶν κακούργων εἱρκτὴν ἐνέβαλεν, ἐπὶ δὲ τῇ γυναικὶ καὶ μᾶλλον ἐφρόνει κοσμιότητα καὶ σωφροσύνην αὐτῇ μαρτυρῶν. V (1)[60] Ἰώσηπος μὲν οὖν πάντ' ἐπὶ τῷ θεῷ ποιησάμενος τὰ περὶ αὐτὸν οὔτ' εἰς ἀπολογίαν οὔτ' ἐπ' ἀκριβῆ τῶν γεγονότων δήλωσιν ἐτράπη, τὰ δεσμὰ δὲ καὶ τὴν ἀνάγκην σιγῶν ὑπῆλθεν ἀμείνονα ἔσεσθαι τῶν δεδεκότων θαρρῶν τὸν τὴν αἰτίαν τῆς συμφορᾶς καὶ τὴν ἀλήθειαν εἰδότα θεόν, οὗ πεῖραν τῆς προνοίας εὐθὺς ἐλάμβανεν· [61] ὁ γὰρ δεσμοφύλαξ τήν τε ἐπιμέλειαν καὶ τὴν πίστιν αὐτοῦ κατανοήσας ἐν οἷς τάξειεν αὐτὸν καὶ τὸ ἀξίωμα τῆς μορφῆς ὑπανίει τε τῶν δεσμῶν καὶ τὸ δεινὸν ἐλαφρότερον αὐτῷ καὶ κοῦφον ἐποίει, διαίτῃ δὲ χρῆσθαι κρείττονι δεσμωτῶν ἐπέτρεπε. [62] Τῶν δὲ ἐν τοῖς αὐτοῖς ὄντων εἴποτε παύσαιντο τῆς περὶ τὰ ἔργα ταλαιπωρίας εἰς ὁμιλίαν, οἷα φιλεῖ κατὰ κοινωνίαν τῆς ὁμοίας συμφορᾶς, τρεπομένων καὶ παρ' ἀλλήλων τὰς αἰτίας ἐφ' αἷς κατακριθεῖεν ἀναπυνθανομένων, [63] οἰνοχόος τοῦ βασιλέως καὶ σφόδρα αὐτῷ τιμώμενος κατ' ὀργὴν δεδεμένος καὶ συνδιαφέρων τῷ Ἰωσήπῳ τὰς πέδας συνηθέστερος αὐτῷ μᾶλλον ἐγένετο καί, συνέσει γὰρ ἐδόκει αὐτὸν προύχειν, ὄναρ ἰδὼν ἐξέθετο παρακαλῶν δηλοῦν εἴ τι σημαίνει, μεμφόμενος ὅτι τοῖς ἐκ τοῦ βασιλέως κακοῖς ἔτι τὸ θεῖον αὐτῷ καὶ τὰς ἐκ τῶν ὀνειράτων φροντίδας προστίθησιν. (2)[64] Ἔλεγε δ' οὖν ἰδεῖν κατὰ τοὺς ὕπνους τριῶν κλημάτων πεφυκυίας ἀμπέλου βότρυς ἐξ ἑκάστου ἀποκρέμασθαι μεγάλους ἤδη καὶ πρὸς τρύγητον ὡραίους, καὶ τούτους αὐτὸς ἀποθλίβειν εἰς φιάλην ὑπέχοντος τοῦ βασιλέως διηθήσας τε τὸ γλεῦκος δοῦναι τῷ βασιλεῖ πιεῖν, κἀκεῖνον δέξασθαι κεχαρισμένως. [65] Τὸ μὲν οὖν ἑωραμένον ἐδήλου τοιοῦτον ὄν, ἠξίου δ' εἴ τι μεμοίραται συνέσεως φράζειν αὐτῷ τὴν πρόρρησιν τῆς ὄψεως. Ὁ δὲ θαρρεῖν τε παρεκάλει καὶ προσδοκᾶν ἐν τρισὶν ἡμέραις ἀπολυθήσεσθαι τῶν δεσμῶν τοῦ βασιλέως ποθήσαντος αὐτοῦ τὴν διακονίαν καὶ πάλιν εἰς ταύτην αὐτὸν ἐπανάξοντος· [66] καρπὸν γὰρ ἐσήμαινεν ἀμπέλινον ἐπ' ἀγαθῷ τὸν θεὸν ἀνθρώποις παρασχεῖν, ὃς αὐτῷ τε ἐκείνῳ σπένδεται καὶ πίστιν ἀνθρώποις καὶ φιλίαν ὁμηρεύει, διαλύων μὲν ἔχθρας τὰ πάθη δὲ καὶ τὰς λύπας ἐξαιρῶν τοῖς προσφερομένοις αὐτὸν καὶ πρὸς ἡδονὴν ὑποφέρων. [67] Τοῦτον οὖν φῂς ἐκ τριῶν ἀποθλιβέντα βοτρύων χερσὶ ταῖς σαῖς προσέσθαι τὸν βασιλέα· καλὴν τοίνυν ἴσθι σοι τὴν ὄψιν γεγενημένην καὶ προμηνύουσαν ἄφεσιν τῆς παρούσης ἀνάγκης ἐν τοσαύταις ἡμέραις, ἐξ ὅσων κλημάτων τὸν καρπὸν ἐτρύγησας κατὰ τοὺς ὕπνους. [68] Μέμνησο μέντοι τούτων πειραθεὶς τοῦ προκαταγγείλαντός σοι τὰ ἀγαθά, καὶ γενόμενος ἐν ἐξουσίᾳ μὴ περιίδῃς ἡμᾶς ἐν οἷς καταλείψεις πρὸς ἃ δεδηλώκαμεν ἀπερχόμενος· οὐδὲν γὰρ ἐξαμαρτόντες ἐν δεσμοῖς γεγόναμεν, [69] ἀλλ' ἀρετῆς ἕνεκα καὶ σωφροσύνης τὰ τῶν κακούργων ὑπομένειν κατεκρίθημεν οὐδέ γε μετ' οἰκείας ἡδονῆς τὸν ταῦθ' ἡμᾶς ἐργασάμενον ὑβρίσαι θελήσαντες.” Τῷ μὲν οὖν οἰνοχόῳ χαίρειν κατὰ τὸ εἰκὸς ἀκούσαντι τοιαύτης τῆς τοῦ ὀνείρατος ἐξηγήσεως ὑπῆρχε καὶ περιμένειν τῶν δεδηλωμένων τὴν τελευτήν. (3)[70] Δοῦλος δέ τις ἐπὶ τῶν σιτοποιῶν τεταγμένος τοῦ βασιλέως συνδεδεμένος τῷ οἰνοχόῳ τοιαύτην ποιησαμένου τοῦ Ἰωσήπου περὶ τῆς ὄψεως ἐκείνῳ τὴν ἀπόφασιν εὔελπις ὤν, καὶ γὰρ καὐτὸς ὄναρ ἦν τεθεαμένος, ἠξίωσε τὸν Ἰώσηπον φράσαι, τί κἀκείνῳ δηλοῦν βούλεται τὰ διὰ τῆς παρελθούσης νυκτὸς ὀφθέντα. [71] Ἦν δὲ τοιαῦτα· “τρία, φησί, κανᾶ φέρειν ὑπὲρ τῆς κεφαλῆς ἔδοξα, δύο μὲν ἄρτων πλέα, τὸ δὲ τρίτον ὄψου τε καὶ ποικίλων βρωμάτων οἷα βασιλεῦσι σκευάζεται· καταπταμένους δ' οἰωνοὺς ἅπαντα δαπανῆσαι μηδένα λόγον αὐτοῦ ποιουμένους ἀποσοβοῦντος. [72] Καὶ ὁ μὲν ὁμοίαν τὴν πρόρρησιν ἔσεσθαι τῇ τοῦ οἰνοχόου προσεδόκα· ὁ δὲ Ἰώσηπος συμβαλὼν τῷ λογισμῷ τὸ ὄναρ καὶ πρὸς αὐτὸν εἰπών, ὡς ἐβούλετ' ἂν ἀγαθῶν ἑρμηνευτὴς αὐτῷ γεγονέναι καὶ οὐχ οἵων τὸ ὄναρ αὐτῷ δηλοῖ, λέγει δύο τὰς πάσας ἔτι τοῦ ζῆν αὐτὸν ἔχειν ἡμέρας· τὰ γὰρ κανᾶ τοῦτο σημαίνειν· [73] τῇ τρίτῃ δ' αὐτὸν ἀνασταυρωθέντα βορὰν ἔσεσθαι πετεινοῖς οὐδὲν ἀμύνειν αὑτῷ δυνάμενον· Καὶ δὴ ταῦτα τέλος ὅμοιον οἷς ὁ Ἰώσηπος εἶπεν ἀμφοτέροις ἔλαβε· τῇ γὰρ ἡμέρᾳ τῇ προειρημένῃ γενέθλιον τεθυκὼς ὁ βασιλεὺς τὸν μὲν ἐπὶ τῶν σιτοποιῶν ἀνεσταύρωσε, τὸν δὲ οἰνοχόον τῶν δεσμῶν ἀπολύσας ἐπὶ τῆς αὐτῆς ὑπηρεσίας κατέστησεν. (4)[74] Ἰώσηπον δὲ διετῆ χρόνον τοῖς δεσμοῖς κακοπαθοῦντα καὶ μηδὲν ὑπὸ τοῦ οἰνοχόου κατὰ μνήμην τῶν προειρημένων ὠφελούμενον ὁ θεὸς ἀπέλυσε τῆς εἱρκτῆς τοιαύτην αὐτῷ τὴν ἀπαλλαγὴν μηχανησάμενος· [75] Φαραώθης ὁ βασιλεὺς ὑπὸ τὴν αὐτὴν ἑσπέραν ὄψεις ἐνυπνίων θεασάμενος δύο καὶ μετ' αὐτῶν τὴν ἑκατέρας ἐξήγησιν ταύτης μὲν ἠμνημόνησε, τῶν δὲ ὀνειράτων κατέσχεν. Ἀχθόμενος οὖν ἐπὶ τοῖς ἑωραμένοις, καὶ γὰρ ἐδόκει σκυθρωπὰ ταῦτ' αὐτῷ, συνεκάλει μεθ' ἡμέραν Αἰγυπτίων τοὺς λογιωτάτους χρῄζων μαθεῖν τῶν ὀνειράτων τὴν κρίσιν. [76] Ἀπορούντων δ' ἐκείνων ἔτι μᾶλλον ὁ βασιλεὺς ἐταράττετο. Τὸν δὲ οἰνοχόον ὁρῶντα τοῦ Φαραώθου τὴν σύγχυσιν ὑπέρχεται μνήμη τοῦ Ἰωσήπου καὶ τῆς περὶ τῶν ὀνειράτων συνέσεως, [77] καὶ προσελθὼν ἐμήνυσεν αὐτῷ τὸν Ἰώσηπον τήν τε ὄψιν, ἣν αὐτὸς εἶδεν ἐν τῇ εἱρκτῇ, καὶ τὸ ἀποβὰν ἐκείνου φράσαντος, ὅτι τε σταυρωθείη κατὰ τὴν αὐτὴν ἡμέραν ὁ ἐπὶ τῶν σιτοποιῶν κἀκείνῳ τοῦτο συμβαίη κατὰ ἐξήγησιν ὀνείρατος Ἰωσήπου προειπόντος. [78] Δεδέσθαι δὲ τοῦτον μὲν ὑπὸ Πετεφροῦ τοῦ ἐπὶ τῶν μαγείρων ὡς δοῦλον, λέγειν δ' αὐτὸν Ἑβραίων ἐν ὀλίγοις εἶναι γένους ἅμα καὶ τῆς τοῦ πατρὸς δόξης. Τοῦτον οὖν μεταπεμψάμενος καὶ μὴ διὰ τὴν ἄρτι κακοπραγίαν αὐτοῦ καταγνοὺς μαθήσῃ τὰ [79] ὑπὸ τῶν ὀνειράτων σοι δηλούμενα.” Κελεύσαντος οὖν τοῦ βασιλέως εἰς ὄψιν αὐτοῦ τὸν Ἰώσηπον παραγαγεῖν τὸν μὲν ἥκουσιν ἄγοντες οἱ κεκελευσμένοι τημελήσαντες κατὰ πρόσταγμα τοῦ βασιλέως. (5)[80] Ὁ δὲ τῆς δεξιᾶς αὐτοῦ λαβόμενος “ὦ νεανία, φησί, σὺ γάρ μοι νῦν ἄριστος καὶ συνίσειν ἱκανώτατος ὑπὸ οἰκέτου τοὐμοῦ μεμαρτύρησαι, τῶν αὐτῶν ἀγαθῶν, ὧν καὶ τούτῳ μετέδωκας ἀξίωσον |