RETOUR À L’ENTRÉE DU SITE

ALLER A LA TABLE DES MATIERES DE DION CASSIUS

ΔΙΩΝΟΣ ΙΣΤΟΡΙΩΝ ΡΟΜΑΙΚΩΝ ΤΟ ΤΕΣΣΑΡΑΚΟΣΤΟΝ ΒΙΒΛΙΟΝ. 

traduction française

Pour avoir la traduction française d'un paragraphe, cliquer sur le paragraphe

Τάδε ἔνεστιν ἐν τῷ τετταρακοστῷ τῶν Δίωνος Ῥωμαϊκῶν.

Ὡς Καῖσαρ τὸ δεύτερον ἐς Βρεττανίαν διέπλευσεν.
Ὡς Καῖσαρ ὑποστρέψας ἀπὸ Βρεττανίας τοῖς Γαλάταις αὖθις ἐπολέμησεν.
Ὡς Κράσσος Πάρθοις πολεμεῖν ἤρξατο.
Περὶ Πάρθων.
Ὡς Κράσσος ἡττηθεὶς ὑπ' αὐτῶν ἀπώλετο.
Ὡς Καῖσαρ τὴν Γαλατίαν τὴν ὑπὲρ τὰς Ἄλπεις πᾶσαν κατεστρέψατο.
Ὡς Μίλων Κλώδιον ἀποκτείνας κατεδικάσθη.
Ὡς Καῖσαρ καὶ Πομπήιος στασιάζειν ἤρξαντο.

Χρόνου πλῆθος τὰ λοιπὰ τῆς Δομιτίου καὶ Ἀππίου Κλαυδίου ὑπατείας· καὶ ἄλλα ἔτη τέτταρα, ἐν οἷς ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο·

Γν. Δομίτιος Μ. υἱ. Καλουῖνος καὶ Μ. Οὐαλέριος Μεσσάλας.
Γν. Πομπήιος Γν. υἱ. Μάγνος τὸ γ' καὶ Κ. Καικίλιος Μέτελλος Σκιπίων Νασικοῦ υἱ.
Σέρουιος Σουλπίκιος Κ. υἱ. Ῥοῦφος καὶ Μ. Κλαύδιος Μ. υἱ. Μάρκελλος.
Λ. Αἰμίλιος Μ. υἱ. Παῦλος καὶ Γ. Κλαύδιος Γ. υἱ. Μάρκελλος

1. Ἐν μὲν δὴ τῇ Ῥώμῃ ταῦτα, τότε ἑπτακόσια ἔτη ἀγούσῃ, ἐγένετο. ν δὲ δὴ τῇ Γαλατίᾳ ὁ Καῖσαρ ἐπὶ τῶν αὐτῶν ἐκείνων, τοῦ Δομιτίου τοῦ Λουκίου καὶ τοῦ Κλαυδίου τοῦ Ἀππίου ὑπάτων, τά τε ἄλλα, καὶ ναῦς ἐν μέσῳ τῶν τε σφετέρων τῶν ταχειῶν, καὶ τῶν αὐτόθεν τῶν φορτίδων, ὅπως ὡς μάλιστα καὶ κουφίζωσι, καὶ πρὸς τὸ κῦμα ἀντέχωσιν, ἐπί τε τοῦ ξηροῦ ἱστάμεναι μὴ λυμαίνωνται, παρεσκευάσατο. Καὶ ἐπειδὴ πλόιμα ἐγένετο, ἐς τὴν Βρεττανίαν αὖθις ἐπεραιώθη, πρόφασιν μὲν, ὅτι μὴ πάντας τοὺς ὁμήρους, οὓς ὑπέσχοντό οἱ, ἐπεπόμφεσαν, (νομίζοντες αὐτόν, ὅτι διὰ κενῆς τότε ἀνεχώρησε, μηκέτ' αὖθίς σφων πειράσειν) ποιησάμενος· ἔργῳ δὲ, δεινῶς τῆς νήσου ἐφιέμενος· ὥστε εἰ μὴ καὶ τοῦτο ἦν, πάντως ἂν ἄλλην τινὰ σκῆψιν εὑρεῖν. Κατῆρέ τε οὖν ἔνθα καὶ πρότερον μηδενὸς, ὑπό τε τοῦ πλήθους τῶν νεῶν, καὶ ὑπὸ τοῦ πολλαχόσε ἅμα αὐτὰς κατασχεῖν, τολμήσαντος ἀντιστῆναι· καὶ τὸ ναύσταθμον εὐ θὺς ἐκρατύνατο.

2. Οἱ οὖν βάρβαροι τὸν μὲν πρόσπλουν αὐτοῦ οὐκ ἠδυνήθησαν διὰ ταῦτα κωλῦσαι· δείσαντες δὲ μᾶλλον ἢ πρότερον, ἅτε καὶ στρατῷ πλείονι αὐτοῦ ἐλθόντος, ἐς τὸ λασιώτατον καὶ ἐς τὸ λοχμωδέστατον τῶν ἐγγὺς χωρίων πάντα τὰ τιμιώτατα συνεφόρησαν· καὶ αὐτὰ ἐν ἀσφαλεῖ ποιησάμενοι, (τά τε γὰρ πέριξ ξύλα ἔκοψαν, καὶ ἕτερα ἐπ' αὐτοῖς στοιχηδὸν ἐπισυνένησαν, ὥστε ἐν χαρακώματι τρόπον τινὰ εἶναι) ἔπειτα τοὺς προνομεύοντας τῶν Ῥωμαίων ἐλύπουν. Καὶ δὴ καὶ μάχῃ τινὶ ἐν τῷ ψιλῷ ἡττηθέντες, ὑπήγαγόν σφας ἐκεῖσε κατὰ τὴν δίωξιν, καὶ συχνοὺς ἀνταπέκτειναν. Καὶ μετὰ τοῦτο χειμῶνος αὖθις τὰς ναῦς αὐτῶν λυμηναμένου, συμμάχους τε προσμετεπέμψαντο, καὶ ἐπ' αὐτὸ τὸ νεώριόν σφων ὥρμησαν, Κασουελλανὸν, τὸν τὰ πρῶτα τῶν ἐν τῇ νήσῳ δυναστῶν φερόμενον προστησάμενοι. Καὶ αὐτοῖς ἀπαντήσαντες οἱ Ῥωμαῖοι, τὸ μὲν πρῶτον ἐταράχθησαν τῇ τῶν ἁρμάτων σφῶν προσμίξει· ἔπειτα δὲ διιστάμενοι, καὶ ἐκεῖνά τε παρεξιέντες, καὶ τοὺς παραθέοντας ἐς τὰ πλάγια βάλλοντες, ἀνίσωσαν τὴν μάχην.

3. Καὶ τότε μὲν κατὰ χώραν ἀμφότεροι ἔμειναν· αὖθις δὲ οἱ βάρβαροι, τοῦ μὲν πεζοῦ κρείττους γενόμενοι, ὑπὸ δὲ τῆς ἵππου κακωθέντες, πρός τε τὸν Ταμέσαν ἀνεχώρησαν, καὶ τὸν πόρον αὐτοῦ σταυροῖς, τοῖς μὲν ἐμφανέσι, τοῖς δὲ καὶ ὑφύδροις, διαλαβόντες, ηὐλίσαντο. Ἐπειδὴ δὲ ἐκείνους τε ὁ Καῖσαρ τό τε σταύρωμα προσβολῇ βιαίᾳ ἐκλιπεῖν ἠνάγκασε, καὶ μετὰ τοῦτο καὶ ἐκ τοῦ ἐρύματος προσεδρείᾳ ἐξήλασε, καὶ τοὺς προσβάλλοντάς σφων τῷ ναυστάθμῳ ἕτεροι  ἀπεώσαντο· καὶ κατέδεισαν, καὶ κατελύσαντο, ὁμήρους τε δόντες, καὶ φόρον ἐτήσιον ταξάμενοι.

4. Καὶ οὕτως ὁ Καῖσαρ ἀπῆρε παντάπασιν ἐκ τῆς νήσου, καὶ οὐδὲν ἐγκατέλιπε στράτευμα ἐν αὐτῇ. κεῖνό τε γὰρ κινδυνεύσειν ἐν ἀλλοτρίᾳ πῃ χειμάζον, καὶ αὐτὸς οὐκ ἂν ἐν καλῷ ἐπὶ πλεῖον ἀπὸ τῆς Γαλατίας ἀποδημῆσαι νομίζων, ἠγάπησε τοῖς παροῦσι· μὴ καὶ μειζόνων ὀριγνώμενος, καὶ περὶ ἐκείνοις σφαλῇ. Καὶ ἔδοξε καὶ τοῦτο ὀρθῶς πεποιηκέναι, ὥσπερ που καὶ τῷ ἔργῳ διεδείχθη· ἐπεὶ γὰρ ἐς τὴν Ἰταλίαν ὥρμησεν, ὡς καὶ ἐκεῖ παραχειμάσων, οἱ Γαλάται, καίτοι φρουροὺς ὡς ἕκαστοι πολλοὺς ἔχοντες, ὅμως ἐνεόχμωσαν, καί τινες αὐτῶν καὶ φανερῶς ἐπανέστησαν. Ὅ περ εἰ ἐν τῇ Βρεττανίᾳ καταμείναντος αὐτοῦ παρὰ τὸν χειμῶνα ἐγεγόνει, πάντα ἂν τὰ τῇδε ἐτετάρακτο.

5.  Ἦρξαν δὲ τοῦ πολέμου τούτου Ἐβουρωνοί, ἡγουμένου σφίσιν Ἀμβιόριγος. Καὶ ἔλεγον μὲν, τῇ παρουσίᾳ τῶν Ῥωμαίων, ὧν ὅ τε Σαβῖνος καὶ Λούκιος Κόττας ὑποστράτηγοι ἦρχον, ἀχθόμενοι κεκινῆσθαι· τὸ δ' ἀληθὲς, ἐκείνων τε κατεφρόνησαν, ὡς οὐχ ἱκανῶν ἀμῦναί σφας ἐσομένων, καὶ τὸν Καίσαρα οὐκ ἤλπισαν διὰ ταχέων σφίσιν ἐπιστρατεύσειν. Ἐπῆλθόν τε οὖν αὐτοῖς μὴ προσδεχομένοις, ὡς καὶ αὐτοβοεὶ τὸ στρατόπεδον αἱρήσοντες· καὶ ἐπειδὴ διήμαρτον αὐτοῦ, πρὸς ἀπάτην ἐτράποντο. Τῶν γὰρ χωρίων τὰ ἐπιτηδειότατα ὁ Ἀμβιόριξ προλοχίσας, ἦλθεν ἐξ ἐπικηρυκείας πρὸς τοὺς Ῥωμαίους, ὡς οὐχ ἑκὼν δὴ πολεμήσας. Καὶ αὐτὸς μὲν μεταγιγνώσκειν ἔφη, τοὺς δ' ἄλλους φυλάττεσθαί σφισι παρῄνεσεν. Οὔτε γὰρ αὐτῷ πειθαρχεῖν αὐτοὺς, καὶ ἐκείνοις μέλλειν τῆς νυκτὸς ἐπιθήσεσθαι. Κἀκ τούτου καὶ γνώμην αὐτοῖς ἔδωκε, τὴν μὲν Ἐβουρωνίαν, (ὡς καὶ κινδυνεύσουσιν ἂν καταμείνωσι,) καταλιπεῖν, πρὸς δὲ συστρατιώτας τινὰς πέλας που χειμάζοντας ὡς τάχιστα μεταστῆναι.

6. Ἀκούσαντες δὲ ταῦτα οἱ Ῥωμαῖοι ἐπείσθησαν, (ἄλλως τε καὶ ὅτι εὐηργέτητο πολλὰ ὑπὸ τοῦ Καίσαρος, καὶ χάριν αὐτῷ ταύτην ἀντιδιδόναι ἐδόκει) συσκευασάμενοί τε σπουδῇ εὐθὺς ἀφ' ἑσπέρας ἀφώρμησαν, καὶ ἐμπεσόντες ἐς τὰ λελοχισμένα, δεινῶς ἐσφάλησαν. τε γὰρ Κόττας παραχρῆμα μετὰ πολλῶν ἀπώλετο, καὶ τὸν Σαβῖνον ὁ Ἀμβιόριξ μετεπέμψατο μὲν ὡς καὶ σώσων· (οὔτε γὰρ τοῖς γιγνομένοις παρῆν, καὶ πιστὸς αὐτῷ καὶ τότε ἔτ' ἐδόκει εἶναι·) συλλαβὼν δὲ δή, καὶ ἀποδύσας καὶ τὰ ὅπλα καὶ τὴν ἐσθῆτα, κατηκόντισεν, ἐπιλέγων ἄλλα τε καὶ ὅτι,  « Τοιοίδε μέντοι ὄντες πῶς τηλικούτων ἡμῶν ὄντων ἄρχειν ἐθέλετε; » Οὗτοι μὲν δὴ ταῦτ' ἔπαθον· οἱ δὲ λοιποὶ διέπεσον μὲν ἐς τὸ τάφρευμα, ὅθεν ἀπανειστήκεσαν. πεὶ δὲ οἵ τε βάρβαροι καὶ ἐκεῖ προσέμιξαν, καὶ οὔτ' ἀμύνασθαι αὐτοὺς, οὔτε διαφυγεῖν ἠδυνήθησαν, ἀλλήλους ἀπέκτειναν.  

7. Γενομένου δὲ τούτου, ἄλλοι τέ τινες τῶν πλησιοχώρων ἀπέστησαν, καὶ Νέρουιοι, καίτοι Κυίντου Κικέρωνος παρ' αὐτοῖς χειμάζοντος, (ἀδελφὸς δὲ τοῦ Κικέρωνος τοῦ Μάρκου ἦν, ὑποστρατηγῶν τῷ Καίσαρι) καὶ αὐτοὺς ὁ Ἀμβιόριξ προσλαβὼν, συνέβαλε τῷ Κικέρωνι· καὶ ἀγχώμαλα ἀγωνισάμενος, καί τινας καὶ ζῶντας ἑλών, ἀπατῆσαι μέν πῃ καὶ ἐκεῖνον ἐπεχείρησε· μὴ δυνηθεὶς δὲ, ἔς τε πολιορκίαν αὐτὸν κατέστησε, καὶ διὰ ταχέων ὑπό τε τῆς πολυχειρίας, καὶ ὑπὸ τῆς ἐμπειρίας, ἣν ἐκ τῆς συστρατείας ἣν μετὰ τῶν Ῥωμαίων ἐπεποίητο ἐκέκτητο, καί τινα καὶ παρὰ τῶν αἰχμαλώτων ἂν ἑκάστων μαθών, καὶ ἀπεσταύρωσε καὶ ἀπετάφρευσεν. Ἐγίγνοντο μὲν γὰρ καὶ μάχαι, οἷα ἐν τῷ τοιούτῳ εἰκὸς ἦν, συχναί· καὶ ἀπώλλυντο πολὺ πλείους τῶν βαρβάρων, ἅτε καὶ πλείους ὄντες· οὐ μὴν ἀλλὰ αὐτοὶ μὲν ὑπὸ τῆς περιουσίας τοῦ στρατοῦ, οὐδὲ ἐν αἰσθήσει τοῦ φθειρομένου σφῶν ἦσαν. Οἱ δὲ δὴ Ῥωμαῖοι μήτε ἄλλως πολλοὶ ὄντες, καὶ ἐλάτ τους ἀεὶ γιγνόμενοι ῥᾳδίως περιεστοιχίσθησαν.

8. Κινδυνευόντων οὖν αὐτῶν ἁλῶναι· (οὔτε γὰρ τὰ τραύματα θεραπεύειν ἀπορίᾳ τῶν ἐπιτηδείων ἐδύναντο, οὔτε τὴν τροφὴν ἀφθόνως, ἅτε ἐν ἀδοκήτῳ πολιορκίᾳ, εἶχον· οὐδ' ἐπήμυνέ τις αὐτοῖς, καίτοι πολλῶν οὐκ ἄπωθεν χειμαζόντων. Οἱ γὰρ βάρβαροι, τὰς ὁδοὺς ἀκριβῶς φυλάσσοντες, πάντας τοὺς ἐκπεμπομένους σφῶν συνελάμβανον, κἀν τοῖς ὀφθαλμοῖς αὐτῶν ἐφόνευον.) Νέρουιός τις εὐνοϊκῶς σφισιν ἐξ εὐεργεσίας ἔχων, καὶ τότε σὺν τῷ Κικέρωνι πολιορκούμενος, δοῦλόν τινα ἑαυτοῦ διάγγελον αὐτῷ παρέσχεν. κ τε γὰρ τῆς σκευῆς καὶ ἐκ τῆς φωνῆς τῆς ἐπιχωρίας ἠδυνήθη λαθεῖν συγγενόμενος τοῖς πολεμίοις, ὡς καὶ ἐξ αὐτῶν ὢν, καὶ μετὰ τοῦτο ἀποχωρήσας.

9. Μαθὼν οὖν ὁ Καῖσαρ τὸ γιγνόμενον, (οὐδέπω δὲ ἐς τὴν Ἰταλίαν ἀπεληλύθει, ἀλλ' ἔτ' ἐν ὁδῷ ἦν) ἀνέστρεψε, καὶ τοὺς ἐν τοῖς χειμαδίοις δι' ὧν διῄει, στρατιώτας παραλαμβάνων, ἠπείγετο. Κἀν τούτῳ φοβηθεὶς, μὴ καὶ φθάσῃ ὁ Κικέρων, ἀπογνώσει τῆς βοηθείας, δεινόν τι παθὼν ἢ καὶ συνθέμενος, προέπεμψεν ἱππέα. Τῷ μὲν γὰρ οἰκέτῃ τῷ τοῦ Νερουίου, καίτοι πεῖραν ἔργῳ τῆς εὐνοίας αὐτοῦ λαβών, οὐκ ἐπίστευσε, μὴ καὶ τοὺς πατριώτας ἐλεήσας, μέγα τι κακόν σφας ἐξεργάσηται· ἐκ δὲ δὴ τῶν συμμάχων ἱππέα, τήν τε διάλεκτον αὐτῶν εἰδότα, καὶ τῇ στολῇ τῇ ἐκείνων σκευασθέντα, ἔπεμψε. Καὶ ὅπως γε μηδ' αὐτός τι μήτ' οὖν ἐθελοντὴς μήτ' ἄκων ἐξείπῃ, οὔτε τι αὐτῷ ἐξελάλησε, καὶ τῷ Κικέρωνι πάνθ' ὅσα ἠβουλήθη, ἑλληνιστὶ ἐπέστειλεν· ἵνα ἂν καὶ τὰ γράμματα ἁλῷ, ἀλλ' ἀσύνετά γε καὶ τότε τοῖς βαρβάροις ὄντα, μηδέν σφας ἐκδιδάξῃ. Εἰώθει δὲ καὶ ἄλλως, ὁπότε τι δι' ἀπορρήτων τινὶ ἐπέστελλε, τὸ τέταρτον ἀεὶ στοιχεῖον ἀντὶ τοῦ καθήκοντος ἀντεγγράφειν, ὅπως ἂν ἄγνωστα τοῖς πολλοῖς ᾖ τὰ γραφόμενα. Ὁ δ' οὖν ἱππεὺς ἦλθε μὲν πρὸς τὸ τῶν Ῥωμαίων στρατόπεδον· μὴ δυνηθεὶς δ' ἐγγύθεν αὐτῷ προσμῖξαι, συνέδησε τὰ γράμματα ἀκοντίῳ, καὶ ὤσας αὐτὸ ἐς τοὺς πολεμίους, πρὸς πύργον ἐξεπίτηδες προσέπηξε. Καὶ ὁ μὲν Κικέρων οὕτω τὴν πρόσοδον τοῦ Καίσαρος μαθὼν, ἀνεθάρσησε, καὶ προ θυμότερον διεκαρτέρησεν.

10. Οἱ δὲ δὴ βάρβαροι ἐπὶ πολὺ μὲν τὴν ἐπικουρίαν αὐτοῦ ἠγνόησαν, (νυκτοπορῶν γὰρ, ἔπειτα τὰς ἡμέρας ἐν ἀφανεστάτοις χωρίοις ηὐλίζετο, ὅπως ἀπροσδοκήτοις ὅτι μάλιστα αὐτοῖς προσμίξῃ· ὀψὲ δέ ποτε ἐκ τῆς τῶν πολιορκουμένων περιχαρείας ὑποτοπήσαντες αὐτὴν, προσκόπους ἔπεμψαν· καὶ μαθόντες παρ' αὐτῶν πλησιάζοντα ἤδη τὸν Καίσαρα, ὥρμησαν ἐπ' αὐτὸν, ὡς 'καὶ ἀνελπίστῳ οἱ προσπεσούμενοι. Προμαθὼν οὖν τοῦτ' ἐκεῖνος, τήν τε νύκτα κατὰ χώραν ἔμεινε, καὶ ὑπὸ τὴν ἕω χωρίον τι ἐρυμνὸν προκαταλαβὼν, ἐνταῦθα ὡς ἐν βραχυτάτῳ ἐστρατοπεδεύσατο· τοῦ καὶ μετ' ὀλίγων εἶναι δοκεῖν, καὶ ἐκ τῆς πορείας πεπονῆσθαι, τήν τε ἔφοδόν σφων δεδιέναι, κἀκ τούτου καὶ ἐς αὐτὸ τὸ μετέωρον αὐτοὺς ὑπαγαγέσθαι. Καὶ ἔσχεν οὕτως· καταφρονήσαντες γὰρ αὐτοῦ διὰ ταῦτα πρός τε τὸ ὄρθιον προσέβαλον καὶ μεγάλως ἔπταισαν, ὥστε μηκέτ' ἀντιπολεμῆσαι.

11. Οὕτω μὲν οὖν τότε καὶ ἐκεῖνοι καὶ οἱ ἄλλοι πάντες ἐχειρώθησαν· οὐ μέντοι καὶ δι' εὐνοίας τοῖς Ῥωμαίοις ἦσαν. Οἱ γοῦν Τρήουηροι φοβηθέντες, ἐπειδήπερ τοὺς παρ' ἑκάστοις [ πρώτους] ὁ Καῖσαρ μεταπέμπων ἐκόλαζε, μὴ καὶ αὐτοὶ δίκην δῶσιν, ἐξεπολεμώθησαν αὖθις αὐτοῖς, Ἰνδουτιομάρου σφᾶς ἀναπείσαντος. Καὶ συναποστήσαντες καὶ ἄλλους τινὰς τῶν τὰ αὐτὰ δεδιότων, ἐπεστράτευσαν ἐπὶ τὸν Λαβιῆνον τὸν Τίτον ἐν Ῥημοῖς ὄντα· καὶ ἐπεξελθόντων σφίσι παρὰ δόξαν τῶν Ῥωμαίων, ἐφθάρησαν. Ταῦτα μὲν ἐν τῇ Γαλατίᾳ ἐγένετο· καὶ ἐν αὐτῇ καὶ ὁ Καῖσαρ ἐχεί μασεν, ὡς καὶ ἀκριβῶς σφας καταστήσασθαι δυνησόμενος. 

12. Ὁ δὲ δὴ Κράσσος ἐπιθυμήσας τι καὶ αὐτὸς δόξης τε ἅμα καὶ κέρδους ἐχόμενον πρᾶξαι, ἔπειτ' ἐπειδὴ μηδὲν ἐν τῇ Συρίᾳ τοιοῦτό τι εἶδεν ὄν, ( αὐτοί τε γὰρ ἡσύχαζον, καὶ οἱ πρόσθε προσπολεμήσαντές σφισιν, οὐδὲν ὑπ' ἀδυνασίας παρεκίνουν,) ἐπὶ τοὺς Πάρθους ἐπεστράτευσε, μήτε ἔγκλημά τι αὐτοῖς ἐπιφέρων μήτε τοῦ πολέμου οἱ ἐψηφισμένου. Αὐτούς τε γὰρ παμπλουσίους ἤκουεν ὄντας, καὶ τὸν Ὀρώδην εὐάλω τον, ἅτε καὶ νεοκατάστατον, εἶναι προσεδόκησε. Τόν τε οὖν Εὐφράτην ἐπεραιώθη, καὶ προῆλθεν ἐπὶ πολὺ τῆς Μεσοποταμίας, φέρων τε αὐτὴν καὶ πορθῶν. Τῆς γὰρ διαβάσεως αὐτοῦ ἀδοκήτου τοῖς βαρβάροις γενομένης, οὐδεμία ἀκριβὴς φυλακὴ αὐτῆς καθειστήκει· ὥστε Ταλύ μενος ὁ Εἰλακς, ὁ τότε τῆς χώρας ἐκείνης σατραπεύων, ἡττήθη τε περὶ Ἰχνίας, τεῖχός τι οὕτω καλούμενον, ἱππεῦσιν ὀλίγοις μαχεσάμενος, καὶ τρωθεὶς ἀπεχώρησεν, αὐτάγγελος τῷ βασιλεῖ τῆς ἐπι στρατείας αὐτοῦ γενησόμενος.

13. Ταχὺ δὲ καὶ ὁ Κράσσος τά τε φρούρια καὶ τὰς πόλεις τὰς Ἑλληνίδας μάλιστα, τάς τε ἄλλας καὶ τὸ Νικηφόριον ὠνομασμένον, προσεποιήσατο. Τῶν γὰρ Μακεδόνων καὶ τῶν ἄλλων τῶν συστρατευσάντων σφίσιν Ἑλλήνων ἄποικοι πολλοί, βίᾳ ἀχθόμενοι, καὶ ἐς τοὺς Ῥωμαίους, ὡς καὶ φιλέλληνας, πολλὰ ἐλπίζοντες, οὐκ ἀκουσίως μεθίσταντο. Πλήν τε ὅτι οἱ Ζηνοδοτίου οἰκήτορες μετέπεμψάν τινας αὐτῶν ὡς καὶ μεταστησόμενοι· ἐπειδὴ δὲ ἔνδον ἐγένοντο, ἀπέλαβόν τε αὐτοὺς καὶ διέφθειραν· καὶ διὰ τοῦτο καὶ ἀνέστησαν. Οὐδὲν ἄλλο δεινὸν οὔτε ἔπραξε τότε Κράσσος, οὔτε ἔπαθε. Πάντως δὲ κἂν τὰ λοιπὰ χωρία τὰ ἐντὸς τοῦ Τίγριδος ὄντα ἐκεχείρωτο, εἰ τῇ τε ἑαυτοῦ ὁρμῇ καὶ τῇ τῶν βαρβάρων ἐκπλήξει πρὸς πάντα ὁμοίως ἐκέχρητο, καὶ προσέτι καὶ κατὰ χώραν χειμάσας, ἐν φρουρᾷ αὐτὰ ἀκριβεῖ ἐπεποίητο· νῦν δὲ, ἑλὼν ὅσα ἐξ ἐπιδρομῆς ἠδυνήθη λαβεῖν, οὔτε τι τῶν λοιπῶν οὔτ' αὐτῶν ἐκείνων ἐφρόντισεν, ἀλλὰ τῇ τε ἐν τῇ Μεσοποταμίᾳ διατριβῇ ἀχθεσθεὶς, καὶ τῆς ἐν τῇ Συρίᾳ ῥᾳστώνης ἐπιθυμήσας, παρέσχετο τοῖς Πάρθοις καιρὸν παρασκευάσασθαι, καὶ τοὺς ἐγκαταλειφθέντας ἐν τῇ χώρᾳ στρατιώτας κακῶσαι.  Αὕτη μὲν ἡ ἀρχὴ τοῖς Ῥωμαίοις τοῦ πρὸς αὐτοὺς πολέμου ἐγένετο.

14. Οἰκοῦσι δὲ ὑπὲρ τοῦ Τίγριδος, τὸ μὲν πολὺ, τείχη καὶ φρούρια, ἤδη δὲ καὶ πόλεις, ἄλλας τε καὶ Κτησιφῶντα, ἐν ᾗ καὶ βασίλεια ἔχουσι. Τὸ γὰρ γένος σφῶν ἦν μέν που καὶ παρὰ τοῖς πάλαι βαρβάροις, καὶ τό γε ὄνομα τοῦτο καὶ ὑπὸ τὴν Περσικὴν βασιλείαν εἶχον· ἀλλὰ τότε μὲν αὐτοί τε ἐν μέρει χώρας βραχεῖ ᾤκουν, καὶ δυναστείαν ὑπερόριον οὐκ ἐκέκτηντο. πεὶ δὲ ἥ τε τῶν Περσῶν ἀρχὴ κατελύθη, καὶ τὰ τῶν Μακεδόνων ἤκμασεν, οἵ τε τοῦ Ἀλεξάνδρου διάδοχοι στασιάσαντες, ἄλλοι ἄλλα ἀπετέμοντο, καὶ βασιλείας ἰδίας κατεσκευάσαντο· ἔς τε τὸ μέσον τότε πρῶτον ὑπ' Ἀρσάκου τινὸς ἀφίκοντο· ( ὅθενπερ καὶ οἱ ἔπειτα βασιλεύσαντες αὐτῶν, Ἀρσακίδαι ἐπωνομάσθησαν.) Καὶ εὐτυχήσαντες τήν τε πλησιόχωρον ἐκτήσαντο πᾶσαν καὶ τὴν Μεσοποταμίαν σατραπείαις κατέσχον. Τελευτῶντες δὲ, ἐπὶ τοσοῦτον καὶ τῆς δόξης καὶ τῆς δυνάμεως ἐχώρησαν, ὥστε καὶ τοῖς Ῥωμαίοις τότε τε ἀντιπολεμῆσαι, καὶ δεῦρο ἀεὶ ἀντίπαλοι νομίζεσθαι. Εἰσὶ μὲν γὰρ καὶ ἄλλως ἰσχυροὶ τὰ πολέμια, μεῖζον δ' ὅμως ὄνομα ( καίτοι μήτε τῶν Ῥωμαίων τι παρῃρημένοι, καὶ προσέτι καὶ τῆς ἑαυτῶν ἔστιν ἃ προεμένοι) ἔχουσιν, ὅτι μηδέπω δεδούλωνται, ἀλλὰ καὶ νῦν ἔτι τοὺς πολέμους τοὺς πρὸς ἡμᾶς, ὁσάκις ἂν συνενεχθῶσι, διαφέρουσι. 

15. Περὶ μὲν οὖν τοῦ τε γένους καὶ τῆς χώρας, τῆς τε ἰδιότητος τῶν ἐπιτηδευμάτων αὐτῶν, πολλοῖς τε εἴρηται καὶ ἐγὼ οὐκ ἐν γνώμῃ ποιοῦμαι συγγράψαι. Τῇ δὲ δὴ ὁπλίσει, καὶ τῇ τῶν πολέμων διαχειρίσει ( τούτων γὰρ ὁ ἐξετασμὸς τῷδε τῷ λόγῳ, ὅτι καὶ ἐς χρείαν αὐτῶν ἀφικνεῖται, προσήκει) τοιᾷδε χρῶνται. Ἀσπίδι μὲν οὐδὲν νομίζουσιν· ἱπποτοξόται δὲ καὶ κοντοφόροι, τὰ πολλὰ κατάφρακτοι, στρατεύονται· πεζοί τε, ὀλίγοι μὲν, καὶ οἱ ἀσθενέστεροι, τοξόται δ' οὖν καὶ ἐκεῖνοι πάντες εἰσίν· κ τε γὰρ παίδων ἀσκοῦνται, καὶ ὁ οὐρανὸς ἥ τε χώρα αὐτοῖς συναίρεται πρὸς ἀμφότερα. Αὕτη τε γὰρ πεδιὰς ὡς πλήθει οὖσα, ἀρίστη τε ἵππους τρέφειν ἐστὶ, καὶ ἐπιτηδειοτάτη καθιππεύεσθαι. γέλας γοῦν ὅλας καὶ ἐν τοῖς πολέμοις, ὥστ' ἄλλοτε ἄλλοις ἵπποις χρῆσθαι, καὶ πόρρωθέν τε ἐξαπιναίως ἐπελαύνειν, καὶ μακράν ποι ἐξ αἰφνιδίου ἀποχωρεῖν, ἐπάγονται. Καὶ ὁ οὐρανὸς ὁ ὑπὲρ αὐτῶν, ξηρότατός τε ὢν, καὶ ἰκμάδα οὐδὲ ἐλαχίστην ἔχων, ἐντονωτάτας σφίσι τὰς τοξείας, πλὴν τοῦ πάνυ χειμῶνος παρέχεται. Καὶ διὰ τοῦτο τὴν ὥραν ἐκείνην οὐδαμῇ στρατεύονται. Τῷ δὲ δὴ λοιπῷ ἔτει δυσμαχώτατοι ἔν τε τῇ σφετέρᾳ καὶ ἐν τῇ ὁμοιοτρόπῳ εἰσί. Τόν τε γὰρ ἥλιον φλογωδέστατον ὄντα ἀνέχονται τῇ συνηθείᾳ, καὶ τῆς ὀλιγότητος τῆς τε δυσχερείας τοῦ ποτοῦ πολλὰ ἀλεξιφάρμακα ἀνευρήκασιν· ὥστε καὶ ἐκ τούτου μὴ χαλεπῶς τοὺς ἐς τὴν χώραν αὐτῶν ἐσβάλλοντας ἀμύνεσθαι. Ἔξω γὰρ ἐκείνης ὑπὲρ τὸν Εὐφράτην, μάχαις μέν τισι καὶ καταδρομαῖς αἰφνιδίοις ἤδη ποτὲ ἴσχυσάν τι· πολεμῆσαι δέ τισιν ἀπαυστὶ καὶ διαρκῶς οὐ δύνανται, καὶ ἐς ἀλλοτριωτάτην σφίσι καὶ τῆς γῆς καὶ τοῦ οὐρανοῦ κατάστασιν ἀπαρτῶντες, καὶ μήτε σίτου μήτε μισθοφορᾶς παρασκευὴν ποιούμενοι.  Τοιαῦτα μὲν τὰ τῶν Πάρθων ἐστίν.

16σβαλόντος δὲ ἐς τὴν Μεσοποταμίαν τοῦ Κράσσου, ὥσπερ εἴρηται, ὁ Ὀρώδης ἔπεμψε μὲν καὶ πρὸς ἐκεῖνον ἐς τὴν Συρίαν πρέσβεις, τῆς τε ἐσβολῆς αἰτιώμενος, καὶ τὰς αἰτίας τοῦ πολέμου πυνθανόμενος· ἔπεμψε δὲ πρός τε τὰ ἑαλωκότα, τά τε μεθεστηκότα, Σουρήναν σὺν στρατῷ. Αὐτὸς γὰρ τῇ Ἀρμενίᾳ τῇ τοῦ Τιγράνου ποτὲ γενομένῃ διενοεῖτο ἐπιστρατεῦσαι, ὅπως ὁ Ἀρταβάζης ὁ τοῦ Τιγράνου παῖς, ὁ τότε αὐτῆς βασι λεύων, μηδεμίαν τοῖς Ῥωμαίοις, ἅτε καὶ περὶ τῇ οἰκείᾳ δεδιώς, βοήθειαν πέμψῃ. Ὁ οὖν Κράσσος ἐκείνῳ τε ἐν Σελευκείᾳ ( ἔστι δὲ πόλις ἐν τῇ Μεσοποταμίᾳ, πλεῖστον τὸ Ἑλληνικὸν καὶ νῦν ἔχουσα) τὰς αἰτίας τοῦ πολέμου ἐρεῖν ἔφη. Καὶ αὐτῷ τῶν Πάρθων τις ἐς τὴν χεῖρα τὴν ἀριστερὰν τοῖς τῆς ἑτέρας δακτύλοις κρούσας εἶπεν ὅτι, « Θᾶσσον ἐντεῦθεν τρίχες ἀναφύσουσιν ἢ σὺ ἐν Σελευκείᾳ γενήσῃ »

17. Καὶ ἐπειδὴ ὁ χειμὼν, ἐν ᾧ Γναῖός τε Καλουῖνος καὶ Οὐαλέριος Μεσσάλας ὑπάτευσαν, ἐνέστη, πολλὰ μὲν καὶ ἐν αὐτῇ τῇ Ῥώμῃ τέρατα τότε ἐγένετο. Καὶ γὰρ βύαι καὶ λύκοι ὤφθησαν, οἵ τε κύνες περιφοιτῶντες ᾐκίζοντο. Καὶ ἀγάλματα, τὰ μὲν ἵδρωσε, τὰ δὲ ἐκεραυνώθη. Τάς τε ἀρχὰς τὸ μέν τι, φιλονεικίᾳ, τὸ δὲ δὴ πλεῖστον, ὑπό τε τῶν ὀρνίθων καὶ ὑπὸ διοσημιῶν, μόλις ποτὲ τῷ ἑβδόμῳ μηνὶ ἀπέδειξαν· ἀλλ' ἐκεῖνα μὲν οὐδὲν σαφὲς διεδήλου ἐς ὅ τι τελευτήσει. Τά τε γὰρ ἐν τῷ ἄστει ἐταράττετο καὶ οἱ Γαλάται ἐκινήθησαν αὖθις· πρός τε τοὺς Πάρθους οὐδ' εἰδότες πως, συνερρώγεσαν. Τῷ δὲ δὴ Κράσσῳ τὸν Εὐφράτην κατὰ τὸ Ζεῦγμα ( οὕτω γὰρ ἀπὸ τῆς τοῦ Ἀλεξάνδρου στρατείας τὸ χωρίον ἐκεῖνο, ὅτι ταύτῃ ἐπεραιώθη, κέκληται) διαβαίνοντι, καὶ προφανῆ καὶ εὐσύμβολα συνη νέχθη. 

18. Ὁ γὰρ ἀετὸς ὠνομασμένος, ( ἔστι δὲ νεὼς μικρός, καὶ ἐν αὐτῷ ἀετὸς χρυσοῦς ἐνίδρυται· καθίσταταί τε ἐν πᾶσι τοῖς ἐκ τοῦ καταλόγου στρατοπέδοις, καὶ οὐδαμόσε ἐκ τῶν χειμαδίων, πλὴν εἴ ποι σύμπας ὁ στρατὸς ἐξίοι, κινεῖται· καὶ αὐτὸν εἷς ἀνὴρ ἐπὶ δόρατος μακροῦ, ἐς ὀξὺ τὸν στύρακα ἀπηγμένου, ὥστε καὶ ἐς τὸ δάπεδον καταπήγνυσθαι, φέρει). Τούτων οὖν τῶν ἀετῶν εἷς οὐκ ἠθέλησε τὸν Εὐφράτην αὐτῷ τότε συνδιαβῆναι, ἀλλὰ ἐν τῇ γῇ ἐνέσχετο, ὥσπερ ἐμπεφυκώς· πρὶν δὴ πολλοὶ περιστάντες βίᾳ αὐτὸν ἀνέσπασαν. Καὶ ὁ μὲν καὶ ἄκων ἐπηκολούθησε· σημεῖον δέ τι τῶν μεγάλων, τῶν τοῖς ἱστίοις ἐοικότων, καὶ φοινικᾶ γράμματα ἐπ' αὐτῆς πρὸς δήλωσιν τοῦ τε στρατοῦ καὶ τοῦ στρατηγοῦ σφων τοῦ αὐτοκράτορος ἐχόντων, ἐς τὸν ποταμὸν ἀπὸ τῆς γεφύρας περιτραπὲν ἐνέπεσε. Καὶ τοῦτο μὲν ὑπὸ πνεύματος ὄντος σφοδροῦ ἐγένετο· ὁ δὲ δὴ Κράσσος καὶ τἆλλα τὰ ἰσομήκη οἱ συντεμών, ὅπως βραχύτερα καὶ ἐκ τούτου καὶ βεβαιότερα φέρειν εἴη, προσεπηύξησε τὰ τέρατα. Καὶ γὰρ ὁμίχλη ἐν αὐτῇ τῇ τοῦ ποταμοῦ διαβάσει τοσαύτη τοῖς στρατιώταις περιεχύθη, ὥστε περί τε ἀλλήλοις αὐτοὺς σφαλῆναι, καὶ μηδὲν τῆς πολεμίας, πρὶν ἐπιβῆναι αὐτῆς, ἰδεῖν. Καὶ τὰ διαβατήρια τά τε ἀπόβαθρά σφισι δυσχερέστατα ἐγέν