ΔΙΩΝΟΣ ΙΣΤΟΡΙΩΝ ΡΟΜΑΙΚΩΝ ΤΟΟΤΡΙΑΚΟΣΤΟΝ ΕΝΝΑΤΟΝ ΒΙΒΛΙΟΝ.

TOME QUATRIÈME
ce volume comprend les livres 39, 40 et 41
Τάδε ἔνεστιν ἐν τῷ τριακοστῷ ἐνάτῳ τῶν Δίωνος Ῥωμαϊκῶν . Ὡς
Καῖσαρ
Βελγικοῖς
ἐπολέμησεν. Χρόνου πλῆθος, ἔτη τέτταρα ἐν οἷς ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο· Π.
Κορνήλιος Π. υἱ.
Λεντοῦλος
Σπινθήρ καὶ Κ.
Καικίλιος Κ. υἱ.
Μέτελλος
Νέπως. 1. Οὕτω μὲν δὴ καὶ ἐκεῖνα διεπολεμήθη· μετὰ δὲ ταῦτα, τοῦ χειμῶνος, ἐν ᾧ Κορνήλιός τε Σπινθὴρ καὶ ὁ Μέτελλος ὁ Νέπως ὑπατεύειν ἤρξαντο, διελθόντος, τρίτος τις πόλεμος αὐτοῖς ἐγένετο. Οἱ γὰρ Βελγικοὶ τῷ τε Ῥήνῳ πολλοῖς καὶ συμμίκτοις γένεσι προσοικοῦντες, καὶ ἐπὶ τὸν ὠκεανὸν τὸν κατὰ Βρεττανίαν καθήκοντες, ἐν μὲν τῷ πρὶν, οἱ μὲν ἔνσπονδοι τοῖς Ῥωμαίοις ἦσαν, οἱ δὲ ἐφρόντιζον αὐτῶν οὐδέν· τότε δὲ, τὸν Καίσαρα εὖ φερόμενον ἰδόντες, καὶ δείσαντες μὴ καὶ ἐπὶ σφᾶς ὁρμήσῃ, συνεστράφησαν· καὶ κοινῷ, πλὴν Ῥημῶν, λόγῳ χρησάμενοι, συνεβουλεύσαντό τε ἐπὶ τοῖς Ῥωμαίοις, καὶ συνώμοσαν, Ἀνδρὰν προστησάμενοι. 2. Ταῦτ' οὖν ὁ Καῖσαρ παρὰ τῶν Ῥημῶν μαθὼν, ἐν φρουρᾷ τε αὐτοὺς ἐποιήσατο, κἀνταῦθα πρὸς τῷ Αὐξούννῳ ποταμῷ στρατοπεδευσάμενος, ἤθροιζέ τε ἅμα τοὺς στρατιώτας καὶ ἐξήσκει. Οὐδὲ ἐτόλμησε πρότερον τοῖς πολεμίοις, καίτοι τὴν χώραν σφῶν κατατρέχουσιν, ἐς χεῖρας ἐλθεῖν, πρὶν ὡς καὶ δεδιότος αὐτοῦ καταφρονήσαντες, ἐπεχείρησαν τήν τε γέφυραν καταλαβεῖν, καὶ τὴν σιτοπομπίαν, ἣν δι' αὐτῆς παρὰ τῶν συμμάχων ἐποιεῖτο, ἀφελέσθαι. Τοῦτο γὰρ ἐξ αὐτομόλων προγνοὺς ἐσόμενον, ἔπεμψεν ἐπ' αὐτοὺς νυκτὸς τούς τε ψιλοὺς καὶ τοὺς ἱππέας. Καὶ οἱ μὲν, προσπεσόντες τοῖς βαρβάροις ἀπροσδόκητοι, πολλοὺς ἀπέκτειναν· ὥστε πάντας τῆς ἐπιούσης νυκτὸς ἐς τὴν οἰκείαν, ἄλλως τε καὶ ἐπειδὴ οἱ Αἴδουοι ἐσβεβληκότες ἐς αὐτὴν ἠγγέλλοντο, ἀπαναστῆναι· Καῖσαρ δὲ ᾖσθετο μὲν τὸ γιγνόμενον, οὐκ ἐτόλμησε δέ σφας εὐθύς, ἀγνοίᾳ τῶν χωρίων, ἐπιδιῶξαι· ἀλλ' ἅμα [ἕῳ] τήν τε ἵππον λαβὼν, καὶ τοὺς πεζοὺς ἐπακολουθεῖν κελεύσας, κατέλαβεν αὐτούς. Καὶ ὑποστάντας ἐς μάχην (ἐνομίζετο γὰρ σὺν μόνῃ τῇ ἵππῳ εἶναι) διέτριψε μέχρις οὗ καὶ ὁ πεζὸς ἦλθε. Καὶ οὕτω παντὶ τῷ στρατῷ περισχὼν, τούς τε πλείους κατέκοψε καὶ τοὺς περιλοίπους ὁμολογίᾳ παρεστήσατο. Κἀκ τούτου καὶ τῶν δήμων τοὺς μὲν ἀμαχεὶ προσηγάγετο, τοὺς δὲ πολέμῳ. 3. Νέρουιοι οὖν τῆς μὲν πεδιάδος (οὐ γὰρ ἦσαν ἀξιόμαχοι) ἑκόντες αὐτῷ ἐξέστησαν, ἐς δὲ δὴ τὰ ὄρη τὰ ὑλωδέστατα ἀνακομισθέντες, ἔπειτ' ἐπειδὴ καὶ ἐκεῖθεν ἐπικατέδραμον ἀνέλπιστοι, [καὶ] καθ' ὃ μὲν αὐτὸς ὁ Καῖσαρ ἦν ἐτράποντο καὶ ἔφυγον· τῷ δὲ δὴ πλείονι τοῦ στρατοῦ καθυπέρτεροί τε ἐγένοντο, καὶ τὸ στρατόπεδον αὐτοβοεὶ εἷλον. Αἰσθόμενος δὲ τοῦτ' ἐκεῖνος (προεκεχωρήκει γὰρ ἐπί τι τοὺς τετραμμένους διώκων) ἀνέστρεψε· καὶ καταλαβὼν αὐτοὺς ἐν τῷ ἐρύματι ἁρπαγὴν ποιουμένους, περιεστοιχίσατο καὶ κατεφόνευσε. Πράξας δὲ ταῦτα, οὐδὲν ἔτι μέγα ἔργον τοὺς λοιποὺς Νερουίους χειρούμενος ἔσχε. 4. Κἀν τούτῳ Ἀτουατικοί, πλησιόχωροί τε αὐτοῖς ὄντες, καὶ τὸ γένος τό τε φρόνημα τὸ τῶν Κίμβρων ἔχοντες, ὥρμησαν μὲν ὡς καὶ βοηθήσοντές σφισιν. Ἐπειδὴ δὲ ἔφθησαν προαλόντες, ἀνεχώρησαν, καὶ πάντα τἆλλα χωρία ἐκλιπόντες, ἐς ἓν τεῖχος τὸ κράτιστον ἀνεσκευάσαντο. Καὶ αὐτῷ τὸν Καίσαρα προσβαλόντα, ἐπὶ πολλὰς ἡμέρας ἀπεκρούσαντο, μέχρις οὗ πρὸς μηχανῶν ποίησιν ἐτράπετο. Τότε γάρ, τέως μὲν τήν τε ὕλην τέμνοντας καὶ τὰ μηχανήματα συμπηγνύντας τοὺς Ῥωμαίους ἑώρων, γέλωτα τῇ ἀπειρίᾳ τῶν γιγνομένων ἐποιοῦντο. Ἐπεὶ δὲ ἐκεῖνά τε ἐξειργάσθη, καὶ ὁπλῖταί σφισι πανταχόθεν ἅμα ἐπ' αὐτῶν προσήγοντο, κατεπλάγησαν, ἅτε μηπώποτε τοιοῦτό τι ἑορακότες· καὶ διεκηρυκεύσαντο, τά τε ἐπιτήδεια τοῖς στρατιώταις πέμψαντες, καὶ ὅπλα τινὰ ἀπὸ τοῦ τείχους ῥίψαντες. Ὡς μέντοι τά τε μηχανήματα τῶν ἀνδρῶν γυμνωθέντα αὖθις εἶδον, καὶ ἐκείνους πρὸς θυμηδίαν οἷα ἐπὶ νίκῃ τετραμμένους ᾖσθοντο, μετέγνωσαν· καὶ ἀναθαρσήσαντες, τῆς νυκτὸς ἐπέξοδον, ὡς καὶ ἀνελπίστους σφᾶς κατακόψοντες, ἐποιήσαντο. Περιπεσόντες δὲ τοῖς προφύλαξιν (ὁ γὰρ Καῖσαρ ἀκριβῶς πάντα ἀεὶ διῴκει) ἐσφάλησαν· καὶ οὐδὲ τῶν λοιπῶν οὐδεὶς ἔτι συγγνώμης ἔτυχεν, ἀλλὰ πάντες ἐπράθησαν. 5. Ἐπειδὴ δὲ οὗτοί τε κατεστράφατο, καὶ ἄλλοι οἱ μὲν ὑπ' αὐτοῦ, οἱ δὲ καὶ διὰ τῶν ὑποστρατήγων, συχνοὶ ἐκεχείρωντο, ὅ τε χειμὼν ἐνέστη, ἀνεχώρησεν ἐς τὰ χειμάδια. Μαθόντες δὲ ταῦθ' οἱ οἴκοι Ῥωμαῖοι, ἐθαύμασαν ὅτι ἔθνη τοσαῦτα, ὧν οὐδὲ τὰ ὀνόματα πρότερον ἠκρίβουν, ᾑρήκει· καὶ ἐψηφίσαντο πεντεκαίδεκα ἐπ' αὐτοῖς ἡμέρας θῦσαι· ὅπερ οὔπω πρότερον ἐγεγόνει. Κἀν τῷ αὐτῷ τούτῳ χρόνῳ Γάλβας ὁ Σέρουιος, ὑποστρατηγῶν αὐτῷ, μέχρι μὲν ἥ τε ὡραία [ἦν] καὶ τὸ στράτευμα συνεστὸς εἶχεν, Οὐαράγρους παρά τε τῇ Λεμμάνῳ λίμνῃ, καὶ πρὸς τοῖς Ἀλλόβριξι μέχρι τῶν Ἄλπεων οἰκοῦντας, τοὺς μὲν βίᾳ, τοὺς δὲ καὶ ὁμολογίᾳ παρεστήσατο· ὥστε καὶ χειμάσαι κατὰ χώραν παρασκευάσασθαι. Ἐπεὶ μέντοι οἱ πλείους τῶν στρατιωτῶν οἱ μὲν παρέμενοι, οἷα μὴ πόρρω τῆς Ἰταλίας ὄντες, οἱ δὲ καὶ ἐφ' ἑαυτῶν ἄλλοσε ἀπεχώρησαν, καὶ αὐτῷ ἀπροσδόκητοι κατὰ τοῦτο οἱ ἐπιχώριοι ἐπέθεντο· πρὸς ἀπόνοιαν ὑπ' ἀπογνώσεως προήχθη· καὶ ἐκπηδήσας ἐκ τοῦ χειμαδίου ἄφνω, τούς τε προσκειμένους οἱ τῷ παραδόξῳ τοῦ τολμήματος ἐξέπληξε, καὶ δι' αὐτῶν πρὸς τὰ μετέωρα διέπεσε. Γενόμενος δὲ ἐν τῷ ἀσφαλεῖ ἠμύνατο μὲν αὐτοὺς μετὰ τοῦτο, καὶ ἐδουλώσατο, οὐ μὴν καὶ ἐχείμασεν αὐτόθι, ἀλλὰ καὶ ἐς τὴν τῶν Ἀλλοβρίγων μετέστη. Ταῦτα μὲν ἐν τῇ Γαλατίᾳ ἐγένετο. 6. Πομπήιος δὲ ἐν τούτῳ τὴν κάθοδον τῷ Κικέρωνι ψηφισθῆναι διεπράξατο. Ὃν γὰρ διὰ τοῦ Κλωδίου ἐξεληλάκει, τοῦτον ἐπ' αὐτὸν ἐκεῖνον ἐπανήγαγεν. Οὕτω που τὸ ἀνθρώπειον δι' ὀλίγου τε ἔστιν ὅτε μεταβάλλεται, καὶ ἀφ' ὧν ὠφελήσεσθαί τινες ἢ καὶ βλαβήσεσθαι νομίζουσι, τὰ ἐναντιώτατα ἀντιλαμβάνουσι. Συνέπραττον δὲ ἀπὸ τῶν στρατηγῶν καὶ τῶν δημάρχων ἄλλοι τε καὶ Τίτος Ἄννιος Μίλων, οἵπερ που καὶ τὴν γνώμην ἐς τὸ πλῆθος ἐσήνεγκαν· ὁ γὰρ Σπινθὴρ ὁ ὕπατος, τὸ μέν τι καὶ τῷ Πομπηίῳ χαριζόμενος, τὸ δὲ καὶ ἐξ ἰδίας ἔχθρας τὸν Κλώδιον ἀμυνόμενος, ὑφ' ἧς καὶ τὴν μοιχείαν αὐτοῦ δικάζων κατεγνώκε. Καὶ ἐκείνῳ δὲ ἄλλοι τε τῶν ἐν ταῖς ἀρχαῖς ὄντων ὑπῆρχον, καὶ ὁ ἀδελφὸς Ἄππιος Κλαύδιος στρατηγῶν, ὅ τε Νέπως ὁ ὕπατος, ἀπ' οἰκείας τινὸς ἔχθρας τὸν Κικέρωνα μισῶν. 7. Οὗτοί τε οὖν ἐπὶ πλέον ἢ πρίν, ἅτε καὶ ἡγεμόνας τοὺς ὑπάτους ἔχοντες, καὶ οἱ ἄλλοι οἱ ἐν τῇ πόλει, διαστάντες πρὸς ἑκατέρους, ἐθορύβουν. Καὶ ἄλλα τε ἐκ τούτου οὐκ ἐν κόσμῳ πολλὰ ἐγίγνετο, καὶ ἐν αὐτῇ τῇ διαψηφίσει ὁ Κλώδιος γνοὺς τὸ πλῆθος πρὸς τοῦ Κικέρωνος ἐσόμενον, τοὺς μονομάχους, οὓς ὁ ἀδελφὸς αὐτοῦ πρὸς ἀγῶνας ἐπιταφίους ἐπὶ τῷ Μάρκῳ τῷ συγγενεῖ προπαρεσκεύαστο, λαβὼν ἐσεπήδησεν ἐς τὸν σύλλογον· καὶ πολλοὺς μὲν ἔτρωσε, πολλοὺς δὲ καὶ ἔκτεινεν. Οὔτ' οὖν ἡ γνώμη ἐκυρώθη, καὶ ἐκείνοις ὡς δορυφόροις συνὼν φοβερὸς καὶ ἐς τἆλλα πᾶσιν ἦν· ἀγορανομίαν τε ᾖτε,ι ὡς καὶ τὴν δίκην τῆς βίας, ἂν ἀποδειχθῇ, διαφευξόμενος. Ἐγράψατο γὰρ αὐτὸν ὁ Μίλων, καὶ οὐκ ἐσήγαγε· οὔτε γὰρ οἱ ταμίαι, δι' ὧν τὴν ἀποκλήρωσιν τῶν δικαστῶν γενέσθαι ἐχρῆν, ᾕρηντο· καὶ ὁ Νέπως ἀπεῖπε τῷ στρατηγῷ μηδεμίαν, πρὸ τῆς κληρώσεως αὐτῶν, δίκην προσέσθαι. Ἔδει δὲ ἄρα τοὺς ἀγορανόμους πρὸ τῶν ταμιῶν καταστῆναι, καὶ διὰ τοῦτο ὅτι μάλιστα ἡ διατριβὴ ἐγένετο. 8. Μαχόμενος δὲ καὶ περὶ αὐτοῦ τούτου, πολλὰ ἐτάραττε· καὶ τέλος, μονομάχους τινὰς καὶ αὐτὸς καὶ ἄλλους τῶν τὰ αὐτά οἱ βουλομένων ἀθροίσας, ἐς χεῖρας τῷ Κλωδίῳ συνεχῶς ᾖει· καὶ σφαγαὶ κατὰ πᾶσαν, ὡς εἰπεῖν, τὴν πόλιν ἐγίγνοντο. Ὁ οὖν Νέπως φοβηθεὶς πρός τε τοῦ συνάρχοντος καὶ πρὸς τοῦ Πομπηίου τῶν τε ἄλλων τῶν πρώτων, μετεβάλετο. Καὶ οὕτως ἥ τε γερουσία κατελθεῖν τὸν Κικέρωνα, τοῦ Σπινθῆρος ἐσηγησαμένου, προεβούλευσε· καὶ ὁ δῆμος, ἀμφοτέρων τῶν ὑπάτων ἐσενεγκόντων, ἐψηφίσατο. Ἀντέλεγε μὲν γὰρ πρὸς αὐτοὺς Κλώδιος, ἀλλ' ἐκείνῳ τε ὁ Μίλων ἀντέκειτο, ὥστε μηδὲν βίαιον δρᾶσαι· καὶ τῷ νόμῳ ἄλλοι τε, καὶ ὁ Πομπήιος συνεῖπον, ὥστε πολὺ κρείττους αὐτοὺς γενέσθαι. 9. Κατῆλθέ τε οὖν ὁ Κικέρων, καὶ χάριν τῇ τε βουλῇ καὶ τῷ δήμῳ, παρασχόντων αὐτῷ τῶν ὑπάτων, καὶ κατὰ τὸ συνέδριον καὶ τὴν ἐκκλησίαν, ἔγνω. Τῷ τε Πομπηίῳ τὴν ἔχθραν τὴν ἐπὶ τῇ φυγῇ μεθεὶς, συνηλλάγη, καὶ τήν γε εὐεργεσίαν παραχρῆμα ἀπέδωκε. Λιμοῦ γὰρ ἐν τῇ πόλει ἰσχυροῦ γενομένου, καὶ τοῦ ὁμίλου παντὸς ἔς τε τὸ θέατρον (οἵῳ δὲ δὴ καὶ τότε ἔτι θεάτρῳ ἐς τὰς πανηγύρεις ἐχρῶντο) καὶ μετὰ τοῦτο καὶ ἐς τὸ Καπιτώλιον ἐπὶ τοὺς βουλευτὰς συνεδρεύοντας ἐσπηδήσαντος· καὶ τοτὲ μὲν ἐν χερσὶν αὐτοὺς ἀποσφάξειν, τοτὲ δὲ καὶ καταπρήσειν σὺν αὐτοῖς τοῖς ναοῖς ἀπειλοῦντος· ἔπεισέ σφας ἐπιμελητὴν τοῦ σίτου τὸν Πομπήιον προχειρίσασθαι, καὶ διὰ τοῦτο καὶ ἀρχὴν αὐτῷ ἀνθυπάτου καὶ ἐν τῇ Ἰταλίᾳ καὶ ἔξω ἐπὶ πέντε ἔτη δοῦναι. Καὶ ὁ μέν, ὥσπερ ἐπὶ τοῖς καταποντισταῖς πρότερον, οὕτω καὶ τότε ἐπὶ τῷ σίτῳ πάσης αὖθις τῆς οἰκουμένης, τῆς ὑπὸ τοῖς Ῥωμαίοις τότε οὔσης, ἄρξειν ἔμελλε. 10. Καῖσαρ δὲ καὶ Κράσσος ἄλλως μὲν ἤχθοντο τῷ Κικέρωνι, σπουδὴν δ' οὖν τινα αὐτοῦ ἔσχον, ἐπειδὴ πάντως καθήξοντα αὐτὸν ᾖσθοντο· (καὶ γὰρ ὁ Καῖσαρ καὶ ἀπὼν εὔνοιάν τινα αὐτῷ ἐνεδείξατο·) οὐ μέντοι καὶ χάριν οὐδεμίαν ἀντέλαβον. Ἐκεῖνος γὰρ τοῦτό τε οὐκ ἀπὸ γνώμης σφᾶς πεποιηκότας εἰδώς, καὶ τῆς φυγῆς αἰτιωτάτους γεγονέναι νομίζων, ἐκ μὲν τοῦ προφανοῦς οὐ πάνυ πρὸς αὐτοὺς ἐθρασύνετο, ἅτε καὶ τῶν τῆς ἀκράτου παρρησίας ἐπικαρπιῶν νεωστὶ πεπειραμένος· βιβλίον μέντοι τι ἀπόρρητον συνέθηκε· καὶ ἐπεί ἐπέγραψεν αὐτῷ, ὡς καὶ περὶ τῶν ἑαυτοῦ βουλευμάτων ἀπολογισμόν τινα ἔχοντι· πολλὰ δὲ δὴ καὶ δεινὰ ἐς αὐτὸ καὶ περὶ ἐκείνων καὶ περὶ ἄλλων τινῶν συνένησε, καὶ διὰ τοῦτο φοβηθεὶς μὴ καὶ ζῶντος αὐτοῦ ἐκφοιτήσῃ, κατεσημήνατό τε αὐτὸ καὶ παρέδωκε τῷ παιδί, προστάξας οἱ μήτ' ἀναγνῶναι μήτε δημοσιεῦσαι τὰ γεγραμμένα, πρὶν ἂν μεταλλάξῃ. 11. Κικέρων μὲν οὖν αὖθις ἀνεβλάστανε, καὶ τήν τε ἄλλην οὐσίαν, καὶ τὸ ἔδαφος τῆς οἰκίας, καίτοι τῇ Ἐλευθερίᾳ ἀνειμένον, καὶ τοῦ Κλωδίου καὶ ἐπιθειάζοντος, καὶ ἐς ἐνθυμίαν αὐτῷ προβάλλοντος, ἐκομίσατο· τὴν γὰρ ἐσφορὰν τοῦ φρατριατικοῦ νόμου, παρ' ἣν ἐκ τῶν εὐπατριδῶν ἐς τὸ πλῆθος ἐπεποίητο, διαβάλλων ὡς οὐκ ἐν τοῖς ὡρισμένοις ἐκ τῶν πατρίων χρόνοις ἐκτεθέντος αὐτοῦ, τήν τε δημαρχίαν τοῦ Κλωδίου πᾶσαν, ἐν ᾗ καὶ τὰ κατὰ τὴν οἰκίαν ἐδέδοκτο, κατέλυε· λέγων οὐχ οἷόν τ' εἶναι, τῆς μεταστάσεως αὐτοῦ τῆς ἐς τὸν ὅμιλον παρανόμως γεγενημένης, ὑγιές τι τῶν ἐν αὐτῇ πραχθέντων νομίζεσθαι, καὶ ἔπεισε διὰ τούτου τοὺς ποντίφικας τὸ ἔδαφός οἱ, ὡς καὶ ὅσιον καὶ βέβηλον ὂν, ἀποδοῦναι. Καὶ οὕτω καὶ ἐκεῖνο, καὶ χρήματα ἔς τε τὴν τῆς οἰκίας κατασκευήν, καὶ εἰ δή τι ἄλλο τῆς οὐσίας αὐτοῦ ἐλελύμαντο, ἔλαβε. 12. Μετὰ δὲ δὴ [τοῦτο], Πτολεμαίου τοῦ βασιλέως ἕνεκα αὖθις ἐκινήθησαν. Ἐπειδὴ γὰρ πολλά τισι τῶν Ῥωμαίων χρήματα, τὰ μὲν οἴκοθεν, τὰ δὲ καὶ δανεισάμενος, ὅπως τήν τε ἀρχὴν βεβαιώσηται, καὶ φίλος καὶ σύμμαχος ὀνομασθῇ, καταναλώκει, καὶ αὐτὰ παρὰ τῶν Αἰγυπτίων βιαίως ἠργυρολόγει· καὶ διά τε τοῦτο ἐχαλεπαίνετο, καὶ ὅτι τὴν Κύπρον ἀπαιτῆσαι παρὰ τῶν Ῥωμαίων, ἢ καὶ τὴν φιλίαν τὴν πρὸς αὐτοὺς ἀπειπεῖν κελευόντων αὐτῶν, οὐκ ἠθέλησε· καὶ οὔτε πεῖσαί σφας ἡσυχάζειν, οὔτ' αὖ βιάσασθαι (ξενικὸν γὰρ οὐκ εἶχεν) ἠδυνήθη· διέδρα τε ἐκ τῆς Αἰγύπτου, καὶ ἐς τὴν Ῥώμην ἐλθὼν, κατηγόρησέ τε αὐτῶν, ὡς καὶ ἐκ τῆς βασιλείας αὐτὸν ἐκβεβληκότων· καὶ ἔτυχεν ὥστε ὑπὸ τοῦ Σπινθῆρος, ᾧ ἡ Κιλικία ἐπετέτραπτο, καταχθῆναι. 13. Ἐν ᾧ δὲ ταῦτα [ἐγένετο], οἱ Ἀλεξανδρεῖς, τέως μὲν ἀγνοήσαντες ὅτι ἐς τὴν Ἰταλίαν ἀπηρκὼς ἦν, ἢ τεθνηκέναι αὐτὸν νομίσαντες, Βερενίκην τὴν θυγατέρα αὐτοῦ ἐς τὴν βασιλείαν ἀντικατέστησαν· ἔπειτα δὲ τἀληθὲς μαθόντες, ἄνδρας ἑκατὸν ἐς τὴν Ῥώμην ἔπεμψαν, πρός τε τὰ ἐγκλήματα αὐτοῦ ἀπολογησομένους, καὶ ἀντικατηγορήσοντας ὅσα ἠδίκηντο. Προμαθὼν οὖν ταῦτ' ἐκεῖνος (ἔτι δὲ ἐν τῇ Ῥώμῃ ἦν) ἐνήδρευσε τοὺς πρέσβεις, πρὶν ἐλθεῖν, ἄλλους ἄλλῃ διαπέμψας. Καὶ τοὺς μὲν πλείους αὐτῶν κατὰ τὴν ὁδὸν ἔφθειρε· τῶν δὲ δὴ λοιπῶν, τοὺς μὲν ἐν τῷ ἄστει αὐτῷ ἀπέκτεινε· τοὺς δὲ καὶ καταφοβήσας ἐκ τούτων, ἢ χρήμασι διαφθείρας, ἔπεισε μήτε ταῖς ἀρχαῖς ὑπὲρ ὧν ἐστάλατο ἐντυχεῖν, μήθ' ὅλως μνείαν τινὰ περὶ τῶν ἀπολωλότων ποιήσασθαι. 14. Καίτοι τὸ πρᾶγμα οὕτω περιβόητον ἐγένετο, ὡς καὶ τὴν βουλὴν ἀγανακτῆσαι δεινῶς, ἐνάγοντός σφας ὅτι μάλιστα Φαουωνίου τοῦ Μάρκου καθ' ἑκάτερον, ὅτι τε πολλοὶ παρὰ τῶν συμμάχων πρέσβεις πεμφθέντες βιαίως ἀπωλώλεσαν, καὶ ὅτι συχνοὶ καὶ τότε τῶν Ῥωμαίων ἐδεδωροδοκήκεσαν. Καὶ οἱ μὲν τὸν Δίωνα τὸν τῆς πρεσβείας αὐτοκράτορα ( περιῆν γάρ) μετεπέμψαντο, ὡς καὶ τὴν ἀλήθειαν παρ' αὐτοῦ μαθησόμενοι· οὕτω δὲ ἄρα καὶ τότε ἔθ' ὁ Πτολεμαῖος τοῖς χρήμασι κατεκράτει, ὥστε μήτε τὸν Δίωνα ἐς τὸ συνέδριον ἐσελθεῖν, μήτε μνήμην τινὰ τοῦ φόνου τῶν τεθνηκότων, ἕως γε καὶ αὐτὸς παρῆν, γενέσθαι. Καὶ μέντοι τοῦ Δίωνος μετὰ ταῦτα δολοφονηθέντος, οὐδεμίαν οὐδ' ἐπ' ἐκείνῳ δίκην ἔδωκε· τά τε γὰρ ἄλλα, καὶ ὁ Πομπήιος τῇ τε οἰκίᾳ αὐτὸν ὑπεδέδεκτο, καὶ ἰσχυρῶς οἱ συνῄρετο. Τῶν γε μὴν ἄλλων τῶν αὐτόθεν ἐνεκλήθησαν μὲν ἐν ὑστέρῳ συχνοί, ἑάλωσαν δὲ ὀλίγοι. Τό τε γὰρ δεδωροδοκηκὸς πολὺ ἦν, καὶ ἀλλήλοις διὰ τὸ ἴδιον ἕκαστος δέος συνεμάχουν. 15. Οἱ μὲν οὖν ἄνθρωποι τοιαῦτα ὑπὸ τῶν χρημάτων ἐποίουν· τὸ δὲ δὴ θεῖον κεραυνῷ κατ' ἀρχὰς εὐθὺς τοῦ ἐχομένου ἔτους τὸ ἄγαλμα τοῦ Διὸς τοῦ ἐν τῷ Ἀλβανῷ ἱδρυμένου βαλὸν, τὴν κάθοδον τοῦ Πτολεμαίου χρόνον τινὰ ἐπέσχε. Τοῖς γὰρ Σιβυλλείοις ἔπεσιν ἐντυχόντες, εὗρον ἐν αὐτοῖς ἐγγεγραμμένον αὐτὸ τοῦτο· « Ἂν ὁ τῆς Αἰγύπτου βασιλεὺς βοηθείας τινὸς δεόμενος ἔλθῃ, τὴν μὲν φιλίαν οἱ μὴ ἀπαρνήσασθε, μὴ μέντοι καὶ πλήθει τινὶ ἐπικουρήσητε. Εἰ δὲ μή, καὶ πόνους καὶ κινδύνους ἕξετε. » Κἀκ τούτου τὴν συντυχίαν τῶν ἐπῶν πρὸς τὰ τότε γενόμενα θαυμάσαντες, ἀπεψηφίσαντο πάντα τὰ περὶ αὐτοῦ ἐγνωσμένα, Γαίῳ Κάτωνι πεισθέντες δημάρχῳ. Ταῦτα δὲ ἐχρήσθη μὲν οὕτως· ἐδημοσιεύθη δέ ( οὐ γὰρ ἐξῆν οὐδὲν τῶν Σιβυλλείων, εἰ μὴ ἡ βουλὴ ψηφίσαιτο, ἐς τὸ πλῆθος ἐξαγγέλλεσθαι) διὰ τοῦ Κάτωνος. Ἐπειδὴ γὰρ τάχιστα ὁ νοῦς τῶν ἐπῶν διεθρυλήθη, ( ὥσπερ εἴωθε γίγνεσθαι) ἔδεισε μὴ συγκρυφθείη· καὶ ἔς τε τὸν ὅμιλον τοὺς ἱερέας ἐσήγαγε, κἀνταῦθα, πρὶν ὁτιοῦν τὴν γερουσίαν ἐπ' αὐτοῖς χρηματίσαι, ἐξεβιάσατό σφας ἐκλαλῆσαι τὸ λόγιον. Ὅσῳ γάρ τοι μᾶλλον οὐκ ἐδόκει σφίσιν ἐξεῖναι τοῦτο, τὸ πλῆθος ἔσχε. 16. Καὶ ἐκεῖνο μὲν ἔσχεν οὕτως· καὶ ἐς τὴν τῶν Λατίνων γλῶσσαν μεταγραφὲν ἀνεκηρύχθη. Γνώμας δὲ αὐτῶν μετὰ τοῦτο ποιουμένων, καὶ τῶν μὲν, ἄνευ στρατοῦ τῷ Σπινθῆρι τὴν τοῦ Πτολεμαίου κάθοδον προσταττόντων, τῶν δὲ δὴ καὶ τὸν Πομπήιον μετὰ ῥαβδούχων δύο καταγαγεῖν αὐτὸν κελευόντων, ( ὅ τε γὰρ Πτολεμαῖος μαθὼν τὸ χρησθὲν, ἠξίωσε τούτου τυχεῖν, καὶ τὰ γράμματα αὐτοῦ Αὖλος Πλαύτιος ἐς τὸ κοινὸν δημαρχῶν ἀνέγνω) δείσαντες οἱ βουλευταὶ μὴ μείζων ἔθ' ὁ Πομπήιος καὶ ἀπ' ἐκείνου γένηται, ἀντέπραξαν αὐτῷ, τῇ τοῦ σίτου προφάσει χρησάμενοι. Ταῦτα μὲν ἐπί τε Λουκίου Φιλίππου καὶ ἐπὶ Γναίου Μαρκελλίνου ὑπάτων ἐγένετο· καὶ αὐτὰ ὁ Πτολεμαῖος μαθὼν τήν τε κάθο δον ἀπέγνω, καὶ ἐς Ἔφεσον ἐλθὼν παρὰ τῇ θεῷ διῃτᾶτο. 17. Τῷ δὲ δὴ προτέρῳ ἔτει καὶ τοιόνδε τι, ἴδιον μὲν, φέρον δέ πως ἐς τὴν συγγραφήν, ἐπράχθη. Τοῦ γὰρ νόμου διαρρήδην ἀπαγορεύοντος μηδένας δύο ἅμα ἐκ τῆς αὐτῆς συγγενείας τὴν αὐτὴν ἱερατείαν ἔχειν, ὁ Σπινθὴρ ὁ ὕπατος, ἐπιθυμήσας Κορνήλιον Σπινθῆρα τὸν υἱὸν ἐς τοὺς οἰωνιστὰς ἐσαγαγεῖν, ἔπειτ' ἐπειδὴ ὁ Φαῦστος ὁ τοῦ Σύλλου παῖς, ἐκ τοῦ τῶν Κορνηλίων φύλου ὢν, προενεγέγραπτο, ἐξεποίησεν αὐτὸν ἐς τὸ Μαλλίου Τορκουάτου γένος. Καὶ οὕτως ὁ νόμος, ἐν τοῖς ἑαυτοῦ ῥήμασι μείνας ἔργῳ κατελύθη. 18. Μετὰ δὲ δὴ τοῦτο ὁ Κλώδιος ἐπειδὴ τάχιστα ἐς τὴν ἀγορανομίαν ἐπί τε τοῦ Φιλίππου καὶ ἐπὶ τοῦ Μαρκελλίνου παρεληλύθει, ( πρὸς γὰρ τὴν ἀπόδρασιν τῆς δίκης παρακελευστὸς ᾑρέθη) γραφὴν κατὰ τοῦ Μίλωνος τῆς τῶν μονομάχων παρασκευῆς ἀπήνεγκε. Ἃ γὰρ αὐτὸς ἔπραττε, καὶ ἐφ' οἷς ἐκρίνετο, ταῦτ' ἐκείνῳ ἀντενεκάλει. Ἐποίει δὲ τοῦτο, οὐχ ὅτι τὸν Μίλωνα προσεδόκα αἱρήσειν ( ἅτε καὶ συναγωνιστὰς ἰσχυροὺς, ἄλλους τε καὶ τὸν Κικέρωνα τόν τε Πομπήιον ἔχοντα), ἀλλ' ἵνα ἐπὶ τῇ προφάσει ταύτῃ τῷ τε Μίλωνι προσ πολεμοίη, καὶ ἐκείνους ὑβρίζοι. 19. Πρὸς γοῦν τοῖς ἄλλοις τοιόνδε τι ἐμεμηχάνητο· παρασκευάσας τοὺς ἑταίρους, ἵν' ὁπότε πύθοιτο αὐτῶν ἐν τοῖς συλλόγοις, « τίς ὁ ποιῶν ἢ καὶ λέγων τοιόνδε τι ἦν , » συνεκβοῷεν ὅτι Πομπήιος· ἐπηρώτα πολλάκις ἐξαίφνης πάνθ' ὅσα ἐπαίτια περὶ αὐτὸν ἢ κατὰ τὸ σῶμα, ἢ κατ' ἄλλο τι ἦν, ἰδίᾳ καὶ καθ' ἕκαστον, ὡς οὐ περὶ ἐκείνου δὴ λέγων· κἀκ τούτου τῶν μὲν ἐξαρχόντων, τῶν δὲ συνεπηχούντων σφίσιν, ( οἷα φιλεῖ ἐν τοῖς τοιούτοις γίγνεσθαι) καὶ λεγόντων, ὅτι Πομπήιος, χλευασία πολλὴ συνέβαινεν· ὥστε ἐκεῖνον, μήτε τὴν ἡσυχίαν ἄγειν καρτεροῦντα, μήθ' ὅμοιόν τι ποιεῖν αὐτῷ ὑπομένοντα, περιοργῆ τε γίγνεσθαι, καὶ ἐν ἀμηχανίᾳ καθίστασθαι· καὶ λόγῳ μὲν τὸν Μίλωνα κατακρίνεσθαι, ἔργῳ δὲ αὐτὸν μηδ' ἀπολογούμενον ἁλίσκεσθαι. Ὁ γὰρ Κλώδιος, ὅπως ἐπὶ πλεῖον ποιοίη, οὐκ εἴα τὸν φρατριατικὸν νόμον ἐσενεχθῆναι· πρὶν γὰρ ἐκεῖνον τεθῆναι, οὔτ' ἄλλο τι τῶν σπουδαίων ἐν τῷ κοινῷ πραχθῆναι, οὔτε δίκην οὐδεμίαν ἐσαχθῆναι ἐξῆν. 20. Τέως μὲν οὖν ὁ Μίλων τῶν λοιδοριῶν καὶ τῶν σφαγῶν πρόσχημα αὐτοῖς ἦν. Τεράτων τέ τινων ἐν τούτῳ γενομένων ( ἔν τε γὰρ τῷ Ἀλβανῷ νεὼς Ἥρας βραχὺς ἐπὶ τραπέζης τινὸς πρὸς ἀνατολῶν ἱδρυμένος, πρὸς τὴν ἄρκτον μετεστράφη, καὶ λαμπὰς ἀπὸ τῆς μεσημβρίας ὁρμηθεῖσα, πρὸς βορέαν διῇξε· λύκος τε ἐς τὴν πόλιν ἐσῆλθε, καὶ σεισμὸς ἐγένετο· τῶν τε πολιτῶν τινες κεραυνοῖς ἐφθάρησαν, καὶ θόρυβος ἐν τῷ Λατίνῳ ὑπὸ γῆς ἐξηκούσθη. |