RETOUR À L’ENTRÉE DU SITE ALLER A LA TABLE DES MATIÈRES DE STRABON

STRABON

Géographie 

texte grec

LIVRE II

Chapitre I - chapitres II à IV - chapitre V

traduction française du livre II

 

ΚΕΦΑΛΑΙΟΝ Β'

1. Ἴδωμεν δὲ καὶ Ποσειδώνιον ἅ φησιν ἐν τοῖς περὶ ὠκεανοῦ· δοκεῖ γὰρ ἐν αὐτοῖς τὰ πολλὰ γεωγραφεῖν, τὰ μὲν οἰκείως τὰ δὲ μαθηματικώτερον. Οὐκ ἄτοπον οὖν ἔνια καὶ τῶν ὑπὸ τούτου λεγομένων διαιτῆσαι, τὰ μὲν νῦν τὰ δ' ἐν τοῖς καθ' ἕκαστα ὡς ἂν ὑποπίπτῃ, μέτρου τινὸς ἐχομένους. Ἔστιν οὖν τι τῶν πρὸς γεωγραφίαν οἰκείων τὸ τὴν γῆν ὅλην ὑποθέσθαι σφαιροειδῆ, καθάπερ καὶ τὸν κόσμον, καὶ τὰ ἄλλα παραδέξασθαι τὰ ἀκόλουθα τῇ ὑποθέσει ταύτῃ· τούτων δ' ἐστὶ καὶ τὸ πεντάζωνον αὐτὴν εἶναι.

2. Φησὶ δὴ ὁ Ποσειδώνιος τῆς εἰς πέντε ζώνας διαιρέσεως ἀρχηγὸν γενέσθαι Παρμενίδην· ἀλλ' ἐκεῖνον μὲν σχεδόν τι διπλασίαν ἀποφαίνειν τὸ πλάτος τὴν διακεκαυμένην ὑπερπίπτουσαν ἑκατέρων τῶν τροπικῶν εἰς τὸ ἐκτὸς καὶ πρὸς ταῖς εὐκράτοις· Ἀριστοτέλη δὲ αὐτὴν καλεῖν τὴν μεταξὺ τῶν τροπικῶν, τὰς δὲ μεταξὺ τῶν τροπικῶν καὶ τῶν ἀρκτικῶν εὐκράτους. Ἀμφοτέροις δ' ἐπιτιμᾷ δικαίως· διακεκαυμένην γὰρ λέγεσθαι τὸ ἀοίκητον διὰ καῦμα· τῆς δὲ μεταξὺ τῶν τροπικῶν πλέον ἢ τὸ ἥμισυ τοῦ πλάτους οὐκ οἰκήσιμόν ἐστιν ἐκ τῶν ὑπὲρ Αἰγύπτου στοχαζομένοις Αἰθιόπων, εἴπερ τὸ μὲν ἥμισυ τοῦ παντὸς πλάτους ἐστὶν ὃ διαιρεῖ ἐφ' ἑκάτερα ὁ ἰσημερινός, τούτου δὲ τὸ μὲν ἀπὸ τῆς Συήνης, ἥπερ ἐστὶν ὅριον τοῦ θερινοῦ τροπικοῦ, εἰς Μερόην εἰσὶ πεντακισχίλιοι, τὸ δ' ἐνθένδε ἕως [τοῦ] τῆς Κινναμωμοφόρου παραλλήλου, ὅσπερ ἐστὶν ἀρχὴ τῆς διακεκαυμένης, τρισχίλιοι. Τοῦτο μὲν οὖν τὸ διά στημα πᾶν ἐστι μετρητόν, πλεῖταί τε γὰρ καὶ ὁδεύεται· τὸ δ' ἑξῆς, μέχρι τοῦ ἰσημερινοῦ λγω, δείκνυται κατὰ τὴν ὑπ' Ἐρατοσθένους γενομένην ἀναμέτρησιν τῆς γῆς ὅτι ἐστὶ σταδίων ὀκτακισχιλίων ὀκτακοσίων· ὃν δὴ λόγον ἔχει τὰ μύρια ἑξακισχίλια [ὀκτακόσια] πρὸς τὰ ὀκτακισχίλια ὀκτακόσια, τοῦτον ἂν ἔχοι τὸ μεταξὺ τῶν τροπικῶν διάστημα πρὸς τὸ τῆς διακεκαυμένης πλάτος. Κἂν τῶν νεωτέρων δὲ ἀναμετρήσεων εἰσάγηται ἡ ἐλαχίστην ποιοῦσα τὴν γῆν, οἵαν ὁ Ποσειδώνιος ἐγκρίνει περὶ ὀκτωκαίδεκα μυριάδας οὖσαν, περὶ ἥμισύ που ἀποφαίνει τὴν διακεκαυμένην τῆς μεταξὺ τῶν τροπικῶν ἢ μικρῷ τοῦ ἡμίσους μείζονα, ἴσην δὲ καὶ τὴν αὐτὴν οὐδαμῶς. Τοῖς τε ἀρκτικοῖς οὔτε παρὰ πᾶσιν οὖσιν οὔτε τοῖς αὐτοῖς πανταχοῦ τίς ἂν διορίζοι τὰς εὐκράτους, αἵπερ εἰσὶν ἀμετάπτωτοι; Τὸ μὲν οὖν μὴ παρὰ πᾶσιν εἶναι τοὺς ἀρκτικούς, οὐδὲν ἂν εἴη πρὸς τὸν ἔλεγχον· δεῖ γὰρ παρὰ τοῖς τὴν εὔκρατον οἰκοῦσιν εἶναι πᾶσι, πρὸς οὕσπερ καὶ λέγεται μόνους εὔκρατος. Τὸ δὲ μὴ πανταχοῦ τὸν αὐτὸν τρόπον, ἀλλὰ μεταπίπτειν, καλῶς εἴληπται. 

3. Αὐτὸς δὲ διαιρῶν εἰς τὰς ζώνας πέντε μέν φησιν εἶναι χρησίμους πρὸς τὰ οὐράνια, τούτων δὲ περισκίους δύο τὰς ὑπὸ τοῖς πόλοις μέχρι τῶν ἐχόντων τοὺς τροπικοὺς ἀρκτικούς, ἑτεροσκίους δὲ τὰς ἐφεξῆς ταύταις δύο μέχρι τῶν ὑπὸ τοῖς τροπικοῖς οἰκούντων, ἀμφίσκιον δὲ τὴν μεταξὺ τῶν τροπικῶν· πρὸς δὲ τὰ ἀνθρώπεια ταύτας τε καὶ δύο ἄλλας στενὰς τὰς ὑπὸ τοῖς τροπικοῖς, καθ' ἃς ἥμισύ πως μηνὸς κατὰ κορυφήν ἐστιν ὁ ἥλιος, δίχα διαιρουμένας ὑπὸ τῶν τροπικῶν. Ἔχειν γάρ τι ἴδιον τὰς ζώνας ταύτας, αὐχμηράς τε ἰδίως καὶ ἀμμώδεις ὑπαρχούσας καὶ ἀφόρους πλὴν σιλφίου καὶ πυρωδῶν τινων καρπῶν συγκεκαυμένων· ὄρη γὰρ μὴ εἶναι πλησίον ὥστε τὰ νέφη προσπίπτοντα ὄμβρους ποιεῖν, μηδὲ δὴ ποταμοῖς διαρρεῖσθαι· διόπερ οὐλότριχας καὶ οὐλόκερως καὶ προχείλους καὶ πλατύρρινας γεννᾶσθαι· τὰ γὰρ ἄκρα αὐτῶν συστρέφεσθαι· καὶ τοὺς ἰχθυοφάγους δὲ κατὰ ταύτας τὰς ζώνας οἰκεῖν. Ὅτι δὲ ταῦτ' ἴδια τῶν ζωνῶν τούτων, δηλοῦν φησὶ τὸ τοὺς νοτιωτέρους αὐτῶν ἔχειν τὸ περιέχον εὐκρατότερον καὶ τὴν γῆν καρπιμωτέραν καὶ εὐυδροτέραν.

ΚΕΦΑΛΑΙΟΝ Γ'

1. Πολύβιος δὲ ποιεῖ ζώνας ἕξ, δύο μὲν τὰς τοῖς ἀρκτικοῖς ὑποπιπτούσας, δύο δὲ τὰς μεταξὺ τούτων τε καὶ τῶν τροπικῶν, [καὶ δύο τὰς μεταξὺ τούτων] καὶ τοῦ ἰσημερινοῦ. Ἡ μὲν οὖν εἰς πέντε διαίρεσις δοκεῖ μοι καὶ φυσικῶς ἅμα καὶ γεωγραφικῶς εἰρῆσθαι· φυσικῶς μέν, ὅτι καὶ πρὸς τὰ οὐράνια καὶ πρὸς τὴν τοῦ περιέχοντος κρᾶσιν· πρὸς μὲν τὰ οὐράνια, ὅτι τοῖς περισκίοις καὶ τοῖς ἑτεροσκίοις καὶ τοῖς ἀμφισκίοις οὕτως ἂν ἄριστα διοριζομένοις συνδιορίζεται καὶ τὰ περὶ τὴν θέαν τῶν ἄστρων, ὁλοσχερεῖ τινι μερισμῷ λαμβάνοντα τὴν ἐξάλλαξιν· πρὸς δὲ τὴν τοῦ περιέχοντος κρᾶσιν, ὅτι τῆς τούτου κράσεως πρὸς τὸν ἥλιον κρινομένης διαφοραὶ τρεῖς εἰσιν αἱ γενικώταται καὶ συντείνουσαι πρός τε τὰς τῶν ζῴων καὶ φυτῶν συστάσεις καὶ τῶν ἄλλων (ἡμισυσταλεῖς) τῶν ὑπὸ τῷ ἀέρι καὶ ἐν αὐτῷ ἐκείνῳ, ὑπερβολὴ θάλπους καὶ ἔλλειψις καὶ μεσότης. Αὕτη δὲ τῷ εἰς τὰς ζώνας μερισμῷ λαμβάνει τὴν οἰκείαν διάκρισιν· αἵ τε γὰρ κατεψυγμέναι δύο τὴν ἔλλειψιν τοῦ θάλπους ὑπαγορεύουσιν, εἰς μίαν τοῦ περιέχοντος φύσιν συναγόμεναι, αἵ τε εὔκρατοι παραπλησίως εἰς μίαν τὴν μεσότητα ἄγονται, εἰς δὲ τὴν λοιπὴν ἡ λοιπὴ μία καὶ διακεκαυμένη. Ὅτι δὲ καὶ γεωγραφικός ἐστιν ὁ μερισμός, δῆλον. Ζητεῖ γὰρ ἡ γεωγραφία τῆς ἑτέρας τῶν εὐκράτων ἀφορίσαι τὸ οἰκούμενον ὑφ' ἡμῶν τμῆμα· πρὸς δύσει μὲν οὖν καὶ ἀνατολῇ θάλαττά ἐστιν ἡ περατοῦσα, πρὸς δὲ τὰ νότια καὶ τὰ βόρεια ὁ ἀήρ, ὁ μὲν μέσος εὔκρατος ὢν καὶ φυτοῖς καὶ ζῴοις, ὁ δ' ἐφ' ἑκάτερα δύσκρατος ὑπερβολῇ καὶ ἐλλείψει τοῦ θάλπους. Εἰς δὲ τὰς τρεῖς διαφορὰς ταύτας ἐδέησε τῆς εἰς πέντε ζώνας διαιρέσεως. Τῷ γὰρ ἰσημερινῷ τμηθεῖσα δίχα ἡ σφαῖρα τῆς γῆς εἴς τε τὸ βόρειον ἡμισφαίριον, ἐν ᾧ ἡμεῖς ἐσμεν, καὶ τὸ νότιον, ὑπέγραψε τὰς τρεῖς διαφοράς· τὰ μὲν γὰρ πρὸς τῷ ἰσημερινῷ καὶ τῇ δια κεκαυμένῃ ζώνῃ διὰ καῦμα ἀοίκητά ἐστι, τὰ δὲ πρὸς τῷ πόλῳ διὰ ψῦχος, τὰ δὲ μέσα τὰ εὔκρατα καὶ τὰ οἰκήσιμα. Ὁ δὲ τὰς ὑπὸ τοῖς τροπικοῖς προστιθεὶς οὐκ ἀνὰ λόγον ταῖς πέντε ταύτας προστίθησιν, οὐδ' ὁμοίᾳ κεχρημένας διαφορᾷ, ἀλλ' ὡς ἂν εἰ καὶ ταῖς ἐθνικαῖς διαφοραῖς ἀπέφαινε ζώνας, ἄλλην μὲν τὴν Αἰθιοπικήν, ἄλλην δὲ τὴν Σκυθικὴν καὶ Κελτικήν, τρίτην δὲ τὴν ἀνὰ μέσον.

2. Ὁ δὲ Πολύβιος τοῦτο μὲν οὐκ εὖ, τὸ ποιεῖν τινας ζώνας τοῖς ἀρκτικοῖς διοριζομένας, δύο μὲν τὰς ὑποπιπτούσας αὐτοῖς, δύο δὲ τὰς μεταξὺ τούτων καὶ τῶν τροπικῶν· εἴρηται γὰρ ὅτι τοῖς μεταπίπτουσι σημείοις οὐχ ὁριστέον τὰ ἀμετάπτωτα. Οὐδὲ τοῖς τροπικοῖς δὲ τῆς διακεκαυμένης ὅροις χρηστέον· καὶ γὰρ τοῦτ' εἴρηται. Τὴν διακεκαυμένην μέντοι δίχα διαιρῶν πρὸς οὐ φαύλην ἐπίνοιαν φαίνεται κεκινημένος, πρὸς ἣν καὶ ὅλην δίχα διαιροῦμεν εὐφυῶς τὴν γῆν εἴς τε τὸ βόρειον ἡμισφαίριον καὶ τὸ νότιον τῷ ἰσημερινῷ· δῆλον γὰρ ὅτι διαιρεῖται κατὰ ταύτην τὴν τομὴν καὶ ἡ διακεκαυμένη, [καὶ] ποιεῖ τινα ἐπιτηδειότητα, ὥστε καὶ τὸ ἡμισφαίριον ἑκάτερον ἐξ ὅλων συντετάχθαι τριῶν ζω νῶν ὁμοιοειδῶν τῶν ἐν θατέρῳ. Ἡ μὲν οὖν τοιαύτη τομὴ δέχεται τὴν εἰς ἓξ ζώνας διαίρεσιν, ἡ δ' ἑτέρα οὐ πάνυ. Εἰ γοῦν τῷ διὰ τῶν πόλων δίχα τέμνοις τὴν γῆν, οὐκ ἂν εἰκότως ἑκάτερον τῶν ἡμισφαιρίων, τό τε ἑσπέριον καὶ τὸ ἀνατολικόν, τέμνοις εἰς ζώνας ἕξ, ἀλλὰ ἡ εἰς πέντε ἀρκοῦσα ἂν εἴη· τὸ γὰρ ὁμοιοπαθὲς τῶν τμημάτων ἀμφοτέρων τῆς διακεκαυμένης, ἃ ποιεῖ ὁ ἰσημερινός, καὶ τὸ συγκεῖσθαι περιττὴν καὶ περίεργον ἀποφαίνει τὴν τομήν, ὁμοιοειδῶν μὲν οὐσῶν καὶ τῶν εὐκράτων καὶ τῶν κατεψυγμένων, ἀλλ' οὐ συγκειμένων· οὕτως οὖν καὶ τὴν ὅλην γῆν ἐκ τῶν τοιούτων ἡμισφαιρίων ἐπινοουμένην ἀρκούντως ἂν εἰς πέντε διαιροίης. Εἰ δ', ὥσπερ Ἐρατοσθένης φησίν, ἡ ὑποπίπτουσα τῷ ἰσημερινῷ ἐστὶν εὔκρατος, καθάπερ καὶ Πολύβιος ὁμοδοξεῖ (προστίθησι δ' οὗτος καὶ διότι ὑψηλοτάτη ἐστί· διόπερ καὶ κατομβρεῖται, τῶν βορείων νεφῶν κατὰ τοὺς ἐτησίας ἐκεῖ τοῖς ἀναστήμασι προσπιπτόντων πλείστων), πολὺ κρεῖττον τρίτην (τὴν) εὔκρατον ταύτην ποιεῖν στενήν τινα, ἢ τὰς ὑπὸ τοῖς τροπικοῖς εἰσάγειν. Συνηγορεῖ δὲ τούτοις καὶ τὰ τοιαῦτα, ὧν μέμνηται καὶ Ποσειδώνιος, τὸ * ἐκεῖ τὰς μεταστάσεις ὀξυτέρας εἶναι τὰς εἰς τὰ πλάγια, ὡς δ' αὕτως καὶ τὰς ἀπ' ἀνατολῆς ἐπὶ δύσιν τοῦ ἡλίου· ὀξύτεραι γὰρ αἱ κατὰ μεγίστου κύκλου τῶν ὁμοταχῶν κινήσεων.

3. Ἐνίσταται δ' ὁ Ποσειδώνιος τῷ Πολυβίῳ, διότι φησὶ τὴν ὑπὸ τῷ ἰσημερινῷ οἴκησιν ὑψηλοτάτην· οὐδὲν γὰρ εἶναι κατὰ τὴν σφαιρικὴν ἐπιφάνειαν ὕψος διὰ τὴν ὁμαλότητα, οὐδὲ δὴ ὀρεινὴν εἶναι τὴν ὑπὸ τῷ ἰσημερινῷ, ἀλλὰ μᾶλλον πεδιάδα ἰσόπεδόν πως τῇ ἐπιφανείᾳ τῆς θαλάττης· τοὺς δὲ πληροῦντας τὸν Νεῖλον ὄμβρους ἐκ τῶν Αἰθιοπικῶν ὀρῶν συμβαίνειν. Ταῦτα δ' εἰπὼν ἐνταῦθα ἐν ἄλλοις συγχωρεῖ, φήσας ὑπονοεῖν ὄρη εἶναι τὰ ὑπὸ τῷ ἰσημερινῷ, πρὸς ἃ ἑκατέρωθεν ἀπὸ τῶν εὐκράτων ἀμφοῖν προσπίπτοντα τὰ νέφη ποιεῖν τοὺς ὄμβρους. Αὕτη μὲν οὖν ἡ ἀνομολογία φανερά· ἀλλὰ καὶ δοθέντος τοῦ ὀρεινὴν εἶναι τὴν ὑπὸ τῷ ἰσημερινῷ, ἄλλη τις ἀνακύπτειν ἂν δόξειεν· οἱ γὰρ αὐτοὶ σύρρουν φασὶν εἶναι τὸν ὠκεανόν. Πῶς οὖν ὄρη κατὰ μέσον ἱδρύουσιν αὐτόν; Πλὴν εἰ νήσους τινὰς βούλονται λέγειν. Ὅπως [δὲ] δή ποτε τοῦτ' ἔχει, τῆς γεωγραφικῆς μερίδος ἔξω πίπτει· δοτέον δ' ἴσως τῷ προθεμένῳ τὴν περὶ ὠκεανοῦ πραγματείαν ταῦτ' ἐξετάζειν.

 4. Μνησθεὶς δὲ τῶν περιπλεῦσαι λεγομένων τὴν Λιβύην, Ἡρόδοτον μὲν οἴεσθαί φησιν ὑπὸ Δαρείου πεμφθέντας τινὰς τελέσαι τὸν περίπλουν· Ἡρακλείδην δὲ τὸν Ποντικὸν ἐν διαλόγῳ ποιεῖν ἀφιγμένον παρὰ Γέλωνι μάγον τινὰ περιπλεῦσαι φάσκοντα. Ἀμάρτυρα δὲ ταῦτ' εἶναι φήσας καὶ Εὔδοξόν τινα Κυζικηνὸν θεωρὸν καὶ σπονδοφόρον τοῦ τῶν Κορείων ἀγῶνος ἐλθεῖν εἰς Αἴγυπτον ἱστορεῖ κατὰ τὸν δεύτερον Εὐεργέτην· συσταθῆναι δὲ καὶ τῷ βασιλεῖ καὶ τοῖς περὶ αὐτόν καὶ μάλιστα κατὰ τοὺς ἀνάπλους τοῦ Νείλου, θαυμαστικὸν ὄντα τῶν τοπικῶν ἰδιωμάτων ἅμα καὶ οὐκ ἀπαίδευτον. Τυχεῖν δή τινα Ἰνδὸν κομισθέντα ὡς τὸν βασιλέα ὑπὸ τῶν φυλάκων τοῦ Ἀραβίου μυχοῦ, λεγόντων εὑρεῖν ἡμιθανῆ καταχθέντα μόνον ἐν νηί, τίς δ' εἴη καὶ πόθεν, ἀγνοεῖν, μὴ συνιέντας τὴν διάλεκτον· τὸν δὲ παραδοῦναι τοῖς διδάξουσιν ἑλληνίζειν. Ἐκμαθόντα δὲ διηγήσασθαι, διότι ἐκ τῆς Ἰνδικῆς πλέων  περιπέσοι πλάνῃ καὶ σωθείη δεῦρο τοὺς σύμπλους ἀποβαλὼν λιμῷ· ὑποληφθέντα δὲ ὑποσχέσθαι τὸν εἰς Ἰνδοὺς πλοῦν ἡγήσασθαι τοῖς ὑπὸ τοῦ βασιλέως προχειρισθεῖσι· τούτων δὲ γενέσθαι τὸν Εὔδοξον. Πλεύσαντα δὴ μετὰ δώρων ἐπανελθεῖν ἀντιφορτισάμενον ἀρώματα καὶ λίθους πολυτελεῖς, ὧν τοὺς μὲν καταφέρουσιν οἱ ποταμοὶ μετὰ τῶν ψήφων, τοὺς δ' ὀρυκτοὺς εὑρίσκουσι πεπηγότας ἐξ ὑγροῦ, καθάπερ τὰ κρυστάλλινα παρ' ἡμῖν· διαψευσθῆναι δὲ τῶν ἐλπίδων· ἀφελέσθαι γὰρ αὐτὸν ἅπαντα τὸν φόρτον τὸν Εὐεργέτην. Τελευτήσαντος δ' ἐκείνου τὸν βίον, Κλεοπάτραν τὴν γυναῖκα διαδέξασθαι τὴν ἀρχήν· πάλιν οὖν καὶ ὑπὸ ταύτης πεμφθῆναι τὸν Εὔδοξον μετὰ μείζονος παρασκευῆς. Ἐπανιόντα δ' ἀνέμοις παρενεχθῆναι ὑπὲρ τὴν Αἰθιοπίαν· προσφερόμενον δέ τισι τόποις ἐξοικειοῦσθαι τοὺς ἀνθρώπους μεταδόσει σιτίων τε καὶ οἴνου καὶ παλαθίδων, ὧν ἐκείνοις οὐ μετῆν, ἀντὶ δὲ τούτων ὑδρείας τε τυγχάνειν καὶ καθοδηγίας, ἀπογράφεσθαί τε τῶν ῥημάτων ἔνια. Εὑρόντα δ' ἀκρόπρῳρον ξύλινον ἐκ ναυαγίου ἵππον ἔχον ἐγγεγλυμμένον, πυθόμενον ὡς ἀπὸ τῆς ἑσπέρας πλεόντων τινῶν εἴη τὸ ναυάγιον τοῦτο, κομίζειν αὐτὸ ἀναστρέψαντα πρὸς τὸν οἰκεῖον πλοῦν. Σωθέντα δ' εἰς Αἴγυπτον, οὐκέτι τῆς Κλεοπάτρας ἡγουμένης, ἀλλὰ τοῦ παιδός, ἀφαιρεθῆναι  πάλιν πάντα· φωραθῆναι γὰρ νενοσφισμένον πολλά. Τὸ δ' ἀκρόπρῳρον προφέροντα εἰς τὸ ἐμπόριον δεικνύναι τοῖς ναυκλήροις, γνῶναι δὲ Γαδειριτῶν ὄν· τούτων γὰρ τοὺς μὲν ἐμπόρους μεγάλα στέλλειν πλοῖα, τοὺς δὲ πένητας μικρά, ἃ καλεῖν ἵππους ἀπὸ τῶν ἐν ταῖς πρῴραις ἐπισήμων· τούτοις δὲ πλεῖν μέχρι τοῦ Λίξου ποταμοῦ περὶ τὴν Μαυρουσίαν ἁλιευομένους. Ἀλλὰ τῶν δὴ ναυκλήρων τινὰς γνωρίσαι τὸ ἀκρόπρῳρον ἑνὸς τῶν ἀπὸ τοῦ Λίξου ποταμοῦ πορρώτερον πλευσάντων καὶ μὴ σωθέντων ὑπάρξαν. Ἐκ δὲ τούτου συμβαλόντα τὸν Εὔδοξον ὡς δυνατὸς εἴη ὁ περίπλους ὁ Λιβυκός, πορευθέντα οἴκαδε τὴν οὐσίαν ἐνθέμενον πᾶσαν ἐξορμῆσαι. Καὶ πρῶτον μὲν εἰς Δικαιάρχειαν, εἶτ' εἰς Μασσαλίαν ἐλθεῖν, καὶ τὴν ἑξῆς παραλίαν μέχρι Γαδείρων, πανταχοῦ δὲ διακωδωνίζοντα ταῦτα καὶ χρηματιζόμενον κατασκευάσασθαι πλοῖον μέγα καὶ ἐφόλκια δύο λέμβοις λῃστρικοῖς ὅμοια, [οἷς]  ἐμβιβάσθαι τε μουσικὰ παιδισκάρια καὶ ἰατροὺς καὶ ἄλλους τεχνίτας, ἔπειτα πλεῖν ἐπὶ τὴν Ἰνδικὴν μετέωρον ζεφύροις συνεχέσι. Καμνόντων δὲ τῷ πλῷ τῶν συνόντων, ἄκοντα ἐπουρίσαι πρὸς γῆν δεδοικότα τὰς πλημμυρίδας καὶ τὰς ἀμπώτεις. Καὶ δὴ καὶ συμβῆναι ὅπερ ἐδεδίει· καθίσαι γὰρ τὸ πλοῖον, ἡσυχῆ δέ, ὥστε μηδ' ἀθροῦν διαλυθῆναι, ἀλλὰ φθῆναι τὰ φορτία σωθέντα εἰς γῆν καὶ τῶν ξύλων τὰ πλεῖστα· ἐξ ὧν τρίτον λέμβον συμπηξάμενον πεντηκοντόρῳ πάρισον πλεῖν, ἕως ἀνθρώποις συνέμιξε τὰ αὐτὰ ῥήματα φθεγγομένοις, ἅπερ πρότερον ἀπεγέγραπτο· ἅμα δὲ τοῦτό τε γνῶναι ὅτι οἱ ἐνταῦθα ἄνθρωποι ὁμοεθνεῖς εἶεν τοῖς Αἰθίοψιν ἐκείνοις, καὶ ὅτι ὁμοροῖεν τῇ Βόγου βασιλείᾳ. Ἀφέντα δὴ τὸν ἐπὶ Ἰνδοὺς πλοῦν ἀναστρέφειν· ἐν δὲ τῷ παράπλῳ νῆσον εὔυδρον καὶ εὔδενδρον ἐρήμην ἰδόντα σημειώσασθαι· σωθέντα δὲ εἰς τὴν Μαυρουσίαν, διαθέμενον τοὺς λέμβους πεζῇ κομισθῆναι πρὸς τὸν Βόγον καὶ συμβουλεύειν αὐτῷ τὴν ναυστολίαν ἐπανελέσθαι ταύτην, ἰσχῦσαι δ' εἰς τἀναντία τοὺς φίλους ὑποτείνοντας φόβον μὴ συμβῇ τὴν χώραν εὐεπιβούλευτον γενέσθαι, δειχθείσης παρόδου τοῖς ἔξωθεν ἐπιστρατεύειν ἐθέλουσιν. Ὡς δ' ἐπύθετο λόγῳ μὲν πεμπόμενον ἑαυτὸν ἐπὶ τὴν ἀναδειχθεῖσαν ναυστολίαν, ἔργῳ δ' ἐκτεθησόμενον εἰς ἐρήμην τινὰ νῆσον, φυγεῖν εἰς τὴν Ῥωμαίων ἐπικράτειαν, κἀκεῖθεν εἰς τὴν Ἰβηρίαν διᾶραι. Πάλιν δὲ κατασκευασάμενον στρογγύλον πλοῖον καὶ μακρὸν πεντηκόντορον, ὥστε τῷ μὲν πελαγίζειν τῷ δὲ πειρᾶσθαι τῆς γῆς, ἐνθέμενον γεωργικὰ ἐργαλεῖα καὶ σπέρματα καὶ οἰκοδόμους ὁρμῆσαι πρὸς τὸν αὐτὸν περίπλουν· διανοούμενον, εἰ βραδύνοιτο ὁ πλοῦς, ἐνδιαχειμάσαι τῇ προεσκεμμένῃ νήσῳ, καὶ σπείραντα καὶ ἀνελόμενον τοὺς καρποὺς τελέσαι τὸν ἐγνωσμένον ἐξ ἀρχῆς πλοῦν.

5.   Ἐγὼ μὲν οὖν, φησί, μέχρι [τοδε] τῆς περὶ τὸν Εὔδοξον ἱστορίας ἥκω· τί δ' ὕστερον συνέβη, τοὺς ἐκ Γαδείρων καὶ τῆς Ἰβηρίας εἰκὸς εἰδέναι. κ πάντων δὴ τούτων φησὶ δείκνυσθαι διότι ἡ οἰκουμένη κύκλῳ περιρρεῖται τῷ ὠκεανῷ· 
Οὐ γάρ μιν δεσμὸς περιβάλλεται ἠπείροιο, 
ἀλλ' ἐς ἀπειρεσίην κέχυται· τό μιν οὔτι μιαίνει.

Θαυμαστὸς δὴ κατὰ πάντα ἐστὶν ὁ Ποσειδώνιος, τὸν μὲν τοῦ μάγου περίπλουν, ὃν Ἡρακλείδης εἶπεν, ἀμάρτυρον νομίσας, καὶ αὐτῶν τῶν ὑπὸ Δαρείου πεμφθέντων, ὃν Ἡρόδοτος ἱστορεῖ, τὸ δὲ Βεργαῖον διήγημα τοῦτο ἐν πίστεως μέρει τιθείς, εἴθ' ὑπ' αὐτοῦ πεπλασμένον εἴτ' ἄλλων πλασάντων πιστευθέν. Τίς γὰρ ἡ πιθανότης πρῶτον μὲν τῆς κατὰ τὸν Ἰνδὸν περιπετείας; Ὁ γὰρ Ἀράβιος κόλπος ποταμοῦ δίκην στενός ἐστι καὶ μακρὸς πεντακισχιλίους ἐπὶ μυρίοις που σταδίους μέχρι τοῦ στόματος, καὶ τούτου στενοῦ παντάπασιν ὄντος· οὐκ εἰκὸς δ' οὔτ' ἔξω που τὸν πλοῦν ἔχοντας εἰς τὸν κόλπον παρωσθῆναι τοὺς Ἰνδοὺς κατὰ πλάνην (τὰ γὰρ στενὰ ἀπὸ τοῦ στόματος δηλώσειν ἔμελλε τὴν πλάνην), οὔτ' εἰς τὸν κόλπον ἐπίτηδες καταχθεῖσιν ἔτι πλάνης ἦν πρόφασις καὶ ἀνέμων ἀστάτων. Λιμῷ τε πῶς περιεῖδον ἅπαντας ἀπολλυμένους σφᾶς πλὴν ἑνός; Περιγενόμενός τε πῶς ἱκανὸς ἦν μόνος κατευθύνειν τὸ πλοῖον οὐ μικρὸν ὂν, τά γε τηλικαῦτα πελάγη διαίρειν δυνάμενον; Τίς δ' ἡ ὀξυμάθεια τῆς διαλέκτου, ἀφ' ἧς ἱκανὸς ἦν πεῖσαι τὸν βασιλέα, ὡς δυνάμενος τοῦ πλοῦ καθηγήσασθαι; Τίς δ' ἡ σπάνις τῷ Εὐεργέτῃ τῶν τοιούτων καθηγεμόνων, ἤδη γνωριζομένης ὑπὸ πολλῶν τῆς ταύτῃ θαλάττης; Ὁ δὲ δὴ σπονδοφόρος καὶ θεωρὸς τῶν Κυζικηνῶν πῶς ἀφεὶς τὴν πόλιν εἰς Ἰνδοὺς ἔπλει; Πῶς δὲ ἐπιστεύθη τηλικαύτην χρείαν; Πῶς δ' ἐπανιὼν ἀφαιρεθεὶς πάντα παρὰ τὴν ἐλπίδα καὶ ἀτιμωθεὶς ἔτι μείζονα ἐπιστεύθη παρασκευὴν δώρων; Ἐπανιὼν δὲ καὶ παρενεχθεὶς εἰς τὴν Αἰθιοπίαν τίνος χάριν ἢ τὰς διαλέκτους ἀπεγράφετο, ἢ τὸ ἀκρόπρῳρον ἐπυνθάνετο τῆς ἁλιάδος πόθεν ἐκπέσοι; Τὸ γὰρ μαθεῖν ὅτι ἀπὸ δύσεως πλεόντων ἦν ναυάγιον οὐδενὸς ἔμελλεν ὑπάρξειν σημεῖον, ἐπεὶ καὶ αὐτὸς ἔμελλεν ἀπὸ δύσεως πλεῖν κατὰ τὴν ἐπάνοδον. Ἐλθὼν δ' οὖν εἰς Ἀλεξάνδρειαν, φωραθεὶς ὡς νενοσφισμένος πολλά, πῶς οὐκ ἐκολάσθη, ἀλλὰ καὶ περιῄει τοὺς ναυκλήρους διαπυνθανόμενος, δεικνὺς ἅμα τὸ ἀκρόπρῳρον; Ὁ δὲ γνωρίσας οὐχὶ θαυμαστός; Ὁ δὲ πιστεύσας οὐ θαυμασιώτερος καὶ κατ' ἐλπίδα τοιαύτην ἐπανιὼν εἰς τὴν οἰκείαν; καὶ μετοικισμὸν ἐκεῖθεν ποιησάμενος εἰς τὰ ἔξω Στηλῶν; Ἀλλ' οὐδ' ἐξὸν ἦν ἄνευ προστάγματος ἐξ Ἀλεξανδρείας ἀνάγεσθαι, καὶ ταῦτα νενοσφισμένῳ βασιλικὰ χρήματα. Οὐδέ γε λαθεῖν ἐκπλεύσαντα ἐνεδέχετο τοσαύτῃ φρουρᾷ κεκλεισμένου τοῦ λιμένος καὶ τῶν ἄλλων ἐξόδων, ὅσην καὶ νῦν ἔτι διαμένουσαν ἔγνωμεν ἡμεῖς ἐπιδημοῦντες τῇ Ἀλεξανδρείᾳ πολὺν χρόνον, καίτοι τὰ νῦν πολὺ ἀνεῖται, Ῥωμαίων ἐχόντων· αἱ βασιλικαὶ δὲ φρουραὶ πολὺ ἦσαν πικρότεραι. Ἐπειδὴ δὲ καὶ ἀπῆρεν εἰς τὰ Γάδειρα καὶ ναυπηγησάμενος ἔπλει βασιλικῶς, (καὶ) διαλυθέντος αὐτῷ τοῦ πλοίου, πῶς μὲν ἐναυπηγήσατο τρίτον λέμβον ἐν τῇ ἐρήμῳ; Πῶς δὲ πλέων πάλιν καὶ εὑρὼν τοὺς ἑσπερίους Αἰθίοπας τοῖς ἑῴοις ὁμογλώττους οὐκ ὠρέχθη διανύσαι τὸν ἑξῆς πλοῦν, οὕτω χαῦνος ὢν πρὸς τὸ φιλέκδημον, μικρὸν ἔχειν ἐλπίσας λοιπὸν τὸ ἄγνωστον, ἀλλ' ἀφεὶς ταῦτα τῆς διὰ Βόγου ναυστολίας ἐπεθύμησε; Πῶς δ' ἔγνω τὴν λάθρᾳ κατ' αὐτοῦ συνισταμένην ἐπιβουλήν; Τί δὲ τοῦτ' ἦν τῷ Βόγῳ πλεονέκτημα, ὁ τἀνθρώπου ἀφανισμός, ἐξὸν ἄλλως ἀποπέμψασθαι; Γνοὺς δὲ τὴν ἐπιβουλὴν πῶς ἔφθη φυγὼν εἰς ἀσφαλεῖς τόπους; Ἕκαστον γὰρ τῶν τοιούτων οὐκ ἀδύνατον μέν, ἀλλὰ χαλεπὸν καὶ σπανίως γινόμενον μετὰ τύχης τινός· τῷ δ' εὐτυχεῖν ἀεὶ συνέβαινεν, εἰς κινδύνους καθισταμένῳ συνεχεῖς. Πῶς δ' οὐκ ἔδεισεν ἀποδρὰς τὸν Βόγον πλεῖν πάλιν παρὰ τὴν Λιβύην σὺν παρασκευῇ δυναμένῃ συνοικίσαι νῆσον; Οὐ πολὺ οὖν ἀπολείπεται ταῦτα τῶν Πυθέου καὶ Εὐημέρου καὶ Ἀντιφάνους ψευσμάτων. Ἀλλ' ἐκείνοις μὲν συγγνώμη τοῦτ' αὐτὸ ἐπιτηδεύουσιν, ὥσπερ τοῖς θαυματοποιοῖς· τῷ δ' ἀποδεικτικῷ καὶ φιλοσόφῳ, σχεδὸν δέ τι καὶ περὶ πρωτείων ἀγωνιζομένῳ, τίς ἂν συγγνοίη; Ταῦτα μὲν οὖν οὐκ εὖ. 

 6. Τὸ δὲ ἐξαίρεσθαι τὴν γῆν ποτε καὶ ἱζήματα λαμβάνειν καὶ μεταβολὰς τὰς ἐκ τῶν σεισμῶν καὶ τῶν ἄλλων τῶν παραπλησίων, ὅσα διηριθμησάμεθα καὶ ἡμεῖς, ὀρθῶς κεῖται παρ' αὐτῷ· πρὸς ὃ καὶ τὸ τοῦ Πλάτωνος εὖ παρατίθησιν, ὅτι ἐνδέχεται καὶ μὴ πλάσμα εἶναι τὸ περὶ τῆς νήσου τῆς Ἀτλαντίδος, περὶ ἧς ἐκεῖνος ἱστορῆσαι Σόλωνά φησι πεπυσμένον παρὰ τῶν Αἰγυπτίων ἱερέων, ὡς ὑπάρχουσά ποτε ἀφανισθείη, τὸ μέγεθος οὐκ ἐλάττων ἠπείρου· καὶ τοῦτο οἴεται βέλτιον εἶναι λέγειν ἢ διότι ὁ πλάσας αὐτὴν ἠφάνισεν, ὡς ὁ ποιητὴς τὸ τῶν Ἀχαιῶν τεῖχος. Εἰκάζει δὲ καὶ τὴν τῶν Κίμβρων καὶ τῶν συγγενῶν ἐξανάστασιν ἐκ τῆς οἰκείας + γενέσθαι, οὐ κατὰ θαλάττης ἔφοδον οὐκ  ἀθρόαν συμβᾶσαν. Ὑπονοεῖ δὲ τὸ τῆς οἰκουμένης μῆκος ἑπτά που μυριάδων σταδίων ὑπάρχον ἥμισυ εἶναι τοῦ ὅλον κύκλου, καθ' ὃν εἴληπται, ὥστε, φησίν, ἀπὸ τῆς δύσεως εὔρῳ πλέων ἐν τοσαύταις μυριάσιν ἔλθοι ἂν εἰς Ἰνδούς. 

7.  Ἐπιχειρήσας δὲ αἰτιᾶσθαι τοὺς οὕτω τὰς ἠπείρους διορίσαντας, ἀλλὰ μὴ παραλλήλοις τισὶ τῷ ἰσημερινῷ, δι' ὧν ἔμελλον ἐξαλλάξεις δείκνυσθαι ζῴων τε καὶ φυτῶν καὶ ἀέρων, τῶν μὲν τῇ κατεψυγμένῃ συναπτόντων τῶν δὲ τῇ διακεκαυμένῃ, ὥστε οἱονεὶ ζώνας εἶναι τὰς ἠπείρους, ἀνασκευάζει πάλιν καὶ ἐν ἀναλύσει δίκης γίνεται, ἐπαινῶν πάλιν τὴν οὖσαν διαίρεσιν, θετικὴν ποιούμενος τὴν ζήτησιν πρὸς οὐδὲν χρησίμως. Αἱ γὰρ τοιαῦται διατάξεις οὐκ ἐκ προνοίας γίνονται, καθάπερ οὐδὲ αἱ κατὰ τὰ ἔθνη διαφοραί, οὐδ' [αἱ] διάλεκτοι, ἀλλὰ κατὰ περίπτωσιν καὶ συντυχίαν· καὶ τέχναι δὲ καὶ δυνάμεις καὶ ἐπιτηδεύσεις, ἀρξάντων τινῶν, κρατοῦσιν αἱ πλείους ἐν ὁποιῳοῦν κλίματι. Ἔστι δέ τι καὶ παρὰ τὰ κλίματα, ὥστε τὰ μὲν φύσει ἐστὶν ἐπιχώριά τισι, τὰ δ' ἔθει καὶ ἀσκήσει. Οὐ γὰρ φύσει Ἀθηναῖοι μὲν φιλόλογοι, Λακεδαιμόνιοι δ' οὒ καὶ οἱ ἔτι ἐγγυτέρω Θηβαῖοι, ἀλλὰ μᾶλλον ἔθει· οὕτως οὐδὲ Βαβυλώνιοι φιλόσοφοι 'φύσει καὶ Αἰγύπτιοι, ἀλλ' ἀσκήσει καὶ ἔθει· καὶ ἵππων δὲ καὶ βοῶν ἀρετὰς καὶ ἄλλων ζῴων, οὐ τόποι μόνον, ἀλλὰ καὶ ἀσκήσεις ποιοῦσιν. Ὁ δὲ συγχεῖ ταῦτα· ἐπαινῶν δὲ τὴν τοιαύτην διαίρεσιν τῶν ἠπείρων, οἵα νῦν ἐστι, παραδείγματι χρῆται τῷ τοὺς Ἰνδοὺς τῶν Αἰθιόπων διαφέρειν τῶν ἐν τῇ Λιβύῃ· εὐερνεστέρους γὰρ εἶναι καὶ ἧττον ἕψεσθαι τῇ ξηρασίᾳ τοῦ περιέχοντος· διὸ καὶ Ὅμηρον πάντας λέγοντα Αἰθίοπας δίχα διελεῖν,
Οἱ μὲν δυσομένου Ὑπερίονος, οἱ δ' ἀνιόντος·
Κράτητα δ' εἰσάγοντα τὴν ἑτέραν οἰκουμένην, ἣν οὐκ οἶδεν Ὅμηρος, δουλεύειν ὑποθέσει· καὶ ἔδει, φησί, μεταγράφειν οὕτως·
μὲν ἀπερχομένου Ὑπερίονος, 
οἷον ἀπὸ τοῦ μεσημβρινοῦ περικλίνοντος.

 8. Πρῶτον μὲν οὖν οἱ πρὸς Αἰγύπτῳ Αἰθίοπες καὶ αὐτοὶ δίχα διαιροῦνται· οἱ μὲν γὰρ ἐν τῇ Ἀσίᾳ εἰσὶν, οἱ δ' ἐν τῇ Λιβύῃ, οὐδὲν διαφέροντες ἀλλήλων. Ἔπειθ' Ὅμηρος οὐ διὰ τοῦτο διαιρεῖ τοὺς Αἰθίοπας, (ἢ) ὅτι τοὺς Ἰνδοὺς ᾖδει τοιούτους τινὰς τοῖς σώμασιν (οὐδὲ γὰρ ἀρχὴν εἰδέναι τοὺς Ἰνδοὺς εἰκὸς Ὅμηρον, ὅπου γε οὐδ' ὁ Εὐεργέτης κατὰ τὸν Εὐδόξειον μῦθον ᾖδει τὰ κατὰ τὴν Ἰνδικήν, οὐδὲ τὸν πλοῦν τὸν ἐπ' αὐτήν), ἀλλὰ μᾶλλον κατὰ τὴν λεχθεῖσαν ὑφ' ἡμῶν πρότερον διαίρεσιν. Ἐκεῖ δὲ καὶ περὶ τῆς γραφῆς τῆς Κρατητείου διῃτήσαμεν, ὅτι οὐδὲν διαφέρει, οὕτως ἢ ἐκείνως γράφειν· ὁ δὲ τοῦτο μὲν διαφέρειν φησί, κρεῖττον δ' οὕτως εἶναι μεταθεῖναι ἠμὲν ἀπερχομένου.  « Τί οὖν διαφέρει τοῦτο τοῦ ἠμὲν δυσομένου;  » Πᾶν γὰρ τὸ τμῆμα τὸ ἀπὸ τοῦ μεσημβρινοῦ ἐπὶ δύσιν δύσις καλεῖται, καθάπερ καὶ τὸ τοῦ ὁρίζοντος ἡμικύκλιον· ὅπερ καὶ Ἄρατος ἐπισημαίνεται,
 χί περ ἄκραι 
μίσγονται δύσιές τε καὶ ἀντολαὶ ἀλλήλῃσιν.
Εἰ δ' ἐπὶ τῆς Κρατητείου γραφῆς οὕτω βέλτιον, φήσει τις καὶ ἐπὶ τῆς Ἀρισταρχείου δεῖν. Τοσαῦτα καὶ πρὸς Ποσειδώνιον. Πολλὰ γὰρ καὶ ἐν τοῖς καθ' ἕκαστα τυγχάνει τῆς προσηκούσης διαίτης, ὅσα γεωγραφικά· ὅσα δὲ φυσικώτερα, ἐπισκεπτέον ἐν ἄλλοις, ἢ οὐδὲ φροντιστέον· πολὺ γάρ ἐστι τὸ αἰτιολογικὸν παρ' αὐτῷ καὶ τὸ Ἀριστοτελίζον, ὅπερ ἐκκλίνουσιν οἱ ἡμέτεροι διὰ τὴν ἐπίκρυψιν τῶν αἰτιῶν. 

ΚΕΦΑΛΑΙΟΝ Δ'

1. Πολύβιος δὲ τὴν Εὐρώπην χωρογραφῶν τοὺς μὲν ἀρχαίους ἐᾶν φησι, τοὺς δ' ἐκείνους ἐλέγχοντας ἐξετάζειν Δικαίαρχόν τε καὶ Ἐρατοσθένη, τὸν τελευταῖον πραγματευσάμενον περὶ γεωγραφίας, καὶ Πυθέαν, ὑφ' οὗ παρακρουσθῆναι πολλούς, ὅλην μὲν τὴν Βρετ τανικὴν ἐμβαδὸν ἐπελθεῖν φάσκοντος, τὴν δὲ περίμετρον πλειόνων ἢ τεττάρων μυριάδων ἀποδόντος τῆς νήσου, προσιστορήσαντος  δὲ καὶ τὰ περὶ τῆς Θούλης καὶ τῶν τόπων ἐκείνων, ἐν οἷς οὔτε γῆ καθ' αὑτὴν ὑπῆρχεν ἔτι οὔτε θάλαττα οὔτ' ἀήρ, ἀλλὰ σύγκριμά τι ἐκ τούτων πλεύμονι θαλαττίῳ ἐοικός, ἐν ᾧ φησι τὴν γῆν καὶ τὴν θάλατταν αἰωρεῖσθαι καὶ τὰ σύμπαντα, καὶ τοῦτον ὡς ἂν δεσμὸν εἶναι τῶν ὅλων, μήτε πορευτὸν μήτε πλωτὸν ὑπάρχοντα· τὸ μὲν οὖν τῷ πλεύμονι ἐοικὸς αὐτὸς ἑωρακέναι, τἆλλα δὲ λέγειν ἐξ ἀκοῆς. Ταῦτα μὲν τὰ τοῦ Πυθέου, καὶ διότι ἐπανελθὼν ἐνθένδε πᾶσαν ἐπέλθοι τὴν παρωκεανῖτιν τῆς Εὐρώπης ἀπὸ Γαδείρων ἕως Τανάιδος.

2. Φησὶ δ' οὖν ὁ Πολύβιος ἄπιστον καὶ αὐτὸ τοῦτο, πῶς ἰδιώτῃ ἀνθρώπῳ καὶ πένητι τὰ τοσαῦτα διαστήματα πλωτὰ καὶ πορευτὰ γένοιτο· τὸν δ' Ἐρατοσθένη διαπορήσαντα, εἰ χρὴ πιστεύειν τούτοις, ὅμως περί τε τῆς Βρεττανικῆς πεπιστευκέναι καὶ τῶν κατὰ Γάδειρα καὶ τὴν Ἰβηρίαν· πολὺ δέ φησι βέλτιον τῷ Μεσσηνίῳ πιστεύειν ἢ τούτῳ. Ὁ μέντοι γε εἰς μίαν χώραν τὴν Παγχαίίαν λέγει πλεῦσαι· ὁ δὲ καὶ μέχρι τῶν τοῦ κόσμου περάτων κατωπτευκέναι τὴν προσάρκτιον τῆς Εὐρώπης πᾶσαν, ἣν οὐδ' ἂν τῷ Ἑρμῇ πιστεύσαι τις λέγοντι. Ἐρατοσθένη δὲ τὸν μὲν Εὐήμερον Βεργαῖον καλεῖν, Πυθέᾳ δὲ πιστεύειν, καὶ ταῦτα μηδὲ Δικαιάρχου πιστεύσαντος. Τὸ μὲν οὖν μηδὲ Δικαιάρχου πιστεύσαντος, γελοῖον, ὥσπερ ἐκείνῳ κανόνι χρήσασθαι προσῆκον, καθ' οὗ τοσούτους ἐλέγχους αὐτὸς προφέρεται· Ἐρατοσθένους δὲ εἴρηται ἡ περὶ τὰ ἑσπέρια καὶ τὰ ἀρκτικὰ τῆς Εὐρώπης ἄγνοια. Ἀλλ' ἐκείνῳ μὲν καὶ Δικαιάρχῳ συγγνώμη, τοῖς μὴ κατιδοῦσι τοὺς τόπους ἐκείνους· Πολυβίῳ δὲ καὶ Ποσειδωνίῳ τίς ἂν συγ γνοίη; Ἀλλὰ μὴν Πολύβιός γέ ἐστιν ὁ λαοδογματικὰς καλῶν ἀποφάσεις, ἃς ποιοῦνται περὶ τῶν ἐν τούτοις τοῖς τόποις διαστημάτων καὶ ἐν ἄλλοις πολλοῖς, ἀλλ' οὐδ' ἐν οἷς ἐκείνους ἐλέγχει καθαρεύων. Τοῦ γοῦν Δικαιάρχου μυρίους μὲν εἰπόντος τοὺς ἐπὶ Στήλας ἀπὸ τῆς Πελοποννήσου σταδίους, πλείους δὲ τούτων τοὺς ἐπὶ τὸν Ἀδρίαν μέχρι τοῦ μυχοῦ, τοῦ δ' ἐπὶ Στήλας τὸ μέχρι τοῦ πορθμοῦ τρισχιλίους ἀποδόντος, ὡς γίνεσθαι τὸ λοιπὸν ἑπτακισχιλίους τὸ ἀπὸ πορθμοῦ μέχρι Στηλῶν· τοὺς μὲν τρισχιλίους ἐᾶν φησιν, εἴτ' εὖ λαμβάνονται εἴτε μή, τοὺς δ' ἑπτακισχιλίους οὐδετέρως, οὔτε τὴν παραλίαν ἐκμετροῦντι, οὔτε τὴν διὰ μέσου τοῦ πελάγους. Τὴν μὲν γὰρ παραλίαν ἐοικέναι μάλιστ' ἀμβλείᾳ γωνίᾳ, βεβηκυίᾳ ἐπί τε τοῦ πορθμοῦ καὶ τῶν Στηλῶν, κορυφὴν δ' ἐχούσῃ Νάρβωνα· ὥστε συνίστασθαι τρίγωνον βάσιν ἔχον τὴν διὰ τοῦ πελάγους εὐθεῖαν, πλευρὰς δὲ τὰς τὴν γωνίαν ποιούσας τὴν λεχθεῖσαν, ὧν ἡ μὲν ἀπὸ τοῦ πορθμοῦ μέχρι Νάρβωνος μυρίων ἐστὶ καὶ πλειόνων ἢ διακοσίων ἐπὶ τοῖς χιλίοις, ἡ δὲ λοιπὴ μικρῷ ἐλαττόνων ἢ ὀκτακισχιλίων· καὶ μὴν πλεῖστον μὲν διάστημα ἀπὸ τῆς Εὐρώπης ἐπὶ τὴν Λιβύην ὁμολογεῖσθαι κατὰ τὸ Τυρρηνικὸν πέλαγος σταδίων οὐ πλειόνων ἢ τρισχιλίων, κατὰ τὸ Σαρδόνιον δὲ λαμ