|
introduction à athénée de naucratis -
ATHÉNÉE DE
NAUCRATIS
Du cottabe, des couronnes.
Le Livre XV des Deipnosophistes
Pour avoir la traduction d'un paragraphe, cliquer sur le numéro
[665a]
«
Εἴ μοι τὸ Νεστόρειον εὔγλωσσον μέλος κατὰ τὸν πάνσοφον Εὐριπίδην, ἑταῖρε Τιμόκρατες, οὐκ ἂν δυναίμην ἀπομνημονεύειν ἔτι σοι τῶν πολλάκις λεχθέντων ἐν τοῖς περισπουδάστοις τούτοις συμποσίοις διά τε τὴν ποικιλίαν καὶ τὴν ὁμοιότητα τῶν ἀεὶ καινῶς προσευρισκομένων. Καὶ γὰρ καὶ [665b] περὶ τάξεως τῶν περιφορῶν πολλάκις ἐλέχθη καὶ περὶ τῶν μετὰ τὸ δεῖπνον ἐπιτελουμένων, ἅπερ καὶ μόλις ἀναπεμπάζομαι, εἰπόντος τινὸς τῶν ἑταίρων τὰ ἐκ τῶν Λακώνων Πλάτωνος ἰαμβεῖα·
«
Ἄνδρες δεδειπνήκασιν ἤδη; {Β.} Σχεδὸν ἅπαντες. {Α.} Εὖ γε·
2. Μετὰ
ταῦτ´, οἶμαι, καὶ περὶ κοττάβων ζήτησις ἦν [665e]
καὶ τῶν ἀποκοτταβιζόντων. Οὓς οἰηθείς τις τῶν παρόντων ἰατρῶν εἶναι τούτων οἳ
ἀπὸ βαλανείου καθάρσεως ἕνεκα τοῦ στομάχου πίνοντες ἄμυστιν ἀποβλύζουσιν, ἔφη
οὐκ εἶναι παλαιὰν ταύτην παράδοσιν οὐδ´ εἰδέναι τινὰ τῶν ἀρχαίων ταύτῃ τῇ
καθάρσει χρησάμενον. Δι´ ὃ καὶ Ἐρασίστρατον τὸν Ἰουλιήτην ἐν [666a]
τῇ περὶ τῶν Καθόλου πραγματείᾳ ἐπιτιμᾶν τοῖς τοῦτο ποιοῦσιν, βλαπτικὸν ὀφθαλμῶν
τὸ ἐπιχείρημα δεικνύων « Ὄρσ´ Ἀσκληπιάδη, καλέει κρείων σε Χαρωνεύς. » Οὐ γὰρ κακῶς τινι τῶν ἑταίρων ἡμῶν ἐλέχθη τὸ « Εἰ μὴ ἰατροὶ ἦσαν, οὐδὲν ἂν ἦν τῶν γραμματικῶν μωρότερον. » Τίς γὰρ ἡμῶν οὐκ οἶδεν ὅτι οὐκ ἦν οὗτος ὁ ἀποκοτταβισμὸς ἀρχαῖος; Εἰ μή τι σὺ καὶ τοὺς Ἀμειψίου 〈Ἀποκοτταβίζοντας〉 ἀποβλύζειν ὑπολαμβάνεις. Ἐπεὶ οὖν ἄπειρος εἶ τῆς τοιαύτης θεωρίας, μάθε παρ´ [666b] ἐμοῦ ὅτι πρῶτον μὲν ἡ τῶν κοττάβων εὕρεσις Σικελική ἐστιν παιδιά, ταύτην πρώτων εὑρόντων Σικελῶν, ὡς Κριτίας φησὶν ὁ Καλλαίσχρου ἐν τοῖς Ἐλεγείοις διὰ τούτων·
«
Κότταβος ἐκ Σικελῆς ἐστι χθονὸς ἐκπρεπὲς ἔργον, Δικαίαρχος ὁ Μεσσήνιος, Ἀριστοτέλους μαθητής, ἐν τῷ περὶ Ἀλκαίου καὶ τὴν λατάγην φησὶν εἶναι Σικελικὸν ὄνομα. [666c] Λατάγη δ´ ἐστὶν τὸ ὑπολειπόμενον ἀπὸ τοῦ ἐκποθέντος ποτηρίου ὑγρόν, ὃ συνεστραμμένῃ τῇ χειρὶ ἄνωθεν ἐρρίπτουν οἱ παίζοντες εἰς τὸ κοττάβιον. Κλείταρχος δ´ ἐν τῇ περὶ Γλωττῶν πραγματείᾳ λάταγα Θεσσαλοὺς καὶ Ῥοδίους τὸν ἀπὸ τῶν ποτηρίων κότταβον λέγειν. 3. Κότταβος δ´ ἐκαλεῖτο καὶ τὸ τιθέμενον ἆθλον τοῖς νικῶσιν ἐν τῷ πότῳ, ὡς Εὐριπίδης παρίστησιν ἐν Οἰνεῖ λέγων οὕτως·
«
Πυκνοῖς δ´ ἔβαλλον Βακχίου τοξεύμασιν [666d] Ἐκαλεῖτο δὲ κότταβος καὶ τὸ ἄγγος εἰς ὃ ἔβαλλον τὰς λάταγας, ὡς Κρατῖνος ἐν Νεμέσει δείκνυσιν· 〈ὅτι δὲ καὶ χαλκοῦν ἦν, Εὔπολις ἐν Βάπταις λέγει· « χαλκῷ περὶ κοττάβῳ.»〉 Πλάτων δὲ ἐν Διὶ Κακουμένῳ παιδιᾶς εἶδος παροίνιον τὸν κότταβον εἶναι ἀποδίδωσιν, ἐν ᾗ ἐξίσταντο καὶ τῶν σκευαρίων οἱ δυσκυβοῦντες. Λέγει δ´ οὕτως·
«
Πρὸς
κότταβον παίζειν, ἕως ἂν σφῷν ἐγὼ 4. Ἐκάλουν δὲ καὶ κατακτούς τινας κοττάβους. Ἐστὶν δὲ λυχνία ἀναγόμενα πάλιν τε συμπίπτοντα. Εὔβουλος Βελλεροφόντῃ·
« Τίς
ἂν λάβοιτο τοῦ σκέλους κάτωθέ μου; Ἀντιφάνης δ´ ἐν Ἀφροδίτης Γοναῖς·
«
Τονδὶ λέγω, σὺ δ´ οὐ συνιεῖς;
Κότταβος Καὶ μετ´ ὀλίγα·
«
ᾯ
δεῖ λαβὼν τὸ ποτήριον δεῖξον νόμῳ. 5. Ἀγκυλοῦντα γὰρ δεῖ σφόδρα τὴν χεῖρα εὐρύθμως πέμπειν τὸν κότταβον, ὡς Δικαίαρχός φησιν καὶ Πλάτων δ´ ἐν τῷ Διὶ [τῷ] Κακουμένῳ. Παρακελεύεται δέ τις τῷ Ἡρακλεῖ μὴ σκληρὰν ἔχειν τὴν χεῖρα μέλλοντα κοτταβίζειν. [667c] Ἐκάλουν δ´ ἀπ´ ἀγκύλης τὴν τοῦ κοττάβου πρόεσιν διὰ τὸ ἐπαγκυλοῦν τὴν δεξιὰν χεῖρα ἐν τοῖς ἀποκοτταβισμοῖς. Οἳ δὲ ποτηρίου εἶδος τὴν ἀγκύλην φασί. Βακχυλίδης ἐν Ἐρωτικοῖς·
«
Εὖτε
τὴν ἀπ´ ἀγκύλης ἵησι τοῖσδε τοῖς νεανίαις, Καὶ Αἰσχύλος δ´ ἐν Ὀστολόγοις ἀγκυλητοὺς λέγει κοττάβους διὰ τούτων·
«
Εὐρύμαχος, οὐ γὰρ ἄλλος, οὐδὲν ἧσσον ... Ὅτι δὲ ἆθλον προὔκειτο τῷ εὖ προεμένῳ τὸν κότταβον προείρηκε μὲν καὶ ὁ Ἀντιφάνης· ᾠὰ γάρ ἐστι καὶ πεμμάτια καὶ τραγήματα. Ὁμοίως δὲ διεξέρχονται Κηφισόδωρος ἐν Τροφωνίῳ καὶ Καλλίας ἢ Διοκλῆς ἐν Κύκλωψι καὶ Εὔπολις Ἕρμιππός τε ἐν τοῖς Ἰάμβοις. Τὸ δὲ καλούμενον κατακτὸν κοττάβιον τοιοῦτόν ἐστιν· [667e] λυχνίον ἐστὶν ὑψηλόν, ἔχον τὸν μάνην καλούμενον, ἐφ´ ὃν τὴν καταβαλλομένην ἔδει πεσεῖν πλάστιγγα, ἐντεῦθεν δὲ πίπτειν εἰς λεκάνην ὑποκειμένην πληγεῖσαν τῷ κοττάβῳ· « καί τις ἦν ἀκριβὴς εὐχέρεια τῆς βολῆς. » Μνημονεύει δὲ τοῦ μάνου Νικοχάρης ἐν Λάκωσιν. 6. Ἕτερον δ´ ἐστὶν εἶδος παιδιᾶς τῆς ἐν λεκάνῃ. Αὕτη δ´ ὕδατος πληροῦται ἐπινεῖ τε ἐπ´ αὐτῆς ὀξύβαφα κενά, ἐφ´ ἃ βάλλοντες τὰς λατάγας ἐκ καρχησίων ἐπειρῶντο καταδύειν· ἀνῃρεῖτο δὲ τὰ κοττάβια ὁ πλείω καταδύσας. [667f] Ἀμειψίας Ἀκοκοτταβίζουσιν·
« Ἡ
Μανία, φέρ´ ὀξύβαφα καὶ κανθάρους Κρατῖνος ἐν Νεμέσει· « Τὸ δὲ κοττάβῳ προθέντας ἐν πατρικοῖσι νόμοις τὸ κεινεου ὀξυβάφοις βάλλειν μὲν τῶ πόντω δὲ βάλλοντι νέμω πλεῖστα τύχης τὸ δ´ ἆθλον. » Ἀριστοφάνης Δαιταλεῦσιν « Ἔγνωκ´, ἐγὼ δὲ χαλκίον (τοῦτ´ ἐστὶν κοττάβειον) ἱστάναι καὶ μυρρίνας. » [668a] Ἕρμιππος Μοίραις·
« Χλανίδες
δ´ οὖλαι καταβέβληνται, Ἀχαιὸς δ´ ἐν Λίνῳ περὶ τῶν Σατύρων λέγων φησίν·
«
Ῥιπτοῦντες, ἐκβάλλοντες, ἀγνύντες, τί μου τοῦτο δὲ λέγοντες παρ´ ὅσον τῶν ἐρωμένων ἐμέμνηντο, ἀφιέντες ἐπ´ αὐτοῖς τοὺς λεγομένους κοσσάβους. Διὸ καὶ Σοφοκλῆς ἐν Ἰνάχῳ Ἀφροδισίαν εἴρηκε τὴν λάταγα·
«
Ξανθὴ δ´ Ἀφροδισία λάταξ Καὶ Εὐριπίδης ἐν Πλεισθένει·
«
Πολὺς δὲ κοσσάβων
ἀραγμὸς Κύπριδος Καὶ Καλλίμαχος δέ φησι·
«
Πολλοὶ καὶ φιλέοντες Ἀκόντιον ἧκαν ἔραζε 7. Ἦν δέ τι καὶ ἄλλο κοτταβίων εἶδος προτιθέμενον ἐν ταῖς παννυχίσιν, οὗ μνημονεύει Κάλλιππος ἐν Παννυχίδι διὰ τούτων·
«
Ὁ
διαγρυπνήσας [τὸν πυραμοῦντα] λήψεται Ἐγίνετο δὲ καὶ πεμμάτιά τινα ἐν ταῖς παννυχίσιν, ἐν αἷς πλεῖστον ὅσον χρόνον διηγρύπνουν χορεύοντες· καὶ διωνομάζετο τὰ πεμμάτια τότε χαρίσιοι ἀπὸ τῆς τῶν ἀναιρουμένων χαρᾶς. [668d] Μνημονεύει Εὔβουλος ἐν Ἀγκυλίωνι λέγων οὑτωσί· « Καὶ γὰρ πάλαι πέττει τὰ νικητήρια. » Εἶθ´ ἑξῆς φησιν· « Ἐξεπήδης´ ἀρτίως πέττουσα τὸν χαρίσιον. » Ὅτι δὲ καὶ φίλημα ἦν ἆθλον ἑξῆς λέγει ὁ Εὔβουλος·
«
Εἶεν
γυναῖκες· νῦν ὅπως τὴν νύχθ´ ὅλην Ὅτι δὲ ἐσπούδαστο παρὰ τοῖς Σικελιώταις ὁ κότταβος [668e] δῆλον ἐκ τοῦ καὶ οἰκήματα ἐπιτήδεια τῇ παιδιᾷ κατασκευάζεσθαι, ὡς ἱστορεῖ Δικαίαρχος ἐν τῷ περὶ Ἀλκαίου. Οὐκ ἀπεικότως οὖν οὐδ´ ὁ Καλλίμαχος Σικελὴν τὴν λάταγα προσηγόρευσεν. Μνημονεύει τῶν λατάγων καὶ τῶν κοττάβων καὶ ὁ Χαλκοῦς καλούμενος Διονύσιος ἐν τοῖς Ἐλεγείοις διὰ τούτων·
«
Κότταβον ἐνθάδε σοι τρίτον ἑστάναι οἱ δυσέρωτες 8. Ἐπὶ τούτοις ὁ Οὐλπιανὸς ᾔτει πιεῖν μεγάλῃ κύλικι, ἐπιλέγων ἐκ τῶν αὐτῶν ἐλεγείων καὶ τόδε·
[669a]
«Ὕμνους οἰνοχοεῖν ἐπιδέξια σοί τε καὶ ἡμῖν Κατὰ γὰρ τὸν νεώτερον Κρατῖνον, ὃς ἐν Ὀμφάλῃ φησίν·
« Πίνειν μένοντα τὸν καλῶς εὐδαίμονα Πρὸς ὃν ὁ Κύνουλκος ἀεὶ τῷ Σύρῳ ἀντικορυσσόμενος καὶ οὐδέποτε τῆς φιλονεικίας παυόμενος ἧς εἶχε πρὸς αὐτόν, ἐπεὶ θόρυβος κατεῖχεν τὸ συμπόσιον, ἔφη· » τίς οὗτος ὁ τῶν συρβηνέων χορός; Καὶ αὐτὸς δὲ τούτων τῶν ἐπῶν μεμνημένος τινῶν ἐρῶ, ἵνα μὴ ὁ Οὐλπιανὸς βρενθύηται ὡς ἐκ τῶν ἀποθέτων τοῖς Ὁμηρίδαις μόνος ἀνασπάσας 〈λήψεται〉 τὰ κοττάβεια·
«
Ἀγγελίας ἀγαθῆς δεῦρ´ ἴτε πευσόμενοι εἰς τὴν παροῦσαν ζήτησιν ἐπιτήδεια ὄντα. Ὁρῶ γὰρ καὶ τοὺς παῖδας ἤδη φέροντας ἡμῖν στεφάνους καὶ μύρα. Διὰ τί δὲ λέγονται, τῶν ἐστεφανωμένων ἐὰν λύωνται οἱ στέφανοι, ὅτι ἐρῶσιν; Τοῦτο γὰρ ἐν παισὶ τὰ Καλλιμάχου ἀναγινώσκων ἐπιγράμματα, ὧν ἐστι καὶ τοῦτο, ἐπεζήτουν μαθεῖν, εἰπόντος τοῦ Κυρηναίου·
[669d]
« Τὰ δὲ ῥόδα φυλλοβολεῦντα Σὸν οὖν ἐστιν, ὦ μουσικώτατε, τὴν χιλιέτη μου ταύτην ζήτησιν ἀπολύσασθαι, Δημόκριτε, καὶ διὰ τί οἱ ἐρῶντες στεφανοῦσι τὰς τῶν ἐρωμένων θύρας.« 9. Καὶ ὁ Δημόκριτος » ἀλλ´ ἵνα κἀγώ, φησίν, μνημονεύσω τῶν τοῦ Χαλκοῦ ποιητοῦ καὶ ῥήτορος Διονυσίου — Χαλκοῦς δὲ προσηγορεύθη διὰ τὸ συμβουλεῦσαι Ἀθηναίοις χαλκῷ νομίσματι χρήσασθαι, καὶ τὸν λόγον τοῦτον ἀνέγραψε [669e] Καλλίμαχος ἐν τῇ τῶν Ῥητορικῶν Ἀναγραφῇ — λέξω τι καὶ αὐτὸς ἐκ τῶν Ἐλεγείων. Σὺ δέ, ὦ Θεόδωρε (τοῦτο γάρ σου τὸ κύριον ὄνομα),
«
Δέχου τήνδε προπινομένην [669f] Φὴς οὖν « διὰ τί, τῶν ἐστεφανωμένων ἐὰν λύηται ὁ στέφανος, ἐρᾶν λέγονται. » « Πότερον ὅτι ὁ ἔρως τοῦ τῶν ἐρώντων ἤθους περιαιρεῖται τὸν κόσμον, διὰ τοῦτο τὴν τοῦ ἐπιφανοῦς κόσμου περιαίρεσιν φρυκτόν τινα, » φησὶ Κλέαρχος ἐν πρώτῳ Ἐρωτικῶν, « καὶ σημεῖον νομίζουσιν τοῦ καὶ τὸν τοῦ ἤθους κόσμον περιῃρῆσθαι τοὺς τοιούτους. Ἢ καθάπερ ἐπὶ τῆς μαντικῆς ἄλλα πολλά, καὶ τοῦτο σημειοῦνταί τινες; [670a] Ὁ γὰρ ἐκ τοῦ στεφάνου κόσμος οὐδὲν ἔχων μόνιμον σημεῖόν ἐστι πάθους ἀβεβαίου μὲν κεκαλλωπισμένου δέ. Τοιοῦτος δ´ ἐστὶν ὁ ἔρως· οὐδένες γὰρ μᾶλλον τῶν ἐν τῷ ἐρᾶν ὄντων καλλωπίζονται. Εἰ μὴ ἄρα ἡ φύσις οἱονεί τι δαιμόνιον δικαίως βραβεύουσα τῶν πραγμάτων ἕκαστον οἴεται δεῖν τοὺς ἐρῶντας μὴ στεφανοῦσθαι πρὶν κρατήσωσιν τοῦ ἔρωτος· τοῦτο δ´ ἔστιν ὅταν κατεργασάμενοι τὸν ἐρώμενον ἀπαλλαγῶσιν τῆς ἐπιθυμίας. Τὴν ἀφαίρεσιν οὖν τοῦ στεφάνου σημεῖον τοῦ ἔτι ἐν τῷ διαγωνίζεσθαι εἶναι ποιούμεθα. [670b] Ἢ ὁ Ἔρως αὐτὸς οὐκ ἐῶν καθ´ αὑτοῦ στεφανοῦσθαι καὶ ἀνακηρύττεσθαι τῶν μὲν τὸν στέφανον περιαιρεῖ, τοῖς δὲ λοιποῖς ἐνδίδωσιν αἴσθησιν μηνύων ὅτι ἡττῶνται ὑπὸ αὐτοῦ· δι´ ὃ ἐρᾶν οἱ λοιποὶ τοὺς τοιούτους φασίν. Ἢ ὅτι λύεται μὲν πᾶν τὸ δεδεμένον, ὁ δὲ ἔρως στεφανουμένων τινῶν δεσμός ἐστιν (οὐθένες γὰρ ἄλλοι τῶν δεδεμένων περὶ τὸ στεφανοῦσθαι σπουδάζουσιν πλὴν οἱ ἐρῶντες), τὴν τοῦ στεφάνου δὴ λύσιν σημεῖον τοῦ περὶ τὸν ἔρωτα δεσμοῦ νομίζοντες ἐρᾶν φασιν τοὺς τοιούτους; Ἢ διὰ τὸ πολλάκις τοὺς ἐρῶντας διὰ τὴν πτοίησιν, [670c] ὡς ἔοικεν, στεφανουμένους περιαιρεῖν αὑτῶν τὸν στέφανον ἀντιστρέφομεν τῇ ὑπονοίᾳ τὸ πάθος, ὡς οὐκ ἄν ποτε τοῦ στεφάνου περιρέοντος, εἰ μὴ ἤρων; Ἢ ὅτι ἀναλύσεις περὶ μόνους μάλιστα τοὺς ἐρῶντας καὶ καταδεδεμένους γίνονται, τὴν δὲ τοῦ στεφάνου ἀνάλυσιν καταδεδεμένων τινῶν εἶναι νομίζοντες ἐρᾶν φασι τοὺς τοιούτους· καταδέδενται γὰρ οἱ ἐρῶντες. Εἰ μὴ ἄρα διὰ τὸ κατεστέφθαι τῷ ἔρωτι [670d] τοὺς ἐρῶντας οὐκ ἐπίμονος αὐτῶν ὁ στέφανος γίνεται· χαλεπὸν γὰρ ἐπὶ μεγάλῳ καὶ θείῳ στεφάνῳ μικρὸν καὶ τὸν τυχόντα μεῖναι. Στεφανοῦσιν δὲ τὰς τῶν ἐρωμένων θύρας ἤτοι τιμῆς χάριν καθαπερεί τινος θεοῦ τὰ πρόθυρα [στεφανοῦσιν αὐτῶν], ἢ οὐ τοῖς ἐρωμένοις ἀλλὰ τῷ Ἔρωτι ποιούμενοι τὴν τῶν στεφάνων ἀνάθεσιν τοῦ μὲν Ἔρωτος τὸν ἐρώμενον ἄγαλμα, τούτου δὲ ναὸν ὄντα τὴν οἴκησιν στεφανοῦσι [τὰ τῶν ἐρωμένων πρόθυρα]· διὰ ταῦτα δὲ καὶ θύουσιν ἔνιοι ἐπὶ ταῖς τῶν ἐρωμένων θύραις. Ἢ μᾶλλον ὑφ´ ὧν [670e] οἴονταί τε καὶ πρὸς ἀλήθειαν τὸν τῆς ψυχῆς κόσμον ἐσκύλευνται, [καὶ] τούτοις καὶ τὸν τοῦ σώματος κόσμον ὑπὸ τοῦ πάθους ἐξαγόμενοι [καὶ] σκυλεύοντες ἑαυτοὺς ἀνατιθέασιν. Πᾶς δ´ ὁ ἐρῶν τοῦτο δρᾷ μὲν 〈παρόντος〉, μὴ παρόντος δὲ τοῦ ἐρωμένου τοῦ ἐμποδὼν ποιεῖται τὴν ἀνάθεσιν. Ὅθεν Λυκοφρονίδης τὸν ἐρῶντα ἐκεῖνον αἰπόλον ἐποίησε λέγοντα·
«
Τόδ´ ἀνατίθημί σοι ῥόδον, 10. Ἀλλὰ μὴν καὶ ὁ ἱερώτατος Πλάτων ἐν ἑβδόμῳ Νόμων πρόβλημά τι προβάλλει στεφανωτικόν, ὅπερ ἄξιόν ἐστιν ἐπιλύσασθαι, οὕτως λέγοντος τοῦ φιλοσόφου· « Μήλων τέ τινων διανομαὶ καὶ στεφάνων πλείοσιν ἅμα καὶ ἐλάττοσιν ἁρμοττόντων τῶν ἀριθμῶν τῶν αὐτῶν. » Ὁ μὲν Πλάτων οὕτως εἶπεν. Ἐστὶν δ´ ὃ λέγει τοιοῦτον· ἕνα βούλεσθαι ἀριθμὸν εὑρεῖν, ᾧ ἕως τοῦ τελευταίου εἰσελθόντος [671a] ἐξ ἴσου πάντες ἕξουσιν ἤτοι μῆλα ἢ στεφάνους. Φημὶ οὖν τὸν τῶν ἑξήκοντα ἀριθμὸν εἰς ἓξ συμπότας δύνασθαι τὴν ἰσότητα πληροῦν. Οἶδα γὰρ ὅτι κατ´ ἀρχὰς ἐλέγομεν μὴ συνδειπνεῖν τῶν πέντε γε πλείους· ὅτι δ´ ἡμεῖς ψαμμακόσιοι ἐσμὲν δῆλον. Ὁ οὖν 〈τῶν〉 ἑξήκοντα ἀριθμὸς εἰς ἓξ συμπληρωθέντος τοῦ συμποσίου ἀρκέσει οὕτως. Εἰσῆλθεν εἰς τὸ συμπόσιον ὁ πρῶτος καὶ ἔλαβεν στεφάνους ἑξήκοντα· ἐπεισελθόντι τῷ δευτέρῳ δίδωσιν τοὺς ἡμίσεις καὶ ἑκατέρῳ γίνονται τριάκοντα· [671b] καὶ τρίτῳ ἐπεισελθόντι συνδιαιρούμενοι τοὺς πάντας ἐξ εἴκοσιν ἔχουσι, τετάρτῳ πάλιν ὁμοίως κοινωνήσαντες ἐκ δεκαπέντε [γίνονται], πέμπτῳ δὲ ἐκ δώδεκα καὶ τῷ ἕκτῳ ἐκ δέκα. Καὶ οὕτως ἰσότης ἀναπληροῦται τῶν στεφάνων.« 11. Ταῦτ´ εἰπόντος τοῦ Δημοκρίτου ὁ Οὐλπιανὸς ἀποβλέψας πρὸς τὸν Κύνουλκον » Οἵῳ μ´ ὁ δαίμων, ἔφη, φιλοσόφῳ συνῴκισεν· — κατὰ τὸ Θεογνήτου τοῦ κωμῳδιοποιοῦ Φάσμα —
[671c]
«
Ἐπαρίστερ´ ἔμαθες, ὦ πόνηρε, γράμματα· Πόθεν γάρ σοι καὶ ὁ τῶν συρβηνέων ἐπῆλθεν χορός; Τίς τῶν ἀξίων λόγου μέμνηται τοῦ μουσικοῦ τούτου χοροῦ;« Καὶ ὃς » οὐ πρότερον, ἔφη, ὦ οὗτος, διδάξω σε, πρὶν ἂν τὸν ἄξιον παρὰ σοῦ λάβω μισθόν. Οὐ γὰρ ἐγὼ τὰς ἐκ τῶν βιβλίων ἀκάνθας ὥσπερ σὺ ἀναγινώσκων ἐκλέγω, ἀλλὰ τὰ χρησιμώτατα καὶ ἀκοῆς ἄξια.« [671d] Ἐπὶ τούτοις ὁ Οὐλπιανὸς δυσχεράνας ἀνεβόησεν τὰ ἐξ Ὕπνου Ἀλέξιδος·
«
Οὐδ´ ἐν Τριβαλλοῖς ταῦτά γ´ ἐστὶν ἔννομα· Τὰ αὐτὰ ἰαμβεῖα φέρεται καὶ παρὰ Ἀντιφάνει ἐν Ὕπνῳ .« Καὶ ὁ Κύνουλκος· » ἐπεὶ περὶ στεφάνων ζητήσεις ἤδη γεγόνασιν, [671e] εἰπὲ ἡμῖν τίς ἐστιν ὁ παρὰ τῷ χαρίεντι Ἀνακρέοντι Ναυκρατίτης στέφανος, ὦ Οὐλπιανέ. Φησὶν γὰρ οὕτως ὁ μελιχρὸς ποιητής·
«
Στεφάνους δ´ ἀνὴρ τρεῖς ἕκαστος εἶχεν, Καὶ διὰ τί παρὰ τῷ αὐτῷ ποιητῇ λύγῳ τινὲς στεφανοῦνται; Φησὶν γὰρ ἐν τῷ δευτέρῳ τῶν Μελῶν·
[671f]
«
Μεγίστης δ´ ὁ φιλόφρων δέκα δὴ μῆνες ἐπείτε Ὁ γὰρ τῆς λύγου στέφανος ἄτοπος· πρὸς δεσμοὺς γὰρ καὶ πλέγματα ἡ λύγος ἐπιτήδειος. Εἰπὲ οὖν ἡμῖν τι περὶ τούτων ζητήσεως ἀξίων ὄντων καὶ μὴ ὀνόματαθήρα, φιλότης.« 12. Σιωπῶντος δ´ αὐτοῦ καὶ ἀναζητεῖν προσποιουμένου ὁ Δημόκριτος ἔφη· » Ἀρίσταρχος ὁ γραμματικώτατος, ἑταῖρε, ἐξηγούμενος τὸ χωρίον [672a] ἔφη ὅτι καὶ λύγοις ἐστεφανοῦντο οἱ ἀρχαῖοι. Τεναρος δὲ ἀγροίκων εἶναι λέγει στεφάνωμα τὴν λύγον. Καὶ οἱ ἄλλοι δὲ ἐξηγηταὶ ἀπροσδιόνυσά τινα εἰρήκασιν περὶ τοῦ προκειμένου. Ἐγὼ δ´ ἐντυχὼν τῷ Μηνοδότου τοῦ Σαμίου συγγράμματι, ὅπερ ἐπιγράφεται Τῶν κατὰ τὴν Σάμον ἐνδόξων ἀναγραφή, εὗρον τὸ ζητούμενον. Ἀδμήτην γάρ φησιν τὴν Εὐρυσθέως ἐξ Ἄργους φυγοῦσαν ἐλθεῖν εἰς Σάμον, θεασαμένην δὲ τὴν τῆς Ἥρας ἐπιφάνειαν καὶ τῆς οἴκοθεν σωτηρίας χαριστήριον βουλομένην ἀποδοῦναι ἐπιμεληθῆναι τοῦ [672b] ἱεροῦ τοῦ καὶ νῦν ὑπάρχοντος, πρότερον δὲ ὑπὸ Λελέγων καὶ Νυμφῶν καθιδρυμένου· τοὺς δ´ Ἀργείους πυθομένους καὶ χαλεπαίνοντας πεῖσαι χρημάτων ὑποσχέσει Τυρρηνοὺς λῃστρικῷ [τε] βίῳ χρωμένους ἁρπάσαι τὸ βρέτας, πεπεισμένους τοὺς Ἀργείους ὡς, εἰ τοῦτο γένοιτο, πάντως τι κακὸν πρὸς τῶν τὴν Σάμον κατοικούντων ἡ Ἀδμήτη πείσεται. Τοὺς δὲ Τυρρηνοὺς ἐλθόντας εἰς τὸν Ἡραίτην ὅρμον καὶ ἀποβάντας εὐθέως ἔχεσθαι τῆς πράξεως. Ἀθύρου δὲ ὄντος τότε τοῦ νεὼ [672c] ταχέως ἀνελέσθαι τὸ βρέτας καὶ διακομίσαντας ἐπὶ θάλασσαν εἰς τὸ σκάφος ἐμβαλέσθαι· λυσαμένους δ´ αὐτοὺς τὰ πρυμνήσια καὶ τὰς ἀγκύρας ἀνελομένους εἰρεσίᾳ τε πάσῃ χρωμένους ἀπαίρειν οὐ δύνασθαι. Ἡγησαμένους οὖν θεῖόν τι τοῦτ´ εἶναι πάλιν ἐξενεγκαμένους τῆς νεὼς τὸ βρέτας ἀποθέσθαι παρὰ τὸν αἰγιαλόν· καὶ ψαιστὰ αὐτῷ ποιήσαντας περιδεεῖς ἀπαλλάττεσθαι. Τῆς δὲ Ἀδμήτης ἕωθεν δηλωσάσης ὅτι τὸ βρέτας ἠφανίσθη καὶ ζητήσεως γενομένης εὑρεῖν μὲν αὐτὸ τοὺς ζητοῦντας ἐπὶ τῆς ᾐόνος, [672d] ὡς δὲ δὴ βαρβάρους Κᾶρας ὑπονοήσαντας αὐτόματον ἀποδεδρακέναι πρός τι λύγου θωράκιον ἀπερείσασθαι καὶ τοὺς εὐμηκεστάτους τῶν κλάδων ἑκατέρωθεν ἐπισπασαμένους περιειλῆσαι πάντοθεν. Τὴν δὲ Ἀδμήτην λύσασαν αὐτὸ ἁγνίσαι καὶ στῆσαι πάλιν ἐπὶ τοῦ βάθρου, καθάπερ πρότερον ἵδρυτο. Διόπερ ἐξ ἐκείνου καθ´ ἕκαστον ἔτος ἀποκομίζεσθαι τὸ βρέτας εἰς τὴν ᾐόνα καὶ ἀφαγνίζεσθαι ψαιστά τε αὐτῷ παρατίθεσθαι· καὶ καλεῖσθαι Τόναια τὴν ἑορτήν, [672e] ὅτι συντόνως συνέβη περιειληθῆναι τὸ βρέτας ὑπὸ τῶν τὴν πρώτην αὐτοῦ ζήτησιν ποιησαμένων. 13. Ἱστορεῖται δ´ ὑπ´ αὐτὸν ἐκεῖνον τὸν χρόνον τῶν Καρῶν δεισιδαιμονίᾳ περισχεθέντων ἐπὶ τὸ μαντεῖον τοῦ θεοῦ παραγενομένων εἰς Ὕβλαν καὶ πυνθανομένων περὶ τῶν ἀπηντημένων, θεσπίσαι τὸν Ἀπόλλωνα ποινὴν αὐτοὺς ἀποδοῦναι τῇ θεῷ δι´ ἑαυτῶν ἑκούσιον καὶ χωρὶς δυσχεροῦς συμφορᾶς, ἣν ἐν τοῖς ἔμπροσθεν χρόνοις ἀφώρισεν [672f] ὁ Ζεὺς τῷ Προμηθεῖ χάριν τῆς κλοπῆς τοῦ πυρός, λύσας αὐτὸν ἐκ τῶν χαλεπωτάτων δεσμῶν· καὶ τίσιν ἑκούσιον ἐν ἀλυπίᾳ κειμένην δοῦναι θελήσαντος, ταύτην ἐκείνῳ ἐπιτάξαι τὸν καθηγούμενον τῶν θεῶν. Ὅθεν αὐτίκα τὸν δεδηλωμένον στέφανον τῷ Προμηθεῖ περιγενέσθαι καὶ μετ´ οὐ πολὺ τοῖς εὐεργετηθεῖσιν ἀνθρώποις ὑπ´ αὐτοῦ κατὰ τὴν τοῦ πυρὸς δωρεάν. Διόπερ καὶ τοῖς Καρσὶ κατὰ τὸ παραπλήσιον ὁ θεὸς παρεκελεύσατο στεφανώματι χρωμένοις τῇ λύγῳ καταδεῖν τὴν ἑαυτῶν κεφαλὴν τοῖς κλάδοις οἷς αὐτοὶ κατέλαβον τὴν θεόν. [673a] Καταλῦσαι δὲ καὶ τἄλλα γένη τῶν στεφάνων ἐπέταξε χωρὶς τῆς δάφνης· τὴν δ´ αὐτὸς ἔφη το |