
OEUVRES D'HIPPOCRATE
ΓΥΝΑΙΚΕΙΩΝ ΠΡΩΤΟΝ.
LIVRE I
texte grec
Pour avoir la traduction française d'un paragraphe, cliquer sur le paragraphe

|
ΓΥΝΑΙΚΕΙΩΝ ΠΡΩΤΟΝ. [1] Τὰ δὲ ἀμφὶ γυναικείων νούσων· φημὶ γυναῖκα ἄτοκον ἐοῦσαν ἢ τετοκυῖαν χαλεπώτερον καὶ θᾶσσον ἀπὸ τῶν καταμηνίων νοσέειν· ὁκόταν γὰρ τέκῃ, εὐροώτερά οἱ τὰ φλέβιά ἐστιν ἐς τὰ καταμήνια· εὔροα δέ σφιν ποιέει γίνεσθαι ἡ λοχίη κάθαρσις καὶ ἡ καταῤῥαγὴ τοῦ σώματος· τὰ πλησιάζοντα δὲ μάλιστα τῆς τε κοιλίης καὶ τῶν μαζῶν καταῤῥήγνυται· καταῤῥήγνυται δὲ καὶ τὸ ἄλλο σῶμα· ὑφ´ ὅτευ δὲ γίνεται, εἴρηταί μοι ἐν τῇ φύσει τοῦ παιδίου τοῦ ἐν τόκῳ· καταῤῥαγέντος δὲ τοῦ σώματος, ἀνάγκη τὰς φλέβας μᾶλλον στομοῦσθαι καὶ εὐροωτέρας γίνεσθαι ἐς τὰ καταμήνια, καὶ τὰς μήτρας μᾶλλον στομοῦσθαι, οἷα τοῦ παιδίου χωρήσαντος διὰ σφέων καὶ βίην καὶ πόνον παρασχόντος· καὶ τουτέων ὧδε ἐχόντων, τὰ καταμήνια ἀκαματώτερον ἀποκαθαίρεται ἡ γυνὴ, ἐπὴν λοχίων ἔμπειρος γένηται. Εἰ δὲ καί τι πάθημα τῇ γυναικὶ γένοιτο τῇ ἤδη τετοκυίῃ, ὥστε τὰ καταμήνια μὴ δύνασθαι καθαρθῆναι, ῥηϊτέρως τὸν πόνον οἴσει ἢ εἰ ἄτοκος ἦν· ἠθάδες γὰρ αἱ μῆτραι καὶ τὸ σῶμα ἐπιτήδειον πληροῦσθαι, ἅτε ἐν γαστρὶ ἐχούσῃ, καὶ ἅμα εὐρυχωρίη ἐστὶν ἐν τῷ σώματι πλείων τῷ αἵματι, ἐπὴν τέκῃ, οἷα τοῦ σώματος καταῤῥαγέντος, καὶ ἐν εὐρυχωρίῃ ἐὸν τὸ αἷμα ἀπονώτερον γίνεται, ἢν μὴ ὑπερπιμπλῶνται αἱ φλέβες καὶ ὑπερτονέωσιν. Ἀτόκῳ δὲ ἐούσῃ, τοῦ τε σώματος οὐ ξυνήθεος ἐόντος, ἐπὴν πληρωθῇ, ἰσχυροτέρου τε καὶ στερεωτέρου καὶ πυκνοτέρου ἐόντος, ἢ εἰ λοχίων ἔμπειρος γένοιτο, καὶ τῶν μητρέων ἀστομωτέρων ἐουσέων, τὰ ἐπιμήνια ἐπιπονωτέρως χωρέει, καὶ τὰ παθήματα προσπίπτει πλείονα, ὥστε τὰ καταμήνια ἀποφράσσεσθαι, ἐπὴν ἄτοκος ᾖ. Ἔχει δὲ ὧδε ὥς μοι καὶ πρὶν εἴρηται· φημὶ τὴν γυναῖκα ἀραιοσαρκοτέρην καὶ ἁπαλωτέρην εἶναι ἢ τὸν ἄνδρα· καὶ τουτέου ὧδε ἔχοντος, ἀπὸ τῆς κοιλίης ἕλκει τὴν ἰκμάδα καὶ τάχιον καὶ μᾶλλον τὸ σῶμα τῆς γυναικὸς ἢ τοῦ ἀνδρός. Καὶ γὰρ εἴ τις ὑπὲρ ὕδατος ἢ καὶ χωρίου ὑδρηλοῦ δύο ἡμέρας καὶ δύο εὐφρόνας θείη εἴρια καθαρὰ καὶ εἷμα καθαρὸν καὶ βεβυσμένον εὐστάθμως ἴσον τοῖσιν εἰρίοισιν, ἀνελὼν εὑρήσει στήσας πολλῷ βαρύτερα τὰ εἴρια ἢ τὸ εἷμα· ὅτι δὲ τοῦτο γίνεται, αἰεὶ ἀποχωρέει ἐς τὸ ἀνεκὰς ἀπὸ ὕδατος ἐν ἀγγείῳ εὐρυστόμῳ ἐόντος, καὶ τὰ μὲν εἴρια, ἅτε ἀραιά τε καὶ μαλθακὰ ἐόντα, ἀναδέξεται τοῦ ἀποχωρέοντος πλέον, τὸ δὲ εἷμα, ἅτε πλῆρες ἐὸν καὶ βεβυσμένον, ἀποπληρώσεται τὸ πολλὸν οὐκ ἐπιδεχόμενον τοῦ ἀποχωρέοντος. Οὕτω δὴ καὶ ἡ γυνὴ, ἅτε ἀραιοτέρη ἐοῦσα, εἵλκυσε πλέον ἀπὸ τῆς κοιλίης τῷ σώματι τῆς ἰκμάδος καὶ θᾶσσον ἢ ὁ ἀνὴρ, καὶ ἅτε ἁπαλοσάρκῳ ἐούσῃ τῇ γυναικὶ, ἐπὴν πλησθῇ τοῦ αἵματος τὸ σῶμα, ἢν μὴ ἀποχωρήσῃ ἀπ´ αὐτέου, πληρευμένων τῶν σαρκῶν καὶ θερμαινομένων, πόνος γίνεται· θερμότερον γὰρ τὸ αἷμα ἔχει ἡ γυνὴ, καὶ διὰ τοῦτο θερμοτέρη ἐστὶ τοῦ ἀνδρός· ἢν δὲ τὸ πλεῖον ἐπιγενόμενον ἀποχωρέῃ, οὐ γίνεται ὁ πόνος καὶ ἡ θέρμη ὑπὸ τοῦ αἵματος. Ὁ δὲ ἀνὴρ στερεοσαρκότερος ἐὼν τῆς γυναικὸς οὔτε ὑπερπίμπλαται τοῦ αἵματος τόσον, ὥστε, ἢν μὴ ἀποχωρέῃ τι τοῦ αἵματος καθ´ ἕκαστον μῆνα, πόνον γίνεσθαι, ἕλκει τε ὁκόσον ἐς τροφὴν τοῦ σώματος, τό τε σῶμά οἱ οὐχ ἁπαλὸν ἐὸν οὐχ ὑπερτονέει, οὐδ´ ὑπερθερμαίνεται ὑπὸ πληθώρης ὡς τῇ γυναικί· μέγα δὲ ξυμβάλλεται ἐς τοῦτο τῷ ἀνδρὶ, ὅτι ταλαιπωρέει μᾶλλον τῆς γυναικός· ἡ γὰρ τωλαιπωρίη ἀπάγει τῆς ἰκμάδος. [2] Ἐπὴν οὖν γυναικὶ ἀτόκῳ ἐούσῃ κρυφθῇ τὰ ἐπιμήνια καὶ μὴ δύνηται ὁδὸν ἔξω εὑρεῖν, νοῦσος γίνεται, τοῦτο δὲ ξυμβαίνει, ἢν τῶν μητρέων τὸ στόμα μεμύκῃ ἢ ἰδνωθῇ, ἢ ξυστραφῇ τι τοῦ αἰδοίου· ἢν γὰρ τουτέων τι ᾖ, οὐ δυνήσεται ἔξοδον εὑρεῖν τὰ ἐπιμήνια, πρὶν ἂν αἱ μῆτραι ἐς τὴν φύσιν τὴν ὑγιεινὴν μεταστέωσι. Γίνεται δὲ τὸ νούσημα τοῦτο μάλιστα, αἵτινες στενοστόμους τὰς μήτρας ἔχουσιν, ἢ τὸν αὐχένα πρόσω τοῦ αἰδοίου κείμενον· ἢν γὰρ τουτέων θάτερον ᾖ, καὶ μὴ μίσγηται ἡ γυνὴ τῷ ἀνδρὶ, καὶ κενωθῇ ἡ κοιλίη μᾶλλον τοῦ καιροῦ ὑπό τευ παθήματος, στρέφονται αἱ μῆτραι· οὔτε γὰρ ἰκμαλέαι εἰσὶ κατὰ σφέας, οἷα μὴ λαγνευομένης, εὐρυχωρίη τε σφίσιν ἐστὶν, ἅτε τῆς κοιλίης κενοτέρης ἐούσης, ὥστε στρέφεσθαι ἅτε ξηροτέρης καὶ κουφοτέρης ἐούσης τοῦ καιροῦ. Καὶ ἔστιν ὅτε στρεφομένων σφέων τυγχάνει τὸ στόμα πρόσω παραστραφὲν, ἅτε τοῦ αὐχένος πρόσω τοῦ αἰδοίου κειμένου· ἢν γὰρ ἰκμαλέαι ἔωσιν αἱ μῆτραι ἀπὸ λαγνείης καὶ ἡ κοιλίη μὴ κενῶται, οὐ ῥηϊδίως στρέφονται. Τοῦτ´ οὖν αἴτιον γίνεται ὥστε αὐτὰς ξυμμύειν, οἷα μὴ λαγνευομένης τῆς γυναικός. Ἐν δὲ τοῖσι τρίτοισιν ἄριστα μὲν πείσεται, ἤν οἱ κατελθόντα ἐξαγάγῃ τὰ προϋπάρχοντα· εἰ δὲ μὴ, πείσεται τάδε ἡ γυνή· πνίξ τέ οἱ ἄλλοτε καὶ ἄλλοτε ξυμπεσεῖται, καὶ πῦρ λήψεται ἄλλοτε καὶ ἄλλοτε καὶ φρίκη καὶ ὀσφύος ἄλγημα. Ταῦτα πείσεται ἐν τοῖσι τρίτοισιν ἐπιμηνίοισιν, ἢν μή οἱ ἐξίῃ· ἐν δὲ τοῖσι τετάρτοισιν, ἢν μή οἱ ἐξίῃ τοῖσί τε προτέροισιν ἔξοδον ποιήσῃ, τά τε μὴν τρίτα πονήματα πάντα μᾶλλον πονήσει, καὶ μάλιστα ἐν τῷ χρόνῳ τῶν καταμηνίων, ἔπειτα ἧσσον, πολλάκις δὲ καὶ δόξει ἄπονος εἶναι· ἔσται δὲ ἐπὶ τοῖσι καὶ τάδε ἕτερα σημήϊα· οὐρήσει τε πουλὺ παχὺ ἄλλοτε καὶ ἄλλοτε, καὶ ἡ γαστὴρ αὐτῆς σκληρὴ ἔσται καὶ μέζων ἢ τοπρόσθεν, καὶ βρύξει τοὺς ὀδόντας, καὶ ἀσιτήσει, καὶ ἀγρυπνήσει. Τοιαῦτα δὲ πείσεται ἐπὶ τοῖσι τετάρτοισι καταμηνίοισι· μελεδαινομένη δὲ καὶ ἐν τουτέοισιν ὑγιαίνει. Καὶ ἐν τοῖσι πέμπτοισιν, ἢν μή οἱ πολλὰ τὰ ἐπιμήνια κατίῃ, καὶ ὁ πόνος ἰσχυρότερος προσπίπτει. Ἐν δὲ τοῖσιν ἕκτοισιν ἤδη ἀνίητος ἔσται. Καὶ τὰ μὲν πρότερα σημήϊα μᾶλλον πονήσει, ἐπέσται δὲ ἐπ´ αὐτοῖσι καὶ τάδε· ἀλύξει τε καὶ ῥίψει ἑωυτὴν ἄλλοτε καὶ ἄλλοτε, καὶ λειποθυμήσει, καὶ ἐμέσει φλέγμα, καὶ δίψα ἰσχυρή μιν λήψεται, ἅτε καιομένης τῆς κοιλίης ὑπὸ τῶν μητρέων ἐουσέων πληρέων αἵματος, καὶ ψαυομένη ἀλγήσει, καὶ μάλιστα τὸ ἦτρον, καὶ πυρέξει ἄλλοτε καὶ ἄλλοτε ὀξέως, καὶ βορβορύξουσιν αἱ μῆτραι ἄλλοτε καὶ ἄλλοτε, ἅτε τοῦ αἵματος ἐγκλονευμένου καὶ οὐ διαχωρέοντος ἐν αὐτῇσι, καὶ ἡ κοιλίη οὐ διαχωρήσει κατὰ τρόπον, οὔτε ἡ κύστις διηθήσει τὸ οὖρον, ἐπήν οἱ αἱ μῆτραι προσπέσωσι πρὸς τὸν στόμαχον νευρώδεα ἐόντα, καὶ ἐς τὴν κοιλίην ἐμβάλωσιν· ἀλγέει τὴν ῥάχιν καὶ τὸ νῶτον πᾶν, καὶ τὴν γλῶσσαν αὐτῆς χαλινοῦται, καὶ ἀσαφῆ ταύτην ἔχει, καὶ λειποθυμίη, ἔστι δ´ ᾗσι καὶ ἀφωνίη, καὶ δάκνεται τὸν στόμαχον, καὶ ξανθὴ χολὴ ἔξεισι, καὶ πνεῦμα προσπταῖον, καὶ ἀλύει, καὶ ῥίπτει ἑωυτὴν, καὶ ἐμπίπραται. Ἐπὴν δὲ μεταστέωσι καὶ εἰρύσῃ ἡ κύστις τὸ λεπτὸν τοῦ αἵματος τοῦ ἀπὸ τῶν μητρέων, τότε τὸ οὖρον διουρέεται ἐρυθρὸν, καὶ πονέει μὲν τὸ ἄλλο σῶμα, μάλιστα δὲ τὸν τράχηλον καὶ τὴν ῥάχιν καὶ τὴν ὀσφὺν, τούς τε βουβῶνας, καὶ ἐς τοῦτο ἐλθούσῃ αὐτῇ ἥ τε γαστὴρ ἀείρεται, καὶ τὰ σκέλεα ὑπὲρ τὸ χρεὼν διοιδίσκεται καὶ αἱ κνῆμαι καὶ οἱ πόδες, καὶ ὁ θάνατος ἔπεισι. Καὶ περὶ μὲν ταύτης οὕτω τελευτᾷ ἐς ἓξ μῆνας τὰ ἐπιμήνια ἀδηλεύμενα. Γίνεται δὲ καὶ ταῦτα· ἔστιν ᾗσι τῶν γυναικῶν, ἐπὴν δίμηνα ᾖ τὰ καταμήνια ἐν τῇσι μήτρῃσι πολλὰ ἐόντα, ἔρχεται ἐς πλεύμονα, ἐπὴν ἀποληφθῇ, καὶ πάσχει πάντα ἅπερ ἐν φθινάδι εἴρηται, καὶ οὐχ οἵη τέ ἐστι περιεῖναι. Γίνεται δὲ καὶ τάδε· ἔστιν ᾗσι διάπυα γίνεται τὰ ἐπιμήνια χρονίσαντα, ἐπὴν γένηται δίμηνα ἢ τρίμηνα· τοῦτο δὲ μάλιστα γίνεται, ἢν ξυγκαῇ ὑπὸ τοῦ πυρός. Σημεῖα δέ ἐστιν, ἢν διάπυα ᾖ· ὀδύναι τε γὰρ ἐμπίπτουσιν ἐς τὸ ἦτρον ἰσχυραὶ καὶ σφύξιες, καὶ ψαυομένη οὐκ ἀνέχεται, καὶ ἢν μέλλῃ βελτιόνως ἔχειν, ῥήγνυται αὐτῇ τὰ ἐπιμήνια κατὰ τὸ αἰδοῖον, καὶ χωρέει πῦον καὶ αἷμα· ὀζόμενον δὲ χωρέει ἐπὶ ἡμέρας ἑπτὰ ἢ ὀκτὼ ἢ ἐννέα· ἐν δὲ τῷ πρὶν χρόνῳ πονέεται, ὡς εἴρηται ἔμπροσθεν· ἐπὴν δὲ ἀποκαθαρθῇ, ἄριστον μὲν εἰ μὴ γένοιτο ἕλκεα· ἢν δὲ ὑπολίπηται ἕλκεα, πλέονος δεήσει θεραπηΐης ὅκως τὰ ἕλκεα μὴ μυδήσει καὶ κάκοδμα ἔσται· ἄφορος δὲ ἔσται καὶ ἢν ῥαΐσῃ, ἢν μεγάλα ᾖ τὰ ἕλκεα γενόμενα ἐν τῇσι μήτρῃσιν. Ἢν δὲ μή οἱ κατὰ τὸ αἰδοῖον χωρήσῃ τὰ ἐπιμήνια διάπυα γενόμενα, ξυμβήσεται ὑπὲρ τοῦ βουβῶνος κατὰ τὴν λαπάρην ῥαγῆναι, ἄτερ φύματος, ἅτε τοῦ πύου διαφαγόντος, καὶ κείνῃ χωρήσει πυώδεα ὀδμαλέα· καὶ ἢν τοῦτο γένηται, οὐ περιγίνεται ἡ γυνή· ἢν δὲ καὶ περιγένηται, αἰεὶ ἄφορος ἔσται· ταύτῃ γάρ οἱ τὸ λοιπὸν ἡ ὁδὸς γίνεται τοῖσιν ἐπιμηνίοισιν ἔξω· τὸ γὰρ στόμα τῶν μητρέων πρὸς τοῦτο τὸ χωρίον προσπέπτωκε. Γίνεται δὲ καὶ τόδε· ἔστιν ᾗσιν, ἐπὴν δίμηνα ἢ τρίμηνα ἢ χρονιώτερα ᾖ τὰ ἐπιμήνια καὶ προσπέσῃ πρὸς τὴν λαπάρην, μὴ διαπύων τῶν καταμηνίων ἐόντων, ὡς φῦμα γίνεται ὑπὲρ τοῦ βουβῶνος ἀκέφαλον, μέγα, ἐρυθρόν. Καὶ τῶν ἰητρῶν πολλοὶ ἤδη οὐκ εἰδότες τοῦτο ὁκοῖόν τί ἐστιν ἔταμον καὶ ἐς κίνδυνον ἤγαγον οὕτως. Τὸ δὲ ὡς φῦμα γενόμενον γίνεται τρόπῳ τοιῷδε· ἐπαυρίσκεται τοῦ αἵματος ἡ σάρξ, ἅτε προσκειμένου τοῦ στόματος τῶν μητρέων τῇ λαπάρῃ, καὶ ἐμπίπλαται ἀπ´ αὐτέου, καὶ ἐξίσταται ἅτε πληρευμένη τοῦ αἵματος ἡ σάρξ· καὶ ἔστιν ὅτε, ἢν μεταστῇ τὸ στόμα τῶν μητρέων καὶ γένηται κατὰ τὸ αἰδοῖον, καὶ χωρήσῃ διὰ τοῦ αἰδοίου τὰ καταμήνια, καθίσταται τὸ ἐξεστηκὸς κατὰ τὴν λαπάρην, διαδιδοῖ γὰρ ἐς τὰς μήτρας, αἱ δὲ ἔξω ἐχάλασαν· ἢν δὲ μὴ στραφῇ κατὰ τὸ αἰδοῖον τὸ στόμα τῶν μητρέων, διαπυέει κατὰ τὴν λαπάρην, καὶ ταύτῃ ὁδὸς γίνεται τοῖσι καταμηνίοισι, καὶ οἱ κίνδυνοι οἱ αὐτοί εἰσιν οἱ καὶ πρόσθεν εἰρημένοι. Τρέπεται δὲ καὶ ἐς ἔμετον· ἔστιν ᾗσι καὶ κατὰ τὴν ἕδρην, ὥσπερ μοι εἴρηται ἐν τῇσι παρθενίῃσι νούσοισι, καὶ σημήϊα καὶ πόνους τοὺς αὐτοὺς δείκνυσι τοῖσι κεῖθι εἰρημένοισιν· ἧσσον δὲ ταύτην τὴν ὁδὸν ποιέεται τὰ ἐπιμήνια τῇσι γυναιξὶν ἢ τῇσι παρθένοισιν. [3] Ὁκόταν δὲ τὰ ἐπιμήνια κρυφθῇ, ὀδύνη ἔχει τὴν νειαίρην γαστέρα, καὶ δοκέει τι ἐγκεῖσθαι βάρος, καὶ τὰς ἰξύας ἐκπάγλως πονέει καὶ τοὺς κενεῶνας. Ἢν δὲ τὰ ἐπιμήνια παντάπασι μὴ γίνηται ὑπὸ νούσου ἢ παχέα καὶ γλίσχρα καὶ κολλώδεα ἔῃ, πρῶτον χρὴ τὴν κοιλίην καθῆραι ἄνω τε καὶ κάτω· ἔπειτα τὰς ὑστέρας προσθέτῳ, ὑφ´ οὗ αἷμα καθαίρεται, καὶ διαλιπεῖν, καὶ πῖσαι ὑφ´ οὗ τὸ αἷμα καθαίρεται· πινέτω δὲ καὶ κρῆθμον ἐν οἴνῳ τῷ ἀπὸ δαιδός. Ἢν δέ οἱ ῥόος μὴ γίνηται, ἔσται ὥστε δοκέειν ἐγκύμονα εἶναι, καὶ μισγομένη ἀνδρὶ ἀλγέει, ὥστε δοκέειν ἐγκεῖσθαί τι, καὶ βρῖθος ἐν τῇ γαστρὶ ἐγγίνεται, καὶ ἡ γαστὴρ πρόκειται, καὶ ἱμείρεται ἠδελφισμένως ἐν γαστρὶ ἐχούσῃ, καὶ καρδιώσσει, ἐπὴν ἡμέραι πεντήκοντα μάλιστα ἔωσι, καὶ πόνος ἔχει ἄλλοτε καὶ ἄλλοτε τῆς γαστρὸς τὸ κατὰ τοῦ ὀμφαλοῦ, τόν τε τράχηλον καὶ τοὺς βουβῶνας καὶ τὴν ὀσφύν. Καὶ ἐπὴν μῆνες δύο ἢ τρεῖς γένωνται, ἔστιν ὅτε ἐῤῥάγη οἱ κατὰ τὸ αἰδοῖον τὰ καταμήνια ἀθρόα, καὶ δοκέει ὥσπερ σαρκία εἶναι τὰ ἀπιόντα ὡς ἐκ διαφθορῆς καὶ μέλανα. Ἔστι δ´ ᾗσι καὶ ἕλκεα γίνεται ἐν τῇσι μήτρῃσι, καὶ δεήσεται προσέχειν τῇ μελέτῃ. Πολλῇσι δὲ ξυμβαίνει ὥστε δοκέειν ἓξ μῆνας ἔχειν ἐν γαστρὶ ἢ ὀλίγῳ ἐλάσσονα χρόνον, καὶ ἡ γαστὴρ πρόκειται, καὶ τἄλλα οἱ δοκέει γίνεσθαι ὡς τῇ ἐν γαστρὶ ἐχούσῃ· ἔπειτα ἔστι μὲν ᾗσι διαπύοντα ἐῤῥάγη ὑπὲρ τοῦ βουβῶνος ἅμα τῷ πέμπτῳ ἢ ἕκτῳ μηνὶ καὶ ὁδὸν ταύτῃ ἐποιήσατο· ἔστι δὲ καὶ ᾗσιν ἕλκεα γίνεται ἐν τῇσι μήτρῃσι κατὰ τὸ ὑπὲρ τοῦ βουβῶνος, καὶ κινδυνεύσει ἀποθανεῖν, ἢν δὲ καὶ περιγένηται, ἄφορος ἔσται. Ἔστι δὲ ᾗσι κατὰ τὸ αἰδοῖον ῥήγνυται, καὶ χωρέει αὐτέῃσι σεσηπότα καὶ πυώδεα, καὶ ἀπὸ τουτέων ἕλκεα ἐγγίνεται ἐν τῇσι μήτρῃσι, καὶ κινδυνεύσει, καὶ χρὴ, ὅκως μὴ τὰ ἕλκεα παλαιὰ γένηται, ἰητρεύειν προσέχοντα· ἄφορος δὲ καὶ αὐτὴ γίνεται, ἤν γε καὶ ἰηθῇ. Ἢν δὲ μή οἱ καταῤῥαγῇ τὰ καταμήνια διενεχθέντα ἐς ἓξ μῆνας, πείσεται πάντα ἅπερ τῇ ἀτόκῳ τὰ καταμήνια ὑδὸν οὐ δυνάμενα ἐφευρεῖν· καὶ ἢν μὲν θεραπευθῇ, ὑγιὴς ἔσται· ἢν δὲ μὴ, διαρκέσασα καὶ ἐς ὀκτὼ μῆνας ἀποθνήσκει. Πολλῇσι δὲ γίνεται, ἢν τὰ καταμήνια φλεγματώδεα χωρέῃ, ἐπὶ πολλὸν χρόνον χωρέειν καὶ ἐλάσσονα εἶναι τῶν ὑγιηρῶν· ὑγιὴς δὲ γίνεται ἐν κόσμῳ ἰηθεῖσα. [4] Ἢν δὲ τὰ ἐπιμήνια γυναικὶ χωρέῃ μὲν, ἐλάσσονα δὲ τοῦ δέοντος χωρέῃ, ἅτε τοῦ στόματος τῶν μητρέων παρακεκλιμένου ὀλίγον τοῦ αἰδοίου ἢ ἁρμοῖ μεμυκότος ἐς τοῦτο, ὥστε χωρέειν μὲν, ἀποφράσσεσθαι δὲ ἀπ´ αὐτέων καὶ αἱ δίοδοι αἱ περαιοῦσαι, ἐπὴν κατέλθῃ ἐς τὰς μήτρας, ἅτε τοῦ αἵματος ἐπικειμένου τῷ στόματι αἰεὶ, προέρχεται δὴ κατ´ ὀλίγον· ἔπειτα δὲ ἐπὴν αἱ ἡμέραι παρέλθωσιν ᾗσι καθαίρεσθαι μεμαθήκει, καὶ ἑρχθῇ τὸ αἷμα ἐν τῇσι μήτρῃσι τὸ ὑπολειφθὲν, καὶ ἕτερα ἐπικατιόντα ἐπιμήνια μὴ ἐξωθῇ τὸ ἑρχθὲν αἷμα, ἀλλ´ αἰεὶ βαρύνῃ κατιὸν, ἔσται τῇ γυναικὶ ὥστε τοὺς πρώτους μῆνας ἢ ἐπὶ δύο ἢ ἐπὶ τρεῖς μὴ ἐσαΐειν κάρτα. Ἐπὴν δὲ οἱ μῆνες πλέονες γένωνται, ἔτι μᾶλλον πονήσεται, καὶ οὐχ ἕξει ἐν γαστρὶ μέχρις ἂν οὕτως ἔχῃ, καὶ πῦρ λήψεταί μιν μάλιστα τὰς ἡμέρας ἐν ᾗσι καθαίρεσθαι μεμαθήκει, ἠπεδανόν· εἰκὸς δέ ἐστι καὶ ἐν τῷ μεσηγὺ χρόνῳ πυρεταίνειν καὶ φρίσσειν καὶ καρδιώσσειν καὶ ἀνάγειν ἐπὶ τὸ πλῆθος ἀνὰ πᾶσαν ἡμέρην· καὶ ἀλγέει ἄλλοτε καὶ ἄλλοτε τὸ σῶμα, καὶ μάλιστα τὴν ὀσφὺν καὶ τὴν ῥάχιν καὶ τοὺς βουβῶνας, τά τε ἄρθρα τῶν χειρῶν καὶ τῶν σκελέων. Ταῦτα δὲ οὐχ ὁμοῦ ἀλγέει, ἀλλ´ ἄλλοτε ἄλλο, ὅπη ἂν βρίσῃ τὸ αἷμα ἀποκεκριμένον καὶ μὴ δυνάμενον εἶναι ἐν τῇσι μήτρῃσι· καὶ ὅπη ἂν στηρίξῃ τοῦ σώματος, οἴδημα ἔστιν ὅτε γίνεται καὶ σπασμὸς ἰσχυρὸς τῶν ἄρθρων τοῦ σώματος, καὶ τῶν ἄλλων σημείων τῶν προειρημένων φαίνεταί οἱ ἄλλοτε ἄλλο. Αὕτη ἢν μὲν θεραπευθῇ κατὰ τρόπον, ὑγιὴς ἔσται· εἰ δὲ μὴ, ἡ νοῦσος ἑπτάμηνος ἢ καὶ χρονιωτέρη γενομένη θανατώσειεν ἂν, ἢ χωλεύσειεν, ἢ ἀκρατέα τινὰ τῶν μερέων ποιήσειεν, ἢν ὑπὸ ῥίγεος καὶ ἀσιτίης τὸ αἷμα, ἔνθα ἂν ἐπέλθῃ, πῆξιν ἴσχῃ περὶ τὰ νεῦρα. Τοῦτο δὲ τὸ νούσημα γίνεται μᾶλλον τῇσιν ἀνάνδροισιν· ἢν δὲ ἐμπειροτόκῳ ταῦτα τὰ νοσήματα ἐμπέσῃ τὰ εἰρημένα ἢ ἅσσα μέλλει εἰρήσεσθαι, πουλυχρονιώτερα ἔσται καὶ ἧσσον ἐπίπονα· τὰ δὲ σημεῖα ταὐτὰ καὶ τελευταὶ αἱ αὐταὶ γίνονται τῇ τε ἀτόκῳ καὶ τῇ λοχίων ἐμπείρῳ, ἢν μὴ θεραπεύωνται· χρὴ δὲ αὐτίκα τὴν θεραπηΐην ποιέεσθαι· εἰ δὲ μὴ, ἐπιφαίνεται τὰ νουσήματα. [5] Ἢν δὲ τὰ ἐπιμήνια πλέονα τοῦ δέοντος χωρέῃ καὶ παχύτερα, οἷα τοῦ σώματός τε φύσει εὐρόου ἐόντος καὶ τοῦ στόματος τῶν μητρέων πλησίον τοῦ αἰδοίου κειμένου, καὶ ἐπὶ τουτέοισιν ἀνδρί τε ξυνίῃ πολλὰ καὶ εὐωχέηται ἐσάπαξ ποτὲ, πολλὰ ἄλεα κατελθόντα καὶ χωρεῦντα βύζην ἐπευρύνει μᾶλλον τὸ στόμα τῶν μητρέων βιησάμενα· καὶ ἢν ἐπὶ τουτέοισι μὴ ἐπιπέσῃ κενεαγγείη, ἀλλ´ αὖθις πολλὰ ἐσθίῃ ἄλεα, καὶ τὸ στόμα εὐρὺ ποιέῃ, καὶ τὸ σῶμα, ἅτε εὐωχεομένης καὶ ἱμειρομένης τε καὶ συνιούσης ἀνδρὶ, εὔροον ᾖ ἐπὶ τὰς μήτρας, καὶ ἄλεα ἐπιφέρηται, ἄχροός τε ἔσται μέχρις ἂν οὕτως ἔχῃ, καὶ ἢν ὕστερόν τι νόσημα ἢ πάθημα ἐπιπέσῃ ὥστε τρυχωθῆναι τὸ σῶμα, ὁμοίως αἵ τε μῆτραι κατὰ τὸ εἰωθὸς εὐρύστομοί εἰσι καὶ τὸ σῶμα εὔροον ἐπ´ αὐτάς ἐστιν· καὶ μετὰ ταῦτα πῦρ ἔχει, καὶ ἀσιτέει, καὶ ἀλυκτέει, καὶ λεπτὴ καὶ ἀμενηνὴ ἐκ τῶν ἐπιμηνίων, καὶ τὴν ὀσφὺν πονήσει, καὶ τοῦ χρόνου προϊόντος, ἢν μὴ θεραπευθῇ, πάντα μιν μᾶλλον πονήσει ἐν τῷ μεταξὺ χρόνῳ, καί οἱ ἔσται κίνδυνος ἀφόρῳ γενέσθαι ἢ τρυχωθείσῃ ὑπὸ χρόνου τε καὶ τῆς νούσου, ἤν τί οἱ ξυμπέσῃ καὶ ἄλλο νόσημα, ἐπὶ τουτέῳ θανεῖν. [6] Χωρέει δὲ τὰ καταμήνια παχύτατα καὶ πλεῖστα τῶν ἡμερέων τῇσιν ἐν μέσῳ, ἀρχόμενα δὲ καὶ τελευτῶντα ἐλάσσονα καὶ λεπτότερα. Μέτρια δ´ ἐστὶ πάσῃ γυναικὶ χωρέειν, ἢν ὑγιαίνῃ, τὰ ἐπιμήνια ἐλθόντα ὅσον κοτύλαι δύο ἀττικαὶ ἢ ὀλίγῳ πλέονα ἢ ἐλάσσονα, ταῦτα δὲ ἐφ´ ἡμέρας δύο ἢ τρεῖς· ὁ δὲ πλείων χρόνος ἢ ἐλάσσων ἐπίνοσος καὶ ἄφορός ἐστι. Τεκμαίρεσθαι δὲ χρὴ ἐς τὸ σῶμα τῆς γυναικὸς ἀφορέοντα, καὶ ἐρωτᾷν πρὸς τὰ πρότερον ξυμβαλλόμενον, εἴτε ἐπίνοσα ἴοι εἴτε μὴ ἐπίνοσα· ἢν γὰρ ἐλάσσονας ἢ πλέονας ἡμέρας τοῦ μάθεος φοιτέῃ, ἢ αὐτὰ ἐλάσσονα ἢ πλείονα ἔῃ, ἐπίνοσά ἐστιν, ἢν μὴ ἡ φύσις αὐτὴ νοσηρὴ καὶ ἄφορος ᾖ· ἢν δὲ τοῦτο ᾖ καὶ μεθίστηται ἐπὶ τὸ ὑγιηρότερον, ἄμεινον. Χωρέει δὲ αἷμα οἷον ἀπὸ ἱερείου, καὶ ταχὺ πήγνυται, ἢν ὑγιαίνῃ ἡ γυνή. ᾟσι δὲ ἐν φύσει ἐστὶ πλέονας καθαίρεσθαι τεσσάρων ἡμερέων καὶ πολλὰ κάρτα χωρέει τὰ ἐπιμήνια, αὗται λεπταὶ γίνονται, καὶ τὰ ἔμβρυα αὐτέων λεπτὰ καὶ ἀμαλδύνεται. ᾟσι δὲ τριῶν ἡμερέων ἔλασσον ἡ κάθαρσις γίνεται ἢ ὀλίγα χωρέει, αὗται παχεῖαι καὶ εὔχροοι ἀνδρικαί τε, οὐ μνησίτοκοι δέ εἰσιν, οὐδὲ κυΐσκονται. [7] Ἢν δὲ πνὶξ προστῇ ἐξαπίνης, γίνεται δὲ μάλιστα τῇσι μὴ ξυνιούσῃσιν ἀνδράσι καὶ τῇσι γεραιτέρῃσι μᾶλλον ἢ τῇσι νεωτέρῃσι· κουφότεραι γὰρ αἱ μῆτραι σφέων εἰσί· γίνεται δὲ μάλιστα διὰ τόδε· ἐπὴν κενεαγγήσῃ καὶ ταλαιπωρήσῃ πλέον τῆς μαθήσιος, αὐανθεῖσαι αἱ μῆτραι ὑπὸ τῆς ταλαιπωρίης στρέφονται, ἅτε κενεαὶ ἐοῦσαι καὶ κοῦφαι· εὐρυχωρίη γάρ σφίν ἐστιν ὥστε στρέφεσθαι, ἅτε τῆς κοιλίης κενεῆς ἐούσης· στρεφόμεναι δὲ ἐπιβάλλουσι τῷ ἥπατι, καὶ ὁμοῦ γίνονται, καὶ ἐς τὰ ὑποχόνδρια ἐμβάλλουσι· θέουσι γὰρ καὶ ἔρχονται ἄνω πρὸς τὴν ἰκμάδα, ἅτε ὑπὸ τῆς ταλαιπωρίης ξηρανθεῖσαι μᾶλλον τοῦ καιροῦ· τὸ δὲ ἧπαρ ἰκμαλέον ἐστίν· ἐπὴν δὲ ἐπιβάλωσι τῷ ἥπατι, πνίγα ποιέουσιν ἐξαπίνης ἐπιλαμβάνουσαι τὸν διάπνοον τὸν περὶ τὴν κοιλίην. Καὶ ἅμα τε ἄρχονται ἔστιν ὅτε προσβάλλειν πρὸς τὸ ἧπαρ, καὶ ἀπὸ τῆς κεφαλῆς φλέγμα καταῤῥέει ἐς τὰ ὑποχόνδρια οἷα πνιγομένης, καὶ ἔστιν ὅτε ἅμα τῇ καταῤῥύσει τοῦ φλέγματος ἔρχονται ἐς χώρην ἀπὸ τοῦ ἥπατος, καὶ παύεται ἡ πνίξ. Κατέρχονται δὲ καθελκύσασαι ἰκμάδα καὶ βαρυνθεῖσαι· τρυσμὸς δὲ ἀπ´ αὐτέων γίνεται, ἐπὴν χωρέωσιν ἐς ἕδρην τὴν σφέων αὐτέων· ἐπὴν δὲ κατέλθωσιν, ἔστιν ὅτε ἡ γαστὴρ μετ´ ἐκεῖνα ὑγροτέρη γίνεται ἢ ἐν τῷ πρὶν χρόνῳ· χαλᾷ γὰρ ἤδη ἡ κεφαλὴ τοῦ φλέγματος ἐς τὴν κοιλίην. Ἐπὴν δὲ πρὸς τῷ ἥπατι ἔωσιν αἱ μῆτραι καὶ τοῖσιν ὑποχονδρίοισι, καὶ πνίγωσι, τὰ λευκὰ τῶν ὀφθαλμῶν ἀναβάλλει, καὶ ψυχρὴ γίνεται· εἰσὶ δὲ αἳ καὶ πελιδναὶ γίνονται ἤδη· καὶ τοὺς ὀδόντας βρύχει, καὶ σίελα ἐπὶ τὸ στόμα ῥέει, καὶ ἐοίκασι τοῖσιν ὑπὸ τῆς ἡρακλείης νούσου ἐχομένοισιν. Ἢν δὲ χρονίσωσιν αἱ μῆτραι πρὸς τῷ ἥπατι καὶ τοῖσιν ὑποχονδρίοισιν, ἀποπνίγεται ἡ γυνή. Ἔστι δ´ ὅτε, ἐπὴν κενεαγγήσῃ ἡ γυνὴ καὶ ἐπιταλαιπωρήσῃ, αἱ μῆτραι στρεφόμεναι πρὸς τῆς κύστιος τὸν στόμαχον προσπίπτουσι καὶ στραγγουρίην ποιέουσιν, ἄλλο δὲ οὐδὲν κακὸν ἴσχει, καὶ ἐν τάχει ὑγιαίνει θεραπευομένη, ἔστι δ´ ὅτε καὶ αὐτομάτη. Ἔστι δ´ ᾗσιν ἐκ ταλαιπωρίης ἢ ἀσιτίης πρὸς ὀσφὺν ἢ πρὸς ἰσχία προσπεσοῦσαι πόνους παρέχουσιν. [8] Ἢν δὲ γυνὴ τὸ σῶμα φλαύρως ἔχῃ καὶ ἴῃ χολώδεα τὰ καταμήνια, εὔγνωστά ἐστι τῷδε· μέλανά ἐστι κάρτα, ἔστι δ´ ὅτε μέλανα λαμπρὰ, καὶ κατ´ ὀλίγιστα ἔρχεται, καὶ οὐ ταχὺ πήγνυται, καὶ ὁ γόνος ἀμαλδύνεται ἀμφοῖν, τοῦ τε ἄρσενος καὶ τοῦ θήλεος, καὶ οὐκ ἴσχει ἐν γαστρὶ, καὶ ἀρχομένης μὲν τῆς νούσου, καθαίρεται τὰς ἡμέρας ἃς μεμαθήκει, οὐ πλέονας· προϊόντων δὲ τῶν ἐπιμηνίων, πλέονάς τε ἡμέρας καθαίρεται καὶ ἐλάσσονα τὰ καταμήνια καθ´ ἑκάστην ἡμέρην φαίνεται, πυρετοί τε ἐπιγίνονται πλανῆται ὀξέες ξὺν φρίκῃ, καὶ ἀσιτίη ἄλλοτε καὶ ἄλλοτε, καὶ καρδιωγμὸς, καὶ πονήσει μάλιστα ἐπὴν πλησιάζῃ τὰ καταμήνια αὐτέῃ· ἐπὴν δὲ ἀποκαθαρθῇ, ῥηΐσει ἐπ´ ὀλίγον χρόνον πρὸς τὰ πρόσθεν, ἔπειτα δὲ αὖθις ἐς τωὐτὸ καταστήσεται· μελεδαινομένη δὲ ἐν τάχει ὑγιαίνει. Ἢν δὲ μὴ θεραπεύηται καὶ ὁ χρόνος προΐῃ, πάντα μιν μᾶλλον πονήσει τὰ πρόσθεν εἰρημένα, καὶ ὀδύνη λήψεται, τοτὲ μὲν τῆς γαστρὸς τὸ κάτω τοῦ ὀμφαλοῦ, τοτὲ δὲ τοὺς βουβῶνας, τοτὲ δὲ τὴν ὀσφύν τε καὶ κοχώνην, τοτὲ δὲ τὸν τράχηλον, τοτὲ δὲ πνὶξ προσπεσεῖται ἰσχυρὴ, καὶ πρὸ τῶν ὀφθαλμῶν ζόφος ἔσται οἱ καὶ δῖνος, οἷα τῆς καθάρσιος ἄνω στελλομένης καὶ ἀνιούσης. Ἢν γὰρ τὸ σῶμα φλαύρως ἔχῃ, γυναικὶ τὰ καταμήνια ἐλάσσονα γίνεται, καὶ ᾗσιν ἂν τὸ σῶμα ἔμπλεον ᾖ, τὰ καταμήνια ταύτῃσι πλέονά ἐστι· τῇ δὲ χολώδεα τὰ καταμήνια ἢν ἔχηται, ὀλιγοψυχίη ἐμπίπτει, καὶ ἀποσιτίη ἄλλοτε καὶ ἄλλοτε, καὶ ἀλύκη, καὶ ἀγρυπνίη, καὶ ἐρυγγάνει θαμινὰ, καὶ οὐκ ἐθέλει περιπατέειν, καὶ ἀθυμέει, καὶ ἐμβλέπειν οὐ δοκέει, καὶ δέδιεν. Καὶ ἢν μελεδαίνηται, ἐκ τουτέων ὑγιὴς ἔσται· ἢν δὲ ὁ χρόνος προΐῃ, ἔτι μᾶλλον πονήσει· ξυμβαίη δ´ ἂν ἄριστα, ἢν ἔμετος χολώδης ἐπιγένηται, ἢ ἡ κοιλίη ταραχθῇ μὴ ἰσχυρῶς καὶ ὑπίῃ χολώδεα, ἢ ῥόος ἐπιγένηται αὐτέῃ μὴ ἰσχυρός· ἢν γάρ τι τουτέων ἐπιπέσῃ ἰσχυρὸν ἐπὶ σῶμα τετρυχωμένον, κινδυνεύσει· ἢν δὲ ἠρεμέως ἀποκαθαίρηται τοῦ χολώδεός τι ἢ πᾶν τὸ λυπέον, ὑγιὴς γίνεται. Ἢν δὲ μήτε μελεδαίνηται μήτε μηδὲν τουτέων γίνηται, ἀποθνήσκει ἡ γυνή· ὡς δὲ ἐπὶ τὸ πλεῖστον ξυμβαίνει ῥόον ἐμπίπτειν χολώδεα ἐκ τοιουτέου νοσήματος. Ἢν ῥόος γένηται, τὰ μὲν πρῶτα ὀλίγα οἱ τὰ φαινόμενα ἔσται, ἀνὰ πάσας δὲ τὰς ἡμέρας ὡς ἐπίπαν πλέονα ξυμβαίνει· ὁκόταν δὲ ὁ χρόνος προΐῃ, ὡς ἐπιτοπλέον καὶ ἡ νοῦσος ὀξέη γίνεται, καὶ αἱ μῆτραι δάκνονται ὑπὸ τῆς καθάρσιος τῆς χολώδεος χωρεούσης καὶ ἑλκοῦνται. Ἔτι δὲ καὶ ἐν τούτῳ ὑγιαίνει μελεδαινομένη, ἤν οἱ ἑρχθῇ ὁ ῥόος· ἢν δὲ φλεγμαίνωσιν αἱ μῆτραι ὑπὸ τῶν ἑλκέων, ἔτι ὀξυτέρη οἱ ἡ νοῦσος ἔσται, καὶ πολλά τε καὶ ὀδμαλέα καὶ πυώδεα ἐλεύσεται ἀπ´ αὐτέων τῶν μητρέων, ἤδη ἀπιόντα καὶ ἑκάστοτε οἷον ἀπὸ κρεῶν ἴχωρ, καὶ τὰ πρότερον εἰρημένα ἅπαντά μιν μᾶλλον πονήσει, καὶ τὰ ἕλκεα ἔτι μᾶλλον ἀγριώτερα ἔσται μέχρι μιν ἀπενείκῃ· ἢν δὲ καὶ ἰηθῇ, ἄφορος ἔσται ἀπὸ τῶν οὐλέων. [9] Ἢν δὲ γυνὴ τὸ σῶμα φλαύρως ἔχῃ καὶ ἢν φλεγματώδης ᾖ, τὰ ἐπιμήνια χωρήσει οἱ φλεγματώδεα· γνωστὸν δέ ἐστιν ἢν χωρέῃ φλεγματώδεα· ὑμενώδεά τε γὰρ φαίνεταί οἱ, καὶ ὥσπερ ἀράχνια ἐνδιατείνεται, καὶ ὑπόλευκά ἐστι. Τοῦτο δὲ γίνεται, ἢν οἱ τὸ σῶμα καὶ ἡ κεφαλὴ φλέγματος πεπληρωμένα ᾖ, καὶ τοῦτο μὴ ὑποκαθαίρηται μήτε κατὰ τὰς ῥῖνας μήτε κατὰ τὴν ἕδρην μήτε κατ´ οὐρήθρην, ἀλλ´ ἐν τοῖσι καταμηνίοισι καὶ ἐν τῷ ταράχῳ τοῦ αἵματος σὺν τῇ καθάρσει ἔξω ἴῃ· καὶ ἢν ταῦτα ὧδε ἔχῃ, ἐπὶ μὲν δύο ἢ τρεῖς μῆνας οὐκ ἐσαΐει, ἐπὴν δὲ ὁ χρόνος πλέων γένηται καὶ μὴ μελεδαίνηται, μᾶλλον πονήσει, καὶ πυρετὸς ἐπιλήψεται πλάνος, καὶ ἀσιτήσει ἄλλοτε καὶ ἄλλοτε, καὶ καρδιώξει, καὶ πονήσει μάλιστα ἐπήν οἱ πλησιάζῃ τὰ ἐπιμήνια· ὁκόταν δὲ ἀποκαθαρθῇ, ῥηΐζει ἐπ´ ὀλίγον χρόνον πρὸς τὰ πρόσθεν, ἔπειτα ἐς τωὐτὸ καθίσταται, καὶ ἢν μὴ μελεδαίνηται καὶ ὁ χρόνος προΐῃ, γενήσεται πάνθ´ ὅσα περ εἰ χολώδεα ἐχώρεε τὰ καταμήνια, ἄχρις οὗ ὁ ῥόος οἱ εἴχετο. Ἕπεται δὲ ταύτῃ καὶ ῥόον φλεγματώδεα γίνεσθαι, ἢ ἄλλα ἅσσα ἐγὼ ἐρέω ὀλίγῳ ὕστερον· καὶ ἢν προσεπιγένηται, αἰεὶ πορεύεται ἀνὰ πάσας τὰς ἡμέρας, ὁτὲ μὲν ἀθρόα, ὁτὲ δὲ ὀλίγα, καὶ ἔστιν ὅτε οἷον ἀπὸ κριθέων ὕδωρ χωρέει, ὁτὲ δὲ οἷον ἰχὼρ, καὶ ἐν αὐτέῳ θρόμβοι πολλοὶ αἵματος ἐγγίνονται, καὶ ξύει τὴν γῆν ὡς ὄξος, καὶ δάκνει τῆς γυναικὸς ᾗ ἂν ἐπιψαύσῃ, καὶ ἑλκοῖ τὰς μήτρας. Καὶ ἐλθοῦσα ἐς τοῦτο τὰ μὲν ἄλλα πάσχει τὰ αὐτὰ ὡς ἡ προτέρη· ἧσσον δὲ τὴν κεφαλὴν ἐκείνης πονήσει, καὶ τὰ ἕλκεα οὔτε δυσειδέα οὔτε μεγάλα οὔτε πυώδεα οὔτε ὀδμαλέα ὁμοίως κείνῃ γίνεται, ἀλλὰ ταύτῃ ἧσσον· ἐπιμελεδαινομένη δὲ ὑγιαίνει καὶ προεληλυθυίης τῆς νούσου, καὶ οὐ μάλα ἀποθνήσκει, φορὸς δὲ οὐ δύναται εἶναι ὧδε ἔχουσα. [10] Ὁκόσαι δὲ ξυνοικεῦσαι οὐ δύνανται ἐν γαστρὶ ἔχειν, πυθέσθαι χρὴ εἴ σφιν ἐπιφαίνεται τὰ καταμήνια ἢ οὒ, καὶ εἰ αὐτίκα ἄπεισιν ἡ γονὴ ἢ τῇ ὑστεραίῃ ἢ τῇ τρίτῃ ἢ τῇ ἕκτῃ ἢ τῇ ἑβδόμῃ· ἢν μὲν οὖν φῇ αὐτίκα ἀπιέναι ὅταν εὐνασθῇ, τὸ στόμα οὐκ ὀρθόν ἐστι τῆς μήτρης, ἀλλ´ ἰδνοῦται καὶ οὐ λάζυται τὴν γονήν· ἢν δὲ φῇ δευτέρῃ ἢ τρίτῃ, ἡ ὑστέρη ἐξυγρασμένη ἐστὶ καὶ ἡ γονὴ ἐκπλύνεται· ἢν δὲ ἕκτῃ καὶ ἑβδόμῃ, ἡ γονὴ κατασήπεται, κατασαπεῖσα δὲ ἀπέρχεται. Τοῦ μὲν οὖν ἀρχὴν μὴ προσδέχεσθαι τὴν γονὴν, τῆς ὑστέρης τὸ στόμα θεραπευτέον πρῶτον, ὅκως ὀρθὸν ἔσται· τοῦ δὲ καταπλύνεσθαι δευτεραίῃ καὶ τριταίῃ, ἡ ὑστέρη καὶ ἡ κεφαλή· τοῦ δὲ κατασήπεσθαί τε καὶ ἀπέρχεσθαι, καὶ ἡ ὑστέρη καὶ τὸ σῶμα ἅπαν ἔνυγρον ὄν. Τουτέων ἕκαστα γινώσκειν ὧδε χρή. [11] Ὁκοίης δὲ χρῄζει καθάρσιος, γνώσῃ ὧδε· ὅταν τὰ ἐπιμήνια γίνηται, ῥάκος πτύξας ὅσον σπιθαμῆς, ἐπιτανύσαι ἐπὶ σποδιὴν λεπτήν· κἄπειτα ποιέειν ὡς ἐπὶ τοῦτο ἐπιῤῥυῇ τὰ ἀπιόντα· εἶναι δὲ δύο τὰ τρυχία χωρὶς ἑκάτερα, τὰ μεθ´ ἡμέρην τε καὶ νύκτωρ· καὶ τὰ μὲν ἡμερήσια πλύνειν χρὴ τῇ ὑστεραίῃ, τὰ δὲ νύκτωρ, ὁκόταν αὐτέοισιν ἡμέρη καὶ νὺξ γένηται, ἐπὶ τῇσι σποδιῇσι κειμένοισιν· ἐν δὲ τῇ πλύσει σκέπτεσθαι ὁκοῖα ἅσσα γίνεται τὰ ῥάκεα πλυθέντα, ὅταν ἐν ἡλίῳ τέρσηται· κράτιστον δὲ ἐν σκοταίῳ χωρίῳ. Ἢν μὲν οὖν φλέγμα ᾖ τὸ κωλῦον, μυξώδεα τὰ ῥάκεα ἔσται· ἢν δὲ ἅλμη τε καὶ χολὴ, πυῤῥά τε καὶ ὑποπέλιδνα. Ταῦτ´ οὖν ἐσιδὼν, καὶ γνώμῃ σκεθρῇ βασανίσας, ὅλον τὸ σῶμα ἀθρέειν, ἤν τε πολλῆς καθάρσιος δοκέῃ δεῖσθαι, ἤν τε μὴ, ἀποσκεψάμενος ἐς τὴν χροιὴν καὶ τὴν ἡλικίην καὶ ῥώμην καὶ ὥρην καὶ οἵῃ διαίτῃ χρέονται· ἰητρείη δὲ καὶ τοῦ σώματος παντὸς προνοεῖσθαι, καὶ τὰς ὑστέρας καὶ τὸ στόμα ἰῆσθαι· καὶ ἢν μὲν μεμυκὸς ᾖ, ἀναστομῶσαι· ἢν δὲ λοξωθέωσιν, ἐξιθύνειν χρή· ἢν δὲ ὑγραὶ ἔωσιν, αὐαίνειν, καὶ τἄλλα δρῇν ἐναντίον. Σχεδὸν δὲ πάσῃσιν ἡ πολλὴ θεραπείη ἡ αὐτή ἐστι, πλὴν τοῦ κατασπάσαι τὰ ἐμμήνια· ὅσῃσι γὰρ γίνεται, οὐδὲν δεῖ ταύτῃσι κατασπᾷν, ἀλλ´ ὅ τι κακὸν ἐν τοῖσιν ἐπιμηνίοισιν ἔνι, τοῦτο ἀφαιρέειν χρὴ, ὅταν φλεγματώδεα καὶ ὑμενώδεα ἴῃ καὶ χολώδεα καὶ ἰχωροειδέα καὶ λεπτὰ ἢ λευκὰ καὶ θρομβοειδέα, καὶ ὅταν μέλανά τε καὶ ἀνθρακώδεα, ἢ ζοφοειδέα, ἢ δριμέα, ἁλμυρὰ, θολερὰ, πυώδεα. Αὗται πᾶσαι αἱ προφάσιες ὑπεξαιρετέαι· κωλύουσι γὰρ λαμβάνειν ἐν γαστρί. Ὁκόσα μὲν οὖν φλεγματώδεα καὶ ὑμενοειδέα τῶν ἐπιμηνίων ἐστὶ, καὶ αὗται σαρκώδεές εἰσι, ταύτῃσι τὸ στόμα ἔξυγρον, καὶ πτύελον πουλὺ καὶ γλίσχρον, καὶ ἢν ὀξέος γεύηται ἢ δριμέος, τὸ πτύελον ἐν τῷ στόματι πλαδωδέστερόν τε ἔσται καὶ ἄναλτον, καὶ πρὸς πᾶν ὅ τι ἂν φάγωσιν ἢ πίωσιν ὄχλος προσίσταται αὐτέῃσι, καὶ ἀείρεται ἡ κοιλίη, καὶ ναυσίη, καὶ ἀλυσμὸς πουλύς· ἀπό τε κεφαλῆς ῥεῦμα καταῤῥέει, καὶ πάντ´ ἐμπλάσσεται, καὶ πολλὴν ὑγρασίην ἐπάγεται, καὶ τὰ ὑποφθάλμια πελιδνὰ καὶ πεφυσημένα. Ταύτας χρὴ ὅλας πυριῇν, καὶ πυκνὰ ἐμέειν καὶ ἀπὸ σιτίων καὶ ἀπὸ νηστείης· μαλάσσειν δὲ τὴν κάτω κοιλίην φαρμάκοισι πάμπαν κούφοισιν, ὁκόσα ἥκιστα χολὴν ἄγει, καὶ μονοσιτέειν, καὶ γυμνάζεσθαι συχνὰ, καὶ ὡς ξηροτάτῃ τροφῇ διαιτᾶσθαι, καὶ ποτῷ ἐλαχίστῳ ἀκρητεστέρῳ· κοιλίη δὲ εὔλυτος ἀμείνων διαφυλάσσεσθαι. Τὰς δὲ ὑστέρας χρὴ, ἢν μὴ πρὸς ταύτην τὴν διαίτην ἐνακούωσι, καθαίρειν φαρμάκοισιν ἀδήκτοισι προσθέτοισιν· προπυριῇν δὲ πρὸ τῶν καθαρσίων αἰεὶ, πρότερον μὲν τῇ πυρίῃ τῇ ἐκ τῶν μαράθρων, ἔπειτα δὲ τῇ ἐκ τῶν θυμιημάτων. Τὰς δὲ πυρίας ποιέεσθαι καὶ τὰς προσθέσιας τεκμαιρόμενον ὅκως ἅπαντα πεποιήσεται καὶ κατὰ τρόπον ἔσται, ἐν ᾧ χρόνῳ τὰ ἐπιμήνια εἴη. Ἢν μὲν οὖν καθαρά τε καὶ ἀκραιφνέα καὶ ἔναιμα γίνηται, οὕτως ἴτω παρὰ τὸν ἄνδρα ἐν ἀρχομένοισι τοῖσιν ἐπιμηνίοισιν· ἄριστον δὲ ἐν ἀπολείπουσι καὶ ἔτι ἰόντων μᾶλλον ἢ ἀφανέων. Ὅταν δὲ μέλλῃ ἰέναι παρὰ τὸν ἄνδρα, ὑποθυμιήσθω τι τῶν θυμιημάτων τῶν στυπτικῶν· θυμιήσθω δὲ διὰ τοῦ κανείου καὶ τοῦ καλάμου, ἐπὶ σποδιὴν θερμὴν ἐπιπάσσουσα τὸ φάρμακον· ὅταν δὲ ἐπιπάσσῃ, καὶ τὸ κανεῖον περιθεῖναι καὶ τὸν κάλαμον, καὶ καθεζομένην πυριῆσθαι. Ὁκόταν δὲ δέῃ αὐτὴν θυμιῆσθαι, τῷ μολυβδίῳ χρήσθω, ὡς ἀνεωγμένῳ τῷ στόματι θυμιῆται· εἶτα ὅταν ἀνίστηται, πάλιν ἐν τῇ κλίνῃ προσθέσθω τὸ μολύβδιον· εἶτα ἀφελομένη, αὐτίκα ξυνευναζέσθω τῷ ἀνδρὶ, καὶ ἢν τὰ ἀπὸ τοῦ ἀνδρὸς μὴ δῆλά οἱ ᾖ, ἐκτείνασα τὰ σκέλεα καὶ ἐπαλλάξασα ἠρεμείτω. Νηστείη δὲ ὄφελος ἐν ταύτῃ τῇ ἡμέρῃ, πλὴν κυκεῶνα, ἢν ἐθέλῃ, ἄναλτον ἐφ´ ὕδατι· τοῦτο δὲ πιέειν τότε, ὁκόταν μέλλῃ θυμιῆσθαι. Ἢν δὲ ξυγγενομένη τῷ ἀνδρὶ κατάσχῃ τῇ ὑστεραίῃ τὴν γονὴν καὶ μηδὲ ἐς τὴν ἑτέρην ἀπίῃ ἡμέρην, σιτίων μὲν εἴργεσθαι καὶ λουτρῶν, πίνειν δὲ ἄλφιτον ἐν ὕδατι ἄναλτον καὶ δὶς καὶ τρὶς τῆς ἡμέρης. Αὕτη δὲ ἡ δίαιτα ἔστω ἡμέρας ἓξ, ἀμείνων δὲ καὶ ἑπτὰ, ἢν μὴ ἀπίῃ τὰ ἀπὸ τοῦ ἀνδρὸς ὅταν ξυγγένηται. Ἀλουτείτω δὲ πάντα τὸν χρόνον, καὶ ἀκινητέειν ἐπιτηδευέτω· ἢν δὲ βούληται περιπατεῖν, περιπατείτω ἐν ὁμαλῷ χωρίῳ καὶ λείῳ, πρὸς ἄναντες δὲ μηδὲν, μηδὲ κάταντες· καθέζεσθαι δὲ ἐπὶ μαλθακὰ, ἢν ξυλλάβῃ· τὴν δ´ ἄλλην δίαιταν τὴν αὐτὴν ποιέεσθαι μέχρις ἡμερέων τριήκοντα. Ἀλουτεέτω δὲ, ἢ καὶ, ὅτε δέοι, λουθῆναι ὀλίγῳ καὶ μὴ λίην θερμῷ· τὴν δὲ κεφαλὴν μὴ βρέχειν. Σιτίοισι δὲ χρεέσθω καὶ ἄρτοισι καὶ μάζῃ, ἤν γε βούληται· κρεῶν δὲ φάσσῃ καὶ τοῖσι παραπλησίοισι, θαλασσίων δὲ ὁκόσα κοιλίην ἵστησιν· εἴργεσθαι δὲ λαχάνων δριμέων· οἴνῳ δὲ μέλανι χρεέσθω, κρέασι δὲ ὀπτοῖσι μᾶλλον ἢ ἑφθοῖσι, καὶ τῶν ἡμέρων καὶ τῶν θηρείων. [12] Καὶ ταύτην, ἢν μὲν ξυλλάβῃ, οὕτω χρὴ ποιέειν· ἢν δὲ μὴ ξυλλάβῃ, ἀλλ´ οἴχηται δευτεραῖα ἢ τριταῖα τὰ τοῦ ἀνδρὸς ῥεόμενα παμπόλλῃ ὑγρασίῃ, δῆλον ὅτι ὑγρότεραί εἰσιν αἱ ὑστέραι. Θεραπεύειν οὖν χρὴ κατὰ τὸν ὑφηγημένον τρόπον, μέχρις ἂν ξηραὶ γένωνται· ὁκόταν δὲ δοκέωσι ξηραὶ εἶναι, ἰητρείη ἥδε ἀρίστη, φάρμακον μαλθακτήριον κατόπιν τε καὶ ἐς τοὔμπροσθεν, ἄχρις οὗ αὗται κατὰ φύσιν γένωνται· καὶ αὖθις ἴτω παρὰ τὸν ἄνδρα, ὅταν τὰ ἐπιμήνια μηκέτι πολλὰ ᾖ, ἀλλ´ ὀλίγα καὶ εὔχροα, καὶ ὀργᾷ. Καὶ ἐν τῇσιν ἄλλῃσιν ἡμέρῃσιν ἱμεροῦσθαι χρὴ τοῦ ἀνδρὸς, ἢν ἄριστα ἔχωσιν αἱ ὑστέραι. Ὅταν δὲ ξυγγένηται ἐν τῇσιν ἡμέρῃσι τῇσιν εἰρημένῃσιν, ἢν εὐτρεπισθῶσιν αἱ ὑστέραι, ἢν κατάσχῃ τὴν γονὴν ἡμερέων δέκα ἢ δυοκαίδεκα, μὴ ἰέναι ὡς τὸν ἄνδρα. Ἢν δὲ μὴ ξυλλάβῃ, ὑγιέες δὲ ἔωσιν αἱ μῆτραι, γίνεται γὰρ δὴ καὶ τοῦτο πολλῇσιν, ἐπειδὰν ἀκιδναὶ αἱ μῆτραι, εὔτροφοι ἐοῦσαι, ὑπὸ πάθεος γένωνται ἢ ὑπὸ φαρμακείης τε καὶ πυρίης πολλῆς, οὐ δύνανται φέρειν τὴν γονὴν, πρὶν ἢ ἐθάδες γίνωνται καὶ ἰσχύωσιν· γνωστὸν δὲ τοισίδ´ ἐστὶν ὧδε· ὁκόταν ἀπίῃ οἱ, ἄπεισι δὲ δευτεραίῃ ἢ καὶ τριταίῃ καὶ ἔτι ἀνωτέρω, ἀπέρχεται δὲ παχέα τε καὶ ξυνεστεῶτα οἷον βλένναι, ἢν μὴ κακόν τι ᾖ καὶ διὰ νοῦσον ἑτέρην ὑστερέων ἡ γονὴ ἀπαλλάσσηται. Ὅταν οὖν τοιαῦτα φανθῇ, θεραπηΐης μὲν ἀπόχρη ὑστερέων· τοῦ δ´ ἄλλου σώματος ἐπιμελείην ἔχειν, ὡς εὐεξίη τοιαύτη οἱ ᾖ, ὡς ξυνεσταλμένον τε ἅμα τὸ σῶμα εἶναι καὶ εὔογκον, λουτροῖσιν ὀλίγοισι, πόνοισι πρηέσι πλέοσι· δριμέων καὶ ἁλμυρῶν εἴργεσθαι· ἐμέτοισι χρῆσθαι πρὸ τῶν ἡμερέων ὧν μεμαθήκει τὰ ἐπιμήνια γίνεσθαι, καὶ αὖθις λιμοκτονέεσθαι, καὶ τἄλλα ἐπιτελεῖν ἅσσα εἴρηται. Αὕτη μὲν θεραπηΐη ἀμφὶ τῶνδε. [13] Ὅσῃσι δὲ, ὅταν ξυγγένωνται, αὐτίκα διαῤῥέει τὰ ἀπὸ τοῦ ἀνδρὸς, ταύτῃσι τὸ στόμα τῶν ὑστερέων πρόφασις. Θεραπεύειν δὲ δεῖ οὕτως· ἢν μὲν σφόδρα μεμυκὸς ᾖ, ἀναστομῶσαι τοῖσι δαιδίοισι καὶ τοῖσι μολιβδίοισι· πυριῇν δὲ μαλθακῇ πυρίῃ, τῇ ἐκ τοῦ μαράθρου, καὶ καθαίρειν προσθέτοισιν ὅσα λεπτύνει τὰς ὑστέρας καὶ ἐς ἰθὺ καθίστησι· μετὰ δὲ τὰς καθάρσιάς τε καὶ τὰς πυρίας κλύζειν τοισίδε ἅσσα ἐναντία τῇ προφάσει. Ὅσῃσι δὲ τὸ στόμα ἀπεστραμμένον ἐστὶ καὶ προσπεπτωκὸς πρὸς τὸ ἰσχίον, γίνεται γὰρ καὶ τοιαῦτα διακωλύοντα τὴν ὑστέρην τὴν γονὴν προσδέχεσθαι, ὅταν οὖν τι τοιοῦτον ξυμβῇ, πυριῇν χρὴ τῇσιν εὐώδεσι τῶν πυριῶν· μετὰ δὲ τὴν πυρίην παραφασσαμένην τῷ δακτύλῳ ἀποσπᾷν τοῦ ἰσχίου· ὅταν δὲ ἀποστήσῃ, ἐξορθοῦν τοῖσι δαιδίοισι καὶ τῷ μολιβδίῳ κατὰ τὸν ἔμπροσθεν λόγον· ὅταν δὲ ἐξωρθωμέναι τε καὶ ἀνεστομωμέναι γένωνται, προσθέτοισι μαλακοῖσι καθαίρειν, καὶ τἄλλα ποιέειν κατὰ τὸν ὑφηγημένον λόγον. Ὅταν ἀνεστομωμέναι μᾶλλον τοῦ δέοντος αἱ ὑστέραι ἔωσι, καθάρσιος δέονται· μετὰ δὲ τὰς καθάρσιας, κλυσμῶν καὶ θυμιημάτων. Ἢν δὲ ἐγγύτερον ἔωσι τοῦ δέοντος, ἐμέτων δέονται αἱ ὑστέραι καὶ πυρίης δυσώδεος, μέχρις ὅτου ἐς χώρην ἔλθωσι· τῇ διαίτῃ δὲ τῇ ὑφηγημένῃ χρῆσθαι. Ἢν δὲ τὸ στόμα πιμελῶδες ᾖ καὶ πάχετον, καὶ διὰ τοῦτο μὴ κυΐσκηται, νᾶπυ ἑφθὸν ἐσθίειν νῆστιν, καὶ ἄκρητον ἐπιπίνειν· πρόσθετον δὲ νίτρον ἐρυθρὸν καὶ κύμινον καὶ ῥητίνην· ἄριστον δ´ ἐν ὀθονίῳ· ἢ νίτρον ξὺν σμύρνῃ καὶ ῥητίνῃ καὶ κυμίνῳ καὶ μύρῳ λευκῷ· ἢ ἐλάφου κέρας καῦσαι καὶ μίξαι ὠμήλυσιν διπλασίην, ἐν οἴνῳ ἐπὶ ἡμέρας τέσσαρας πινέτω. Ἢν δὲ μὴ ῥηΐζῃ, πράσα ἑψεῖν καὶ ἀμφικαθίζεσθαι· ἢ φηγὸν τρίβουσα προστιθέσθω· σκόροδά τε τρώγειν νεαρὰ, καὶ μελίκρητον ἐπιπίνουσα ἐμεέτω. [14] Ὅσῃσι δὲ ἐμμένει καὶ ἐνσήπεται καὶ ὄχλον ποιέει, ἀνδραφάξιος ἀγρίης καρπὸν ἢ χυλὸν ξὺν μέλιτι ἢ ξὺν κυμίνῳ ἐκλεικτὸν διδόναι. [15] Ὅταν δὲ δύσοδμα ἔῃ, καὶ οὐ κυΐσκηται, ἀνδράχνην καὶ χηνὸς ἔλαιον μίσγειν καὶ προστιθέναι. [16] Ὅσῃσι δὲ ἑκταῖα καὶ ἑβδομαῖα τὰ ἀπὸ τοῦ ἀνδρὸς κατασηπόμενα χωρέει, ταύτῃσιν εἰκὸς γίνεσθαι ὑπ´ ἀμφοῖν ἐπιῤῥοῇ, χολῆς καὶ ἅλμης· θεραπεύειν δὲ χρὴ ὧδε ἐλλεβόρῳ ἢ σκαμμωνίῃ καὶ πεπλίῳ· καθαίρουσι γὰρ ἄνω τε καὶ κάτω φλέγμα τε καὶ χολὴν, καὶ φύσας ἄγει· πρὸ δὲ τῶν καθαρσίων τῇσι πυρίῃσι χρῆσθαι τῇσιν ἐκ τῶν θυμιημάτων· ὅταν δὲ πυριήσῃς, καθαίρειν προσθέτοισι τὸν αὐτὸν τρόπον ὡς ἐν τῇσι πρόσθεν, καὶ μετὰ τὰς πυρίας καὶ καθάρσιας τοῖσι μαλθακτηρίοισι χρέο, καὶ τὸ ἐκ τῆς λινοζώστιος πρόσθετον, καὶ ἀρτεμισίης ποίης καὶ ἀνεμώνης καὶ ἐλλεβόρου λευκοῦ ἢ μέλανος. Τὰ μὲν τῶν φαρμακηΐων ταύτῃσιν ὧδε χρή· τὴν δὲ δίαιταν ἀποσκεπτόμενον τῆς ἀνθρώπου ἐς τὸ οὖλον σῶμα ποιέειν, ἤν τε αὐχμηροτέρη δοκέῃ εἶναι, ἤν τε σαρκωδεστέρη· κἢν μὲν αὐχμηροτέρη, λουτροῖσι πλείοσι καὶ ἑφθοῖσι πᾶσι τοῖσιν ὄψοισιν, εἴτε θαλασσίοισιν εἴτε κρέασιν, οἴνῳ δὲ ὑδαρέϊ, λαχάνοισιν ἑφθοῖσι καὶ λιπαροῖσι πᾶσι καὶ γλυκέσι· ταῦτα γὰρ ὡς ἐπιτοπουλὺ ποιέει ὑγρηδόνα εἶναι καὶ ἐν τῷ ἄλλῳ σώματι καὶ ἐν τῇσιν ὑστέρῃσιν. Ἢν δὲ ὑγροτέρη ᾖ, δέονται αἱ τοιαῦται ὑστέραι τούτων οὐδὲν, ἀλλὰ τἀναντία· οὐ χρὴ ψαύεσθαι οὐδὲ κλύζεσθαι νεοχμῶς οὐδὲ θυμιῆσθαι· πρὸς γὰρ τὸ κινεύμενον φιλέει ἰέναι. Καὶ ἢν ἐξυγρανθέωσι μᾶλλον τῆς φύσιος, χρὴ δὴ ξηραίνειν καὶ θυμιῇν· ἢν δὲ χολώδεα ἴῃ ἐπὶ σφέας, ὅ τι χολὴν καθαίρει διδόναι· ἢν δὲ ἁλμυρώδεα, γάλα ὄνειον καὶ οἶνον καὶ τἄλλα ἀλεξητήρια. [17] Χρὴ δὲ σκεψάμενον τῶν νοσημάτων τὰς δυνάμιας καὶ ὑφηγεύμενον τὰς προφάσιας ὡς χρὴ ἐξ ὧν αἱ νοῦσοι γίνονται, ἐπὶ τὰ ἄλλα ἰέναι ὧδε καὶ τὰ ἀμφὶ τὰ χωρία ἰῆσθαι. Καὶ ὅσαι μὲν διὰ τὴν τῶν στομάτων αἰτίην διακωλύονται μὴ ἴσχειν ἐν γαστρὶ, τούτων εὐτρεπίζειν τὰ στόματα, ὡς εὐκρινέα ᾖ. Ὅσων δὲ ἡ ὑγρηδὼν εἴργει, ταύτην ἐσορῇν ὡς μὴ διακωλύῃ, σκεπτόμενον ἐς ὅλα τὰ πρήγματα τῶν γυναικῶν, ἤν τε ἐξ ἅπαντος τοῦ σώματος δοκέῃ τι κινέεσθαι, ἤν τε ἀπ´ αὐτέων τῶν ὑστερέων, ἤν τε ἀπ´ ἄμφω. Τὰς δὲ ὑστέρας ὧδε μελεδαίνειν, ὅκως μήτε ὑγραὶ ἔωσι μήτε λίην αὖαι· ἀλλὰ τὰς μὲν ξηροτέρας εὐχύλως, ὅσῳ αὐχμηρότεραί εἰσι, τοιαύτῃ ἰκμάδι, ὡς πιαλέαι μᾶλλον ἔσονται ἢ ἰσχναλέαι· τὰς δὲ ἐξυγρασμένας καὶ διαβρόχους ξηραίνειν ὑπολειπόμενον ἐνίκμους εἶναι καὶ μὴ λίην ἀπεξηράνθαι· αἱ γὰρ ὑπερβολαὶ τουτέων πάνυ φευκτέαι. Λαμβάνει δὲ ἐν γαστρὶ οὔτε ἡ ὑγρηδόνα ἔχουσα, ἀτὰρ οὐδὲ ἡ αὐαινομένη, ἢν μὴ ᾖ ἐν τῇ ἀρχαίῃ φύσει τουτέων τι. Ἰέναι δὲ χρὴ παρὰ τὸν ἄνδρα, ὅταν τὰ ὑπὸ τῆς θεραπείης καλῶς ἔχῃ, ληγόντων ἢ ἀρχομένων τῶν ἐπιμηνίων· ἄριστον δὲ καὶ ἐπὴν παύσηται· μάλιστα δὲ ἐν ταύτῃσι τῇσιν ἡμέρῃσι πειρηθῆναι, ἢν δύνηται κυΐσκεσθαι· αὗται γὰρ κυριώταται. Ἢν δὲ μὴ αὐτίκα ξυλλάβῃ, τἄλλα δὲ καλῶς ἔχῃ, οὐδὲν κωλῦον ἐν τῇσιν ἄλλῃσι τῶν ἡμερέων ξυνιέναι τῷ ἀνδρί· προθυμίην γὰρ σφίσι ποιέει ἡ μελέτη, καὶ ἀναχαλᾶται τὰ φλέβια, καὶ ἢν τὰ ἀπὸ τοῦ ἀνδρὸς ἀπιόντα ὁμοῤῥοθῇ κατ´ ἴξιν τῷ ἀπὸ τῆς γυναικὸς, κυήσει· καὶ γὰρ τόδε ἄρτιον ἔστιν ᾗσιν, ἤν τε αὐτίκα ἤν τε ἐν ὑστέρῳ χρόνῳ. Ταῦτα μὲν ἀμφὶ τούτων λέλεκται. [18] Ἢν δὲ ὑγρότερον ᾖ τὸ στόμα τῶν ὑστερέων, οὐ δύνανται εἰρύσαι τὸν γόνον· προσθέτοισι δὲ χρέεσθαι δριμέσι· δηχθεὶς γὰρ καὶ φλεγμήνας ὁ στόμαχος στεῤῥὸς ἔστιν ὅτε γίνεται· κατὰ δέ τι ἠδέλφισται, ἢν σκιῤῥωθέωσιν· ἄρειον γὰρ τὰ δριμέα προστιθέναι· ἀδαξῶντα γὰρ, λεπτὰ καὶ πυρώδεα ἐόντα, τὸν σκίῤῥον διαχέει· ἢν δὲ λαπαχθῇ ὁ σκίῤῥος, μαλθακοῖσιν ἰῆσθαι καὶ ὅ τι μὴ δήξεται. [19] Ἢν δὲ διὰ πολλοῦ μὴ κυΐσκηται τῶν καταμηνίων ἐπιφαινομένων, ὅταν ᾖ τριταίη ἢ τεταρταίη, στυπτηρίην λείην τρίψας, διεὶς μύρῳ, εἰρίῳ ἀνασπογγίζων προστίθει, καὶ ἐχέτω ἡμέρας τρεῖς· τῇ δὲ τετάρτῃ, χολὴν βοὸς αὔην ἐν ἐλαίῳ ἀναζέσας, καὶ ἄχνην ἀναδεύσας πρόσθες, καὶ ἐχέτω ἐπὶ ἡμέρας τρεῖς· τῇ δὲ ὑστεραίῃ ἐξελέσθω, καὶ τῷ ἀνδρὶ ξυνίτω. [20] Ἢν τὴν γονὴν μὴ δέχηται ἡ γυνὴ τῶν γυναικηΐων κατὰ φύσιν ἐρχομένων, μῆνιγξ ἐπὶ πρόσθεν ἔσται· γίνεται δὲ καὶ ἐξ ἄλλων· γνώσῃ δὲ τόδε τῷ δακτύλῳ εἰ ἅψῃ τοῦ προβλήματος. Πρόσθεμα δὲ ποιῆσαι ῥητίνην καὶ ἄνθος χαλκοῦ, ἐν μέλιτι διεὶς, ὀθόνιον ἀρδαλώσας, πρόσθες ῥάμμα ἐκδήσας ἐκ τοῦ ἄκρου ὡς ἐσωτάτω· ὅταν δὲ ἐξελκύσῃς, τὴν μυρσίνην ἐν οἴνῳ ἀφεψῶν, τῷ οἴνῳ χλιερῷ διανιζέσθω· περιελεῖν δὲ τὸν χιτῶνα ἄμεινον. [21] Εἰσὶ δὲ γυναῖκες αἵτινες λαμβάνουσι μὲν ῥηϊδίως ἐν γαστρὶ, ἐξενεγκεῖν δὲ οὐ δύνανται, ἀλλὰ σφέων τὰ παιδία διαφθείρονται ἅμα τῷ τρίτῳ μηνὶ ἢ τῷ τετάρτῳ, οὐδεμιῆς βίης ἐπιγενομένης, οὐδὲ βορῆς ἀνεπιτηδείου. Καὶ ταύτῃσιν αἴτιόν ἐστιν ἓν τῶν εἰρημένων· καὶ μάλιστα ἐπὴν παραμεθίωσι τῆς αὔξης τῷ ἐμβρύῳ αἱ μῆτραι. Κοιλίη σφιν ταράσσεται, καὶ ἀσθενείη καὶ πυρετὸς σφοδρὸς καὶ ἀσιτίη ἐμπίπτει τῷ χρόνῳ τούτω, ᾧ ἂν τὰ παιδία φθείρωσιν. Ἔστι δὲ καὶ τόδε αἴτιον, ἢν αἱ μῆτραι ἔωσι λεῖαι ἢ φύσει ἢ ἑλκέων αὐτέῃσιν ἐγγενομένων· ἢν γὰρ λεῖαι ἔωσιν, ἔστιν ὅτε οἱ ὑμένες ἀπ´ αὐτέων ἀφίστανται, ἐπὴν τὸ παιδίον ἄρχηται κινέεσθαι, οἱ περιισχόντες αὐτὸ, ἅτε ἡσσόνως ἐχόμενοι τῶν μητρέων ἢ ὡς δεῖ, οἷα λείων ἐουσέων. Εἰδείη δ´ ἄν τις τουτέων ἕκαστα, εἰ ἐρωτῴη ἀτρεκέως ταῦτα· περὶ δὲ τῆς λειότητος, εἰ ἑτέρη γυνὴ ψαύσειε τῶν μητρέων κενεῶν ἐουσέων, οὐ γὰρ ἄλλως διάδηλον γίνεται. Ἢν δὲ ἴῃ τὰ καταμήνια ταύτῃσιν, ἁλέα ἔρχεται. Ἔστι δ´ αὐτέων ᾗσι γίνεται, ὥστε ἐκφέρειν τὰ ἔμβρυα· μελεδαινομένῃσι δὲ ἐλπίδις εἰσὶ τόκου. Ἀμφὶ δὲ τῶνδε ὧδε ἔχει. [22] Ἢν γυναῖκα μὴ δυναμένην τεκεῖν τοκήεσσαν ἐθέλῃς γενέσθαι, χρὴ τὰ ἐπιμήνια σκέψασθαι, ἤν τε φλεγματώδεα ἤν τε χολώδεα ᾖ. Γνώσῃ δὲ τῷδε· ψάμμον ὑποβαλεῖν λεπτὴν καὶ ξηρὴν, ὅταν οἱ τὰ ἐπιμήνια γίνηται, καὶ ἐν τῷ ἡλίῳ ἐπιχέαι τοῦ αἵματος, καὶ ἐᾷν ξηρανθῆναι· καὶ ἢν μὲν χολώδης ᾖ, ἐν τῇ ψάμμῳ ξηραινόμενον τὸ αἷμα χλωρὸν ἔσται, ἢν δὲ φλεγματώδης ᾖ, οἷον μύξαι. Τούτων ὁκότερον ἂν ᾖ, καθῆραι τὴν κοιλίην, ἤν τε ἄνω δέῃ ἤν τε κάτω· ἔπειτα τὰς ὑστέρας καθαίρειν. [23] Ἢν δὲ θέλῃς ξυλλαβεῖν, τοῦ κισσοῦ ἑπτὰ κόκκους, ἢ τῶν φύλλων κατὰ μῆνα πίνειν ἐν οἴνῳ παλαιῷ, παυομένων τῶν ἐπιμηνίων· ἢ σίδιον ἑψήσας ἐν οἴνῳ εὐώδει ἀκρήτῳ, βάλανον ποιήσας, προσθεῖναι ἔς τε μεσημβρίην· ἢ στυπτηρίην αἰγυπτίην τρίψας λείην, ἐς εἴριον ἐνδήσας προστίθεσθαι, ἦμος ἥλιος δύνῃ, εἶτα ἀφελομένη διανιζέσθω οἴνῳ εὐώδει· ποιέειν δὲ ταῦτα, παυομένων τῶν ἐπιμηνίων. [24] Ἔχει δὲ καὶ τόδε οὕτως· ἐπὴν ἀποκαθαρθέωσιν αἱ γυναῖκες, μάλιστα ἐν γαστρὶ λαμβάνουσιν ἱμερωθεῖσαι, καὶ ὁ γόνος σφίσι ῥώννυται, ἢν μιγέωσιν ὅτε χρὴ, καὶ ὁ τοῦ ἀνδρὸς ῥηϊδίως μίσγεται, καὶ ἢν ἐπικρατήσῃ, τῷδε ἠδέλφισται· τότε γὰρ μάλιστα τὸ στόμα τῶν μητρέων κέχηνε, καὶ τετανόν ἐστι μετὰ τὰς καθάρσιας, καὶ αἱ φλέβες τὴν γονὴν σπῶσιν· ἐν δὲ τῷ πρὶν χρόνῳ τό τε στόμα τῶν μητρέων μέμυκε μᾶλλον, καὶ αἱ φλέβες πλέαι αἵματος ἐοῦσαι οὐχ ὁμοίως σπῶσι τὴν γονήν. Ἢν δὲ ὁ γόνος ἀποῤῥέῃ διιπετὴς, καὶ μὴ λήγῃ, οὐ μίσγεται ἀσπασίως τῷ ἀνδρὶ, οὐδὲ κυΐσκεται, καὶ ἰξύες ἐπώδυνοι, καὶ πῦρ ἔχει βληχρὸν, καὶ ἀδυναμίη, καὶ ἀψυχίη· καὶ ἔστιν ὅτε αἱ ὑστέραι ἐν τῇ σφέων αὐτέων μὴ εἰσὶν ἕδρῃ. Ἢν μὲν οὖν ὑπὸ πλησμονῆς ἴῃ, ἐᾷν ἄριστον· ἢν δὲ ἡ ὑστέρη χαλάσῃ, δίαιτα χόνδρος, κρέας ὕειον ἢ φάσσης, οἶνος μέλας, ποτήματα ὅσα πρὸς ῥόον γεγράψεται. [25] Νῦν δὲ ἐρέω ἀμφὶ νουσημάτων τῶν ἐν γαστρὶ ἐχουσέων. Φημὶ γυναικὶ ἐν γαστρὶ ἐχούσῃ δίμηνον ἢ τρίμηνον καὶ περαιτέρω, ἢν τὰ ἐπιμήνια χωρέῃ αὐτῇ κατὰ μῆνα ἕκαστον, ἀνάγκη λεπτήν τέ μιν γενέσθαι καὶ ἀσθενέα· ἔστι δ´ ὅτε καὶ πῦρ ἐπιλαμβάνει τὰς ἡμέρας ἕως ἂν χωρέῃ τὰ ἐπιμήνια, καὶ ἐπὴν χωρέῃ· καὶ μετὰ τὴν χώρησιν χλωρὴ γίνεται, χωρέει δὲ ὀλίγα. Ταύτῃσι κεχήνασιν αἱ μῆτραι μᾶλλον τοῦ καιροῦ, παραμεθίασί τε τῆς αὔξης τοῦ ἐμβρύου· κατέρχεται γὰρ, ἐπὴν ἐν γαστρὶ ἔχῃ ἡ γυνὴ, ἀπὸ παντὸς τοῦ σώματος αἷμα ἐπὶ τὰς μήτρας κατ´ ὀλίγον, καὶ περιιστάμενον κύκλῳ περὶ τὸ ἐν τῇσι μήτρῃσιν ἐὸν αὔξει κεῖνο· ἢν δὲ χάνωσιν αἱ μῆτραι μᾶλλον τοῦ καιροῦ, παραμεθίασι τοῦ αἵματος κατὰ μῆνα, ὥσπερ εἴωθε χωρέειν, καὶ τὸ ἐν τῇσι μήτρῃσιν ἐὸν λεπτόν τε καὶ ἀσθενὲς γίνεται. Μελεδαινομένης δὲ τῆς γυναικὸς, ἄμεινόν τε τὸ ἔμβρυον, καὶ αὐτὴ ἡ γυνὴ ὑγιαίνει· ἢν δὲ μὴ μελεδαίνηται, φθείρεται τὸ ἔμβρυον, κινδυνεύει δὲ καὶ αὐτὴ τὸ νούσημα χρόνιον ἔχειν, ἤν οἱ ἡ κάθαρσις πλεῖον τοῦ δέοντος χωρέῃ μετὰ τὴν διαφθορὴν, οἷα τῶν μητρέων μᾶλλον ἐστομωμένων. Καὶ κίνδυνος ἔσται, ἢν γυναικὶ ἐν γαστρὶ ἐχούσῃ ἡ κεφαλὴ φλεγματώδης ᾖ, καὶ καταβαίνῃ τὸ φλέγμα δριμὺ ἐς τὴν κοιλίην, καὶ καταῤῥήσῃ ἀπὸ τῆς κεφαλῆς τὴν κοιλίην, καὶ πὺρ ἐπιλαμβάνει αὐτὴν βληχρὸν, καὶ παλμοὶ ἔστιν ᾗσιν ἀσθενέες, ὑπεκλυόμενοι, ἐπαναδιδόντες, ὀξέες· ἢν δὲ καὶ ἀσιτίη ἔχῃ καὶ ὠδυναμίη, κίνδυνος ἐν τάχει φθαρῆναι τὸ ἔμβρυον, καὶ αὐτὴ ἐν κινδύνῳ ἔσται ἀπενεχθῆναι, ἢν μὴ μελεδαίνηται, ἐπὴν ἀποφύγῃ, ἅτε τῆς κοιλίης εὐρόου ἐούσης, ἀλλ´ αὐτίκα δεῖ καταλαμβάνειν. Πολλοὶ δὲ καὶ ἄλλοι εἰσὶ κίνδυνοι, ἐν οἷσι τὰ ἔμβρυα φθείρονται· καὶ γὰρ ἢν ἡ γυνὴ ἐν γαστρὶ ἔχουσα νοσήσῃ καὶ ἀσθενὴς ᾖ, καὶ ἄχθος βίῃ ἀείρῃ, ἢ πληγῇ, ἢ πηδήσῃ, ἢ ἀσιτίῃσιν ἢ λειποθυμίῃσιν ἔχηται, ἢ πλέονα ἢ ὀλίγην τροφὴν λαμβάνῃ, ἢ διδίσσηται καὶ πτύρηται, ἢ κεκράγῃ ἢ ἀκρατήσῃ· καὶ τροφὴ δὲ αἰτίη φθορῆς καὶ τὸ αἷμα πουλύ. Καὶ αὐταὶ δὲ αἱ μῆτραι ἔχουσι φύσιας ᾗσιν ἐξαμβλέεται, οὖσαι πνευματώδεες, πυκιναὶ, μαναὶ, μεγάλαι, σμικραὶ, καὶ ἀλλὰ ὅσα ἔοικεν. Ἢν γυνὴ ἐν γαστρὶ ἔχουσα τὴν κοιλίην ἢ τὴν ὀσφὺν πονέῃ, ὀῤῥωδέειν χρὴ τὸ ἔμβρυον ἀμβλῶσαι, ῥαγέντων τῶν ὑμένων, οἳ αὐτὸ περιέχουσιν. Εἰσὶ δὲ αἳ φθείρουσι τὰ ἔμβρυα, ἢν δριμύ τι ἢ πικρὸν φάγωσι παρὰ τὸ ἔθος ἢ πίωσι, νηπίου τοῦ παιδίου ἐόντος· ἢν γὰρ τῷ παιδίῳ παρὰ τὸ ἔθος τι γένηται, καὶ ἢν σμικρὸν ἔτι ᾖ, θνήσκει, καὶ ἢν τοιαῦτα φάγῃ ἢ πίῃ ἡ γυνὴ, ὥστε οἱ ἰσχυρῶς ταραχθῆναι τὴν κοιλίην, νηπίου ἐόντος τοῦ παιδίου· ἐπαΐουσι γὰρ αἱ μῆτραι τοῦ ῥεύματος χωρέοντος ἐκ τῆς κοιλίης. Καὶ ἢν ταλαιπωρήσῃ ἡ γυνὴ πλέονα τοῦ καιροῦ καὶ οἱ ἡ κοιλίη ἑρχθῇ ἢ καὶ μεγάλη γένηται, ἀπογίνεται καὶ οὕτω τὸ παιδίον οἷα θερμανθὲν ὑπὸ τῆς ταλαιπωρίης καὶ πιεζεύμενον ὑπὸ τῆς κοιλίης· κάρτα γὰρ τὰ πολλὰ, σμικρὰ ἐόντα, ἔστιν ἄγυια. Τὰ δὲ καὶ μεγάλα φθείρεται παιδία· ὥστε οὐ χρὴ θαυμάζειν τὰς γυναῖκας, ὅτι διαφθείρουσιν ἄκουσαι· φυλακῆς γὰρ καὶ ἐπιστήμης πολλῆς δεῖ ἐς τὸ διενεγκεῖν καὶ ἐκθρέψαι τὸ παιδίον ἐν τῇσι μήτρῃσι, καὶ ἀποφυγεῖν αὐτὸ ἐν τῷ τόκῳ. [26] Εἰ δὲ γυνὴ ἐν γαστρὶ ἔχουσα τὸ σῶμα φλαύρως ἔχοι, καὶ εἴη χολώδης καὶ ἐπίπονος, καὶ πυρεταίνοι ἄλλοτε καὶ ἄλλοτε, καὶ τὸ στόμα ἐκπικράζοιτο, γλῶσσα χλωρὴ, ὄμματα ἰκτερώδεα, ὄνυχες χολώδεες, οὖρον δριμὺ, ἄλλως τε καὶ εἰ πυρεταίνοι, ταύτῃ ξυμβήσεται, ἐπὴν τέκῃ, τὴν κάθαρσιν χολώδεα εἶναι, καὶ τὸ παιδίον ἀσθενές· καὶ ἢ χολώδεα τὰ λοχεῖα ἢ μέλανά ἐστι κάρτα, καὶ ἐπιπολῆς λῖπος ἐπιγίνεται, καὶ ἔρχεται κατ´ ὀλίγον, καὶ οὐ ταχὺ πήγνυται· καὶ τὸν μὲν πρῶτον χρόνον ῥηϊτέρως οἴσει, ἔπειτα χαλεπώτερον, καὶ ἐπικαθαίρεται ἐλάσσονα τοῦ δέοντος· ἢν γὰρ τὸ σῶμα φλαύρως ἔχῃ, καὶ τὰ λοχεῖά οἱ ἐλάσσονα χωρήσει καὶ πονηρότερα. Πείσεται δὲ ταὐτὰ πάντα καὶ ᾗ τὰ καταμήνια χωρέει χολώδεα, ἐλάσσονα δὲ χρόνον νοσήσει, καὶ κινδύνους τοὺς αὐτοὺς ἕξει ἡ νοῦσος, καὶ σημήϊα, καὶ μεταλλαγάς· ἢ γὰρ ἔμετος ταύτῃσι χολώδης ἢ κατὰ τὴν κοιλίην κάθαρσις γίνεται, καὶ ἑλκοῦνται αἱ μῆτραι. Φυλακῆς δὲ πολλῆς δέεται ἡ γυνὴ, ὅταν τοιοῦτόν τι γένηται, ὅκως μὴ θανεῖται ἢ ἄφορος ἔσται. Ἢν δὲ μηδὲν τουτέων γένηται καὶ μὴ μελεδαίνηται, ἀλλά οἱ τὰ λοχεῖα κρυφθῇ, θνήσκει ἐν τριήκοντα καὶ μιῇ ἡμέρῃ ὡς ἐπιτοπολύ. Ταύτην φάρμακον πῖσαι χοληγὸν, καὶ ἄνησον ἀρήγει, καὶ ὅσα ἐς οὔρησιν· ἐμέειν δὲ, καὶ ἱδρῶτας ἄγειν, καὶ τὴν κοιλίην κλύζειν χυλῷ πτισάνης ἢ μέλιτι καὶ ὠοῖσι καὶ μαλάχης ὕδατι. [27] ᾟσιν ἐν γαστρὶ ἐχούσῃσι περὶ τὸν ἕβδομον ἢ ὄγδοον μῆνα ἐξαπίνης τὸ πλήρωμα τῶν μαζῶν καὶ τῆς γαστρὸς ξυμπίπτει, καὶ οἱ μαζοὶ ξυνισχναίνονται, καὶ τὸ γάλα οὐ φαίνεται, φάναι τὸ παιδίον ἢ τεθνηκὸς εἶναι ἢ ζώειν τε καὶ εἶναι ἠπεδανόν. [28] Ὅσῃσιν ἐχούσῃσιν ἐν γαστρὶ ἐπιφαίνεται τὰ ἐπιμήνια, τρωσμοὶ γίνονται, ἢν πλέονα ἦ καὶ κάκοδμα, ἢ νοσώδεα τὰ ἔμβρυα γίνεται. [29] Ἢν γυνὴ ἐν γαστρὶ ἔχουσα φλεγματώδης ᾖ, καὶ τὴν κεφαλὴν ἀλγέῃ, καὶ πυρεταίνῃ ἄλλοτε καὶ ἄλλοτε, ἐν τῇ κεφαλῇ εἰλέεται τὸ φλέγμα, καὶ βάρος ἔχει καὶ ψύξις, καὶ ἐς τὸ σῶμα διαχωρέει καὶ ἐς τὰς φλέβας ὅταν ἡ κεφαλὴ ᾖ πλήρης· γίνεται δὲ καὶ μολίβῳ τὴν χροιὴν ἴκελος, καὶ ἐμέει φλέγμα, γλῶσσα λευκὴ καὶ οὔρησις, κοιλίης ἔκλευκος ψυχρὴ τάραξις, δυσκινησίη. Ἐπὴν δὲ τέκῃ, χωρήσει οἱ ἡ κάθαρσις φλεγματώδης, καὶ φανεῖται ὑμενώδης, καὶ ὥσπερ ἀράχνια διατεταμένα ἐν ταύτῃ ἔσται· καὶ πείσεται μὲν τὰ αὐτὰ πάντα καὶ ᾗ τὰ καταμήνια ἐχώρεε φλεγματώδεα, ἐλάσσονα δὲ χρόνον νοσήσει, καὶ κινδύνους τοὺς αὐτοὺς ἡ νοῦσος ἕξει, καὶ σημήϊα, καὶ μεταλλαγάς· ξυμβήσεται γὰρ αὐτῇ, ἔμετον γενέσθαι φλεγματώδεα καὶ παθήματα ὅμοια ἐκείνῃ χρονίσαντα. Ἐξήρτηται γὰρ τῷ αὐτέῳ τρόπῳ τὰ λοχεῖα καὶ τὰ καταμήνια τὰ φλεγματώδεα, ἐλάσσονα δὲ χρόνον μένει τῶν καταμηνίων. Καὶ ἢν μὴ ῥαγῇ αὐτῇ ἡ κάθαρσις χρονισθεῖσα, θνήσκει ἐν πέντε καὶ τεσσαράκοντα ἡμέρῃσι· καὶ ἤν οἱ φλεγματώδης ἡ λοχίη κάθαρσις χωρέῃ, ἐλάσσονα τῶν ὑγιηρῶν χωρήσει, μελεδαινομένη δὲ ἡ γυνὴ ὑγιὴς ἔσται, καὶ φυσηθήσεται ἐξ ἀρχῆς μέχρις ἂν ὑγιανθῇ· χαλεπὸν γάρ. Ταύτῃ χρὴ διδόναι φάρμακον, ὅ τι φλέγμα ἄγει, καὶ ἐπιπίνειν γάλα ἑφθὸν αἴγειον ξὺν μέλιτι· ἢν δὲ μὴ ἐσακούῃ, κάρδαμον ἢ κνῆκον ἢ κνέωρον ἢ πουλυπόδιον ἢ ὀῤῥὸν, ἢ τὸ ἀπὸ ἁλῶν ξυντιθέμενον διδόναι, καὶ ὅσα φλέγμα χαλᾷ καὶ ἄγει. [30] Ἢν δὲ γυνὴ ἐν γαστρὶ ἔχουσα σπληνώδης ᾖ ὑπὸ παθημάτων ὧν εἴρηται ἐν τῇ νούσῳ τῇ τὰ καταμήνια τὰ ὑδρωποειδέα καὶ φλεγματοειδέα ἀφιείσῃ, τὰ λοχεῖα χωρήσει ὑδρωποειδέα, καὶ ἐλεύσεται ὁτὲ μὲν πολλὰ, ὁτὲ δὲ ὀλίγα, καὶ γίνεται ὁτὲ μὲν ὥσπερ ἀπὸ κρεῶν ὕδωρ, ὡς εἴ τις κρέα αἱματώδεα ἀποπλύνοι, ὁτὲ δὲ ὀλίγῳ παχύτερα, καὶ οὐ πήγνυται. Καὶ πείσεται ταὐτὰ πάντα καὶ ᾗ τὰ καταμήνια τὰ ὑδατοειδέα ἐχώρεε, καὶ κινδύνους τοὺς αὐτοὺς ἡ νοῦσος ἕξει καὶ μεταλλαγάς· ξυμβήσεται γάρ οἱ ῥόον γενέσθαι ὑδατώδεα, ἢ κρυφθῆναι τὴν κάθαρσιν καὶ τραπέσθαι περὶ τὴν κοιλίην καὶ τὰ σκέλεα ἢ ἐς τὸ στέρνον ἤ τι τούτων, καὶ κίνδυνοι ἔσονται οἱ αὐτοὶ, οἳ καὶ πρόσθεν εἴρηνται. [31] Ἢν κύουσα οἰδέῃ, κνίδης καρπὸν ὡς πλεῖστον καὶ μέλι καὶ οἶνον κεκρημένον εὐώδεα διδόναι ποτὸν δὶς τῆς ἡμέρης. Ἢν κύουσαν χολὴ λυπέῃ, πτισάνης χυλὸν δίδου, ῥόον ἐπιπάσσων τὸν ἐρυθρὸν ἢ τὸν ἐκ τῆς συκαμίνου, ψυχρὸν δὲ ῥοφεέτω, καὶ καταστήσεται. [32] Ἢν δὲ πνὶξ προσπέσῃ ἐξαπίνης ἐχούσῃ ἐν γαστρί, γίνεται δὲ τοῦτο μάλιστα ἐπὴν ἡ γυνὴ ταλαιπωρήσῃ καὶ ἀσιτήσῃ, θερμανθεισέων τῶν μητρέων ὑπὸ τῆς ταλαιπωρίης καὶ ἐλάσσονος τῆς ἰκμάδος γενομένης τῷ ἐμβρύῳ, ἅτε τῆς μητρὸς κενεωτέρης τὴν κοιλίην τοῦ καιροῦ ἐούσης, ἰθύει τὸ ἔμβρυον πρὸς τὸ ἧπαρ καὶ τὰ ὑποχόνδρια, ἅτε ἰκμαλέα ἐόντα, καὶ πνίγα ποιήσει ἰσχυρὴν ἐξαπίνης. Ἐπιλαμβάνει γὰρ τὸν διάπνοον τὸν ἀμφὶ τὴν κοιλίην, καὶ ἀναυδίη ἴσχει τὴν γυναῖκα, καὶ τὰ λευκὰ ἀναβάλλει τοῖν ὀφθαλμοῖν, καὶ τἄλλα πάσχει πάντα ὅσα περ εἴρηται, ἥν τινα ἔφησα τὰς μήτρας πνίγειν. Καὶ ἅμα ἄρχεταί τε ἡ πνὶξ γίνεσθαι τῇ ἐν γαστρὶ ἐχούσῃ γυναικὶ, καὶ ἀπὸ τῆς κεφαλῆς καταῤῥεῖ φλέγμα ἐς τὰ ὑποχόνδρια, οἷα τοῦ σώματος μὴ δυναμένου τὴν ἀναπνοὴν ἕλκειν. Καὶ ἢν μὲν ἅμα τοῦ φλέγματος τῇ κατελεύσει ἴῃ τὸ ἔμβρυον ἐς χώρην τὴν ἑωυτοῦ, οἷα τὴν ἰκμάδα ἑλκύσαν καὶ κατενεχθὲν ὑπὸ τοῦ φλέγματος, ὑγιὴς γίνεται ἡ γυνή· τρυσμὸς δὲ γίνεται, ἀπιόντος τοῦ ἐμβρύου ἐς χώρην τὴν ἑωυτοῦ, καὶ ἡ γαστὴρ ὑγρὴ γίνεται ὡς ἐπὶ τὸ πλεῖον τῆς γυναικός. Ἢν δὲ μὴ ἴῃ τὸ ἔμβρυον ἐν τάχει ἐς χώρην τὴν ἑωυτοῦ, δύο γίνεται ἤδη τὰ πονέοντα τὸ ἔμβρυον, τὸ φλέγμα τὸ καθελθὸν ἀπὸ τῆς κεφαλῆς, βαρύνει τε γὰρ καὶ ψύχει ἐπιμένον, καὶ ἡ ἀηθείη τοῦ χωρίου· καὶ κινδυνεύσει, ἤν γε μή τις ἐν τάχει ἐπιτηδειοτέρως διαιτῴη, ἀποπνιγείη γὰρ ἂν ἡ γυνή. Καὶ τὰ μὲν ἀμφὶ τούτων ὧδε ἔχει. [33] Ἢν δὲ γυναικὶ ἐν γαστρὶ ἐχούσῃ ὁ χρόνος ἤδη τοῦ τόκου παρῇ, καὶ ὠδὶς ἔχῃ, καὶ ἐπὶ πολλὸν χρόνον ἀποφυγεῖν ἡ γυνὴ τοῦ παιδίου μὴ οἵη τε ᾖ, ὡς ἐπίπαν ἔρχεται πλάγιον ἢ ἐπὶ πόδας, χρειὼ δ´ ἐπὶ κεφαλὴν χωρέειν. Ὧδε δὲ γίνεται τὸ πάθημα· ὥσπερ εἴ τις ἐς λήκυθον σμικρόστομον πυρῆνα ἐμβάλοι, οὐκ εὐφυὲς ἐξελεῖν πλαγιεύμενον, οὕτω δὴ καὶ τῇ γυναικὶ χαλεπὸν πάθημα τὸ ἔμβρυον, ἐπειδὰν λοξωθῇ, οὐκ ἔξεισι γάρ. Χαλεπὸν δὲ καὶ ἢν ἐπὶ πόδας χωρήσῃ, καὶ πολλάκις ἢ αἱ μητέρες ἀπώλοντο, ἢ τὰ παιδία, ἢ καὶ ἄμφω. Ἔστι δὲ καὶ τόδε μέγα αἴτιον τοῦ μὴ ῥηϊδίως ἀπιέναι, ἢν νεκρὸν ἢ ἀπόπληκτον ἢ διπλόον ᾖ. [34] Ἐπὴν ἐν γαστρὶ ἡ γυνὴ ἔχῃ, χλωρὴ γίνεται πᾶσα, ὅτι αὐτέης τοῦ αἵματος αἰεὶ τὸ ἀκραιφνὲς καθ´ ἡμέρην ὑπολείβεται ἐκ τοῦ σώματος, καὶ κατέρχεται ἐπὶ τὸ ἔμβρυον, καὶ αὔξη οἱ γίνεται, καὶ ἐλάσσονος τοῦ αἵματος ἐόντος ἐν τῷ σώματι ἀνάγκη εἶναι χλωρὴν, καὶ ἱμείρεσθαι ἀλλοκότων αἰεὶ βρωμάτων, καὶ ἐπ´ ὀλίγοισιν ἐμετώδεα ἀσᾶται, καὶ ἀσθενεστέρη γίνεται, ὅτι τὸ αἷμα μινύθει. Φημὶ δὲ γυναῖκα, ἢν ἐπίτεξ ᾖ, πνεῦμα πυκνὸν ἀφιέναι, καὶ ἢν ἡ κάθαρσις ἄρχηται, ἡ κοιλίη πλήρης ἐστὶ καὶ θερμὴ πιεζομένη. Μάλιστα δὲ ἀναπνέει πυκινὸν, ἐπὴν τόκου πελάζῃ, καὶ τὴν ὀσφὺν τότε μάλιστα πονέεται· φλᾶται γὰρ καὶ ἡ ὀσφὺς ὑπὸ τοῦ ἐμβρύου· καρδιώσσει δὲ ἐν τῷ μεταξὺ ξύμπαντι χρόνῳ ἄλλοτε καὶ ἄλλοτε, ἅτε τῆς κοιλίης περιστελλομένης ἀμφὶ τὸ ἔμβρυον, μάλιστα δὲ τῆς ὑστέρης. Καὶ ἢν τεκούσῃ ἡ ὑστέρη ἐξανεμωθῇ, ἧπαρ ὄϊος ἢ αἰγὸς ἐς τέφρην κρύψαι, καὶ μετέπειτα ἑψεῖν, καὶ λαμβάνειν, καὶ οἶνον, ἢν μή τι κωλύῃ, πίνειν ζωρότερον παλαιὸν ἐπὶ τέσσαρας ἡμέρας, ἢν ποῤῥωτέρω ᾖ ἀπὸ τῆς τέξιος. Ἢν δὲ τὰς ἰξύας ἀλγέῃ, ἄννησον καὶ κύμινον αἰθιοπικὸν πινέτω, καὶ τῷ θερμῷ λουέσθω. Ἢν δ´ ἆσθμα λάζηται, θείου ὅσον κύαμον καὶ καρδαμώμου ἴσον καὶ πηγάνου καὶ κυμίνου αἰθιοπικοῦ, ταῦτα τρίψας καὶ διεὶς οἴνῳ, δίδου πιεῖν νήστει πυκινά· καὶ σιτίων ἀπεχέσθω. Ἢν ἐν τόκῳ κάθαρσις ἴῃ πολλὴ, ἡ ὑστέρη ξυνέλκεται καὶ ἡ κύστις καὶ τὸ ἔντερον, καὶ οὔτε τὸ κόπριον κατέχουσιν οὔτε τὸ οὖρον, προΐενται δέ· ὠὰ οὖν ῥοφεῖν δίδου, καὶ ἄρτον ἐγκρυφίην τρώγειν καὶ ἅσσα λοιπὰ γέγραπται. Ἢν δὲ ᾖ ἐν τόκῳ ξηρὴ καὶ δύσικμος, ἔλαιον πίνειν, καὶ καταιονᾷν τὰ χωρία ἐλαίῳ θερμῷ, μαλάχης ὕδατι, κηρωτῇ τε ὑγρῇ διαχρίειν, καὶ ἔγχυτον χηνὸς ἄλειφα ξὺν ἐλαίῳ. Ἢν δὲ μὴ δύναιτο τίκτειν, ὑποθυμία ῥητίνην ἢ κύμινον ἢ πίτυος φλοιόν· καὶ τούτῳ ὑποθυμία. Ἅσσα δὲ οἰδήματα γίνεται ὑστερικὰ ἐν τόκῳ ἢ ἐκ τόκου, οὐ χρὴ στύφειν, οἷα οἱ ἰητροὶ ποιέουσιν· φάρμακα δὲ τάδε ἄριστα προσφέρειν, κύμινον αἰθιοπικὸν, ὅσον τοῖσι τρισὶ δακτύλοισι, καὶ τοῦ ἀννήσου, καὶ τοῦ σεσέλιος πέντε ἢ ἓξ, γλυκυσίδης χηραμύδος ἥμισυ τῆς ῥίζης, ἢ καὶ τοῦ σπέρματος, ταῦτα ἐν οἴνῳ λευκῷ ἡδυόδμῳ μάλιστα νήστει διδόναι· ἢ δαύκου ῥίζην αἰθιοπικοῦ, σέσελι, γλυκυσίδης ῥίζην τὸν αὐτὸν τρόπον· ἢ ἱπποσελίνου καὶ δαύκου αἰθιοπικοῦ καρπὸν ὡσαύτως· ἢ κρήθμου ῥίζαν, ἢ κυμίνου αἰθιοπικοῦ ἀττικὸν τετρώβολον, ἢ πέπερι, ἄννησον, δαῦκος, ἀκτέα, γλυκυσίδης ῥίζα· ταῦτα ἐν οἴνῳ τρίβειν καὶ διδόναι πίνειν· ἢ μυρτιδάνου κλωνία δύο ἢ τρία, καὶ κύμινον αἰθιοπικὸν, γλυκυσίδης ῥίζην, ἢ λίνου σπέρμα ὁμοίως, ὃ καὶ τὰ παιδία βήσσοντα ψωμίζουσι ξὺν ὠῷ ὀπτῷ λεκίθῳ, ξὺν σησάμῳ πεφρυγμένῳ. Ἢν παιδοῦσα ἀφθᾷ τὰ αἰδοῖα, ἀμύγδαλα τρίψας καὶ βοὸς μυελὸν ἐν ὕδατι ἑψεῖν, καὶ ἄλητον ἐμβαλὼν σμικρὸν, διαχρίειν τὰ αἰδοῖα, καὶ διακλύζειν τῷ ὕδατι τῷ ἀπὸ τῶν μύρτων. [35] Νῦν δὲ ἐρέω ἀμφὶ λοχείων καὶ τῶν μετὰ τὸν τόκον ἰόντων. Ὅταν γυνὴ ἢ τὰ λοχεῖα μὴ καθαρθῇ, ἢ τὰ ἐπιμήνια μὴ ἴῃ, ἢ καὶ ἡ ὑστέρη σκληρὴ ᾖ, ὀδύνη ἔχει τὴν ὀσφὺν, καὶ τοὺς μὲν κενεῶνας καὶ βουβῶνας καὶ μηροὺς καὶ πόδας ἀλγέει πικρῶς, καὶ ἡ γαστὴρ ἐπαίρεται, καὶ φρῖκαι διὰ τοῦ σώματος διαΐσσουσιν, ἐκ δὲ τῶν τοιουτέων πυρετοὶ γίνονται ὀξέες. Ταύτην τὴν οὕτως ἔχουσαν, ἢν μὲν ἄπυρος ᾖ, διαιτᾷν λουτροῖσι, λιπαίνειν δὲ καὶ τὴν κεφαλὴν ἐλαίῳ ἀνθινῷ· ἑψεῖν δὲ μαλάχην, ἢ ἔλαιον κύπρινον ἐς ὕδωρ ἐγχέειν καὶ ἐγκαθίζεσθαι παρηγορικῶς· ἐν πάσῃσι δὲ τῇσι νούσοισιν, ἐφ´ ὧν πυρίη ἀρήγει, ἄμεινον ὕστερον χρίεσθαι λίπα· ἢν δὲ πῦρ ἔχῃ, λουτρῶν ἀπέχεσθαι· πυριᾷν δὲ καὶ χλιάσμασι τὴν νειαίρην γαστέρα καὶ τὴν ὀσφὺν θεραπεύειν· διδόναι δὲ πίνειν τῶν φαρμάκων τῶν ὑστερικῶν, παραμίσγοντα ἢ τῆς σηπίης τῶν ὠῶν ἢ τοῦ καστορίου· μετὰ δὲ τοῦτο ῥοφέειν διδόναι ἄλητον ξὺν πηγάνῳ ἑφθὸν ἢ πτισάνης χυλόν. [36] Ἢν δὲ γυναικὶ μετὰ τοῦ παιδίου ἐν τῷ τόκῳ μὴ ἴῃ τὸ ὑγρὸν ὡς χρὴ, ἀλλὰ μεῖον, ἢν μὲν ἐν τῇ κεφαλῇ ἔχῃ τὸ ὑγρὸν ὑπὸ θέρμης εἰρυσθὲν ἐν τόκῳ καὶ πρὶν ὀλίγον, κεφαλαλγήσει· ἢν δὲ ἐς τὴν κοιλίην ἔλθῃ ἅλες, ἐπειδὰν συθῇ, διαταράξειεν αὐτὴν καὶ οὐχὶ πόῤῥω. Τιμωρέειν δὲ ὡς μὴ ἐκ τούτου διάῤῥοια ἐπιγενομένη σώματι φλαύρως ἔχοντι πονήσει μιν. Ἢν δὲ ἀπὸ κεφαλῆς ἐλθὸν τὸ ῥεῦμα ἐς τὴν λοχείην κάθαρσιν τραπῇ καὶ πολλὰ συθῇ, ῥηΐζει· ἢν δὲ πλέον τοῦ μετρίου, μελεδαίνειν· ἢν δὲ ἐς τὴν κοιλίην, ῥηϊτέρη ἂν ἡ ἔξοδος τῷ παιδίῳ γένοιτο. Εἰ δὲ ἡ κάθαρσις τῇ γυναικὶ ὀλίγη χωρέοι, πόνος λάζυται ἰσχυρὸς ἰξύας τε καὶ τὸν ἀμφὶ τὰ αἰδοῖα πάντα χῶρον, καὶ οἰδέει, καὶ οἱ μηροὶ πίμπρανται, καὶ ἐκ τοῦ στόματος καὶ ἐκ τῶν ῥινέων ῥέει φλέγμα ὑδαρὲς, καὶ ἀλγέει κεφαλὴν, καὶ πῦρ ἔχει, καὶ φρίκη, καὶ ἰδίει, καὶ οἱ ὀδόντες βρύχουσι, καὶ ἀψυχέει, καὶ ἡ γαστήρ οἱ στεγνὴ ἔσται καὶ ἡ κύστις, καὶ τὤμματα ἀναδινέει, καὶ ζοφοειδὲς ὁρῇ. Γυναικὶ δὲ ἐκ τόκου ἐούσῃ ἡ κάθαρσις ἐπὴν ᾖ, οὐκ εὐμαρέως χωρέει, οἷα τῶν μητρέων ἐν φλογμῷ γενομένων, καὶ τοῦ στόματος σφέων μύσαντος· περιιδνοῦται γὰρ ὁ στόμαχος τοῦ αἰδοίου μετὰ τὸ παιδίον ποιήσασθαι τὴν ἐκχώρησιν· ἢν γὰρ τούτων τι ᾖ, οὐ χωρήσει οἱ ἡ κάθαρσις· ἢν δὲ μὴ χωρέῃ οἱ ἡ κάθαρσις, ξυμβήσεται ὥστε μιν πυρεταίνειν, καὶ φρίκην ἔχειν, καὶ τὴν γαστέρα μεγάλην εἶναι· ἢν δὲ ψαύσῃ αὐτῆς, ἀλγέειν πᾶν τὸ σῶμα, μάλιστα ἤν τις τῆς γαστρὸς ψαύσῃ, καὶ καρδιώσσει ἄλλοτε καὶ ἄλλοτε, καὶ ὀσφὺν πονέει, καὶ ἀσιτίη καὶ ἀγρυπνίη καὶ νυγμός. Ἔπειτα ἡμέρῃ πέμπτῃ ἢ ἑβδόμῃ ἔστιν ὅτε ἡ κοιλίη ταράσσεται, καὶ ὑποχωρέει μέλανα καὶ κάκοδμα κάρτα, ἄλλοτε καὶ ἄλλοτε καὶ ὡς ὄνειον οὖρον, καὶ ἢν ὑπέλθῃ, δοκέει οἱ ῥηΐτερον εἶναι, καὶ μελεδαινομένη ἐν τάχει ὑγιὴς γίνεται· ἢν δὲ μὴ, κινδυνεύσει διαῤῥοίης αὐτῇ ἰσχυρῆς ἐπιπεσούσης, καὶ τὰ λοχεῖά οἱ κεκρύψεται. Ἢν δὲ ἡ κοιλίη οἱ μὴ ταράσσηται, μηδὲ ἡ κάθαρσις χωρέῃ αὐτομάτη, μηδέ οἱ προσφέρηται ἐν τάχει τὰ ἐπιτήδεια, ὁ δὲ χρόνος προΐῃ, πονήσει τὰ προειρημένα μᾶλλον, καὶ ἐπὶ τουτέοισι κινδυνεύσει πελιδνὴ γενέσθαι ὡς μόλιβδος, καὶ ὑδερωθῆναι, καὶ ὁ ὀμφαλὸς ἐκστήσεται αὐτῇ, ἀειρόμενος ὑπὸ τῶν μητρέων, καὶ ἔσται μελάντερος τῶν πέριξ. Καὶ ἐπὴν ταῦτα γένηται, οὐχ οἵη τέ ἐστι περιγενέσθαι ἡ γυνή· θνήσκουσι δὲ ἄλλαι ἄλλῳ χρόνῳ, ὅκως ἂν καὶ τὰ τοῦ σώματος ἔχωσι καὶ τὰ τῆς πάθης· μιῆς δὲ καὶ εἴκοσιν ἡμερέων οὐχ ὑπερβάλλουσιν, ὡς ἐπὶ τὸ πλέον οὕτω ξυμβαίνει. Ἢν δέ οἱ ῥαγῇ ἡ κάθαρσις εἴτε καὶ ὑπὸ φαρμάκων εἴτε καὶ αὐτομάτη, γίνεται γὰρ καὶ τοῦτο, ἢν χαλάσωσι τὸ στόμα αἱ μῆτραι βιασθεῖσαι ὑπὸ τοῦ αἵματος ἀλέως ἐξαπίνης κατελθόντος, καὶ ἢν ῥαγῇ, ἀποκαθαίρεται δύσοδμα καὶ πυώδεα, ἔστι δ´ ὅτε καὶ μέλανα, καὶ ῥηΐτερον ἔσται, καὶ μελεδανθεῖσα ὑγιαίνεται. Γίνεται δὲ καὶ ἕλκεα ἐν τῇσι μήτρῃσιν οἷα τῶν λοχείων σαπέντων· καὶ ἢν γένηται, πλέονος μελεδώνης δεήσεται, ὅκως μή οἱ τὰ ἕλκεα μεγάλα καὶ σηπεδονώδεα ἔσται· κίνδυνος δὲ ἢ θανεῖν ἢ ἄφορον γενέσθαι. Σημήϊα δὲ ταῦτα γίνεται ἢν ἕλκεα ἐνῇ· ἐπὴν χωρέῃ ἡ κάθαρσις, δοκέει ὡς ἀκάνθια διὰ τῶν μητρέων ἰέναι, καὶ πῦρ λάζεται τὴν κοιλίην. Φιλέει δὲ ταῦτα ἐπιλαμβάνειν· ἀλγέει ἐπαφωμένη τὸ κάτω τοῦ ὀμφαλοῦ, ὡς ἕλκεος καθαροῦ νευρώδεος εἰ θίγοις· ἔπειτα ὀδύναι ἰσχυραὶ ἄλλοτε καὶ ἄλλοτε ἐμπίπτουσιν ἐς τὰς μήτρας, καὶ πυρετὸς, ἔστι δ´ ὅτε πρὸς χεῖρα βληχρὸς, καὶ ἄλλοτε καὶ ἄλλοτε ὑποκακοήθεα χωρέει τὰ λοχεῖα, πυώδεα, δύσοδμα. Ταῦτα σημήϊά ἐστιν, ἢν ἕλκεα ἐν τῇσι μήτρῃσιν ᾖ, καὶ δέεται πολλῆς μελεδώνης. Ταύτης μὲν οὖν ἀμφὶ τῆς νούσου τόσαι τελευταί εἰσιν. Ἢν δὲ ἡ κάθαρσις ἡ λοχείη τὰς μὲν πρώτας ἡμέρας τρεῖς ἢ τέσσαρας χωρήσῃ, ἔπειτα ἀπόληται ἐξαπίνης, αὕτη πάσχει παθήματα τῇ προτέρῃ ἀδελφέα, ἧσσον δέ· καὶ ἢν μεταπίπτῃ ἡ νοῦσος, ἐς τωὐτὸ μεταπείσεται· χρονίη δὲ καὶ βληχροτέρη ἔσται τῆς προτέρης. Διαιτεομένη δὲ ἡ γυνὴ περιγίνεται, ἢν ἁρμοῖ μελεδαίνηται. Ἀμφὶ δὲ τῆς νούσου ταύτης ὧδε ἔχει. [37] Ἢν δὲ ἐκ τόκου μὴ καθαρθῇ, οἰδέει ἡ γαστὴρ καὶ ὁ σπλὴν καὶ τὰ σκέλεα, καὶ πῦρ ἔχει, καὶ ῥῖγος λαμβάνει, καὶ ὀδύναι ἀΐσσουσι πρὸς τὰς ἰξύας, ἔστι δ´ ὅτε καὶ πρὸς τὰ σπλάγχνα, καὶ ἀποψύχεται, καὶ πῦρ ἔχει, σφυγμοὶ βληχροὶ, ἔστι δ´ ὅτε καὶ ὀξέες, ἄλλοτ´ ἀειρόμενοι, ἄλλοτε ἐλλείποντες. Ταῦτα πάσχει ἀρχομένης τῆς νούσου, καὶ ὧδε ἔχει· ἢν δὲ προΐῃ τοῦ χρόνου, τὰ κῦλα τοῦ προσώπου ἐρυθρὰ γίνεται. Ὅταν ὧδε ἔχῃ, διδόναι κοῦφα σιτία· κἢν ὀργᾷ, φάρμακον πῖσαι κάτω· ἢν μὲν χολώδης ᾖ, ὅ τι χολὴν καθαίρει, ἢν δὲ φλεγματώδης, ὅ τι φλέγμα· μετὰ δὲ τοῦτο πυριῆσθαι τὰς ὑστέρας εὐώδεσι, καὶ προσθεῖναι μαλθακτήριον τὴν ἡμέρην. Ἢν δὲ στερεὸν ᾖ τὸ στόμα, πυριῇν ἅπασαν ἡμέρην, καὶ τὰ μαλθακτήρια προστιθέναι· ἔπειτα λοῦσαι θερμῷ ὕδατι, καὶ ἐντιθέναι τοὺς μολίβδους· μετέπειτα δὲ ἁλὸς χόνδρους καὶ σμύρναν ἐς τρυχίον ἀποδήσας καὶ τὴν πίσσην τὴν ἑφθὴν ἐν εἰρίῳ, ἡδύσματα ξυμμίξας, ἴσον ἑκάστου, ποιέειν ἴσον κικίδι σμικρῇ· προσκείσθω δὲ ἡμέρην καὶ εὐφρόνην· μετὰ δὲ τοῦτο διαλείπειν ἡμέρας τρεῖς, καὶ πυριῆσθαι τοῖσιν αὐτέοισιν· προστιθέναι δὲ καὶ κόκκους ἐκλέψας ὅσον δύο πόσιας καὶ πεπέρεος, τρίψας λεῖα, παραμίξας ἔλαιον αἰγύπτιον λευκὸν καὶ μέλι ὡς κάλλιστον, ἐμπλάσας ἐν εἰρίῳ, περιελίξας περὶ πτερὸν, προστιθέναι ἡμέρην καὶ εὐφρόνην, καὶ ἤν σοι δοκέῃ κεκαθάρθαι, ἄμεινον ἐᾷν· ἢν δὲ δοκέῃ ἔτι δέεσθαι καθάρσιος, δύο ἡμέρας διαλείπειν, καὶ αὖθις τὸ ξὺν τῇ σικύῃ ἡμέρην καὶ εὐφρόνην προστιθέναι· κἄπειτα νέτωπον καὶ ῥόδινον ἔλαιον ὡς εὐωδέστατον καὶ ἐλάφου στέαρ τήξας, ἐν εἰρίῳ προστιθέναι μίην ἡμέρην, καὶ λούειν πολλῷ τῷ θερμῷ, ὡς οἷόν τε ᾖ εὐμενές· καθαρτηρίοισι δὲ αὐτίκα καὶ θερμῷ καθηραμένη τὰ πονεύμενα χωρία, ἐναλειφέσθω τὸ στόμα τῶν μητρέων χηνείῳ στέατι καὶ σμύρνῃ καὶ ῥητίνῃ χλιαρῇ, καὶ θάλπειν· κλυζέτω δὲ τὰς ὑστέρας τῷ οἴνῳ καὶ τῷ ναρκισσίνῳ ἐλαίῳ τῇ ὑστεραίῃ· ἢν δὲ μὴ ᾖ ναρκίσσινον, οἴνῳ μόνῳ· ταῦτα ὅκως σοι πρὸ τῶν ἐπιμηνίων ἡμέρῃ μιῇ πρόσθεν πεποιήσεται. Ἐπὴν δὲ τὰ ἐπιμήνια γενήται, τὰς μὲν ἐν ἀρχῇ ἡμέρας τρεῖς, τρίβουσα μέλαν τὸ κύπριον, καὶ ἁλὸς χόνδρον ἐπιχέασα, εἰρίῳ ἀναφορύξαι· τοῦτο ἐν τῷ σώματι ἐχέτω ἐπ´ ὀλίγον, καὶ νῆστις οἶνον ἄκρητον εὐώδεα ἐπιῤῥοφεέτω. Ἐπὴν δὲ παύσηται τὰ ἐπιμήνια, τὴν ἡμέρην τὸ ξὺν τῇ γλήχωνι προστιθεῖσα, πρὸς τὸν ἄνδρα ἴτω· κἢν ἐν γαστρὶ σχῇ, ὑγιὴς γίνεται. Σιτίοισι δὲ χρήσθω ἐν τῇ καθάρσει. Πρὸς τούτοις ἀρήγει ἑψεῖν τὴν λινόζωστιν, καὶ ξυμμίσγειν πράσα καὶ σκόροδα καὶ κράμβην κόκκωνά τε, καὶ τὸν χυλὸν ῥοφεέτω· τοῖσι δ´ ἄλλοισι, θαλασσίοισι μᾶλλον ἢ κρέασι χρήσθω· τῶν δὲ γλυκέων εἰργέσθω καὶ ἐλαιηρῶν· πίνειν δὲ αἰεὶ νῆστιν τὸ ἀπὸ τῆς δαΐδος, ἔστ´ ἂν καθαίρηται· ἐν δὲ τοῖσιν ἐπιμηνίοισι μάλα πινέτω.
[38] Ἢν δὲ ὀλίγῳ ἐλάσσονα
τοῦ δέοντος χωρήσῃ γυναικὶ τὰ λοχεῖα, οἷα τῶν μητρέων στενοστόμων ἐουσέων καὶ
παρεστραμμένων, ἢ τοῦ αἰδοίου ἐπιμεμυκότος κάρτα ὑπὸ φλεγμασίης, ἡ γυνὴ
πυρεταίνει ὀξέως, καὶ καρδιώσσει, καὶ ἀλγέει τὸ σῶμα πᾶν, καὶ σφαδάζει, καὶ ἐς
τὰ ἄρθρα τῶν χειρέων καὶ τῶν σκελέων καὶ τῆς ὀσφύος ἡ ὀδύνη φοιτᾷ, καὶ τὸν ἀμφὶ
τὴν δειρὴν χῶρον καὶ ῥάχιν καὶ βουβῶνας ἀλγήσει, καὶ ἀκρατέα τινὰ τῶν μελέων τοῦ
σώματος γενήσεται· ἔπειτα πῦρ ἠρεμαῖον, φρίκη πάνυ φανερή· ἐμέουσι δὲ καὶ
φλεγματώδεα, πικρὰ, δριμέα. Καὶ ἀμφὶ τῆσδε ὧδε ἔχει· καί οἱ ξυμβήσεται, ἢν
μελεδανθῇ, ὑγιέα γενέσθαι· ἢν δὲ μὴ, χωλὴν καὶ ἀκρατέα τῶν μελέων γενέσθαι τοῦ
σώματος. Ἄφορος δὲ ἡ νοῦσος οὐ πάνυ. Ἢν μὲν αἱ μῆτραι ἑλκωθέωσι καὶ τὰ λοχεῖα μὴ
παρῇ, ὡς χρὴ, πάντα πονήσει, καὶ ἢν μὴ μεγάλα ᾖ τὰ ἕλκεα, μελεδαινομένη ἐν τάχει
ὑγιαίνει. Χρὴ δὲ τὴν μελέτην ἀτρεκέως ποιέεσθαι ἑλκέων τῶν ἐν τῇσι μήτρῃσιν· ἅτε
γὰρ ἐν ἁπαλῇ ἐόντα καὶ εὐεπαισθήτῳ καὶ νευρώδει κοιλίῃ, πολλὰ δὲ τὰ κοινωνέοντα,
βρέγμα, στόμαχος, γνώμη, αὔξεται, καὶ κακοτροπέει, καὶ οὐ ῥηϊδίως ἐθέλει
ξυνιέναι. Ἢν δέ οἱ αἱ μῆτραι στενόστομοι γενοίατο, καὶ μὴ παραχαλάσωσι τὴν
λοχείην κάθαρσιν, καὶ φλεγμήνωσιν, ἢν μὴ μελεδαίνηται ἐν τάχει, πάντα μιν μᾶλλον
πονήσει, καὶ ὀδμὴ πονηρὴ, καὶ οἰδίσκεται ἡ ἔξοδος· καὶ ἢν μὴ φλεγμήνωσιν αἱ
μῆτραι, αὐτόματον ἔξεισι κακὸν ὀζόμενον καὶ πελιδνὸν ἐὸν ἢ μέλαν ἐὸν
θρομβοειδὲς, καὶ ἡ γυνὴ καθαίρεται τὰ λοχεῖα· ἔστι δ´ ὅτε οὐκ ἔξεισιν, ἀλλὰ τῇ
γυναικὶ θάνατον σημαίνει, εἰ μή τις ἐν τάχει φλέβα τάμοι ἢ τὴν κοιλίην
μαλθάξειεν· ἄμεινον δὲ καὶ κλύσμα ποιῆσαι· ἢν δὲ εὐήμετος ᾖ, καὶ ἐς ἔμετον
ἄγειν· κρέσσον δὲ διουρέειν καὶ ἰδίειν· τουτέων δὲ καιρὸς, [39] Ἢν δὲ ἐκ τόκου γυνὴ καθαρθῇ ὀλίγῳ πλέονα ὧν χρὴ, γίνεται γὰρ καὶ τοῦτο, ἢν αἵ τε μῆτραι εὐρύστομοι γενοίατο καὶ τῶν φλεβῶν τινες καταῤῥαγέωσιν, αἳ τείνουσιν ὑπὸ τὰς μήτρας, ὑπὸ βίης τῆς ἐξόδου τοῦ ἐμβρύου, πυρετὸς ἕξει αὐτὴν λεπτὸς, θέρμη τε ἀνὰ πᾶν τὸ σῶμα, ἔστι δ´ ὅτε καὶ φρίκη καὶ ἀσιτίη, καὶ βδελύξεται πάμπαν, καὶ λεπτὴ ἔσται καὶ ἀσθενὴς καὶ χλωρὴ καὶ οἰδαλέος, καὶ ἀσιτιεῖ· ἢν δέ τι φάγῃ ἢ πίῃ, οὐ πέσσεται· ἐνίῃσι δὲ καὶ κοιλίη καὶ κύστις καταῤῥήγνυται, καὶ φρίκη ἔχει μᾶλλον. Ἀμφὶ δὲ ταύτης ὧδε ἔχει. [40] Ἢν δὲ ἐκ τόκου ἐούσῃ συμφραχθῇ τι τοῦ αἰδοίου, ἤδη δὲ καὶ τοῦτο εἶδον, ἢν ἑλκωθῇ τὸ στόμα τοῦ αἰδοίου, καὶ ἐπειδὰν ἑλκωθῇ ἐν τῷ τόκῳ βιησθὲν ὑπὸ τῆς ἐξόδου τοῦ παιδίου, ἐγένετο ἴκελόν τι ἄφθῃ, καὶ ἐφλέγμηνε κάρτα, καὶ τὰ χείλεα ὑπὸ τῆς φλεγμάνσιος ξυνέπεσε πρὸς ἄλληλα καὶ ἐλάβετο ἀλλήλων, ἅτε ἡλκωμένα ἐόντα. Καὶ θίξις γίνεται καὶ μύκης, ὃς ἄμφω τὰ χείλεα ἔχει ξυνδήσας, ἅτε τῆς καθάρσιος ἀπολελαμμένης· εἰ δὲ ἐχώρεεν ἡ κάθαρσις, οὐκ ἂν ἐμυκώθη τὰ ἕλκεα· νῦν δὲ ἐπιῤῥεῖ, καὶ παχύνεται ἀλλοκότῳ σαρκί. Ἰῆσθαι οὖν ὡς τὰ ἐν τῷ ἄλλῳ σώματι, καὶ ἐς ὠτειλὰς ἄγειν· τὸ δὲ χωρίον λεῖον ἔστω καὶ ὁμόχροον. Ἡ Φροντὶς ἔπασχε ταῦτα ἃ πάσχουσιν αἱ μὴ ἀποκαθαιρόμεναι τὰ λοχεῖα, καὶ ἐπὶ τουτέοισιν ἤλγει τὸ αἰδοῖον, καὶ ψηλαφῶσα ἔγνω ὅτι οἱ ξυνεπέφρακτο καὶ ἔφρασε, καὶ μελεδαινομένη ἀπεκαθήρατό τε καὶ ὑγιὴς ἐγένετο καὶ φορός· εἰ δὲ μὴ ἐμελεδάνθη, μηδέ οἱ ἡ κάθαρσις ἐῤῥάγη αὐτομάτη, τὸ ἕλκος μέζον ἐποίησεν ἂν, καὶ ἐκινδύνευσεν, εἰ μὴ ἐμελεδάνθη, καρκινωθῆναι τὰ ἕλκεα. [41] Εἰ δ´ ὁρμηθείη γυναικὶ λοχείη κάθαρσις ὡς ἐς κεφαλὴν, θώρηκά τε καὶ πλεύμονα, γίνεται γὰρ καὶ τοῦτο, θνήσκουσι πολλάκις αὐτίκα, ἢν ἴσχηται· εἰ δὲ χωρέοι κατὰ στόμα ἢ ῥῖνας καλῶς, ἐξάντης γίνεται· εἰ δὲ ὀλίγον ἡ νοῦσος χρονιωτέρη γένοιτο, πάσχοι ἂν ἡ γυνὴ ὁκοῖα εἴρηται ἀμφὶ τῆς παρθένου, ᾗ τὰ ἐπιφαινόμενα πρῶτα ὤρουσεν ἄνω· ἡ δὲ γυνὴ πλέονα χρόνον περιέσται τῆς παρθένου, καὶ βληχρότερα τὰ παθήματα ἔσται οἱ, μέχρις οὗ ὁ πλεύμων διάπυος γένηται. Ἢν δὲ μὴ χωρέῃ οἱ ἡ λοχείη κάθαρσις κατὰ τὸ στόμα, ἀλλ´ ἄνω ὁρμηθεῖσα τράπηται, κεκρύψεται τὰ λοχεῖα καὶ οὐ χωρήσει, κατά γε δίκην, καὶ βὴξ ὑπολήψεται καὶ ἄσθματα, καὶ πληρευμένου τοῦ πλεύμονος ὑπὸ τοῦ αἵματος πονήσει τὸ πλευρὸν κάρτα καὶ τὸ μετάφρενον, καὶ ὅταν βήξῃ, ξηρὸν ἀποβήξεται, ἄλλοτε δὲ ἀφρῶδες πτύσεται· τοῦ δὲ χρόνου προϊόντος, πτύαλον ἐπιφαίνεται ὑπόμελαν ἐὸν καὶ θολερὸν, καὶ τὰ στήθεα πῦρ ἔχει τοῦ ἄλλου σώματος πλέον, οἷα τοῦ αἵματος θερμήναντος αὐτά· καὶ πυρεταίνει ἡ γυνὴ, καὶ ἡ γαστήρ οἱ στεγνὴ ἔσται, καὶ ἀσιτήσει καὶ ἀγρυπνήσει, καὶ βδελύξεται, καὶ οὐ περιγίνεται, ἀλλὰ θανεῖται ἐν μιῇ καὶ εἴκοσιν ἡμέρῃσιν ὡς τὰ πολλά. Ἢν δέ οἱ ἡ κάθαρσις ἄνω ὁρμηθεῖσα κατὰ τὸ στόμα μὴ ἔλθῃ, μηδὲ ἐς τὸν πλεύμονα τράπηται, τρέψεταί οἱ ἐς τὸ πρόσωπον τὰ λοχεῖα, καὶ ἔσται ἐρυθρὸν κάρτα, καὶ ἡ κεφαλὴ βαρέη, οὐδὲ κινῆσαι αὐτὴν ἔσται πόνων ἄτερ, καὶ οἱ ὀφθαλμοὶ ἐρυθροὶ κάρτα ἔσονται, καὶ ἐκ σφέων αἷμα ῥεύσεται λεπτόν· καὶ ἐκ τῶν ῥινῶν ἔστιν ᾗσιν αἷμα ῥέει, καὶ ἢν τοῦτο ἴῃ, ὧδε χρονιωτέρη ἡ νοῦσος γίνεται· τοῖσί τε οὔασιν οὐκ ὀξέως ἔστι τὸ ἀκούειν ἐκ τῆς νούσου· καὶ καρδιώξει, καὶ ἐρεύξεται, καὶ ἀλλοφάσσει, καὶ παράνοιαι γίνονται μανιώδεες· ἔστι δ´ ᾗσι θράσος ὀμμάτων ἰλλωδέων· καὶ τἄλλα πάντα πονήσει, ὅκως καὶ ἐς τὸν πλεύμονα, ὡς εἴρηται, ἢν ἡ κάθαρσις τράπηται, πλὴν οὐ βήξει οὐδὲ πτύσεται τοιαῦτα, οὐδὲ τὸ μετάφρενον ἀλγήσει ὁμοίως. Μελεδαινομένη μὲν ἥδε ὑγιαίνει· οὐ πολλαὶ δὲ ἐλπίδες εἰσὶ περιγενέσθαι· ἢν δὲ ἄρα καὶ περιγένηται, κώφωσις ἔσται ὀφθαλμῶν ἢ ἀκοῆς τὸ ἐπίπαν. Ἀμφὶ τῆσδε τῆς νούσου ὧδε τελευτῇ. [42] Ἢν ἐκ τόκου ῥόος λαμβάνῃ καὶ τὰ σιτία ἐν τῇ γαστρὶ μὴ ἐμμείνῃ, ἀσταφίδα μέλαιναν καὶ ῥοιῆς γλυκείης τὰ ἔνδον τρίψας, οἴνῳ διεὶς μελανιχρόῳ, τυρὸν ἐπιξύσας αἴγειον, καὶ ἄλφιτα πύρινα πεφρυγμένα ἐπιπάσας, εὔκρητον δίδου. [43] Ἢν δὲ αἷμα ἐκ τόκου ἐμέσῃ, τοῦ ἥπατος θρὶξ τέτρωται, καὶ ὀδύνη πρὸς τὰ σπλάχνα φοιτᾷ, καὶ τὴν καρδίην σπᾶται. Ταύτην χρὴ λούειν πολλῷ θερμῷ, καὶ τῶν χλιασμάτων ἃ μάλιστα προσδέχεται προστιθέναι, καὶ πιπίσκειν ὄνου γάλα ἑπτὰ ἡμέρας ἢ πέντε· μετὰ δὲ ταῦτα πιπίσκειν βοὸς μελαίνης γάλα ἄσιτον ἐοῦσαν, εἰ οἵη τε εἴη, ἡμέρας τεσσαράκοντα· ἐς δὲ τὴν ἑσπέρην σήσαμον τριπτὸν πιπίσκειν. Ἡ δὲ νοῦσος κινδυνώδης. [44] Τὸ δὲ γάλα ὅκως γίνεται, εἴρηταί μοι ἐν τῇ γενέσει τοῦ παιδίου τῇ ἐν τόκῳ καὶ τἄλλα παραπλησίως. Ἢν δὲ γάλα σβεσθῇ, πράσα τρίψας, διεὶς ὕδατι, δίδου πιεῖν· καὶ τῷ θερμῷ λουέσθω, καὶ πράσα καὶ κράμβην ἐσθιέτω· συνεψεῖν δὲ καὶ κυτίσου φύλλα, καὶ τοῦ |