table des matières deS OPUSCULES table des matières de l'œuvre d'Aristote
ARISTOTE
Ἀριστοτέλους
Περὶ Μακροβιότητος καὶ Βραχυβιότητος
pour avoir la traduction française d'une page, cliquer sur cette page.
§ 1. [464b19] Περὶ δὲ τοῦ τὰ μὲν εἶναι μακρόβια τῶν ζῴων τὰ δὲ βραχύβια͵ καὶ περὶ ζωῆς ὅλως μήκους καὶ βραχύτητος͵ ἐπισκεπτέον τὰς αἰτίας͵ § 2. ἀρχὴ δὲ τῆς σκέψεως ἀναγκαία πρῶτον ἐκ τοῦ διαπορῆσαι περὶ αὐτῶν. Οὐ γάρ ἐστι δῆλον πότερον ἕτερον ἢ τὸ αὐτὸ αἴτιον πᾶσι τοῖς ζῴοις καὶ φυτοῖς τοῦ τὰ μὲν εἶναι μακρόβια τὰ δὲ βραχύβια (καὶ γὰρ τῶν φυτῶν τὰ μὲν ἐπέτειον τὰ δὲ πολυχρόνιον ἔχει τὴν ζωήν)· § 3. ἔτι δὲ πότερον ταὐτὰ μακρόβια καὶ τὴν φύσιν ὑγιεινὰ τῶν φύσει συνεστώτων͵ ἢ κεχώρισται [καὶ] τὸ βραχύβιον καὶ τὸ νοσῶδες͵ ἢ κατ΄ ἐνίας μὲν νόσους ἐπαλλάττει τὰ νοσώδη τὴν φύσιν σώματα τοῖς βραχυβίοις͵ κατ΄ ἐνίας δ΄ οὐδὲν κωλύει νοσώδεις εἶναι μακροβίους ὄντας. § 4. Περὶ μὲν οὖν ὕπνου καὶ ἐγρηγόρσεως εἴρηται πρότερον͵ περὶ δὲ ζωῆς καὶ θανάτου λεκτέον ὕστερον͵ ὁμοίως δὲ καὶ περὶ νόσου καὶ ὑγιείας͵ ὅσον ἐπιβάλλει τῇ φυσικῇ φιλοσοφίᾳ· νῦν [465a] δὲ περὶ τὰς αἰτίας τοῦ τὰ μὲν εἶναι μακρόβια τὰ δὲ βραχύβια͵ καθάπερ εἴρηται πρότερον͵ θεωρητέον. § 5. Ἔστι δ΄ ἔχοντα τὴν διαφορὰν ταύτην ὅλα τε πρὸς ὅλα γένη καὶ τῶν ὑφ΄ ἓν εἶδος ἕτερα πρὸς ἕτερα. Λέγω δὲ κατὰ γένος μὲν διαφέρειν οἷον ἄνθρωπον πρὸς ἵππον (μακροβιώτερον γὰρ τὸ τῶν ἀνθρώπων γένος ἢ τὸ τῶν ἵππων)͵ κατ΄ εἶδος δ΄ ἄνθρωπον πρὸς ἄνθρωπον· εἰσὶ γὰρ καὶ ἄνθρωποι οἱ μὲν μακρόβιοι οἱ δὲ βραχύβιοι ἕτεροι καθ΄ ἑτέρους τόπους διεστῶτες (τὰ μὲν γὰρ ἐν τοῖς θερμοῖς τῶν ἐθνῶν μακροβιώτερα͵ τὰ δ΄ ἐν τοῖς ψυχροῖς βραχυβιώτερα)͵ καὶ τῶν τὸν αὐτὸν δὲ τόπον οἰκούντων διαφέρουσιν ὁμοίως τινὲς ταύτην τὴν πρὸς ἀλλήλους διαφοράν. § 1. Δεῖ δὴ λαβεῖν τί τὸ εὔφθαρτον ἐν τοῖς φύσει συνεστῶσι καὶ τί τὸ οὐκ εὔφθαρτον. Πῦρ γὰρ καὶ ὕδωρ καὶ τὰ τούτοις συγγενῆ͵ οὐκ ἔχοντα τὴν αὐτὴν δύναμιν͵ τυγχάνει γενέσεως καὶ φθορᾶς αἴτια ἀλλήλοις͵ ὥστε καὶ τῶν ἄλλων ἕκαστον ἐκ τούτων ὄντα καὶ συνεστῶτα μετέχειν τῆς τούτων φύσεως εὔλογον͵ ὅσα μὴ συνθέσει ἐκ πολλῶν ἐστιν͵ οἷον οἰκία. § 2. Περὶ μὲν οὖν τῶν ἄλλων ἕτερος λόγος· εἰσὶ γὰρ ἴδιαι φθοραὶ πολλοῖς τῶν ὄντων͵ οἷον ἐπιστήμῃ καὶ ἀγνοίᾳ͵ καὶ ὑγιείᾳ καὶ νόσῳ· ταῦτα γὰρ φθείρεται καὶ μὴ φθειρομένων τῶν δεκτικῶν ἀλλὰ σῳζομένων͵ οἷον ἀγνοίας μὲν φθορὰ ἀνάμνησις καὶ μάθησις͵ ἐπιστήμης δὲ λήθη καὶ ἀπάτη. § 3. Κατὰ συμβεβηκὸς δ΄ ἀκολουθοῦσι τοῖς φυσικοῖς αἱ τῶν ἄλλων φθοραί· φθειρομένων γὰρ τῶν ζῴων φθείρεται καὶ ἡ ἐπιστήμη καὶ ἡ ὑγίεια ἡ ἐν τοῖς ζῴοις. § 4. Διὸ καὶ περὶ ψυχῆς λογίσαιτ΄ ἄν τις ἐκ τούτων· εἰ γάρ ἐστι μὴ φύσει ἀλλ΄ ὥσπερ ἐπιστήμη ἐν ψυχῇ͵ οὕτω καὶ ψυχὴ ἐν σώματι͵ εἴη ἄν τις αὐτῆς καὶ ἄλλη φθορὰ παρὰ τὴν φθορὰν ἣν φθείρεται φθειρομένου τοῦ σώματος. Ὥστ΄ ἐπεὶ οὐ φαίνεται τοιαύτη οὖσα͵ ἄλλως ἂν ἔχοι πρὸς τὴν τοῦ σώματος κοινωνίαν. § 1. [465b] Ἴσως δ΄ ἄν τις ἀπορήσειεν εὐλόγως͵ ἆρ΄ ἔστιν οὗ ἄφθαρτον ἔσται τὸ φθαρτόν͵ οἷον τὸ πῦρ ἄνω͵ οὗ μὴ ἔστι τὸ ἐναντίον. § 2. Φθείρεται γὰρ τὰ μὲν ὑπάρχοντα τοῖς ἐναντίοις κατὰ συμβεβηκός͵ τῷ ἐκεῖνα φθείρεσθαι (ἀναιρεῖται γὰρ τἀναντία ὑπ΄ ἀλλήλων)͵ κατὰ συμβεβηκὸς δ΄ οὐθὲν τῶν ἐν ταῖς οὐσίαις ἐναντίων φθείρεται͵ διὰ τὸ μηθενὸς ὑποκειμένου κατηγορεῖσθαι τὴν οὐσίαν. Ὥσθ΄ ᾧ μὴ ἔστιν ἐναντίον καὶ ὅπου μὴ ἔστιν͵ ἀδύνατον ἂν εἴη φθαρῆναι· τί γὰρ ἔσται τὸ φθεροῦν͵ εἴπερ ὑπ΄ ἐναντίων μὲν φθείρεσθαι συμβαίνει μόνων͵ τοῦτο δὲ μὴ ὑπάρχει͵ ἢ ὅλως ἢ ἐνταῦθα; § 3. Ἢ τοῦτο τῇ μὲν ἀληθές ἐστι τῇ δ΄ οὔ; ἀδύνατον γὰρ τῷ ὕλην ἔχοντι μὴ ὑπάρχειν πως τὸ ἐναντίον. Παντὶ μὲν γὰρ ἐνεῖναι τὸ θερμὸν ἢ τὸ εὐθὺ ἐνδέχεται͵ πᾶν δ΄ εἶναι ἀδύνατον ἢ θερμὸν ἢ εὐθὺ ἢ λευκόν· ἔσται γὰρ τὰ πάθη κεχωρισμένα. Εἰ οὖν͵ ὅταν ἅμα ᾖ τὸ ποιητικὸν καὶ τὸ παθητικόν͵ ἀεὶ τὸ μὲν ποιεῖ τὸ δὲ πάσχει͵ ἀδύνατον μὴ μεταβάλλειν. § 4. Ἔτι καὶ εἰ ἀνάγκη περίττωμα ποιεῖν͵ τὸ δὲ περίττωμα ἐναντίον· ἐξ ἐναντίου γὰρ ἀεὶ ἡ μεταβολή͵ τὸ δὲ περίττωμα ὑπόλειμμα τοῦ προτέρου. § 5. Εἰ δὲ πᾶν ἐξελαύνει τὸ ἐνεργείᾳ ἐναντίον͵ κἂν ἐνταῦθ΄ ἄφθαρτον ἂν εἴη. Ἢ οὔ͵ ἀλλ΄ ὑπὸ τοῦ περιέχοντος φθείρεται; § 6. Εἰ μὲν οὖν͵ ἱκανὸν ἐκ τῶν εἰρημένων· εἰ δὲ μή͵ ὑποθέσθαι δεῖ ὅτι ἔνεστί τι ἐνεργείᾳ ἐναντίον͵ καὶ περίττωμα γίνεται. [Διὸ ἡ ἐλάττων φλὸξ κατακαίεται ὑπὸ τῆς πολλῆς κατὰ συμβεβηκός͵ ὅτι ἡ τροφὴ ἣν ἐκείνη ἐν πολλῷ χρόνῳ ἀναλίσκει͵ τὸν καπνόν͵ ταύτην ἡ πολλὴ φλὸξ ταχύ.] Διὸ πάντα ἀεὶ ἐν κινήσει ἐστί͵ καὶ γίνεται ἢ φθείρεται. Τὸ δὲ περιέχον ἢ συμπράττει ἢ ἀντιπράττει· καὶ διὰ τοῦτο μετατιθέμενα πολυχρονιώτερα μὲν γίνεται καὶ ὀλιγοχρονιώτερα τῆς φύσεως͵ ἀίδια δ΄ οὐδαμοῦ͵ ὅσοις ἐναντία ἔστιν· εὐθὺς γὰρ ἡ ὕλη τὸ ἐναντίον ἔχει͵ ὥστ΄ εἰ μὲν τοῦ ποῦ͵ κατὰ τόπον μεταβάλλει͵ εἰ δὲ τοῦ ποσοῦ͵ κατ΄ αὔξησιν καὶ φθίσιν͵ εἰ δὲ πάθους͵ ἀλλοιοῦται. § 1. [466a] Ἔστι δ΄ οὔτε τὰ μέγιστα ἀφθαρτότερα (ἵππος γὰρ ἀνθρώπου βραχυβιώτερον) οὔτε τὰ μικρά (ἐπέτεια γὰρ τὰ πολλὰ τῶν ἐντόμων)͵ οὔτε τὰ φυτὰ ὅλως τῶν ζῴων (ἐπέτεια γὰρ ἔνια τῶν φυτῶν)͵ οὔτε τὰ ἔναιμα (μέλιττα γὰρ πολυχρονιώτερον ἐνίων ἐναίμων) οὔτε τὰ ἄναιμα (τὰ γὰρ μαλάκια ἐπέτεια μέν͵ ἄναιμα δέ)͵ οὔτε τὰ ἐν τῇ γῇ (καὶ γὰρ φυτὰ ἐπέτεια ἔστι καὶ ζῷα πεζά) οὔτε τὰ ἐν τῇ θαλάττῃ (καὶ γὰρ ἐκεῖ βραχύβια καὶ τὰ ὀστρακηρὰ καὶ τὰ μαλάκια). § 2. Ὅλως δὲ τὰ μακροβιώτατα ἐν τοῖς φυτοῖς ἐστιν͵ οἷον ὁ φοῖνιξ. Εἶτ΄ ἐν τοῖς ἐναίμοις ζῴοις μᾶλλον ἢ ἐν τοῖς ἀναίμοις͵ καὶ ἐν τοῖς πεζοῖς ἢ ἐν τοῖς ἐνύδροις· ὥστε καὶ συνδυασθέντων ἐν τοῖς ἐναίμοις καὶ πεζοῖς τὰ μακροβιώτατα τῶν ζῴων ἐστίν͵ οἷον ἄνθρωπος καὶ ἐλέφας. Καὶ δὴ καὶ τὰ μείζω ὡς ἐπὶ τὸ πολὺ εἰπεῖν τῶν ἐλαττόνων μακροβιώτερα· καὶ γὰρ τοῖς ἄλλοις συμβέβηκε τοῖς μακροβιωτάτοις μέγεθος͵ ὥσπερ καὶ τοῖς εἰρημένοις. § 1. Τὴν δ΄ αἰτίαν περὶ τούτων ἁπάντων ἐντεῦθεν ἄν τις θεωρήσειεν. Δεῖ γὰρ λαβεῖν ὅτι τὸ ζῷόν ἐστι φύσει ὑγρὸν καὶ θερμόν͵ καὶ τὸ ζῆν τοιοῦτον͵ τὸ δὲ γῆρας ξηρὸν καὶ ψυχρόν͵ καὶ τὸ τεθνηκός· φαίνεται γὰρ οὕτως. Ὕλη δὲ τῶν σωμάτων τοῖς ζῴοις ταῦτα͵ τὸ θερμὸν καὶ τὸ ψυχρόν͵ καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρόν. Ἀνάγκη τοίνυν γηράσκοντα ξηραίνεσθαι· διὸ δεῖ μὴ εὐξήραντον εἶναι τὸ ὑγρόν. Καὶ διὰ τοῦτο τὰ λιπαρὰ ἄσηπτα· αἴτιον δ΄ ὅτι ἀέρος͵ ὁ δ΄ ἀὴρ πρὸς τἆλλα πῦρ͵ πῦρ δ΄ οὐ γίνεται σαπρόν. Οὐδ΄ αὖ ὀλίγον δεῖ εἶναι τὸ ὑγρόν· εὐξήραντον γὰρ καὶ τὸ ὀλίγον. § 2. Διὸ καὶ τὰ μεγάλα καὶ ζῷα καὶ φυτὰ ὡς ὅλως εἰπεῖν μακροβιώτερα͵ καθάπερ ἐλέχθη πρότερον· εὔλογον γὰρ τὰ μείζω πλέον ἔχειν ὑγρόν. Οὐ μόνον δὲ διὰ τοῦτο μακροβιώτερα· δύο γὰρ τὰ αἴτια͵ τό τε ποσὸν καὶ τὸ ποιόν͵ ὥστε δεῖ μὴ μόνον πλῆθος εἶναι ὑγροῦ͵ ἀλλὰ τοῦτο καὶ θερμόν͵ ἵνα μήτε εὔπηκτον μήτε εὐξήραντον ᾖ. § 3. Καὶ διὰ τοῦτο ἄνθρωπος μακρόβιον μᾶλλον ἐνίων μειζόνων· μακροβιώτερα γὰρ τὰ λειπόμενα τῷ πλήθει τοῦ [466b] ὑγροῦ͵ ἐὰν πλείονι λόγῳ ὑπερέχῃ κατὰ τὸ ποιὸν ἢ λείπεται κατὰ τὸ ποσόν. § 4. Ἔστι δ΄ ἐνίοις μὲν τὸ θερμὸν τὸ λιπαρόν͵ ὃ ἅμα ποιεῖ τό τε μὴ εὐξήραντον καὶ τὸ μὴ εὔψυκτον· ἐνίοις δ΄ ἄλλον ἔχει χυμόν. § 5. Ἔτι δεῖ τὸ μέλλον εἶναι μὴ εὔφθαρτον μὴ περιττωματικὸν εἶναι. Ἀναιρεῖ γὰρ τὸ τοιοῦτον ἢ νόσῳ ἢ φύσει· ἐναντία γὰρ ἡ τοῦ περιττώματος δύναμις καὶ φθαρτικὴ ἡ μὲν τῆς φύσεως ἡ δὲ μορίου. § 6. Διὸ καὶ τὰ ὀχευτικὰ καὶ πολύσπερμα γηράσκει ταχύ· τὸ γὰρ σπέρμα περίττωμα͵ καὶ ἔτι ξηραίνει ἀπιόν. Καὶ διὰ τοῦτο ἡμίονος μακροβιώτερος καὶ ἵππου καὶ ὄνου͵ ἐξ ὧν ἐγένετο͵ καὶ τὰ θήλεα τῶν ἀρρένων͵ ἐὰν ὀχευτικὰ ᾖ τὰ ἄρρενα· διὸ οἱ στρουθοὶ οἱ ἄρρενες βραχυβιώτεροι τῶν θηλειῶν. § 7. Ἔτι δὲ καὶ ὅσα πονητικὰ τῶν ἀρρένων καὶ διὰ τὸν πόνον γηράσκει μᾶλλον· ξηραίνει γὰρ ὁ πόνος͵ τὸ δὲ γῆρας ξηρόν ἐστιν. § 8. Φύσει δὲ καὶ ὡς ἐπὶ τὸ πᾶν εἰπεῖν τὰ ἄρρενα τῶν θηλειῶν μακροβιώτερα· αἴτιον δ΄ ὅτι θερμότερον ζῷον τὸ ἄρρεν τοῦ θήλεος. § 9. Τὰ δ΄ αὐτὰ ἐν τοῖς ἀλεεινοῖς μακροβιώτερά ἐστιν ἢ ἐν τοῖς ψυχροῖς τόποις͵ διὰ τὴν αὐτὴν αἰτίαν δι΄ ἥνπερ καὶ μείζω. Καὶ μάλιστ΄ ἐπίδηλον τὸ μέγεθος τῶν τὴν φύσιν ψυχρῶν ζῴων· διὸ οἵ τ΄ ὄφεις καὶ αἱ σαῦραι καὶ τὰ φολιδωτὰ μεγάλα ἐν τοῖς θερμοῖς τόποις͵ καὶ ἐν τῇ θαλάττῃ τῇ ἐρυθρᾷ τὰ ὀστρακόδερμα· § 10. τῆς τε γὰρ αὐξήσεως ἡ θερμὴ ὑγρότης αἰτία καὶ τῆς ζωῆς. Ἐν δὲ τοῖς ψυχροῖς τόποις ὑδατωδέστερον τὸ ὑγρὸν τὸ ἐν τοῖς ζῴοις ἐστίν· διὸ εὔπηκτον͵ ὥστε τὰ μὲν οὐ γίνεται ὅλως τῶν ζῴων τῶν ὀλιγαίμων ἢ ἀναίμων ἐν τοῖς πρὸς τὴν ἄρκτον τόποις͵ οὔτε τὰ πεζὰ ἐν τῇ γῇ οὔτε τὰ ἔνυδρα ἐν τῇ θαλάττῃ͵ τὰ δὲ γίνεται μέν͵ ἐλάττω δὲ καὶ βραχυβιώτερα· ἀφαιρεῖται γὰρ ὁ πάγος τὴν αὔξησιν. § 11. Τροφὴν δὲ μὴ λαμβάνοντα καὶ τὰ φυτὰ καὶ τὰ ζῷα φθείρεται· συντήκει γὰρ αὐτὰ ἑαυτά· ὥσπερ γὰρ ἡ πολλὴ φλὸξ κατακαίει καὶ φθείρει τὴν ὀλίγην τῷ τὴν τροφὴν ἀναλίσκειν͵ οὕτω τὸ φυσικὸν θερμόν͵ τὸ πρῶτον πεπτικὸν ὄν͵ ἀναλίσκει τὴν ὕλην ἐν ᾗ ἐστιν. § 12. Τὰ δ΄ ἔνυδρα τῶν πεζῶν ἧττον μακρόβια οὐχ ὅτι [467a] ὑγρὰ ἁπλῶς͵ ἀλλ΄ ὅτι ὑδατώδη· τὸ δὲ τοιοῦτον ὑγρὸν εὔφθαρτον͵ ὅτι ψυχρὸν καὶ εὔπηκτον. § 13. Καὶ τὸ ἄναιμον διὰ τὸ αὐτό͵ ἐὰν μὴ μεγέθει ἀπαμύνηται· οὔτε γὰρ λίπος οὔτε γλυκὺ ἔχει. Ἐν γὰρ ζῴῳ τὸ λιπαρὸν γλυκύ· διὸ αἱ μέλιτται μακροβιώτεραι ἑτέρων μειζόνων ζῴων. § 1. Ἐν δὲ τοῖς φυτοῖς ἐστι τὰ μακροβιώτατα͵ καὶ μᾶλλον ἢ ἐν τοῖς ζῴοις͵ § 2. πρῶτον μὲν ὅτι ἧττον ὑδατώδη͵ ὥστ΄ οὐκ εὔπηκτα· εἶτ΄ ἔχει λιπαρότητα καὶ γλισχρότητα͵ διὸ καὶ ξηρὰ καὶ γεώδη ὄντα ὅμως οὐκ εὐξήραντον ἔχουσι τὸ ὑγρόν. § 3. Περὶ δὲ τοῦ πολυχρόνιον εἶναι τὴν τῶν δένδρων φύσιν δεῖ λαβεῖν τὴν αἰτίαν· ἔχει γὰρ ἰδίαν πρὸς τὰ ζῷα͵ πλὴν πρὸς τὰ ἔντομα. Νέα γὰρ ἀεὶ τὰ φυτὰ γίνεται· διὸ πολυχρόνια. Ἀεὶ γὰρ ἕτεροι οἱ πτόρθοι͵ οἱ δὲ γηράσκουσιν͵ καὶ αἱ ῥίζαι ὁμοίως. Ἀλλ΄ οὐχ ἅμα͵ ἀλλ΄ ὁτὲ μὲν μόνον τὸ στέλεχος καὶ οἱ κλάδοι ἀπώλοντο͵ ἕτεροι δὲ παρεφύησαν· ὅταν δ΄ οὕτως ποιῶσιν͵ αἱ ῥίζαι ἄλλαι ἐκ τοῦ ὑπάρχοντος γίνονται͵ καὶ οὕτως ἀεὶ διατελεῖ τὸ μὲν φθειρόμενον τὸ δὲ γινόμενον· διὸ καὶ μακρόβια. § 4. Ἔοικε δὲ τὰ φυτὰ τοῖς ἐντόμοις͵ ὥσπερ εἴρηται πρότερον· διαιρούμενα γὰρ ζῇ͵ καὶ δύο καὶ πολλὰ γίνεται ἐξ ἑνός. Τὰ δ΄ ἔντομα μέχρι μὲν τοῦ ζῆν ἦλθεν͵ πολὺν δ΄ οὐ δύναται χρόνον· οὐ γὰρ ἔχει ὄργανα͵ οὐδὲ δύναται ποιεῖν αὐτὰ ἡ ἀρχὴ ἡ ἐν ἑκάστῳ. Ἡ δ΄ ἐν τῷ φυτῷ δύναται· πανταχῇ γὰρ ἔχει καὶ ῥίζαν καὶ καυλὸν δυνάμει. § 5. Διὸ ἀπὸ ταύτης ἀεὶ προέρχεται τὸ μὲν νέον τὸ δὲ γηράσκον͵ μικρόν τι διαφέροντα τοῦ εἶναι μακρόβια οὕτως ὥσπερ τὰ ἀποφυτευόμενα. Καὶ γὰρ ἐν τῇ ἀποφυτείᾳ τρόπον τινὰ φαίη ἄν τις ταὐτὰ συμβαίνειν· μόριον γάρ τι τὸ ἀποφυτευθέν. § 6. Ἐν μὲν οὖν τῇ ἀποφυτείᾳ χωριζομένων συμβαίνει τοῦτο͵ ἐκεῖ δὲ διὰ τοῦ συνεχοῦς. Αἴτιον δ΄ ὅτι ἐνυπάρχει πάντῃ ἡ ἀρχὴ δυνάμει ἐνοῦσα. § 7. Συμβαίνει δὲ ταὐτὸ ἐπί τε τῶν ζῴων καὶ φυτῶν. Ἔν τε γὰρ τοῖς ζῴοις τὰ ἄρρενα μακροβιώτερα ὡς ἐπὶ τὸ πολύτούτων δὲ τὰ ἄνω μείζω ἢ τὰ κάτω (νανωδέστερον γὰρ τοῦ θήλεος τὸ ἄρρεν)͵ ἐν δὲ τῷ ἄνω τὸ θερμόν͵ καὶ τὸ ψυχρὸν ἐν τῷ κάτωκαὶ τῶν φυτῶν τὰ κεφαλοβαρῆ [467b] μακροβιώτερα. Τοιαῦτα δὲ τὰ μὴ ἐπέτεια ἀλλὰ δενδρώδη· τὸ γὰρ ἄνω τοῦ φυτοῦ καὶ κεφαλὴ ἡ ῥίζα ἐστί͵ τὰ δ΄ ἐπέτεια ἐπὶ τὰ κάτω καὶ τὸν καρπὸν λαμβάνει τὴν αὔξησιν. § 8. Ἀλλὰ περὶ μὲν τούτων καὶ καθ΄ αὑτὰ ἐν τοῖς Περὶ φυτῶν διορισθήσεται· νῦν δὲ περὶ τῶν ἄλλων [ζῴων] εἴρηται τὸ αἴτιον περί τε μεγέθους ζωῆς καὶ βραχυβιότητος.
§ 9. Λοιπὸν δ΄ ἡμῖν θεωρῆσαι περί τε νεότητος καὶ
γήρως καὶ ζωῆς καὶ θανάτου· τούτων γὰρ διορισθέντων τέλος ἂν ἡ περὶ τῶν ζῴων
ἔχοι μέθοδος. |