POLYBE
Histoire générale
LIVRE XXXVIII (fragments)
pour avoir le texte grec d'un chapitre, cliquer sur le chapitre
la numérotation des chapitres et des livres étant différente, j'ai mis au-dessus du texte le livre et le chapitre de l'édition de la pléiade.
LIVRE XXXVIII. 38. 1. Ὅτι ἡ λη βίβλος περιέχει τὴν συντέλειαν τῆς τῶν Ἑλλήνων ἀτυχίας. Καίπερ γὰρ τῆς Ἑλλάδος καὶ καθόλου καὶ κατὰ μέρος πλεονάκις ἐπταικυίας, ὅμως οὐδ' ὁποίοις ἄν τις τῶν πρότερον ἐλαττωμάτων οἰκειότερον ἐφαρμόσαι τὸ τῆς ἀτυχίας ὄνομα καὶ τὴν ἔννοιαν ταύτην ὡς τοῖς καθ' ἡμᾶς γεγονόσιν. Οὐ γὰρ μόνον ἀφ' ὧν ἔπαθον ἐλεήσαι τις ἂν τοὺς Ἕλληνας, ἔτι δὲ μᾶλλον ἐφ' οἷς ἔπραξαν ἠτυχηκέναι νομίσειε, πυθόμενος περὶ ἑκάστων τὰς ἀληθείας. Δοκοῦντος γοῦν μεγίστου πάθους γεγονέναι τοῦ περὶ τοὺς Καρχηδονίους οὐκ ἔλαττον ἄν τις ἡγήσαιτο, κατὰ δέ τι μεῖζον τὸ περὶ τὴν Ἑλλάδα τότε συμβάν. Οἱ μὲν γὰρ τόπον ἔσχατον ἀπολογίας γε πρὸς τοὺς ἐπιγινομένους περὶ σφῶν ἀπέλειπον, οὗτοι δ' οὐδ' ἀφορμὴν εὔλογον ἔδοσαν τοῖς βουλομένοις σφίσι βοηθεῖν ὑπὲρ τῶν ἡμαρτημένων. Καὶ Καρχηδόνιοι μὲν ἅμα ταῖς περιπετείαις ἄρδην ἀφανισθέντες ἀνεπαίσθητοι τῶν σφετέρων εἰς τὸ μέλλον ἐγένοντο συμπτωμάτων, οἱ δ' Ἕλληνες ἐφορῶντες τὰς αὑτῶν ἀτυχίας παισὶ παίδων παραδόσιμον ἐποίησαν τὴν ἀκληρίαν. Ὥστε καθ' ὅσον τοὺς ζῶντας μετὰ τιμωρίας ἐλεεινοτέρους νομίζομεν τῶν ἐν αὐτοῖς τοῖς δεινοῖς ἐκλειπόντων τὸν βίον, κατὰ τοσοῦτο καὶ τὰς τότε περιπετείας τῶν Ἑλλήνων ἐλεεινοτέρας νομιστέον τῶν συμβάντων Καρχηδονίοις, ἐὰν μή τις ἀφροντιστῶν τοῦ καθήκοντος καὶ τοῦ καλοῦ, πρὸς αὐτὸ δὲ τὸ συμφέρον ἀποβλέπων ποιῆται τὴν ἀπόφασιν. Ὅτι δ' ἔστι τὸ νῦν εἰρημένον ὑφ' ἡμῶν ἀληθές, εἴποι τις ἂν ὑπομνησθεὶς καὶ παραθεὶς τὰς δοκούσας μεγίστας συμφορὰς γεγονέναι κατὰ τὴν Ἑλλάδα πρὸς τὰ νῦν ὑφ' ἡμῶν λεγόμενα. 38. 2. Μέγιστον ἡ τύχη δοκεῖ φόβον ἐπιστῆσαι τοῖς Ἕλλησι κατὰ τὴν Ξέρξου διάβασιν εἰς τὴν Εὐρώπην· τότε γὰρ ἐκινδύνευσαν μὲν πάντες, ἔπταισαν δὲ τελέως ὀλίγιστοι, μάλιστα δὲ τούτων Ἀθηναῖοι· προϊδόμενοι γὰρ ἐμφρόνως τὸ μέλλον ἐξέλιπον τὴν πατρίδα μετὰ τέκνων καὶ γυναικῶν. Βλάβην μὲν οὖν ὁ καιρὸς αὐτοῖς ἐπήνεγκε· κύριοι γὰρ γενηθέντες οἱ βάρβαροι πικρῶς διέφθειραν τὰς Ἀθήνας· οὐ μὴν ὄνειδος οὐδ' αἰσχύνην, τὸ δ' ἐναντίον εὔκλειαν παρὰ πᾶσι τοῖς ἀνθρώποις τὴν μεγίστην ἀπηνέγκαντο διότι πάντ' ἐν ἐλάττονι θέμενοι τῆς αὐτῆς τύχης εἵλαντο κοινωνεῖν τοῖς ἄλλοις Ἕλλησι. Τοιγαροῦν καλῇ χρησάμενοι προαιρέσει, παρὰ πόδας οὐ μόνον ἀνεκτήσαντο τὴν πατρίδα καὶ τὴν ἑαυτῶν χώραν, ἀλλὰ καὶ περὶ τῆς τῶν ἄλλων Ἑλλήνων ἡγεμονίας μετ' ὀλίγον ἠμφισβήτουν πρὸς Λακεδαιμονίους. Μετὰ δὲ ταῦτα πάλιν ὑπὸ Σπαρτιατῶν καταπολεμηθέντες εἰς τοῦτ' ἀνάγκης ἦλθον ὥστε καθελεῖν τὰ τείχη τῆς αὑτῶν πατρίδος. Ἀλλὰ καὶ τοῦτο Λακεδαιμονίων, οὐκ Ἀθηναίων ἄν τις εἶναι φήσειε τοὔγκλημα, διότι βαρύτερον ἐχρήσαντο τῇ δοθείσῃ σφίσι παρὰ τῆς τύχης ἐξουσίᾳ. Σπαρτιᾶται δ' ἡττηθέντες ὑπὸ Θηβαίων πάλιν ἀπέβαλον τὴν τῶν Ἑλλήνων ἡγεμονίαν καὶ μετὰ ταῦτα τῆς τῶν ἐκτὸς ἀρχῆς ἀποστάντες συνεκλείσθησαν εἰς τοὺς τῆς Λακωνικῆς ὅρους. Καὶ τί δὴ τοῦτ' αἰσχρόν, εἰ περὶ τῶν καλλίστων ἀμφισβητοῦντες ἐπὶ τοσοῦτον ἔπταισαν ὥστε πάλιν ἐπὶ τὴν πάτριον ἀναχωρῆσαι δυναστείαν; Διὸ τὰ γεγονότα ταῦτα συμπτώματα μὲν εἶναι φατέον, ἀτυχήματα δ' οὐδαμῶς ῥητέον. Μαντινεῖς ἠναγκάσθησαν ἐκλιπεῖν τὴν πατρίδα διοικισθέντες ὑπὸ Λακεδαιμονίων καὶ διασπασθέντες οἰκῆσαι κατὰ κώμας· ἀλλὰ πάντες ἐπὶ τούτοις οὐ τὴν τῶν Μαντινέων ἀβουλίαν, ἀλλὰ τὴν Λακεδαιμονίων ὠνείδιζον. Θηβαῖοι μετά τινα χρόνον ἄρδην ἐπεῖδον τὴν αὑτῶν πατρίδα γενομένην ἀνάστατον, ὅτε προθέμενος Ἀλέξανδρος εἰς τὴν Ἀσίαν διαβαίνειν ὑπέλαβε διὰ τῆς εἰς Θηβαίους τιμωρίας τῷ φόβῳ φρουρήσειν τοὺς Ἕλληνας κατὰ τοὺς ἰδίους περισπασμούς· ἀλλὰ τότε πάντες ἠλέουν μὲν τοὺς Θηβαίους ὡς ἄδικα καὶ δεινὰ πεπονθότας, διεδικαίου δὲ τὴν πρᾶξιν ταύτην οὐδεὶς Ἀλεξάνδρου. 38. 3. Τοιγαροῦν βραχεῖ χρόνῳ τυχόντες ἐπικουρίας τινὸς αὖθις ᾤκουν τὴν πατρίδα μετ' ἀσφαλείας. Ὁ γὰρ παρὰ τῶν ἐκτὸς ἔλεος οὐ μικρὸν ἐπίχειρόν ἐστι τοῖς ἀδίκως ἀκληροῦσιν, εἴ γε πολλάκις ἰδεῖν ἔστιν ἅμα ταῖς τῶν πολλῶν ὁρμαῖς καὶ τὴν τύχην μεταβαλλομένην καὶ τοὺς κρατοῦντας αὐτοὺς μεταμελομένους καὶ διορθουμένους τὰς τῶν παραλόγως ἠτυχηκότων περιπετείας. Πάλιν ἐπείθοντο κατά τινας καιροὺς Χαλκιδεῖς καὶ Κορίνθιοι καί τινες ἕτεραι πόλεις διὰ τὴν τῶν τόπων εὐφυίίαν τοῖς ἐν Μακεδονίᾳ βασιλεῦσι καὶ φρουρὰς εἶχον· ἀλλὰ τοὺς μὲν δουλεύοντας πάντες ἐσπούδαζον κατὰ δύναμιν ἐλευθεροῦν, τοὺς δὲ καταδουλωσαμένους ἐμίσουν καὶ πολεμίους ἡγοῦντο διὰ τέλους. Καθόλου δὲ κατὰ πόλεις ἔπταιον καὶ κατὰ πόλιν ἐσφάλλοντο τὸν πρὸ τοῦ χρόνον ὡς ἐπίπαν, οἱ μὲν ὑπὲρ ἡγεμονίας καὶ πραγμάτων ἀμφισβητοῦντες, οἱ δ' ὑπὸ μονάρχων καὶ βασιλέων παρασπονδούμενοι· διὸ καὶ σπανίους ἂν εὕροις οἷς ὄνειδος ἠκολούθει τῶν ἀκληρούντων ἢ καὶ τὸ τῆς ἀτυχίας ὄνομα διέμενεν· ἀκληρεῖν μὲν γὰρ ἅπαντας ἡγητέον καὶ κοινῇ καὶ κατ' ἰδίαν τοὺς παραλόγοις συμφοραῖς περιπίπτοντας, ἀτυχεῖν δὲ μόνους τούτους οἷς διὰ τὴν ἰδίαν ἀβουλίαν ὄνειδος αἱ πράξεις ἐπιφέρουσι. Κατὰ δὲ τοὺς ὑποκειμένους καιροὺς ἠτύχησαν ἅμα Πελοποννήσιοι, Βοιωτοί, Φωκεῖς, ... εῖς, Λοκροί, τινὲς τῶν τὸν Ἰόνιον κατοικούντων κόλπον, μετὰ δὲ τούτους ἔτι Μακεδόνες· ... μὴ μόνον κατὰ τὸ πλῆθος ... τῶν πρότερον, ἀλλὰ καὶ κατὰ ... ἐπίπαν οὐκ ἠκλήρησαν, ἀλλ' ἠτύχησαν ἀτυχίαν αἰσχρὰν ὡς ἔνι μάλιστα καὶ ἐπονείδιστον· ἅμα μὲν γὰρ ἀπιστίαν, ἅμα δ' ἀνανδρίαν ἔδειξαν, καὶ πράξεις αὐτοῖς ἐπήνεγκαν διὰ τὴν ἀτ. ... ἅμα. Τοιγαροῦν στερηθέντες πάντων τῶν καλῶν οἱ μὲν ὑπὸ στέ ... , ἔνιοι δὲ καὶ δ ... ντες εἰς τὰς πόλεις τότε παρεδέξαντο ῥάβδους καὶ πελέκεις ἐθελο ... ἐν μεγάλῳ γὰρ φόβῳ διὰ τὴν ὑπερβολὴν τῶν ἰδίων ἁμαρτημάτων ἦσαν, εἰ χρ ὴ λέγειν ἰδίων· ἐγὼ γὰρ ἠγνοηκέναι μὲν φαίην ἂν τοὺς πολλοὺς καὶ παραπεπαικέναι τοῦ καθήκοντος, ἡμαρτηκέναι δὲ τοὺς αἰτίους γεγονότας τῆς ἐπὶ τοσοῦτον ἀγνοίας. 38. 4. Ὑπὲρ ὧν οὐ δεήσει θαυμάζειν ἐὰν παρεκβαίνοντες τὸ τῆς ἱστορικῆς διηγήσεως ἦθος ἐπιδεικτικωτέραν καὶ φιλοτιμοτέραν φαινώμεθα ποιούμενοι περὶ αὐτῶν τὴν ἀπαγγελίαν. Καίτοι τινὲς ἴσως ἐπιτιμήσουσιν ἡμῖν ὡς φιλαπεχθῶς ποιουμένοις τὴν γραφήν, οἷς καθῆκον ἦν μάλιστα πάντων περιστέλλειν τὰς τῶν Ἑλλήνων ἁμαρτίας. Ἐγὼ δ' οὔτε φίλον οὐδέποτ' ἂν ὑπολαμβάνω γνήσιον νομισθῆναι παρὰ τοῖς ὀρθῶς φρονοῦσι τὸν δεδιότα καὶ φοβούμενον τοὺς μετὰ παρρησίας λόγους, καὶ μὴν οὐδὲ πολίτην ἀγαθὸν τὸν ἐγκαταλείποντα τὴν ἀλήθειαν διὰ τὴν ἐσομένην ὑπ' ἐνίων προσκοπὴν παρ' αὐτὸν τὸν καιρόν· συγγραφέα δὲ κοινῶν πράξεων οὐδ' ὅλως ἀποδεκτέον τὸν ἄλλο τι περὶ πλείονος ποιούμενον τῆς ἀληθείας. Ὅσῳ γὰρ εἰς πλείους διατείνει καὶ ἐπὶ πλείω χρόνον ἡ διὰ τῶν ὑπομνημάτων παράδοσις τῶν πρὸς καιρὸν λεγομένων, τοσούτῳ χρὴ μᾶλλον καὶ τὸν γράφοντα περὶ πλείστου ποιεῖσθαι τὴν ἀλήθειαν καὶ τοὺς ἀκούοντας ἀποδέχεσθαι τὴν τοιαύτην αἵρεσιν. Κατὰ μὲν γὰρ τοὺς τῶν περιστάσεων καιροὺς καθήκει βοηθεῖν τοὺς Ἕλληνας ὄντας τοῖς Ἕλλησι κατὰ πάντα τρόπον, τὰ μὲν ἀμύνοντας, τὰ δὲ περιστέλλοντας, τὰ δὲ παραιτουμένους τὴν τῶν κρατούντων ὀργήν· ὅπερ ἡμεῖς ἐπ' αὐτῶν τῶν πραγμάτων ἐποιήσαμεν ἀληθινῶς· τὴν δ' ὑπὲρ τῶν γεγονότων τοῖς ἐπιγινομένοις διὰ τῶν ὑπομνημάτων παράδοσιν ἀμιγῆ παντὸς ψεύδους ἀπολείπεσθαι χάριν τοῦ μὴ ταῖς ἀκοαῖς τέρπεσθαι κατὰ τὸ παρὸν τοὺς ἀναγινώσκοντας, ἀλλὰ ταῖς ψυχαῖς διορθοῦσθαι πρὸς τὸ μὴ πλεονάκις ἐν τοῖς αὐτοῖς διασφάλλεσθαι. Καὶ περὶ μὲν τούτων ἐπὶ τοσοῦτον ἡμῖν εἰρήσθω. 38. 9. Ὅτι παραγενομένων ἐκ Πελοποννήσου τῶν περὶ τὸν Αὐρήλιον πρεσβευτῶν καὶ διασαφούντων τὰ συμβεβηκότα περὶ αὐτούς, ὅτι παρ' ὀλίγον τοῖς ὅλοις ἐκινδύνευσαν, καὶ λεγόντων μετ' αὐξήσεως καὶ καινολογίας· οὐ γὰρ ὡς κατὰ περιπέτειαν ἐπ' αὐτοὺς ἥκοντος τοῦ δεινοῦ διεσάφουν, ἀλλ' ὡς κατὰ πρόθεσιν ὡρμηκότων τῶν Ἀχαιῶν ἐπὶ τὸ παραδειγματίζειν αὐτούς· ἡ σύγκλητος ἠγανάκτησεν μὲν ἐπὶ τοῖς γεγονόσιν ὡς οὐδέποτε καὶ παραχρῆμα πρεσβευτὰς κατεστήσατο τοὺς περὶ τὸν Ἰούλιον, καὶ τούτους ἔπεμπε δοῦσα τοιαύτας ἐντολάς, διότι δεῖ μετρίως ἐπιτιμήσαντας καὶ μεμψαμένους ἐπὶ τοῖς γεγονόσι τὸ πλεῖον παρακαλεῖν καὶ διδάσκειν τοὺς Ἀχαιοὺς μήτε τοῖς ἐπὶ τὰ χείριστα παρακαλοῦσι προσέχειν μήτ' αὐτοὺς λαθεῖν εἰς τὴν πρὸς Ῥωμαίους ἀλλοτριότητα διεμπεσόντας, ἀλλ' ἔτι καὶ νῦν ποιήσασθαί τινα διόρθωσιν τῶν ἠγνοημένων, ἀπερεισαμένους τὴν ἄγνοιαν ἐπὶ τοὺς αἰτίους τῆς ἁμαρτίας. Ἐξ ὧν καὶ λίαν δῆλον ἐγένετο διότι καὶ τοῖς περὶ τὸν Αὐρήλιον ἔδωκε τὰς ἐντολὰς οὐ διασπάσαι βουλομένη τὸ ἔθνος, ἀλλὰ πτοῆσαι καὶ καταπλήξασθαι βουλομένη τὴν αὐθάδειαν καὶ τὴν ἀπέχθειαν τῶν Ἀχαιῶν. Τινὲς μὲν οὖν ὑπελάμβανον καθ' ὑπόκρισιν τοὺς Ῥωμαίους * Διὰ τὸ μένειν ἀτελῆ τὰ κατὰ Καρχηδόνα· τὸ δ' ἀληθὲς οὐχ οὕτως εἶχεν, ἀλλ' ἀποδεδεγμένοι τὸ ἔθνος ἐκ πολλοῦ χρόνου καὶ νομίζοντες ἔχειν αὐτὸ πιστὸν μάλιστα τῶν Ἑλληνικῶν, ἀνασοβῆσαι μὲν ἔκριναν διὰ τὸ φρονηματίζεσθαι πέρα τοῦ δέοντος, πόλεμον δ' ἀναλαβεῖν ἢ διαφορὰν ὁλοσχερῆ πρὸς τοὺς Ἀχαιοὺς οὐδαμῶς ἐβούλοντο. 38. 10. Ὅτι οἱ περὶ τὸν Σέξτον προάγοντες ἐκ τῆς Ῥώμης εἰς τὴν Πελοπόννησον ἀπήντησαν τοῖς περὶ τὸν Θεαρίδαν, οἵπερ ἦσαν πρεσβευταὶ πεμφθέντες ὑπὸ τῶν Ἀχαιῶν παραιτησόμενοι καὶ διδάξοντες τὴν σύγκλητον ὑπὲρ τῶν εἰς τοὺς περὶ τὸν Αὐρήλιον γενομένων ἀλογημάτων. Οἷς καὶ συμμίξαντες οἱ προειρημένοι παρεκάλεσαν αὐτοὺς ἀνακάμπτειν εἰς τὴν Ἀχαίίαν, ὅτι περὶ πάντων τούτων ἔχουσιν ἐντολὰς αὐτοὶ διαλέγεσθαι τοῖς Ἀχαιοῖς. Παραγενομένων δὲ τῶν περὶ τὸν Σέξτον εἰς τὴν Πελοπόννησον καὶ διαλεγομένων τοῖς Ἀχαιοῖς ἐν τῇ τῶν Αἰγιέων πόλει καὶ προφερομένων πολλοὺς καὶ φιλανθρώπους λόγους, καὶ τὸ περὶ τοὺς πρεσβευτὰς ἔγκλημα παραπεμπόντων καὶ σχεδὸν οὐδὲν προσδεόμενον δικαιολογίας, ἀλλὰ βέλτιον ἐκδεχομένων τὸ γεγονὸς αὐτῶν τῶν Ἀχαιῶν, καθόλου δὲ παρακαλούντων μὴ πορρωτέρω προβῆναι τῆς ἁμαρτίας μήτε τῆς εἰς αὑτοὺς μήτε τῆς εἰς τοὺς Λακεδαιμονίους, τὸ μὲν σωφρονοῦν μέρος ἀσμένως ἀπεδέχετο τὰ λεγόμενα καὶ λίαν ἐνετρέπετο, συνειδὸς αὑτῷ τὰ πεπραγμένα καὶ πρὸ ὀφθαλμῶν λαμβάνον τὰ συμβαίνοντα τοῖς πρὸς Ῥωμαίους ἀντιταττομένοις, τὸ δὲ πλῆθος τῶν ἀνθρώπων ἀντιλέγειν μὲν οὐδὲν εἶχε τοῖς ὑπὸ τῶν περὶ τὸν Σέξτον λεγομένοις δικαίοις, ἀλλ' ἦγε τὴν ἡσυχίαν, ἔμενε δὲ νοσοῦν καὶ διεφθαρμένον. Οἱ δὲ περὶ τὸν Δίαιον καὶ Κριτόλαον καὶ πάντες οἱ μετέχοντες αὐτοῖς τῆς αὐτῆς γνώμης· οὗτοι δ' ἦσαν ὥσπερ ἐπίτηδες ἐξ ἑκάστης πόλεως κατ' ἐκλογὴν οἱ χείριστοι καὶ τοῖς θεοῖς ἐχθροὶ καὶ λυμαινόμενοι τὸ ἔθνος· καθάπερ ἡ παροιμία φησίν, οὐ μόνον τὰ διδόμενα τῇ δεξιᾷ παρὰ Ῥωμαίων ἐδέχοντο τῇ λαιᾷ χειρί, καθόλου δὲ καὶ συλλήβδην παρέπαιον τοῖς λογισμοῖς. Ὑπέλαβον γὰρ τοὺς Ῥωμαίους διά τε τὰς ἐν τῇ Λιβύῃ καὶ τὰς κατὰ τὴν Ἰβηρίαν πράξεις δεδιότας τὸν ἀπὸ τῶν Ἀχαιῶν πόλεμον πᾶν ὑπομένειν καὶ πᾶσαν προίίεσθαι φωνήν. Διὸ νομίσαντες ἴδιον τὸ παρὸν ἀπεκρίθησαν φιλανθρώπως τοῖς πρεσβευταῖς τοὺς μὲν περὶ τὸν Θεαρίδαν ὅμως ἀποστέλλειν εἰς τὴν σύγκλητον, αὐτοὶ δὲ παρακολουθήσαντες εἰς τὴν Τεγέαν καὶ κοινολογηθέντες τοῖς Λακεδαιμονίοις ,* Ἵνα γένηταί τις ὡμολογημένη λύσις περὶ τοῦ πολέμου. Ταῦτα δ' ἀποκριθέντες ἐν τοῖς ἑξῆς ἦγον ἐπὶ τὴν πάλαι προκειμένην αὐτοῖς ἄγνοιαν τὸ ταλαίπωρον ἔθνος. Καὶ τοῦτ' εἰκότως συνέβαινε γίνεσθαι δι' ἀπειρίαν καὶ κακίαν τῶν κρατούντων. 38. 11. Τὸ δὲ τέλος τῆς ἀπωλείας ἠνύσθη τοιῷδέ τινι τρόπῳ. Παραγενομένων γὰρ εἰς τὴν Τεγέαν τῶν περὶ τὸν Σέξτον καὶ τοὺς Λακεδαιμονίους ἐπισπασαμένων χάριν τοῦ σύμφωνον αὐτοῖς γενέσθαι πρὸς τοὺς Ἀχαιοὺς τήν τε περὶ τῶν προγεγονότων ἐγκλημάτων δικαιοδοσίαν καὶ τὴν κατὰ τὸν πόλεμον ἐποχήν, ἕως ἂν πέμψωσι Ῥωμαῖοι τοὺς περὶ τῶν ὅλων ἐπισκεψομένους, συνεδρεύσαντες οἱ περὶ τὸν Κριτόλαον ἔκριναν τοὺς μὲν ἄλλους διακλῖναι τὴν ἀπάντησιν, τὸν δὲ Κριτόλαον προάγειν εἰς τὴν Τεγέαν. Ὁ μὲν οὖν προειρημένος ἤδη σχεδὸν ἀπηλπικότων τῶν περὶ τὸν Σέξτον ἦλθε, γενομένης δὲ συγκαταστάσεως πρὸς τοὺς Λακεδαιμονίους εἰς οὐδὲν συγκατέβαινεν, φήσας οὐκ ἔχειν ἐξουσίαν οὐδὲν οἰκονομεῖν ἄνευ τῆς τῶν πολλῶν γνώμης· ἐπανοίσειν δὲ τοῖς Ἀχαιοῖς εἰς τὴν ἑξῆς ἔφη σύνοδον, ἣν ἔδει γενέσθαι μετὰ μῆνας ἕξ. Διὸ σαφῶς ἐπιγνόντες οἱ περὶ τὸν Σέξτον ἐθελοκακοῦντα τὸν Κριτόλαον καὶ δυσχεραίνοντες ἐπὶ τοῖς ἀπαντωμένοις τοὺς μὲν Λακεδαιμονίους ἀπέλυσαν εἰς τὴν οἰκείαν, αὐτοὶ δ' ἐπανῆγον εἰς τὴν Ἰταλίαν, κατεγνωκότες ἄγνοιαν καὶ μανίαν τοῦ Κριτολάου. Ὁ δὲ Κριτόλαος χωρισθέντων τούτων ἐπιπορευόμενος κατὰ τὸν χειμῶνα τὰς πόλεις ἐκκλησίας συνῆγε, προφάσει μὲν χρώμενος ὅτι βούλεται τὰ ῥηθέντα πρὸς τοὺς Λακεδαιμονίους καὶ πρὸς τοὺς ἐν τῇ Τεγέᾳ διασαφεῖν αὐτοῖς, τῇ δ' ἀληθείᾳ κατηγορίαν ποιούμενος Ῥωμαίων καὶ πᾶν τὸ λεγόμενον ὑπ' ἐκείνων ἐπὶ τὸ χεῖρον ἐκδεχόμενος, ἐξ ὧν δυσμένειαν καὶ μῖσος ἐνειργάζετο τοῖς ὄχλοις. Ἅμα δὲ τούτοις παρήγγειλε τοῖς ἄρχουσι μὴ πράττειν τοὺς ὀφειλέτας μηδὲ παραδέχεσθαι τοὺς ἀπαγομένους εἰς φυλακὴν πρὸς τὰ χρέα, τοὺς δ' ἐράνους ἐπιμόνους ποιεῖν, ἕως ἂν λάβῃ τὰ τοῦ πολέμου κρίσιν. Λοιπὸν ἐκ τῆς τοιαύτης δημαγωγίας πᾶν τὸ λεγόμενον ὑπ' αὐτοῦ πιστὸν ἐγίνετο, καὶ πρὸς πᾶν τὸ παραγγελλόμενον ἕτοιμον ἦν τὸ πλῆθος, περὶ μὲν τοῦ μέλλοντος ἀδυνατοῦν προνοεῖσθαι. Τῇ δὲ παρ' αὐτὰ χάριτι καὶ ῥᾳστώνῃ δελεαζόμενον. 38. 12. Ὁ δὲ Κόιντος ὁ Καικίλιος ἐν τῇ Μακεδονίᾳ τάδε πυνθανόμενος καὶ τὴν ἐν Πελοποννήσῳ γενομένην ἀκρισίαν καὶ ταραχὴν ἐξέπεμψε πρεσβευτὰς Γνάιον Παπείριον καὶ τὸν νεώτερον Ποπίλιον Λαινᾶτον, σὺν δὲ τούτοις Αὖλον Γαβίνιον καὶ Γάιον Φάννιον· οἳ καὶ συνηγμένων τῶν Ἀχαιῶν εἰς Κόρινθον, κατὰ τύχην ἐλθόντες εἰς τοῦτον τὸν καιρὸν καὶ παραχθέντες εἰς τὰ πλήθη διετίθεντο πολλοὺς οὗτοι καὶ φιλανθρώπους λόγους παραπλησίους τοῖς περὶ τὸν Σέξτον, πᾶσαν ἐνδεικνύμενοι φιλοτιμίαν χάριν τοῦ μὴ προβῆναι τοὺς Ἀχαιοὺς εἰς ὁλοσχερεστέραν ἀπέχθειαν πρὸς Ῥωμαίους μήτ' ἐκ τῆς πρὸς Λακεδαιμονίους προφάσεως μήτε διὰ τῆς πρὸς αὐτοὺς ἐκείνους ἀλλοτριότητος. Ὧν οἱ μὲν πολλοὶ διακούοντες οὐδαμῶς ἀνείχοντο, χλευάζοντες δὲ τοὺς πρέσβεις μετὰ θορύβου καὶ κραυγῆς ἐξέβαλον. Καὶ γὰρ συνηθροίσθη πλῆθος ἐργαστηριακῶν καὶ βαναύσων ἀνθρώπων ὅσον οὐδέποτε· πᾶσαι μὲν γὰρ ἐκορύζων αἱ πόλεις, πανδημεὶ δὲ καὶ μάλιστά πως ἡ τῶν Κορινθίων. Ὀλίγοις δέ τισι καὶ λίαν ἤρεσκε τὰ λεγόμενα διὰ τῶν πρεσβευτῶν. Ὁ δὲ Κριτόλαος, ὥσπερ κατ' εὐχὴν ὑποθέσεως ἐπειλημμένος καὶ θεάτρου συνενθουσιῶντος καὶ παρεστηκότος ταῖς διανοίαις, κατανίστατο μὲν τῶν ἀρχόντων, διέσυρε δὲ τοὺς ἀντιπολιτευομένους, ἐνεπαρρησιάζετο δὲ τοῖς τῶν Ῥωμαίων πρεσβευταῖς, φάσκων βούλεσθαι μὲν Ῥωμαίων φίλος ὑπάρχειν, δεσπότας δ' οὐκ ἂν εὐδοκῆσαι κτησάμενος. Καθόλου δὲ παρῄνει, λέγων ὡς, ἐὰν μὲν ἄνδρες ὦσιν, οὐκ ἀπορήσουσι συμμάχων, ἐὰν δ' ἀνδρόγυνοι, κυρίων. Καὶ πολλὰ δή τινα πρὸς ταύτην τὴν ὑπόθεσιν ἐμπορεύων καὶ μεθοδευόμενος ἐκίνει καὶ παρώξυνε τοὺς ὄχλους. Ἐποίει δ' ἐμφάσεις καὶ περὶ τοῦ μὴ τυχόντως χρῆσθαι ταῖς ἐπιβολαῖς, ἀλλὰ καὶ τῶν βασιλέων τινὰς καὶ τῶν πολιτευμάτων ἔνια κοινωνεῖν αὐτῷ τῆς προθέσεως.
38. 13. Τῶν δὲ τῆς
γερουσίας βουλομένων ἐπιλαμβάνεσθαι καὶ κωλύειν αὐτὸν τῶν τοιούτων
λόγων, περισπασάμενος τοὺς στρατιώτας κατανίστατο, κελεύων
προσελθεῖν, ἐγγίσαι, τολμῆσαί τινα μόνον ἅψασθαι τῆς χλαμύδος.
Καθόλου δ' ἔφη πολὺν ἤδη χρόνον παρακατεσχηκὼς αὑτὸν οὐκέτι δύνασθαι
καρτερεῖν, ἀλλ' ἐρεῖν τὸ φαινόμενον. Δεῖν γὰρ οὐ Λακεδαιμονίους οὐδὲ
Ῥωμαίους ἀγωνιᾶν οὕτως ὡς τοὺς ἐξ αὐτῶν συνεργοῦντας τοῖς ἐχθροῖς·
εἶναι γάρ τινας τοὺς πλεῖον Ῥωμαίοις εὐνοοῦντας καὶ Λακεδαιμονίοις ἢ
τοῖς σφετέροις πράγμασιν. Καὶ τούτων πίστιν ἔφερεν· ἔφη γὰρ Εὐαγόραν
τὸν Αἰγιέα καὶ τὸν Τριταιέα Στρατίον πάντα τὰ λεγόμενα δι' ἀπορρήτων
ἐν ταῖς συναρχίαις διασαφεῖν τοῖς περὶ τὸν Γνάιον. Τοῦ δὲ Στρατίου
συμμεμιχέναι μὲν τοῖς ἀνθρώποις ὁμολογοῦντος καὶ μετὰ ταῦτα
συμμίξειν φάσκοντος φίλοις οὖσι καὶ συμμάχοις, ἀνηγγελκέναι δ'
ὁρκιζομένου μηδὲν τῶν ἐν ταῖς συναρχίαις εἰρημένων, ὀλίγοι μέν τινες
ἐπίστευον, οἱ δὲ πλείους προσεδέχοντο τὰς διαβολάς.
|