RETOUR À L’ENTRÉE DU SITE ALLER à LA TABLE DES MATIÈRES DE POLYBE

POLYBE

Histoire générale

LIVRE LX (fragments)

traduction française

pour avoir le texte grec d'un chapitre, cliquer sur le chapitre

la numérotation des chapitres et des livres étant différente, j'ai mis au-dessus du texte le livre et le chapitre de l'édition de la pléiade.

 


 

LIVRE XL.
 

38. 14.

Ὅτι Πυθέας ἦν μὲν ἀδελφὸς Ἀκαστίδου τοῦ σταδιέως, υἱὸς δὲ Κλεομνάστου, κακῶς δὲ βεβιωκὼς καὶ δοκῶν ἑαυτῷ παρακεχρῆσθαι τὴν πρώτην ἡλικίαν, ὁμοίως δὲ καὶ κατὰ τὴν πολιτείαν θρασὺς καὶ πλεονέκτης καὶ δι' Εὐμένους καὶ Φιλεταίρου σεσωματοποιημένος διὰ τὰς προειρημένας αἰτίας. 

38. 15.

Ὅτι τοῦ Κριτολάου τοῦ στρατηγοῦ τῶν Ἀχαιῶν μετηλλαχότος, καὶ τοῦ νόμου κελεύοντος, ἐπὰν συμβῇ τι περὶ τὸν ἐνεστῶτα στρατηγόν, τὸν προγεγονότα διαδέχεσθαι τὴν ἀρχήν, ἕως ἂν ἡ καθήκουσα σύνοδος γένηται τῶν Ἀχαιῶν, ἐπέβαλε τῷ Διαίῳ χειρίζειν καὶ προεστάναι τῶν κοινῶν πραγμάτων. Διόπερ ἐκπέμψας εἰς τὰ Μέγαρα καὶ παραγενόμενος εἰς Ἄργος ἔγραψε ταῖς πόλεσι πάσαις τῶν οἰκογενῶν καὶ παρατρόφων τοὺς ἀκμάζοντας ταῖς ἡλικίαις εἰς μυρίους καὶ δισχιλίους ἐλευθεροῦν καὶ καθοπλίσαντας πέμπειν εἰς τὴν Κόρινθον. Ἐμέρισε δὲ ταῖς πόλεσι τὴν ἐπιβολὴν τῶν σωμάτων εἰκῇ καὶ ἀνίσως, καθάπερ καὶ περὶ τῶν ἄλλων ἔπραττεν. Οἷς δ' ἂν ἐλλείπῃ τὸ τῶν παρατρόφων πλῆθος, ἀναπληροῦν ἔδει τὴν ἑκάστοις καθήκουσαν μοῖραν ἐκ τῶν ἄλλων οἰκετῶν. Θεωρῶν δὲ τὴν ἀπορίαν τὴν ἐν τοῖς κοινοῖς ἰσχυρὰν οὖσαν διὰ τὸν πρὸς Λακεδαιμονίους γεγονότα πόλεμον, ἐπαγγελίας ποιεῖσθαι συνηνάγκαζε καὶ κατ' ἰδίαν εἰσφέρειν τοὺς εὐπόρους, οὐ μόνον τοὺς ἄνδρας ἀλλὰ καὶ τὰς γυναῖκας. Ἅμα δὲ τούτοις παρήγγειλεν πανδημεὶ τοὺς ἐν ταῖς ἡλικίαις ἁθροίζεσθαι μετὰ τῶν ὅπλων εἰς τὴν Κόρινθον. Ἐξ ὧν συνέβαινε γίνεσθαι τὰς πόλεις πλήρεις ἀκρισίας, ταραχῆς, δυσθυμίας. Καὶ τοὺς μὲν ἀπολωλότας ἐπῄνουν, τοὺς δ' ἐκπορευομένους ἠλέουν, καὶ προσκατεκλαίοντο πάντες ὡσανεὶ προορώμενοι τὸ μέλλον· τὴν δὲ τῶν οἰκετῶν ἀνάτασιν καὶ τὸν ἐπισυρμὸν βαρέως ἔφερον, ὡς ἂν τῶν μὲν ἠλευθερωμένων ἄρτι, τῶν δὲ λοιπῶν πρὸς τὴν ἐλπίδα ταύτην μεμετεωρισμένων. Ἅμα δὲ τούτοις οἱ μὲν ἄνδρες εἰσφέρειν ἠναγκάζοντο παρὰ τὴν αὑτῶν προαίρεσιν ὅ,τι τις ἔχειν δόξειεν, αἱ δὲ γυναῖκες ἀφαιρούμεναι σφῶν αὐτῶν καὶ τῶν ἰδίων τέκνων τὸν κόσμον ὥσπερ ἐπίτηδες εἰς αὐτὸν τὸν ὄλεθρον εἰσέφερον.

38. 16.

Ἁπάντων δὲ τούτων ἐν ἑνὶ καιρῷ συμβαινόντων, ἡ τῶν κατὰ μέρος ἀεὶ προσπιπτόντων κατάπληξις ἀφῃρεῖτο τῶν ἀνθρώπων τὴν ὑπὲρ τῶν ὅλων ἐπίστασιν καὶ διάληψιν, δι' ἧς ἔμελλον προνοεῖσθαι διότι πάντες εἰς πρόδηλον ὄλεθρον ἄγονται μετὰ τέκνων καὶ γυναικῶν. Λοιπόν, οἷον ὑπὸ χειμάρρου τινὸς λάβρου προωθούμενοι καὶ φερόμενοι μετὰ βίας, ἐπηκολούθουν τῇ τοῦ προεστῶτος ἀγνοίᾳ καὶ παρακοπῇ. Ἠλεῖοι μὲν γὰρ καὶ Μεσσήνιοι κατὰ χώραν ἔμειναν, προσδοκῶντες τὸν ἀπὸ τοῦ στόλου κίνδυνον· οὓς οὐδὲν ἂν τῶν παρόντων ὤνησεν, εἴπερ ἐφάνη τὸ νέφος ἐκεῖνο κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν. Πατρεῖς δὲ καὶ τὸ μετὰ τούτων συντελικὸν βραχεῖ χρόνῳ πρότερον ἐπταίκει κατὰ τὴν Φωκίδα, καὶ τὸ συμβαῖνον ἦν πολλῷ τῶν κατὰ Πελοπόννησον ἐλεεινότερον. Οἱ μὲν γὰρ ἐκ τοῦ ζῆν παραλόγως αὑτοὺς ἐξῆγον, οἱ δ' ἔφευγον ἐκ τῶν πόλεων ἀνοδίαις, πρὸς οὐδὲν ὡρισμένον ποιούμενοι τὴν ἀναχώρησιν διὰ τὴν ἔκπληξιν τῶν γινομένων ἐν ταῖς πόλεσιν. Καὶ οἱ μὲν ἦγον ἐκδώσοντες ἀλλήλους τοῖς πολεμίοις ὡς ἀλλοτρίους γεγονότας Ῥωμαίων, οἱ δ' ἐμήνυον καὶ κατηγόρουν τῶν πέλας, οὐδενὸς ἐπιζητοῦντος κατὰ τὸ παρὸν τὴν τοιαύτην χρείαν· οἱ δὲ μεθ' ἱκετηρίας ἀπήντων, ὁμολογοῦντες παρεσπονδηκέναι καὶ πυνθανόμενοι τί δεῖ πάσχειν, μηδέπω μηδενὸς ἐπιζητοῦντος λόγον ὑπὲρ τούτων. Πάντα δ' ἦν πλήρη παρηλλαγμένης φαρμακείας τῶν ῥιπτούντων ἑαυτοὺς εἰς τὰ φρέατα καὶ κατὰ κρημνῶν, ὥστε κατὰ τὴν παροιμίαν κἂν ἐχθρὸν ἐλεῆσαι θεασάμενον τὴν τότε περιπέτειαν τῆς Ἑλλάδος. Τὸν μὲν γὰρ πρὸ τοῦ χρόνον ἐσφάλλοντο καὶ τοῖς ὅλοις ἔπταιον ἐνίοτε, ποτὲ μὲν ὑπὲρ πραγμάτων διαφερόμενοι, ποτὲ δὲ παρασπονδούμενοι διὰ τῶν μονάρχων· κατὰ δὲ τοὺς νῦν λεγομένους καιροὺς ἠτύχησαν ἀτυχίαν ὁμολογουμένην διὰ τὴν τῶν προεστώτων ἀβουλίαν καὶ διὰ τὴν ἰδίαν ἄγνοιαν. Οἱ δὲ Θηβαῖοι ἐκλιπόντες πανδημεὶ τὴν πόλιν ἔρημον τελέως κατέλειπον· ἐν οἷς καὶ Πυθέας εἰς Πελοπόννησον ἀποχωρήσας μετὰ γυναικὸς καὶ τῶν τέκνων ἠλᾶτο κατὰ τῆς χώρας.

38. 17.

Ὅτι ἄρτι τοῦ Διαίου παρόντος εἰς τὴν Κόρινθον, καθεσταμένου στρατηγοῦ διὰ τῶν πολλῶν, ἧκον οἱ περὶ τὸν Ἀνδρωνίδαν παρὰ τοῦ Καικιλίου· καθ' ὧν προδιαδοὺς φήμην ὡς συμφρονούντων τοῖς ἐχθροῖς, παρέβαλε τοὺς ἀνθρώπους τοῖς ὄχλοις, ὥστε μετὰ πάσης ὕβρεως συλληφθέντας ἀπαχθῆναι δεδεμένους. Ἧκε δὲ καὶ Φίλων ὁ Θετταλὸς πολλὰ φιλάνθρωπα τοῖς Ἀχαιοῖς προτείνων· ὧν ἀκούοντες συνέπραξάν τινες τῶν ἐκ τῆς χώρας, ἐν οἷς ἦν καὶ Στρατίος ἤδη γηραιὸς ὤν, ὃς ἐμπλεκόμενος καὶ λιπαρῶν ἐδεῖτο τοῦ Διαίου πεισθῆναι τοῖς ὑπὸ τοῦ Καικιλίου προτεινομένοις. Οἱ δὲ συνεδρεύσαντες τοῖς μὲν ὑπὸ τοῦ Φίλωνος λεγομένοις οὐ προσεῖχον· οὐκ ἐνόμισαν γὰρ κοινὴν εἶναι τὴν σωτηρίαν, ἀλλ' αὐτοὺς κατ' ἰδίαν τὸ σφέτερον συμφέρον καὶ τὴν αὑτῶν ἀσφάλειαν ἐν πλείστῳ τιθεμένους ταῦτα λέγειν. Διὸ πρὸς τοῦτον τὸν σκοπὸν ἐβουλεύσαντο περὶ τῶν ἐνεστώτων, εἰ καὶ πάντων ἅμα διήμαρτον. Σαφῶς γὰρ σφίσι τὰ πεπραγμένα συνειδότες οὐδαμῶς ἐδύναντο πιστεῦσαι διότι τύχοιεν ἄν τινος ἐλέου παρὰ Ῥωμαίων. Τὸ δ' ὑπὲρ τῶν πραγμάτων καὶ τῆς τῶν πολλῶν σωτηρίας παθεῖν ὅ,τι δέοι γενναίως οὐδ' ἐν νῷ καθάπαξ ἐλάμβανον· ὅπερ ἦν ἀνδρῶν φιλοδόξων καὶ προστατεῖν φασκόντων τῆς Ἑλλάδος. Ἀλλὰ γὰρ πῶς ἔμελλε καὶ πόθεν παραστήσεσθαι τοῦτο τὸ φρόνημα τοῖς προειρημένοις; Ἦσαν γὰρ οἱ βουλευόμενοι Δίαιος καὶ Δαμόκριτος, ἄρτι τῆς καθόδου τετευχὼς διὰ τὴν ἐνεστῶσαν ἀκρισίαν, σὺν δὲ τούτοις Ἀλκαμένης, Θεοδέκτης, Ἀρχικράτης. Ὑπὲρ ὧν, τίνες ἦσαν καὶ τίνα φύσιν ἕκαστος εἶχε καὶ τίνα προαίρεσιν καὶ βίον, εἴρηται διὰ πλειόνων.


38. 18.

 Ὅθεν ἐν τοιούτοις ὄντος τοῦ διαβουλίου καὶ τὸ τέλος ἀκόλουθον ἐξέβη τῶν δοξάντων. Παραυτίκα μὲν οὖν συνέκλεισαν οὐ μόνον τοὺς περὶ τὸν Ἀνδρωνίδαν καὶ Λάγιον, ἀλλὰ καὶ τὸν ὑποστράτηγον Σωσικράτην, ἐπενέγκαντες αἰτίαν ὅτι προστατήσαι τοῦ διαβουλίου καὶ συναποφήναιτο πέμπειν πρὸς τὸν Καικίλιον καὶ συλλήβδην πάντων εἴη τῶν κακῶν αἴτιος· εἰς δὲ τὴν ἐπαύριον καθίσαντες δικαστὰς τοῦ μὲν Σωσικράτους κατεδίκασαν θάνατον καὶ δήσαντες καὶ στρεβλοῦντες προσεκαρτέρουν, ἕως διέφθειραν τὸν ἄνθρωπον, οὐδὲν εἰπόντα τῶν ἐκείνοις προσδοκωμένων. Τὸν δὲ Λάγιον καὶ τὸν Ἀνδρωνίδαν καὶ τὸν Ἄρχιππον ἀφῆκαν, ἅμα μὲν τοῦ πλήθους εἰς ἐπίστασιν παραγενομένου διὰ τὴν εἰς τὸν Σωσικράτη παρανομίαν, ἅμα δὲ τοῦ Διαίου λαβόντος παρὰ μὲν Ἀνδρωνίδου τάλαντον, παρὰ δ' Ἀρχίππου τετταράκοντα μνᾶς. Οὐδὲ γὰρ ἐπὶ τοῦ σκάμματος ὤν, τὸ δὴ λεγόμενον, ἐδύνατο λῆξαι τῆς περὶ τοῦτο τὸ μέρος ἀναισχυντίας καὶ παρανομίας ὁ προειρημένος. Παραπλήσια δὲ τούτοις ἔπραξε καὶ βραχεῖ χρόνῳ πρότερον εἰς Φιλῖνον τὸν Κορίνθιον· προθεὶς γὰρ αἰτίαν ὅτι διαπέμπεται πρὸς Μεναλκίδαν καὶ τὰ Ῥωμαίων φρονεῖ, τόν τε Φιλῖνον καὶ τοὺς υἱοὺς αὐτοῦ μαστιγῶν καὶ στρεβλῶν ἐν συνόψει πάντας ἀλλήλων οὐ πρότερον ἔληξε πρὶν ἢ διέφθειρε τὰ μειράκια καὶ τὸν Φιλῖνον. Τοιαύτης δὲ τῆς ἀνοίας καὶ τῆς ἀκρισίας συμβαινούσης περὶ πάντας οἵαν οὐδ' ἂν ἐν βαρβάροις εὕροι τις ῥᾳδίως, δῆλον ὡς εἰκότως ἄν τις ἐπιζητήσειε πῶς οὐκ ἄρδην ἀπώλοντο πάντες. Ἐγὼ γὰρ ἂν εἴποιμι διότι δοκεῖ μοι καθαπερανεὶ τύχη τις ἀντερεῖσαι πανοῦργος καὶ τεχνικὴ πρὸς τὴν ἄνοιαν καὶ μανίαν τῶν ἡγουμένων, ἥτις ἐξωθουμένη πάντῃ καὶ πάντως ὑπὸ τῆς ἀγνοίας τῶν προεστώτων, βουλομένη δὲ κατὰ πάντα τρόπον σῴζειν τοὺς Ἀχαιούς, ἐπὶ τὸ καταλειπόμενον ἦλθεν ὥσπερ ἀγαθὸς παλαιστής. Τοῦτο δ' ἦν τὸ ταχέως σφῆλαι καὶ ῥᾳδίως ἡττῆσαι τοὺς Ἕλληνας· ὅπερ ἐποίησε. Διὰ γὰρ τοῦτο συνέβη μήτε τὴν τῶν Ῥωμαίων ὀργὴν καὶ θυμὸν ἐκκαυθῆναι πορρωτέρω, μηδ' ἐλθεῖν τὰς ἐκ τῆς Λιβύης δυνάμεις, μήτε τοὺς προεστῶτας, ὄντας οἵους εἶπον, ἐπιλαβομένους δὲ προτερήματος, ἀποδείξασθαι τὴν αὑτῶν ἀσέβειαν εἰς τοὺς ὁμοφύλους. Τί γὰρ εἰκὸς ἦν πρᾶξαι τούτους κατὰ τῶν ἰδίων, ἐπιλαβομένους ἀφορμῆς τινος ἢ προτερήματος, δῆλόν ἐστιν ἐκ τῶν προειρημένων διὰ τὸ κατὰ λόγον. Ἅπαντες δὲ τότε τὴν παροιμίαν ταύτην διὰ στόματος ἔσχον, ὡς  « Εἰ μὴ ταχέως ἀπωλόμεθα, οὐκ ἂν ἐσώθημεν. »

39. 1.

Ὅτι Αὖλος Ποστόμιος ἄξιος γέγονεν ἐπισημασίας ἀπεντεῦθεν. Οἰκίας μὲν γὰρ ἦν καὶ γένους πρώτου, κατὰ δὲ τὴν ἰδίαν φύσιν στωμύλος καὶ λάλος καὶ πέρπερος διαφερόντως. Ἐπιθυμήσας δ' εὐθέως ἐκ παίδων τῆς Ἑλληνικῆς ἀγωγῆς καὶ διαλέκτου πολὺς μὲν ἦν ἐν τούτοις καὶ κατακορής, ὥστε δι' ἐκεῖνον καὶ τὴν αἵρεσιν τὴν Ἑλληνικὴν προσκόψαι τοῖς πρεσβυτέροις καὶ τοῖς ἀξιολογωτάτοις τῶν Ῥωμαίων, τέλος δὲ καὶ ποίημα γράφειν καὶ πραγματικὴν ἱστορίαν ἐνεχείρησεν, ἐν ᾗ διὰ τοῦ προοιμίου παρεκάλει τοὺς ἐντυγχάνοντας συγγνώμην ἔχειν, ἐὰν Ῥωμαῖος ὢν μὴ δύνηται κατακρατεῖν τῆς Ἑλληνικῆς διαλέκτου καὶ τῆς κατὰ τὸν χειρισμὸν οἰκονομίας. Πρὸς ὃν οἰκείως ἀπηντηκέναι δοκεῖ Μάρκος Πόρκιος Κάτων· θαυμάζειν γὰρ ἔφη πρὸς τίνα λόγον ποιεῖται τοιαύτην παραίτησιν. Εἰ μὲν γὰρ αὐτῷ τὸ τῶν Ἀμφικτυόνων συνέδριον συνέταττε γράφειν ἱστορίαν, ἴσως ἔδει προφέρεσθαι ταῦτα καὶ παραιτεῖσθαι· μηδεμιᾶς δ' ἀνάγκης οὔσης ἐθελοντὴν ἀπογράψασθαι κἄπειτα παραιτεῖσθαι συγγνώμην ἔχειν, ἐὰν βαρβαρίζῃ, τῆς ἁπάσης ἀτοπίας εἶναι σημεῖον, καὶ παραπλησίως ἄχρηστον ὡσανεί τις εἰς τοὺς γυμνικοὺς ἀγῶνας ἀπογραψάμενος πυγμὴν ἢ παγκράτιον, παρελθὼν εἰς τὸ στάδιον, ὅτε δέοι μάχεσθαι, παραιτοῖτο τοὺς θεωμένους συγγνώμην ἔχειν, ἐὰν μὴ δύνηται μήτε τὸν πόνον ὑπομένειν μήτε τὰς πληγάς. Δῆλον γὰρ ὡς εἰκὸς γέλωτα τὸν τοιοῦτον ὀφλεῖν καὶ τὴν δίκην ἐκ χειρὸς λαμβάνειν· ὅπερ ἔδει καὶ τοὺς τοιούτους ἱστοριογράφους, ἵνα μὴ κατετόλμων τοῦ καλῶς ἔχοντος. Παραπλησίως δὲ καὶ κατὰ τὸν λοιπὸν βίον ἐζηλώκει τὰ χείριστα τῶν Ἑλληνικῶν· καὶ γὰρ φιλήδονος ἦν καὶ φυγόπονος. Τοῦτο δ' ἔσται δῆλον ἐξ αὐτῶν τῶν ἐνεστώτων· ὃς πρῶτος παρὼν ἐν τοῖς κατὰ τὴν Ἑλλάδα τόποις, καθ' ὃν καιρὸν συνέβαινε γίνεσθαι τὴν ἐν Φωκίδι μάχην, σκηψάμενος ἀσθένειαν εἰς Θήβας ἀνεχώρησεν χάριν τοῦ μὴ μετασχεῖν τοῦ κινδύνου· συντελεσθείσης δὲ τῆς μάχης πρῶτος ἔγραψε τῇ συγκλήτῳ περὶ τοῦ κατορθώματος, προσδιασαφῶν τὰ κατὰ μέρος, ὡς μετεσχηκὼς αὐτὸς τῶν ἀγώνων.

39. 2.

Πολύβιος δὲ τὰ συμβάντα περὶ τὴν ἅλωσιν ἐν οἴκτου μέρει λέγων προστίθησι καὶ τὴν στρατιωτικὴν ὀλιγωρίαν τὴν περὶ τὰ τῶν τεχνῶν ἔργα καὶ τὰ ἀναθήματα· φησὶ γὰρ ἰδεῖν παρὼν ἐρριμμένους πίνακας ἐπ' ἐδάφους, πεττεύοντας δὲ τοὺς στρατιώτας ἐπὶ τούτων. Ὀνομάζει δ' αὐτῶν Ἀριστείδου γραφὴν τοῦ Διονύσου, ἐφ' οὗ τινες εἰρῆσθαί φασι τὸ « Οὐδὲν πρὸς τὸν Διόνυσον », καὶ τὸν Ἡρακλέα τὸν καταπονούμενον τῷ τῆς Δηιανείρας χιτῶνι.

39. 3.

Ὅτι διὰ τὴν προυυπάρχουσαν τοῦ πλήθους πρὸς Φιλοποίμενα εὔνοιαν οὐ καθεῖλον τὰς εἰκόνας αὐτοῦ ἐν πόλεσί τισιν οὔσας· οὕτως μοι δοκεῖ πᾶν τὸ γινόμενον ἀληθινῶς ἐνεργάζεσθαί τινα δυσεξάλειπτον εὔνοιαν τοῖς εὖ παθοῦσι.
Διὸ καὶ δικαίως ἂν εἴποι τις τὸ περιφερόμενον, οὐ θύρᾳ, τὸ δὴ λεγόμενον, ἀλλ' ἀμφόδῳ διέψευσται.

Οὐσῶν δὲ πολλῶν μὲν εἰκόνων αὐτοῦ μεγάλων δὲ τιμῶν, ἃς αἱ πόλεις ἐψηφίσαντο, Ῥωμαῖος ἀνὴρ ἐν τοῖς περὶ Κόρινθον ἀτυχήμασι τῆς Ἑλλάδος ἐπεχείρησεν ἀνελεῖν ἁπάσας καὶ διώκειν αὐτόν, ἐνδεικνύμενος ὥσπερ ἔτι ζῶντα Ῥωμαίοις πολέμιον καὶ κακόνουν γενέσθαι. Λόγων δὲ λεχθέντων καὶ Πολυβίου πρὸς τὸν συκοφάντην ἀντειπόντος, οὔθ' ὁ Μόμμιος οὔτε οἱ πρέσβεις ὑπέμειναν ἀνδρὸς ἐνδόξου τιμὰς ἀφανίσαι.

Ἐπεβάλετο διδάσκειν διὰ πλειόνων ἀκολούθως τοῖς ἐν ἀρχαῖς ἡμῖν εἰρημένοις περὶ τἀνδρός. Ταῦτα δ' ἦν ὅτι διαφέροιτο μὲν πρὸς Ῥωμαίους πολλάκις ὑπὲρ τῶν ἐπιταττομένων, διαφέροιτο δ' ἐπὶ τοσοῦτον ἐφ' ὅσον διδάσκειν καὶ πείθειν ὑπὲρ τῶν ἀμφισβητουμένων, οὐδὲ τοῦτο ποιεῖν εἰκῇ. Πεῖραν δὲ τῆς προαιρέσεως αὐτὸν ἀληθινὴν ἔφη καὶ τὸ δὴ λεγόμενον ἐκ πυρὸς παρεσχῆσθαι χάριν κατὰ τοὺς Φιλιππικοὺς καὶ κατὰ τοὺς Ἀντιοχικοὺς καιρούς· πλείστην γὰρ ἔχοντα ῥοπὴν τότε τῶν Ἑλλήνων καὶ διὰ τὴν αὑτοῦ δύναμιν καὶ τὴν τῶν Ἀχαιῶν ἀληθινώτατα διατετηρηκέναι τὴν πρὸς Ῥωμαίους φιλίαν, μετασχόντα τοῦ δόγματος τοῖς Ἀχαιοῖς, ἐν ᾧ τετραμήνῳ πρότερον τῆς Ῥωμαίων διαβάσεως Ἀντιόχῳ καὶ τοῖς Αἰτωλοῖς τὸν ἀπὸ τῆς χώρας πόλεμον ἐξήνεγκαν, τῶν ἄλλων Ἑλλήνων σχεδὸν ἁπάντων ἀπηλλοτριωμένων τῆς Ῥωμαίων φιλίας. Ὧν οἱ δέκα διακούσαντες καὶ τὴν προαίρεσιν ἀποδεξάμενοι τοῦ λέγοντος συνεχώρησαν καταμόνους αὐτῷ τὰς τιμὰς ὑπάρχειν ἐν πάσαις ταῖς πόλεσι. Λαβόμενος δὲ τῆς ἀφορμῆς ταύτης Πολύβιος τὰς εἰκόνας ᾐτήσατο τὸν στρατηγόν, καίπερ ἤδη μετακεκομισμένας εἰς Ἀκαρνανίαν ἐκ Πελοποννήσου, λέγω δὲ τὴν Ἀχαιοῦ καὶ τὴν Ἀράτου καὶ Φιλοποίμενος. Ἐν οἷς ἀγασθὲν τὸ πλῆθος αὐτοῦ τὴν προαίρεσιν ἔστησεν αὐτοῦ λιθίνην εἰκόνα.

(Les dix commissaires défendent les assemblées générales et déclarent l'Achaïe province romaine.)

39. 4.

Ὅτι μετὰ τὴν κατάστασιν τῶν δέκα, ἣν ἐποιήσαντο ἐν τῇ Ἀχαίίᾳ, οὗτοι οἱ δέκα τῷ ταμίᾳ τῷ μέλλοντι πωλεῖν τὴν οὐσίαν τοῦ Διαίου συνέταξαν, ὅ,τι ποτ' ἂν ἐκλέξασθαι βουληθῇ τῶν ὑπαρχόντων ὁ Πολύβιος, ὑφελόντα καὶ δόντα δωρεάν, τἄλλα πωλεῖν τοῖς ὠνουμένοις. Ὁ δὲ προειρημένος τοσοῦτον ἀπέσχε τοῦ προσδέξασθαί τι τῶν τοιούτων ὡς καὶ τοὺς φίλους παρεκάλεσε καθόλου μηθενὸς ἐπιθυμῆσαι τῶν ὑπὸ τοῦ ταμίου πωλουμένων. Συνέβαινε γὰρ τοῦτον ἐπιπορευόμενον τὰς πόλεις πάντων τῶν τῷ Διαίῳ κοινωνησάντων πωλεῖν τὰς οὐσίας, τῶν καὶ κατακριθέντων, ὅσοι μὴ παῖδας ἢ γονέας εἶχον. Ὧν τινὲς μὲν οὐ προσέσχον, οἱ δὲ κατακολουθήσαντες τῇ συμβουλίᾳ καλλίστην δόξαν ἐξηνέγκαντο παρὰ τοῖς πολίταις.

39. 5.

Ταῦτα δὲ διοικήσαντες ἐν ἓξ μησὶν οἱ δέκα καὶ τῆς ἐαρινῆς ὥρας ἐνισταμένης ἀπέπλευσαν εἰς τὴν Ἰταλίαν, καλὸν δεῖγμα τῆς Ῥωμαίων προαιρέσεως ἀπολελοιπότες πᾶσι τοῖς Ἕλλησιν. Ἐνετείλαντο δὲ τῷ Πολυβίῳ χωριζόμενοι τὰς πόλεις ἐπιπορευθῆναι καὶ περὶ ὧν οἱ ἄνθρωποι ἀμφιβάλλουσι διευκρινῆσαι, μέχρις οὗ συνήθειαν ἔχωσι τῇ πολιτείᾳ καὶ τοῖς νόμοις. Ὃ δὴ καὶ μετά τινα χρόνον ἐποίησε πρὸς λόγον τοὺς ἀνθρώπους στέρξαι τὴν δεδομένην πολιτείαν καὶ μηδὲν ἀπόρημα μήτε κατ' ἰδίαν μήτε κατὰ κοινὸν ἐκ τῶν νόμων γενέσθαι περὶ μηδενός. Διὸ καὶ καθόλου μὲν ἐξ ἀρχῆς ἀποδεχόμενοι καὶ τιμῶντες τὸν ἄνδρα, περὶ τοὺς ἐσχάτους καιροὺς καὶ τὰς προειρημένας πράξεις εὐδοκούμενοι κατὰ πάντα τρόπον ταῖς μεγίσταις τιμαῖς ἐτίμησαν αὐτὸν κατὰ πόλεις καὶ ζῶντα καὶ μεταλλάξαντα. Πάντες δ' ἔκριναν κατὰ λόγον τοῦτο ποιεῖν· μὴ γὰρ ἐξεργασαμένου τούτου καὶ γράψαντος τοὺς περὶ τῆς κοινῆς δικαιοδοσίας νόμους ἄκριτα πάντα ἦν καὶ πολλῆς γέμοντα ταραχῆς. Διὸ καὶ τοῦτο κάλλιστον Πολυβίῳ πεπρᾶχθαι νομιστέον πάντων τῶν προειρημένων.

39. 6.

Ὅτι ὁ στρατηγὸς τῶν Ῥωμαίων μετὰ τὸ χωρισθῆναι ἐξ Ἀχαίίας τὸ συνέδριον, ἐπισκευάσας τὸν ἐν Ἰσθμῷ τόπον καὶ κοσμήσας τὸν ἐν Ὀλυμπίᾳ καὶ Δελφοῖς νεὼν ταῖς ἑξῆς ἡμέραις ἐπεπορεύετο τὰς πόλεις, τιμώμενος ἐν ἑκάστῃ καὶ τυγχάνων τῆς ἁρμοζούσης χάριτος. Εἰκότως δὲ τιμᾶσθαι συνέβαινεν αὐτὸν καὶ κοινῇ καὶ κατ' ἰδίαν· καὶ γὰρ ἐγκρατῶς καὶ καθαρῶς ἀνεστράφη καὶ πρᾴως ἐχρήσατο τοῖς ὅλοις πράγμασι, μέγαν καιρὸν ἐν τοῖς Ἕλλησιν ἔχων καὶ μεγάλην ἐξουσίαν. Καὶ γὰρ ἐν οἷς ἐδόκει παρεωρακέναι τι τῶν καθηκόντων, ἐμοὶ μὲν οὐκ ἐφαίνετο δι' ἑαυτὸν τοῦτο πεποιηκέναι, διὰ δὲ τοὺς παρακειμένους φίλους. Τοῦτο δ' ἦν ἐκφανέστατον ἐν τοῖς τῶν Χαλκιδέων ἱππεῦσιν, οὓς ἀνεῖλεν.

39. 7.

Ὅτι Πτολεμαῖος ὁ τῆς Συρίας βασιλεὺς κατὰ τὸν πόλεμον πληγεὶς ἐτελεύτησε τὸν βίον, κατὰ μέν τινας μεγάλων ἐπαίνων καὶ μνήμης ὢν ἄξιος, κατὰ δέ τινας τοὐναντίον. Πρᾷος μὲν γὰρ ἦν καὶ χρηστός, εἰ καί τις ἄλλος τῶν προγεγονότων βασιλέων. Σημεῖον δὲ τούτου μέγιστον· ὃς πρῶτον μὲν οὐδένα τῶν ἑαυτοῦ φίλων ἐπ' οὐδενὶ τῶν ἐγκλημάτων ἐπανείλετο· δοκῶ δὲ μηδὲ τῶν ἄλλων Ἀλεξανδρέων μηδένα δι' ἐκεῖνον ἀποθανεῖν· ἔπειτα δόξας ἐκπεσεῖν ἀπὸ τῆς ἀρχῆς ὑπὸ τἀδελφοῦ, τὸ μὲν πρῶτον ἐν Ἀλεξανδρείᾳ λαβὼν κατ' αὐτοῦ καιρὸν ὁμολογούμενον ἀμνησικάκητον ἐποιήσατο τὴν ἁμαρτίαν· μετὰ δὲ ταῦτα πάλιν ἐπιβουλεύσαντος τῇ Κύπρῳ, κύριος γενόμενος ἐν Λαπήθῳ τοῦ σώματος ἅμα καὶ τῆς ψυχῆς αὐτοῦ, τοσοῦτον ἀπέσχε τοῦ κολάζειν ὡς ἐχθρὸν ὥστε καὶ δωρεὰς προσέθηκε παρὰ τὰς πρότερον ὑπαρχούσας αὐτῷ κατὰ συνθήκας καὶ τὴν θυγατέρα δώσειν ὑπέσχετο. Κατὰ μέντοι γε τὰς ἐπιτυχίας καὶ κατορθώσεις ἐξελύετο τῇ ψυχῇ, καί τις οἷον ἀσωτία καὶ ῥᾳθυμία περὶ αὐτὸν Αἰγυπτιακὴ συνέβαινεν· καὶ κατὰ τὰς τοιαύτας διαθέσεις εἰς περιπετείας ἐνέπιπτεν.

39. 8.

Ὅτι ὁ Πολύβιός φησι κατὰ τὸ τέλος τῆς συγγραφῆς· ταῦτα μὲν οὖν ἡμεῖς καταπράξαντες ἐκ τῆς Ῥώμης ἐπανήλθομεν, ὡσανεὶ κεφάλαιά τινα τῶν προπεπολιτευμένων κατειργασμένοι, χάριν ἀξίαν τῆς πρὸς Ῥωμαίους εὐνοίας. Διὸ καὶ πᾶσι τοῖς θεοῖς εὐχὰς ποιούμεθα τὸ λοιπὸν μέρος τῆς ζωῆς ἐν τούτοις καὶ ἐπὶ τούτων διαμεῖναι, θεωροῦντες τὴν τύχην ὡς ἔστιν ἀγαθὴ φθονῆσαι τοῖς ἀνθρώποις καὶ μάλιστα κατὰ τοῦτο τὸ μέρος ἰσχύει καθ' ὅ τις ἂν δοκῇ μάλιστα μακαρίζεσθαι καὶ κατορθοῦν ἐν τῷ βίῳ.

Καὶ ταῦτα μὲν οὕτω γενέσθαι συνέπεσεν· ἡμεῖς δὲ παραγεγονότες ἐπὶ τὸ τέρμα τῆς ὅλης πραγματείας βουλόμεθα, προσαναμνήσαντες τῆς ἀρχῆς καὶ τῆς προεκθέσεως ἧς ἐποιησάμεθα καταβαλόμενοι τὴν ἱστορίαν, συγκεφαλαιώσασθαι τὴν ὅλην ὑπόθεσιν, οἰκειώσαντες τὴν ἀρχὴν τῷ τέλει καὶ καθόλου καὶ κατὰ μέρος. Ἐξεθέμεθα τοιγαροῦν ἐν ἀρχαῖς ὅτι τῆς μὲν προκατασκευῆς ποιησόμεθα τὴν ἀρχὴν ἀφ' ὧν Τίμαιος ἀπέλιπεν· ἐπιδραμόντες δὲ κεφαλαιωδῶς τὰς κατὰ τὴν Ἰταλίαν καὶ Σικελίαν καὶ Λιβύην πράξεις, ἐπειδὴ περὶ μόνων τῶν τόπων τούτων κἀκεῖνος πεποίηται τὴν ἱστορίαν, ὅτ' ἀνήλθομεν ἐπὶ τοὺς χρόνους, ἐν οἷς Ἀννίβας μὲν παρέλαβε τὰς Καρχηδόνος δυνάμεις, ὁ δὲ Δημητρίου Φίλιππος τὴν ἐν Μακεδονίᾳ βασιλείαν, Κλεομένης δ' ὁ Σπαρτιάτης ἔφυγεν ἐκ τῆς Ἑλλάδος, ἅμα δὲ τούτοις Ἀντίοχος μὲν τὴν ἐν τῇ Συρίᾳ βασιλείαν διεδέδεκτο, Πτολεμαῖος δὲ τὴν κατ' Αἴγυπτον ὁ κληθεὶς Φιλοπάτωρ, ἐπηγγειλάμεθα διότι πάλιν ἀπὸ τούτων τῶν καιρῶν ἀρξάμενοι καθ' οὓς ἦν ὀλυμπιὰς ἐνάτη καὶ τριακοστὴ πρὸς ταῖς ἑκατόν, διέξιμεν τὰς κοινὰς τῆς οἰκουμένης πράξεις, περιγράφοντες κατ' ὀλυμπιάδας καὶ διαιροῦντες κατ' ἔτος καὶ συγκρίνοντες ἐκ παραβολῆς τὰς καταλλήλους ἕως τῆς Καρχηδόνος ἁλώσεως καὶ τῆς Ἀχαιῶν καὶ Ῥωμαίων περὶ τὸν Ἰσθμὸν μάχης, ἔτι δὲ τῆς ἐπιγενομένης ἐκ τούτων ἀποκαταστάσεως περὶ τοὺς Ἕλληνας. Ἐξ ὧν τὸ κάλλιστον ἔφαμεν, ἅμα δ' ὠφελιμώτατον περιγενέσθαι τοῖς φιλομαθοῦσι· τοῦτο δ' ἦν τὸ γνῶναι πῶς καὶ τίνι γένει πολιτείας ἐπικρατηθέντα σχεδὸν ἅπαντα τὰ κατὰ τὴν οἰκουμένην ὑπὸ μίαν ἀρχὴν ἔπεσε τὴν Ῥωμαίων, ὃ πρότερον οὐχ εὑρίσκεται γεγονός. Τούτων δὴ πάντων ἡμῖν ἐπιτετελεσμένων λείπεται διασαφῆσαι τοὺς χρόνους τοὺς περιειλημμένους ὑπὸ τῆς ἱστορίας καὶ τὸ πλῆθος τῶν βύβλων καὶ τὸν ἀριθμὸν τῆς ὅλης πραγματείας.