Appien
guerres civiles
livre IV
pour avoir la traduction française chapitre par chapitre, cliquer sur le numéro du chapitre
I. 1. Δύο μὲν δὴ Γαΐου Καίσαρος φονεῖς οὕτω δίκην, ἐν ταῖς σφετέραις αὐτῶν στρατηγίαις ἐκπολεμηθέντες, ἐδεδώκεσαν, Τρεβώνιος ἐν τῇ Ἀσίᾳ καὶ Δέκμος ἐν τῇ Κελτικῇ· ὅπως δὲ ἔδοσαν Κάσσιός τε καὶ Βροῦτος, οἳ καὶ μάλιστα τῆς ἐπιβουλῆς ἐπὶ τῷ Καίσαρι ἦρξαν, καὶ γῆς ἐκράτουν ἀπὸ Συρίας ἐπὶ Μακεδονίαν ἁπάσης, καὶ στρατὸς ἦν αὐτοῖς πολύς, ἱππικός τε καὶ ναυτικὸς καὶ ὁπλιτῶν ὑπὲρ εἴκοσι τέλη, καὶ νῆες ὁμοῦ καὶ χρήματα, ἡ τετάρτη τῶν ἐμφυλίων ἥδε ὑποδείκνυσιν. Ἅμα δὲ τούτοις ἐγίγνοντο αἱ ἐν Ῥώμῃ τῶν ἐπὶ θανάτῳ προγραφέντων ἔρευναί τε καὶ εὑρέσεις καὶ παθήματα πάμπαν ἐπαχθῆ, οἷα οὔτε ἐπὶ Ἑλλήνων ἐν στάσεσιν ἢ πολέμοις οὔτ' ἐπὶ Ῥωμαίων αὐτῶν ἐμνημονεύετο γενέσθαι, πλὴν ἐπὶ μόνου Σύλλα τοῦ πρώτου τοὺς ἐχθροὺς ἐς θάνατον προγράψαντος. Μάριος μὲν γὰρ ἐζήτει καὶ ἐκόλαζεν, οὓς εὕροι· Σύλλας δὲ ὑπὸ μισθοῖς τε μεγάλοις καὶ κολάσεσι τῶν ἐπικρυψάντων ὁμοίαις τὸν ἐντυχόντα κτείνειν προέγραφεν. Καὶ τὰ μὲν ἀμφὶ Μάριόν τε καὶ Σύλλαν ἐν τοῖς περὶ ἐκείνων προείρηται, τὰ δὲ ἑξῆς οὕτως ἐγένετο. 2. Καῖσαρ μὲν καὶ Ἀντώνιος ἐς φιλίαν ἀπ' ἔχθρας συνῄεσαν ἀμφὶ Μουτίνην πόλιν, ἐς νησῖδα τοῦ Λαβινίου ποταμοῦ βραχεῖάν τε καὶ ὑπτίαν, ἔχων ἑκάτερος ὁπλιτῶν τέλη πέντε· καὶ τάδε ἀλλήλοις ἀντικαθιστάντες ἐχώρουν σὺν τριακοσίοις ἑκάτερος ἐπὶ τὰς τοῦ ποταμοῦ γεφύρας. Λέπιδος δ' αὐτὸς προελθὼν διηρεύνα τὴν νῆσον καὶ τῇ χλαμύδι κατέσειεν ἥκειν ἑκάτερον. Οἱ δὲ ἐπὶ τῶν γεφυρῶν τοὺς τριακοσίους μετὰ τῶν φίλων ἀπολιπόντες ἐς τὸ μέσον ᾖεσαν ἐν περιόπτῳ, καὶ συνήδρευον οἱ τρεῖς, Καίσαρος ἐν μέσῳ διὰ τὴν ἀρχὴν προκαθίσαντος. Δύο δὲ ἡμέραις ἕωθεν ἐς ἑσπέραν συνιόντες τάδε ἔκριναν· ἀποθέσθαι μὲν τὴν ὕπατον ἀρχὴν Καίσαρα καὶ Οὐεντίδιον αὐτὴν ἐς τὸ λοιπὸν τοῦ ἔτους μεταλαβεῖν, καινὴν δὲ ἀρχὴν ἐς διόρθωσιν τῶν ἐμφυλίων νομοθετηθῆναι Λεπίδῳ τε καὶ Ἀντωνίῳ καὶ Καίσαρι, ἣν ἐπὶ πενταετὲς αὐτοὺς ἄρχειν, ἴσον ἰσχύουσαν ὑπάτοις· ὧδε γὰρ ἔδοξεν ἀντὶ δικτατόρων ὀνομάσαι, διὰ τὸ δόγμα ἴσως τὸ Ἀντωνίου κωλῦον ἔτι γίγνεσθαι δικτάτορα. Τοὺς δὲ ἀποφῆναι μὲν αὐτίκα τῆς πόλεως ἄρχοντας ἐς τὰ ἐτήσια ἐπὶ τὴν πενταετίαν, τὰς δὲ ἡγεμονίας τῶν ἐθνῶν νειμαμένους, ἔχειν Ἀντώνιον μὲν τὴν Κελτικὴν ἅπασαν ἄνευ τῆς συναφοῦς τοῖς Πυρηναίοις ὄρεσιν, ἣν παλαιὰν ἐκάλουν Κελτικήν· ταύτης δὲ Λέπιδον ἄρχειν καὶ Ἰβηρίας ἐπὶ ταύτῃ· Καίσαρι δὲ εἶναι Λιβύην καὶ Σαρδὼ καὶ Σικελίαν καὶ εἴ τις ἄλλη νῆσος ἐνταῦθα. 3. Ὧδε μὲν τὴν Ῥωμαίων ἡγεμονίαν οἱ τρεῖς ἐνείμαντο ἐφ' ἑαυτοῖς, τὰ πέραν ἄρα τοῦ Ἰονίου μόνα ὑπερθέμενοι διὰ Βροῦτον καὶ Κάσσιον κρατοῦντας ἔτι αὐτῶν, Κασσίῳ δὲ καὶ Βρούτῳ πολεμεῖν Ἀντώνιόν τε καὶ Καίσαρα· Λέπιδον γὰρ ὑπατεύειν ἐς τὸ μέλλον καὶ τῇ πόλει διὰ τὰς ἐν αὐτῇ χρείας ὑπομένειν, ἡγεμονεύοντα τῆς Ἰβηρίας δι' ἑτέρων· τοῦ δὲ Λεπίδου στρατοῦ τρία μὲν αὐτὸν Λέπιδον ἔχειν ἐς τὰ ἐπὶ Ῥώμης, ἑπτὰ δὲ τέλη νείμασθαι Καίσαρα καὶ Ἀντώνιον, τρία μὲν Καίσαρα, τέσσαρα δὲ Ἀντώνιον, ὡς ἂν ἐς τὸν πόλεμον αὐτῶν ἑκάτερος εἴκοσιν ἄγοι. Ἐπελπίσαι δὲ ἤδη τὸν στρατὸν ἐς τὰ νικητήρια τοῦ πολέμου, ἄλλαις τε δωρεαῖς καὶ ἐς κατοικίαν δόσεσι τῶν Ἰταλικῶν πόλεων ὀκτωκαίδεκα, αἳ καὶ περιουσίᾳ καὶ ἐδάφεσι καὶ οἴκοις εἰς κάλλος διαφέρουσαι ἔμελλον αὐτοῖς ἐδάφεσι καὶ οἴκοις αὐτῷ διανεμήσεσθαι, ὥσπερ αὐτοῖς ἀντὶ τῆς πολεμίας δορίληπτοι γενόμεναι. Καὶ ἦσαν αἱ πόλεις ἄλλαι τε καὶ αἱ περιφανέσταται μάλιστα αὐτῶν Καπύη καὶ Ῥήγιον καὶ Οὐενουσία καὶ Βενεβεντὸς καὶ Νουκερία καὶ Ἀρίμινον καὶ Ἰππώνιον. Οὕτω μὲν τὰ κάλλιστα τῆς Ἰταλίας τῷ στρατῷ διέγραφον, ἔδοξε δὲ σφίσι καὶ τοὺς ἰδίους ἐχθροὺς προανελεῖν, ἵνα μὴ ἐνοχλοῖεν αὑτοῖς τάδε καθισταμένοις καὶ πολεμοῦσι πόλεμον ἔκδημον. Ταῦτα μὲν ἔδοξε, καὶ ταῦτα συνεγράψαντο· καὶ αὐτῶν ὁ Καῖσαρ ὡς ὕπατος ἀνέγνω τοῖς στρατοῖς τὰ λοιπὰ χωρὶς τῶν ἀποθανουμένων. Οἱ δ' ἀκούσαντες ἐπαιώνισάν τε καὶ ἠσπάσαντο ἀλλήλους ἐπὶ διαλλαγῇ. 4. Γιγνομένων δὲ τούτων τέρατα καὶ σημεῖα ἐν Ῥώμῃ πολλὰ καὶ φοβερὰ ἦν. Κύνες τε γὰρ ὠρύοντο ὁμαλῶς οἷα λύκοι, σύμβολον ἀηδές, καὶ λύκοι τὴν ἀγορὰν διέθεον, οὐκ ἐπιχωριάζον ἐν πόλει ζῷον, βοῦς τε φωνὴν ἀφῆκεν ἀνθρώπου, καὶ βρέφος ἀρτίτοκον ἐφθέγξατο, καὶ τῶν ξοάνων τὰ μὲν ἵδρου, τὰ δὲ καὶ αἷμα ἵδρου, ἀνδρῶν τε μεγάλαι βοαὶ καὶ κτύπος ὅπλων καὶ δρόμος ἵππων οὐχ ὁρωμένων ἠκούετο. Ἀμφί τε τὸν ἥλιον ἀηδῆ σημεῖα πολλά, καὶ λιθώδεις ἐγίγνοντο ὑετοί, καὶ κεραυνοὶ συνεχεῖς ἐς ἱερὰ καὶ ἀγάλματα ἔπιπτον. Ἐφ' οἷς ἡ μὲν βουλὴ θύτας καὶ μάντεις συνῆγεν ἀπὸ Τυρρηνίας· καὶ ὁ πρεσβύτατος αὐτῶν, τὰς πάλαι βασιλείας ἐπανήξειν εἰπών, καὶ δουλεύσειν ἅπαντας χωρὶς ἑαυτοῦ μόνου, τὸ στόμα κατέσχε καὶ τὸ πνεῦμα, ἕως ἀπέθανεν. II. 5. Οἱ δὲ τρεῖς ἄνδρες ἐφ' ἑαυτῶν γενόμενοι τοὺς ἀποθανουμένους συνέγραφον, τούς τε δυνατοὺς ὑφορώμενοι καὶ τοὺς ἰδίους ἐχθροὺς καταλέγοντες, οἰκείους τε σφῶν αὐτῶν ἢ φίλους ἐς τὴν ἀναίρεσιν ἀντιδιδόντες ἀλλήλοις καὶ τότε καὶ ὕστερον. Προσκατελέγοντο γὰρ δὴ καὶ ἕτεροι μεθ' ἑτέρους, οἱ μὲν ἀπ' ἔχθρας, οἱ δὲ μόνου προσκρούματος ἢ φιλίας ἐχθρῶν ἢ φίλων ἔχθρας ἢ πλούτου διαφέροντος. Ἐδέοντο γὰρ ἐς τὸν πόλεμον χρημάτων πολλῶν, Βρούτῳ μὲν καὶ Κασσίῳ τῶν ἀπὸ τῆς Ἀσίας φόρων δεδομένων τε καὶ προσοδευομένων ἔτι καὶ βασιλέων καὶ σατραπῶν συμφερόντων, αὐτοὶ δ' ἐπὶ τῆς Εὐρώπης καὶ μάλιστα τῆς Ἰταλίας πολέμοις τε καὶ εἰσφοραῖς τετρυμένης ἀποροῦντες· δι' ἃ καὶ τοῖς δημόταις καὶ ταῖς γυναιξὶ λήγοντες ἐπέγραψαν εἰσφορὰς βαρυτάτας, καὶ τέλη πράσεων καὶ μισθώσεων ἐπενόησαν. Ἤδη δέ τις καὶ διὰ κάλλος ἐπαύλεως καὶ οἰκίας προεγράφη. Καὶ ἐγένοντο πάντες οἱ θανάτου τε καὶ δημεύσεως κατεγνωσμένοι ἀπὸ μὲν τῆς βουλῆς ἀμφὶ τοὺς τριακοσίους, ἀπὸ δὲ τῶν καλουμένων ἱππέων ἐς δισχιλίους. Καὶ ἦσαν ἐν αὐτοῖς ἀδελφοί τε καὶ θεῖοι τῶν προγραφόντων, καὶ τῶν ὑπ' αὐτοῖς ἡγεμόνων, ὅσοι τι τοῖς ἄρχουσιν ἢ τοῖς ἡγεμόσι προσεκεκρούκεσαν. 6. Τὸ μὲν δὴ πλῆθος αὐτῶν ἀπὸ τῆς συνόδου διελθόντες ἐς Ῥώμην προγράψειν ἔμελλον, δυώδεκα δὲ ἄνδρας, ἤ, ὡς ἕτεροι λέγουσιν, ἑπτακαίδεκα, τοὺς μάλιστα δυνατούς, ἐν οἷς ἦν καὶ Κικέρων, ἔδοξε προανελεῖν ἐπιπέμψαντας ἄφνω. Καὶ τῶνδε μὲν τέσσαρες αὐτίκα ἀνῃρέθησαν ἐν ἑστιάσεσί τε καὶ ὑπαντήσεσι· ζητουμένων δὲ τῶν ἄλλων καὶ ἐρευνωμένων νεών τε καὶ οἰκιῶν, ἄφνω θόρυβος ἀνὰ τὴν νύκτα πᾶσαν ἦν καὶ βοαὶ καὶ διαδρομαὶ μετ' οἰμωγῆς ὡς ἐν ἁλισκομένῃ πόλει. Τῷ γὰρ ἐγνῶσθαι μὲν ἀνδρολήψια γίγνεσθαι, μὴ προγεγράφθαι δὲ μηδένα τῶν προκατεγνωσμένων, πᾶς τις αὐτὸς ἡγεῖτο ζητεῖσθαι πρὸς τῶν περιθεόντων. Οὕτω δὲ ἀπογινώσκοντες αὑτῶν, οἱ μὲν τὰ ἴδια, οἱ δὲ τὰ κοινὰ ἐμπρήσειν ἔμελλον, δρᾶσαί τι δεινὸν ἀλόγως αἱρούμενοι πρὶν παθεῖν· καὶ τάχα ἂν ἔδρασαν, εἰ μὴ Πέδιος αὐτοὺς ὁ ὕπατος μετὰ κηρύκων περιθέων ἐπήλπιζε περιμείναντας ἐς ἕω τὰ ἀκριβέστατα μαθεῖν. Ἅμα δὲ ἕῳ παρὰ γνώμην τῶν τριῶν ἀνδρῶν προύγραφεν ὁ Πέδιος τοὺς ἑπτακαίδεκα ὡς μόνους τε αἰτίους δόξαντας εἶναι τῶν ἐμφυλίων κακῶν καὶ μόνους κατεγνωσμένους, πίστεις τε τοῖς ἄλλοις δημοσίας ἐποιεῖτο, ἀγνοῶν τὰ ἐγνωσμένα. 7. Καὶ Πέδιος μὲν ἐκ καμάτου τῆς νυκτὸς ἐτελεύτησεν, ἐσῄεσαν δ' οἱ τρεῖς τρισὶν ἡμέραις, ἀνὰ μέρος ἕκαστος αὐτῶν, ὁ Καῖσάρ τε καὶ ὁ Ἀντώνιος καὶ ὁ Λέπιδος, σὺν ταῖς στρατηγίσι τάξεσι καὶ ὁπλιτῶν ἕκαστος ἑνὶ τέλει. Ὡς δὲ ἐσῆλθον, αὐτίκα μὲν ἡ πόλις ἦν πλήρης ὅπλων τε καὶ σημείων διατεταγμένων ἐς τὰ ἐπίκαιρα, αὐτίκα δὲ ἐν μέσῳ τούτων ἤγετο ἐκκλησία, καὶ δήμαρχος Πούπλιος Τίτιος ἐνομοθέτει καινὴν ἀρχὴν ἐπὶ καταστάσει τῶν παρόντων ἐς πενταετὲς εἶναι τριῶν ἀνδρῶν, Λεπίδου τε καὶ Ἀντωνίου καὶ Καίσαρος, ἴσον ἰσχύουσαν ὑπάτοις, - ἣν ἄν τις Ἑλλήνων ἁρμοστὰς ὀνομάσειεν, ὃ καὶ Λακεδαιμόνιοι τοῖς ἄρτι καθισταμένοις τὰ ὑπήκοα ἐτίθεντο ὄνομα, - οὔτε διαστήματος ἐς δοκιμασίαν οὔτε κυρίας ἐς τὴν χειροτονίαν ἡμέρας προτεθείσης· ἀλλ' αὐτίκα ἐκυροῦτο ὁ νόμος. Καὶ νυκτὸς ἄλλων, ἐπὶ τοῖς ἑπτακαίδεκα, τριάκοντα καὶ ἑκατὸν ἀνδρῶν προγραφαὶ κατὰ πολλὰ τῆς πόλεως προυτίθεντο καὶ μετ' ὀλίγον ἄλλων πεντήκοντα καὶ ἑκατόν. Καί τις προσετίθετο τοῖς πίναξιν αἰεὶ τῶν προσκαταγινωσκομένων ἢ τῶν προανῃρημένων ὑπ' ἀγνοίας, ἐς δόξαν τοῦ δικαίως ἀνῃρῆσθαι. Διετέτακτό τε πάντων τὰς κεφαλὰς ἐς τοὺς τρεῖς ἄνδρας ἐπὶ ῥητῷ κέρδει φέρεσθαι· καὶ ἦν τὸ κέρδος ἐλευθέρῳ μὲν ἀργύριον, θεράποντι δὲ ἐλευθερία τε καὶ ἀργύριον. Παρέχειν δὲ ἐς ἔρευναν πάντας τὰ ἴδια. Καὶ τὸν ὑποδεξάμενον ἢ κρύψαντα ἢ τὴν ἔρευναν οὐ παρασχόντα τοῖς ἴσοις ἐνέχεσθαι. Μηνύειν δὲ ἕκαστα τούτων τὸν ἐθέλοντα ἐπὶ τοῖς ἴσοις κέρδεσι. 8. Καὶ εἶχεν οὕτως ἡ προγραφή· « Μᾶρκος Λέπιδος, Μᾶρκος Ἀντώνιος, Ὀκτάουιος Καῖσαρ, οἱ χειροτονηθέντες ἁρμόσαι καὶ διορθῶσαι τὰ κοινά, οὕτως λέγουσιν· εἰ μὴ δι' ἀπιστίαν οἱ πονηροὶ δεόμενοι μὲν ἦσαν ἐλεεινοί, τυχόντες δὲ ἐγίγνοντο τῶν εὐεργετῶν ἐχθροί, εἶτα ἐπίβουλοι, οὔτ' ἂν Γάιον Καίσαρα ἀνῃρήκεσαν, οὓς ἐκεῖνος δορὶ λαβὼν ἔσωσεν ἐλέῳ καὶ φίλους θέμενος ἐπὶ ἀρχὰς καὶ τιμὰς καὶ δωρεὰς προήγαγεν ἀθρόως, οὔτ' ἂν ἡμεῖς τοῖς ἐνυβρίσασι καὶ πολεμίους ἀναγράψασιν ἡμᾶς ὧδε ἀθρόως ἠναγκαζόμεθα χρῆσθαι. Νῦν δέ, ἐξ ὧν ἐπιβεβουλεύμεθα καὶ ἐξ ὧν Γάιος Καῖσαρ ἔπαθεν, ἀτιθάσευτον ὁρῶντες τὴν κακίαν ὑπὸ φιλανθρωπίας, προλαβεῖν τοὺς ἐχθροὺς ἢ παθεῖν αἱρούμεθα. Μὴ δή τις τὸ ἔργον ἄδικον ἢ ὠμὸν ἢ ἄμετρον ἡγείσθω, ἔς τε Γάιον καὶ ἐς ἡμᾶς οἷα πεπόνθαμεν ὁρῶν. Γάιον μὲν δὴ καὶ αὐτοκράτορα ὄντα καὶ ἄρχοντα ἱερῶν, καὶ τὰ φοβερώτατα Ῥωμαίοις καθελόντα τε ἔθνη καὶ κτησάμενον, καὶ πρῶτον ἀνδρῶν ὑπὲρ τοὺς Ἡρακλείους ὅρους ἀπλώτου θαλάσσης ἀποπειράσαντα, καὶ Ῥωμαίοις γῆν ἄγνωστον εὑρόντα, ἐν μέσῳ τῷ ἱερῷ λεγομένῳ βουλευτηρίῳ, ὑπὸ ὄψεσι θεῶν, κατέκανον εἴκοσι καὶ τρισὶ σφαγαῖς ἐνυβρίσαντες, οἱ πολέμῳ ληφθέντες ὑπ' ἐκείνου καὶ περισωθέντες κληρονόμοι τέ τινες αὐτοῦ τῆς οὐσίας ἐγγραφέντες εἶναι· οἱ λοιποὶ δὲ ἐπὶ τῷ μύσει τῷδε τοὺς ἐναγεῖς ἀντὶ κολάσεων ἐπὶ ἀρχὰς καὶ ἡγεμονίας ἐξέπεμψαν, αἷς ἐκεῖνοι χρώμενοι τά τε κοινὰ τῶν χρημάτων ἥρπασαν, καὶ στρατὸν ἐξ αὐτῶν ἀγείρουσι καθ' ἡμῶν καὶ ἕτερον αἰτοῦσι παρὰ βαρβάρων ἀεὶ τῆς ἀρχῆς πολεμίων, τάς τε ὑπὸ Ῥωμαίοις πόλεις τὰς μὲν οὐ πείθοντες ἐνέπρησαν ἢ κατέσκαψαν ἢ κατήρειψαν, τὰς δὲ καταπλήξαντες ἐπάγουσι τῇ πατρίδι καθ' ἡμῶν. 9. « Ἡμεῖς δὲ αὐτῶν τοὺς μὲν ἤδη τετιμωρήμεθα, τοὺς δὲ λοιποὺς θεοῦ συνεπιλαμβάνοντος αὐτίκα δίκην διδόντας ὄψεσθε. Τῶν δὲ μεγίστων ἡμῖν ἠνυσμένων καὶ ὑπὸ χερσὶν ὄντων, Ἰβηρίας τε καὶ Κελτικῆς καὶ τῶνδε τῶν οἴκοι, ἕν ἐστι λοιπὸν ἔτι ἔργον, στρατεύειν ἐπὶ τοὺς πέραν θαλάσσης αὐτόχειρας Γαΐου. Μέλλουσι δὴ πόλεμον ὑπὲρ ὑμῶν ἔκδημον ἀγωνιεῖσθαι οὐκ ἀσφαλὲς οὔτε ἐς τὰ ἡμέτερα οὔτε ἐς τὰ ὑμέτερα εἶναι δοκεῖ τοὺς ἄλλους ἐχθροὺς ὀπίσω καταλιπεῖν, ἐπιβησομένους ταῖς ἀπουσίαις ἡμῶν καὶ τὰ συμβαίνοντα τοῦ πολέμου καιροφυλακήσοντας, οὐδ' αὖ βραδύνειν διὰ τούσδε ἐν ἐπείξει τοσῇδε μᾶλλον ἢ ἐκποδὼν αὐτοὺς ἀθρόως ποιήσασθαι, ἄρξαντάς γε τοῦ καθ' ἡμῶν πολέμου, ὅτε πολεμίους ἡμᾶς τε καὶ τοὺς ὑφ' ἡμῖν στρατοὺς ἐψηφίζοντο εἶναι. 10. « Κἀκεῖνοι μὲν τοσάσδε πολιτῶν μυριάδας ἡμῖν συναπώλλυον, οὔτε θεῶν νέμεσιν οὔτε φθόνον ἀνθρώπων ὑφορώμενοι· ἡμεῖς δὲ πλήθει μὲν οὐδενὶ χαλεπανοῦμεν οὐδὲ τοὺς ἐχθροὺς ἐπιλεξόμεθα πάντας, ὅσοι διηνέχθησαν ἡμῖν ἢ ἐπεβούλευσαν, οὐδὲ ἐκ πλούτου πάντως ἢ περιουσίας ἢ ἀξιώσεως οὐδ' ὅσους ἕτερος πρὸ ἡμῶν αὐτοκράτωρ ἔκτεινε, τὴν πόλιν κἀκεῖνος ἐν ἐμφυλίοις καθιστάμενος, ὃν Εὐτυχῆ προσείπατε δι' εὐπραξίαν, καίπερ ἀνάγκης οὔσης τρισὶ πλέονας ἐχθροὺς ἢ ἑνὶ εἶναι. Ἀλλὰ μόνους δὴ τοὺς φαυλοτάτους τε καὶ πάντων αἰτιωτάτους ἀμυνούμεθα. Καὶ τόδε δι' ὑμᾶς οὐχ ἧσσον ἡμῶν· ἀνάγκη μὲν γὰρ ἡμῶν διαφερομένων ὑμᾶς πάντας ἐν μέσῳ δεινὰ πάσχειν, ἀνάγκη δέ τι καὶ τῷ στρατῷ γενέσθαι παραμύθιον ὑβρισμένῳ τε καὶ παρωξυμμένῳ καὶ πολεμίῳ πρὸς τῶν κοινῶν ἐχθρῶν ἀναγεγραμμένῳ. Δυνηθέντες δ' ἄν, οὓς ἔγνωμεν, ἐξ ἐφόδου συλλαβεῖν, αἱρούμεθα προγράψαι μᾶλλον ἢ ἀγνοοῦντας ἔτι συλλαβεῖν· καὶ τόδε δι' ὑμᾶς, ἵνα μὴ ἐπὶ τοῖς ὁπλίταις ᾖ διωργισμένοις πλεονάζειν ἐς τοὺς ἀνευθύνους, ἀλλὰ ἀπηριθμημένους καὶ ὡρισμένους ἔχοντες ὀνομαστὶ τῶν ἄλλων κατὰ πρόσταγμα ἀπέχωνται. 11. « Ἀγαθῇ τύχῃ τοίνυν τῶν ὑπογεγραμμένων τῷδε τῷ διαγράμματι μηδεὶς δεχέσθω μηδένα μηδὲ κρυπτέτω μηδὲ ἐκπεμπέτω ποι μηδὲ πειθέσθω χρήμασι. Ὃς δ' ἂν ἢ σώσας ἢ ἐπικουρήσας ἢ συνειδὼς φανῇ, τοῦτον ἡμεῖς, οὐδεμίαν ὑπολογισάμενοι πρόφασιν ἢ συγγνώμην, ἐν τοῖς προγεγραμμένοις τιθέμεθα. Ἀναφερόντων δὲ τὰς κεφαλὰς οἱ κτείναντες ἐφ' ἡμᾶς, ὁ μὲν ἐλεύθερος ἐπὶ δισμυρίαις δραχμαῖς Ἀττικαῖς καὶ πεντακισχιλίαις ὑπὲρ ἑκάστης, ὁ δὲ δοῦλος ἐπ' ἐλευθερίᾳ τοῦ σώματος καὶ μυρίαις Ἀττικαῖς καὶ τῇ τοῦ δεσπότου πολιτείᾳ. Τὰ δ' αὐτὰ καὶ τοῖς μηνύουσιν ἔσται. Καὶ τῶν λαμβανόντων οὐδεὶς ἐγγεγράψεται τοῖς ὑπομνήμασιν ἡμῶν, ἵνα μὴ κατάδηλος ᾖ » . Ὧδε μὲν εἶχεν ἡ προγραφὴ τῶν τριῶν ἀνδρῶν, ὅσον ἐς Ἑλλάδα γλῶσσαν ἀπὸ Λατίνης μεταβαλεῖν. III. 12. Πρῶτος δ' ἦν ἐν τοῖς προγράφουσι Λέπιδος, καὶ πρῶτος ἐν τοῖς προγραφομένοις ὁ ἀδελφὸς ὁ Λεπίδου Παῦλος, καὶ δεύτερος ἦν τῶν προγραφόντων Ἀντώνιος καὶ δεύτερος τῶν προγραφομένων ὁ θεῖος ὁ Ἀντωνίου Λεύκιος, οἵδε μέν, ὅτι πρῶτοι πολεμίους αὐτοὺς ἐψηφίσαντο. Τρίτος δὲ καὶ τέταρτος ἦν τῶν ἐν ἑτέρῳ πίνακι προκειμένων ἐς τὸ μέλλον ὑπάτων Πλάγκου μὲν ὁ ἀδελφὸς Πλώτιος, Ἀσινίου δὲ ὁ πενθερὸς Κοΐντιος. Καὶ οὐ κατ' ἀξίωσιν ἄρα μόνην οἵδε τῶν ἄλλων προύκειντο μᾶλλον ἢ ἐς θάμβος καὶ δυσελπιστίαν, μηδένα ῥύσεσθαί τινα προσδοκᾶν. Ἦν δὲ καὶ Θωράνιος ἐν τοῖς προγεγραμμένοις, λεγόμενος ὑπό τινων ἐπιτροπεῦσαι Καίσαρος. Ἅμα δὲ ταῖς προγραφαῖς αἵ τε πύλαι κατείχοντο καὶ ὅσαι ἄλλαι τῆς πόλεως ἔξοδοί τε καὶ λιμένες ἢ ἕλη καὶ τέλματα ἢ εἴ τι ἄλλο ἐς φυγὴν ὕποπτον ἦν ἢ ἐς λαθραίους καταφυγάς· τήν τε χώραν ἐπετέτραπτο τοῖς λοχαγοῖς ἐρευνᾶν περιθέουσι, καὶ ἐγίγνετο πάντα ὁμοῦ. 13. Εὐθὺς οὖν ἦν ἀνά τε τὴν χώραν καὶ ἀνὰ τὴν πόλιν, ὡς ἕκαστός πῃ συνελαμβάνετο, ἀνδρολήψια αἰφνίδια πολλὰ καὶ τρόποι τῶν φόνων ποικίλοι τῶν τε κεφαλῶν ἀποτομαὶ τοῦ μισθοῦ χάριν ἐς ἐπίδειξιν φυγαί τε ἀπρεπεῖς καὶ σχήματα ἄτοπα ἐκ τοῦ πρὶν περιφανοῦς. Κατέδυνον γὰρ οἱ μὲν ἐς φρέατα, οἱ δὲ ἐς τὰς ὑπονόμους τάφρους ἐπὶ τὰ ἀκάθαρτα, οἱ δὲ ἐς καπνώδεις ὑπωροφίας ἢ τῶν τεγῶν ταῖς κεραμίσι βυομέναις ὑπεκάθηντο μετὰ σιγῆς βαθυτάτης. Ἐδεδοίκεσαν γὰρ οὐχ ἧσσον τῶν σφαγέων οἱ μὲν γυναῖκας ἢ παῖδας οὐκ εὐμενῶς σφίσιν ἔχοντας, οἱ δὲ ἐξελευθέρους τε καὶ θεράποντας, οἱ δὲ καὶ δανεισμάτων χρήστας ἢ χωρίων γείτονας ἐπιθυμίᾳ τῶν χωρίων. Ἐπανάστασις γὰρ δὴ πάντων, ὅσα τέως ὕπουλα ἦν, ἀθρόα τότε ἐγίγνετο καὶ ἀθέμιστος μεταβολὴ βουλευτῶν ἀνδρῶν, ὑπάτων ἢ στρατηγῶν ἢ δημάρχων, ἔτι τάσδε τὰς ἀρχὰς μετιόντων ἢ ἐν αὐταῖς γεγονότων, ἐς πόδας ἰδίου θεράποντος ῥιπτουμένων σὺν ὀλοφύρσεσι καὶ σωτῆρα καὶ κύριον τὸν οἰκέτην τιθεμένων. Οἴκτιστον δὲ ἦν, ὅτε καὶ ταῦτα ὑποστάντες οὐκ ἐλεηθεῖεν. 14. Ἰδέα τε πᾶσα κακῶν ἦν, οὐχ ὡς ἐν στάσεσιν ἢ πολέμου καταλήψεσιν· οὐ γάρ, ὡς ἐν ἐκείνοις, τὸν μὲν ἀντιστασιώτην ἢ πολέμιον ἐδεδοίκεσαν, τοῖς δ' οἰκείοις σφᾶς ἐπέτρεπον, ἀλλὰ καὶ τούσδε τῶν σφαγέων μᾶλλον ἐδεδοίκεσαν, οὐδὲν μὲν αὐτοὺς ὡς ἐν πολέμῳ καὶ στάσει δεδιότας, σφίσι δὲ αὐτίκα γιγνομένους ἐξ οἰκείων πολεμίους, ἢ δι' ὕπουλον ἔχθραν ἢ ὑπὸ τῶν ἐπικεκηρυγμένων σφίσι γερῶν ἢ διὰ τὸν ἐν ταῖς οἰκίαις χρυσόν τε καὶ ἄργυρον. Ἄπιστος γὰρ δὴ διὰ ταῦτα ἀθρόως ἕκαστος ἐς τὸν οἰκεῖον ἐγίγνετο καὶ τὸ σφέτερον κέρδος τοῦ πρὸς αὐτὸν ἐλέου προυτίθει· ὁ δὲ πιστὸς ἢ εὔνους ἐδεδίει βοηθεῖν ἢ κρύπτειν ἢ συνειδέναι δι' ὁμοιότητα τῶν ἐπιτιμίων. Ἔς τε τὸ ἔμπαλιν αὐτοῖς τοῦ πρώτου τῶν ἑπτακαίδεκα ἀνδρῶν δέους περιέστη. Τότε μὲν γὰρ οὐ προγραφέντος οὐδενός, ἀλλά τινων ἄφνω συλλαμβανομένων πάντες ἐδεδοίκεσαν ὅμοια καὶ συνήσπιζον ἀλλήλοις· ἐπὶ δὲ ταῖς προγραφαῖς οἱ μὲν αὐτίκα πᾶσιν ἔκδοτοι γεγένηντο, οἱ δὲ ἐν ἀμερίμνῳ περὶ σφῶν καὶ ἐπὶ κέρδει γενόμενοι τοὺς ἄλλους ἐπὶ μισθῷ τοῖς σφαγεῦσιν ἐκυνηγέτουν. Ὁ δὲ λοιπὸς ὅμιλος, οἱ μὲν τὰς οἰκίας τῶν ἀναιρουμένων διήρπαζον, καὶ τὸ κέρδος αὐτοὺς ἀπο τῆς συνέσεως τῶν παρόντων κακῶν ἐψυχαγώγει· οἱ δὲ ἐμφρονέστεροί τε καὶ ἐπιεικεῖς ἐτεθήπεσαν ὑπὸ ἐκπλήξεως, καὶ ἦν αὐτοῖς παραλογώτερον, ὅτε μάλιστα ἐνθυμηθεῖεν, ὅτι τὰς μὲν ἄλλας πόλεις ἐλυμήναντο στάσεις καὶ περιέσωσαν ὁμόνοιαι, τὴν δὲ καὶ αἱ στάσεις τῶν ἀρχόντων προαπώλεσαν καὶ ἡ ὁμόνοια τοιάδε ἐργάζεται. 15. Ἔθνῃσκον δὲ οἱ μὲν ἀμυνόμενοι τοὺς ἀναιροῦντας, οἱ δ' οὐκ ἀμυνόμενοι ὡς οὐχ ὑπὸ τῶνδε ἀδικούμενοι, εἰσὶ δ' οἳ καὶ σφᾶς αὐτοῦς λιμῷ τε ἑκουσίῳ δαπανῶντες καὶ βρόχοις χρώμενοι καὶ τὰ σώματα καταποντοῦντες ἢ ῥιπτοῦντες ἀπὸ τῶν τεγῶν ἢ ἐς πῦρ ἐναλλόμενοι ἢ τοῖς σφαγεῦσιν ὑπίσχοντες ἢ καὶ μεταπεμπόμενοι βραδύνοντας, ἕτεροι δὲ κρυπτόμενοι καὶ λιπαροῦντες ἀπρεπῶς ἢ διωθούμενοι τὸ κακὸν ἢ ὠνούμενοι. Οἱ δὲ καὶ παρὰ γνώμην τῶν τριῶν ἀνδρῶν, ὑπ' ἀγνοίας ἢ κατ' ἐπιβουλήν, ἀπώλλυντο. Καὶ δῆλος ἦν ὁ μὴ προγραφεὶς νέκυς, ὅτε οἱ προσκέοιτο ἡ κεφαλή· τῶν γὰρ δὴ προγεγραμμένων ἐν ἀγορᾷ προυτίθεντο παρὰ τοῖς βήμασιν, ἔνθα ἔδει κομίσαντας ἀντιλαβεῖν τὰ ἀγαθά. Ἴση δ' ἦν ἑτέρων σπουδὴ καὶ ἀρετή, γυναικῶν τε καὶ παιδίων καὶ ἀδελφῶν καὶ θεραπόντων, περισῳζόντων τε καὶ συμμηχανωμένων πολλὰ καὶ συναποθνῃσκόντων, ὅτε μὴ τύχοιεν ὧν ἐπενόουν· οἱ δὲ καὶ ἐπανῄρουν σφᾶς ἀνῃρημένοις. Τῶν δὲ ἐκφυγόντων οἱ μὲν ὑπὸ ναυαγίων ἀπώλλυντο, ἐς πάντα σφίσι τῆς τύχης ἐπιβαρούσης, οἱ δὲ ἐπανήχθησαν ἐκ παραλόγων ἐπί τε ἀρχὰς τῆς πόλεως καὶ στρατηγίας πολέμων καὶ θριάμβους. Οὕτως ὁ καιρὸς ἦν ἐκεῖνος ἐπίδειξις παραδοξολογίας. 16. Καὶ τάδε ἐγίγνετο οὐκ ἐν ἰδιώτιδι πόλει οὐδὲ ἐν ἀσθενεῖ καὶ σμικρῷ βασιλείῳ, ἀλλὰ τὴν δυνατωτάτην καὶ τοσούτων ἐθνῶν καὶ γῆς καὶ θαλάσσης ἡγεμονίδα διέσειεν ὁ θεός, ἐκ πολλοῦ ἄρα ἐς τὴν νῦν καθιστάμενος εὐταξίαν. Ἐγένετο μὲν οὖν τοιάδε ἕτερα ἐν αὐτῇ κατά τε Σύλλαν καὶ ἔτι πρὸ ἐκείνου Γάιον Μάριον, ὧν ὁμοίως τὰ γνωριμώτατα τῶν κακῶν ἐν τοῖς περὶ ἐκείνων ἀνελεξάμην, καὶ προσῆν ἐκείνοις ἀταφία· ταῦτα δὲ ἀξιώσει τε τῶν τριῶν ἀνδρῶν καὶ τοῦ ἑνὸς αὐτῶν μάλιστα ἀρετῇ καὶ τύχῃ, τὴν ἀρχὴν συστησαμένου τε ἐς ἕδραν ἀσφαλῆ καὶ γένος καὶ ὄνομα τὸ νῦν ἄρχον ἀφ' ἑαυτοῦ καταλιπόντος, ἐπιφανέστερα. Ὧν τὰ λαμπρὰ καὶ τὰ χείρω γενόμενα ἐν μνήμῃ τε μᾶλλον ὄντα, ὅτι καὶ τελευταῖα γέγονεν, ἐπελεύσομαι νῦν, οὐ πάντα (οὐ γὰρ ἀξιαφήγητον ἀναίρεσις ἁπλῆ καὶ φυγὴ ἢ τῶν τριῶν ἀνδρῶν τισι συγγνόντων ὕστερον ἐπάνοδος ἢ ἐπανελθόντων ἀφανὴς καταβίωσις), ἀλλ' ὅσα παραλογώτατα ὄντα μάλιστα ἂν ἐκπλήξειε καὶ πιστεύειν ποιήσειε τοῖς προλεγομένοις. Πολλὰ δέ ἐστι, καὶ πολλοὶ Ῥωμαίων ἐν πολλαῖς βίβλοις αὐτὰ συνέγραψαν ἐφ' ἑαυτῶν· ὀλίγα δὲ ἐγὼ καθ' ἑκάστην ἰδέαν, ἐς πίστιν ἑκάστης καὶ ἐς εὐδαιμόνισμα τῶν νῦν παρόντων, ἐπὶ κεφαλαίου διὰ τὸ μῆκος ἀναγράψω. IV. 17. Ἠρξατο μὲν δὴ τὸ κακὸν ἐκ συντυχίας ἀπὸ τῶν ἐν ἀρχαῖς ἔτι ὄντων, καὶ πρῶτος ἀνῃρέθη δημαρχῶν Σάλουιος. Ἱερὰ δέ ἐστιν ἡ ἀρχὴ καὶ ἄσυλος ἐκ τῶν νόμων καὶ τὰ μέγιστα ἴσχυεν, ὡς καὶ τῶν ὑπάτων τινὰς ἐς τὰς φυλακὰς ἐμβαλεῖν. Καὶ ἦν ὅδε ὁ δήμαρχος ὁ τὸν Ἀντώνιον ἐν μὲν ἀρχῇ κεκωλυκὼς εἶναι πολέμιον, ὕστερον δὲ συμπεπραχὼς ἐς πάντα Κικέρωνι. Πυθόμενος δὲ τῶν τριῶν ἀνδρῶν τῆς τε συμφρονήσεως καὶ τῆς ἐς τὴν πόλιν ἐπείξεως τοὺς οἰκείους εἱστία ὡς οὐ πολλάκις αὐτοῖς ἔτι συνεσόμενος· ἐσδραμόντων δὲ ἐς τὸ συμπόσιον τῶν ὁπλιτῶν οἱ μὲν ἐξανίσταντο σὺν θορύβῳ καὶ δέει, ὁ δὲ τῶν ὁπλιτῶν λοχαγὸς ἐκέλευεν ἠρεμεῖν κατακλιθέντας, τὸν δὲ Σάλουιον, ὡς εἶχε, τῆς κόμης ἐπισπάσας ὑπὲρ τὴν τράπεζαν, ἐς ὅσον ἔχρῃζε, τὴν κεφαλὴν ἀπέτεμε καὶ τοῖς ἔνδον αὖθις ἐκέλευεν ἀτρεμεῖν, ὡς ἔχουσι, μὴ θορύβου γενομένου πάθοιεν ὅμοια. Οἱ μὲν δὴ καὶ οἰχομένου τοῦ λοχαγοῦ τεθηπότες ἄναυδοι μέχρι βαθυτάτης νυκτός, τῷ λοιπῷ τοῦ δημάρχου σώματι συγκατέκειντο. Δεύτερος δ' ἀνὴρ ἔθνῃσκε στρατηγὸς Μινούκιος, ἀρχαιρεσιάζων μὲν ἐν ἀγορᾷ· πυθόμενος δὲ ἐπιέναι τοὺς ὁπλίτας ἀνεπήδησε καὶ περιθέων ἔτι καὶ ἐννοούμενος, ὅποι διαλάθοι, τὴν ἐσθῆτα ἐνήλλασσεν ἔς τι τῶν ἐργαστηρίων ἐσδραμών, τοὺς ὑπηρέτας καὶ τὰ σημεῖα ἀποπέμψας. Οἱ δὲ αἰδοῖ καὶ ἐλέῳ παραμένοντες εὐμαρέστερον ἄκοντες ἐποίησαν τοῖς σφαγεῦσι τὸν στρατηγὸν εὑρεῖν.
18.
Ἀννᾶλιν ἕτερον στρατηγόν, τῷ παιδὶ μετιόντι ταμιείαν συμπεριθέοντα καὶ τοὺς
ψηφιουμένους παρακαλοῦντα, οἵ τε συνόντες φίλοι καὶ οἱ τὰ σημεῖα τῆς ἀρχῆς
φέροντες ἀπεδίδρασκον, πυθόμενοι προσγεγράφθαι τοῖς πίναξι τὸν Ἀννᾶλιν. Ὁ δὲ ἐς
πελάτην ἑαυτοῦ τινα φυγών, ᾧ βραχὺ καὶ εὐτελὲς ἦν τέγος ἐν προαστείῳ καὶ διὰ
πάντα εὐκαταφρόνητον, ἐκρύπτετο ἀσφαλῶς, μέχρι τοὺς σφαγέας ὁ υἱὸς αὐτοῦ, τὴν
φυγὴν ἐς τὸν πελάτην ὑποτοπήσας, ὡδήγησεν ὑπὸ τὸ τέγος, καὶ παρὰ τῶν τριῶν
ἀνδρῶν τήν τε οὐσίαν ἔλαβε τοῦ πατρὸς καὶ ἐς ἀγορανομίαν
ᾑρέθη.
Ἀναλύοντα δὲ αὐτὸν ἐκ μέθης στρατιῶταί τι προσκρούσαντες ἔκτειναν, οἳ καὶ τὸν
πατέρα ἀνῃρήκεσαν. 19. Κικέρων δέ, ὃς μετὰ Γάιον Καίσαρα ἴσχυσεν, ὅση γένοιτο ἂν δημαγωγοῦ μοναρχία, κατέγνωστο μὲν ἅμα τῷ παιδὶ καὶ τῷ ἀδελφῷ καὶ τῷ παιδὶ τοῦ ἀδελφοῦ καὶ πᾶσιν οἰκείοις τε καὶ στασιώταις καὶ φίλοις· φυγὼν δὲ ἐπὶ σκάφους οὐκ ἔφερε τὴν ἀηδίαν τοῦ κλύδωνος, ἀλλὰ εἰς ἴδιον χωρίον, ὃ καθ' ἱστορίαν τοῦδε τοῦ πάθους εἶδον, ἀμφὶ Καιήτην πόλιν τῆς Ἰταλίας, καταχθεὶς ἠρέμει. Πλησιαζόντων δὲ τῶν ἐρευνωμένων (τοῦτον γὰρ δὴ φιλοτιμότατα πάντων Ἀντώνιός τε ἐζήτει καὶ Ἀντωνίῳ πάντες) ἐς τὸ δωμάτιον αὐτοῦ κόρακες ἐσπτάντες ἔκλαζον, ἐπεγείροντες ἀπὸ τοῦ ὕπνου, καὶ τὸ ἱμάτιον ἀπέσυρον ἀπὸ τοῦ σώματος, ἕως οἱ θεράποντες, σημηνάμενοι τὸ γιγνόμενον εἶναι σύμβολον ἔκ του θεῶν, ἐς φορεῖον ἐσθέμενοι τὸν Κικέρωνα αὖθις ἐπὶ τὴν θάλασσαν ἦγον διὰ λόχμης βαθείας λανθάνοντες. Πολλῶν δὲ ἀνὰ μέρη διαθεόντων τε καὶ πυνθανομένων, εἴ που Κικέρων ὁραθείη, οἱ μὲν ἄλλοι ἐπ' εὐνοίᾳ καὶ ἐλέῳ πλεῖν αὐτὸν ἐξαναχθέντα ἔλεγον ἤδη, σκυτοτόμος δὲ πελάτης Κλωδίου, πικροτάτου τῷ Κικέρωνι ἐχθροῦ γεγονότος, Λαίνᾳ τῷ λοχαγῷ σὺν ὀλίγοις ὄντι τὴν ἀτραπὸν ἔδειξεν. Ὁ δὲ ἐπέδραμέ τε καὶ θεράποντας ἰδὼν πολὺ πλείους τῶν ἀμφ' αὑτὸν ὁρμῶντας ἐς ἄμυναν, στρατηγικῶς μάλα ἀνεβόησεν· « Ἐσελθέτωσαν ἐς τὸ χωρίον οἱ περὶ οὐρὰν λοχαγοί. »
20. Τότε γὰρ οἱ μὲν θεράποντες ὡς ἐλευσομένων
πλεόνων κατεπλάγησαν, ὁ δὲ Λαίνας, καὶ δίκην τινὰ διὰ τοῦ Κικέρωνός ποτε
κατωρθωκώς, ἐκ τοῦ φορείου τὴν κεφαλὴν ἐπισπάσας ἀπέτεμνεν, ἐς τρὶς ἐπιπλήσσων
καὶ ἐκδιαπρίζων ὑπὸ ἀπειρίας· ἀπέτεμε δὲ καὶ τὴν χεῖρα, ᾗ τοὺς κατὰ Ἀντωνίου
λόγους οἷα τυράννου συγγράφων, ἐς μίμημα τῶν Δημοσθένους, Φιλιππικοὺς ἐπέγραφεν.
Ἔθεον δὲ οἱ μὲν ἐπὶ ἵππων, οἱ δὲ ἐπὶ νεῶν, αὐτίκα τὸ εὐαγγέλιον Ἀντωνίῳ
διαφέροντες· καὶ ὁ Λαίνας ἐν ἀγορᾷ προκαθημένῳ τὴν κεφαλὴν καὶ τὴν χεῖρα
μακρόθεν ἀνέσειεν ἐπιδεικνύς. Ὁ δὲ ἥσθη μάλιστα καὶ τὸν λοχαγὸν ἐστεφάνωσε καὶ
πλέοσι τῶν ἄθλων ἐδωρήσατο πέντε καὶ εἴκοσι μυριάσιν Ἀττικῶν δραχμῶν ὡς μέγιστον
δὴ τόνδε πάντων ἐχθρὸν καὶ πολεμιώτατόν οἱ γενόμενον ἀνελόντα. Ἡ κεφαλὴ δὲ τοῦ
Κικέρωνος καὶ ἡ χεὶρ ἐν ἀγορᾷ τοῦ βήματος ἀπεκρέμαντο ἐπὶ πλεῖστον, ἔνθα
πρότερον ὁ Κικέρων ἐδημηγόρει· καὶ πλείους ὀψόμενοι συνέθεον ἢ ἀκροώμενοι.
Λέγεται δὲ καὶ ἐπὶ τῆς διαίτης ὁ Ἀντώνιος τὴν κεφαλὴν τοῦ Κικέρωνος θέσθαι πρὸ
τῆς τραπέζης, μέχρι κόρον ἔσχε τῆς θέας τοῦ κακοῦ. 21. Ἐγνάτιοι δέ, πατὴρ καὶ υἱός, συμφυέντες ἀλλήλοις διὰ μιᾶς πληγῆς ἀπέθανον· καὶ αὐτῶν αἱ κεφαλαὶ μὲν ἀπετέτμηντο, τὰ δὲ λοιπὰ σώματα ἔτι συνεπέπλεκτο. Βάλβος τὸν υἱόν, ἵνα μὴ βαδίζοντες ὁμοῦ φανεροὶ γένοιντο, προύπεμψεν ἐς φυγὴν ἐπὶ θάλασσαν καὶ μετ' ὀλίγον εἵπετο ἐκ διαστήματος. Ἐξαγγείλαντος δέ τινος, εἴτε ἐξ ἐπιβουλῆς εἴθ' ὑπ' ἀγνοίας, τὸν υἱὸν συνειλῆφθαι, ἐπανῆλθε καὶ τοὺς σφαγέας μετεπέμψατο. Συνέβη δὲ καὶ τὸν παῖδα ἀπολέσθαι ναυαγίῳ· οὕτω ταῖς τότε συμφοραῖς καὶ τὸ δαιμόνιον ἐπέκειτο. Ἀρρούντιος τὸν υἱόν, οὐχ ὑφιστάμενον φεύγειν χωρὶς αὐτοῦ, μόλις ἔπεισεν ὡς νέον περισῴζειν ἑαυτόν. Καὶ τόνδε μὲν ἡ μήτηρ ἐπὶ τὰς πύλας προύπεμψε καὶ ὑπέστρεψεν, ἵνα ἀνῃρημένον τὸν ἄνδρα θάψειε· πυθομένη δὲ καὶ τὸν υἱὸν ὑπὸ τῆς θαλάσσης διεφθάρθαι λιμῷ διεχρήσατο ἑαυτήν. 22. Αἵδε μὲν δὴ παίδων ἀγαθῶν καὶ κακῶν ἔστων εἰκόνες· ἀδελφοὶ δὲ δύο ὁμοῦ προγραφέντες, οἷς ὄνομα ἦν Λιγάριοι, ἐκρύπτοντο ὑπὸ ἰπνῷ, μέχρι τῶν θεραπόντων αὐτοὺς ἀνευρόντων ὁ μὲν αὐτίκα ἀνῃρέθη, ὁ δὲ ἐκφυγών, ἐπεὶ τὸν ἀδελφὸν ἔγνω διεφθαρμένον, ἔρριψεν αὑτὸν ἀπὸ τοῦ ποταμοῦ τῆς γεφύρας ἐς τὸ ῥεῦμα. Καὶ αὐτὸν ἁλιέων περισχόντων ὡς οὐκ ἐναλάμενον, ἀλλὰ πεπτωκότα, ἐς πολὺ μὲν ἐφιλονίκει καὶ ἑαυτὸν ἐς τὸ ῥεῦμα ἐώθει, ἡσσώμενος δὲ τῶν ἁλιέων περιεγίγνετο καὶ « Οὐκ ἐμέ, ἔφη, περισῴζετε, ἀλλ' ἑαυτοὺς ἐμοὶ προγεγραμμένῳ συναπόλλυτε. » Οἱ δὲ καὶ ὣς αὐτὸν οἰκτείραντες περιέσῳζον, μέχρι τινὲς τῶν στρατιωτῶν, οἳ τὴν γέφυραν ἐτήρουν, ἰδόντες ἐπέδραμόν τε καὶ τὴν κεφαλὴν ἀπέτεμον. Ἑτέρων δὲ ἀδελφῶν ὁ μὲν αὑτὸν ἔρριψε κατὰ τοῦ ῥεύματος, καὶ θεράπων αὐτοῦ τὸ σῶμα ἀνεζήτει μέχρι πέμπτης ἡμέρας, εὑρὼν δὲ ἔτι γνωρίζεσθαι δυναμένου, τὴν κεφαλὴν διὰ τὸ ἆθλον ἀπέκοψε· τὸν δὲ ἕτερον ἐν κοπρῶνι κρυπτόμενον ἕτερος ἐμήνυσε θεράπων, καὶ οἱ σφαγεῖς εἰσελθεῖν μὲν ἀπηξίωσαν, δόρασι δὲ περικεντοῦντες ἐξήγαγον καί, ὡς εἶχε, τὴν κεφαλὴν οὐδὲ ἀπονίψαντες ἀπέκοψαν. Ἕτερος δέ, τοῦ ἀδελφοῦ συλλαμβανομένου, προσδραμὼν ἀγνοίᾳ τοῦ καὶ αὐτὸς ἅμα ἐκείνῳ προγεγράφθαι, « Ἐμέ, ἔφη, κτείνατε πρὸ τούτου.» Καὶ ὁ λοχαγὸς ἔχων τὸ ἀκριβὲς ἀνάγραπτον, εἰκότα ἀξιοῖς, ἔφη· « Σὺ γὰρ πρὸ τούτου γέγραψαι. » Καὶ εἰπὼν κατὰ τὴν τάξιν ἔκτεινεν ἄμφω. 23. Ταῦτα μὲν δὴ καὶ ἀδελφῶν δείγματα· Λιγάριον δὲ ἡ γυνὴ κρύπτουσα μίαν ἐς τὸ ἀπόρρητον ἐπηγάγετο θεράπαιναν, προδοθεῖσα δὲ ὑπ' αὐτῆς εἵπετο τῇ κεφαλῇ τοῦ ἀνδρὸς φερομένῃ βοῶσα· « Ἐγὼ τοῦτον ὑπεδεξάμην, τὰ δ' ὅμοια τοῖς ὑποδεξαμένοις ἐστὶν ἐπιτίμια. » Καὶ οὐδενὸς αὐτὴν οὔτε ἀναιροῦντος οὔτε μηνύοντος, αὐτάγγελος ἐς τοὺς ἄρχοντας ἦλθε καθ' 'εαυτῆς, κἀκείνων αὐτὴν διὰ τὴν φιλανδρίαν ὑπεριδόντων, ἑαυτὴν ἀπέκτεινε λιμῷ. Καὶ τῆσδε μὲν ἐνθάδε ἐπεμνήσθην, ὅτι τὸν ἄνδρα περισῴζουσα ἀπετύγχανέ τε καὶ συνεξήγαγεν ἑαυτήν· ὅσαι δὲ ἐπέτυχον τῆς φιλανδρίας, ἐν τοῖς περισωθεῖσι τῶν ἀνδρῶν ἀναγράψω. Ἕτεραι δὲ ἀθεμίστως ἐπεβούλευσαν τοῖς ἀνδράσιν. Καὶ αὐτῶν ἐστιν, ἣ Σεπτιμίῳ μὲν ἐγεγάμητο, ὑπὸ δέ τινος Ἀντωνίῳ φίλου διεφθείρετο· ἐπειγομένη δὲ ἐκ μοιχείας ἐς γάμον ἐδεήθη διὰ τοῦ μοιχεύοντος αὐτὴν Ἀντωνίου, καὶ ὁ Σεπτίμιος αὐτίκα τοῖς πίναξι προσετέθη. Καὶ μαθὼν ἐς τῆς γυναικὸς ὑπ' ἀγνοίας τῶν οἴκοι κακῶν ἔφευγεν. Ἡ δὲ ὡς φιλοφρονουμένη τὰς θύρας ἐπέκλεισε καὶ ἐτήρει τὸν ἄνδρα, ἕως οἱ σφαγεῖς παρεγένοντο· καὶ τῆς αὐτῆς ἡμέρας οἱ μὲν ἐκεῖνον ἀνῄρουν, ἡ δὲ ἔθυε γάμους. 24. Σάλασσος δὲ ἐκφυγών τε καὶ ἀπορούμενος ἧκε μὲν ἐς πόλιν νυκτός, ὅτε μάλιστα ἔδοξεν ἀμβλύνεσθαι τὸ δεινόν, πεπραμένης δὲ τῆς οἰκίας μόνος αὐτὸν ὁ θυρωρὸς τῇ οἰκίᾳ συμπεπραμένος ἐπέγνω καὶ ἐς τὸ ἑαυτοῦ οἴκημα ὑπεδέχετο καὶ κρύψειν ἐπηγγέλλετο καὶ θρέψειν, ἐξ ὧν ἐδύνατο. Ὁ δὲ τὴν γυναῖκά οἱ καλέσαι προσέταξεν ἐκ τῆς ἐκείνης οἰκίας. Ἡ δ' ὑποκριναμένη μὲν ἐλθεῖν ἐπείγεσθαι, δεδιέναι δ' ὡς ἐν νυκτὶ καὶ θεραπαίναις τὸ ὕποπτον, μεθ' ἡμέραν ἥξειν ἔφη. Καὶ γενομένης ἡμέρας ἡ μὲν τοὺς σφαγέας μετῄει, καὶ ὁ θυρωρὸς αὐτὴν ὡς βραδύνουσαν ἐς τὴν οἰκίαν ἀπέτρεχεν ἐπείξων· ὁ δὲ Σάλασσος, οἰχομένου τοῦ θυρωροῦ δείσας ὡς ἐς ἐνέδραν ἀπιόντος, ἐς τὸ τέγος ἀναδραμὼν ἐκαραδόκει τὸ γιγνόμενον, ἰδὼν δὲ οὐ τὸν θυρωρόν, ἀλλὰ τὴν γυναῖκα τοῖς σφαγεῦσιν ἡγουμένην ἔρριψεν ἑαυτὸν ἀπὸ τοῦ τέγους. Φούλβιον δὲ ἐς θεραπαίνης φυγόντα παλλακευθείσης τε αὐτῷ καὶ ἀπηλευθερωμένης καὶ προῖκα ἐς γάμον ἐπιλαβούσης, ἡ τοσάδε εὖ παθοῦσα προύδωκε ζηλοτυπίᾳ τῆς μεθ' ἑαυτὴν τῷ Φουλβίῳ γεγαμημένης. 25. Τοσάδε μὲν δὴ καὶ γυναικῶν πονηρῶν ὑποδείγματα γεγράφθω· Στάτιος δὲ ὁ Σαυνίτης, πολλὰ Σαυνίταις ἐν τῷ συμμαχικῷ πολέμῳ κατειργασμένος, διὰ δὲ περιφάνειαν ἔργων καὶ διὰ πλοῦτον καὶ γένος ἐς τὸ Ῥωμαίων βουλευτήριον ἀνακεκλημένος, ὀγδοηκοντούτης ὢν ἤδη καὶ διὰ πλοῦτον προγεγραμμένος, ἀνεπέτασε τὴν οἰκίαν τῷ τε δήμῳ καὶ τοῖς θεράπουσιν ἐκφορεῖν, ὅσα θέλοιεν, τὰ δὲ καὶ αὐτὸς διερρίπτει, μέχρι κεκενωμένης ἐπικλείσας ἐνέπρησε καὶ ἀπώλετο, καὶ τὸ πῦρ πολλὰ τῆς πόλεως ἄλλα ἐπενείματο. Καπίτων δὲ ἐς πολὺ τὰς θύρας ὑπανοίγων τοὺς ἐσβιαζομένους καθ' ἕνα ἀνῄρει, ὑπὸ δὲ πολλῶν ἐπιβρισάντων εἷς ἀπέθανε πολλοὺς ἀποκτείνας. Οὐετουλῖνος δὲ χεῖρα ἤθροισε πολλὴν ἀμφὶ τὸ Ῥήγιον αὐτῶν τε τῶν προγεγραμμένων ἀνδρῶν καὶ ὅσοι συνέφευγον αὐτοῖς, καὶ ἀπὸ τῶν ὀκτωκαίδεκα πόλεων, αἳ τοῖς στρατοῖς ἐπινίκια ἐπηγγελμέναι πάνυ ἐδυσχέραινον. Τούσδε οὖν ἔχων ὁ Οὐετουλῖνος ἀνῄρει τῶν λοχαγῶν τοὺς διαθέοντας, μέχρι πεμφθέντος ἐπ' αὐτὸν στρατοῦ πλέονος οὐδ' ὣς ἔληξεν, ἀλλ' ἐς Σικελίαν πρὸς Πομπήιον, κρατοῦντά τε αὐτῆς καὶ τοὺς φεύγοντας ὑποδεχόμενον, ἐπέρασεν. Εἶτα ἐπολέμει καρτερῶς, μέχρι πολλαῖς μάχαις ἡσσώμενος τὸν μὲν υἱὸν καὶ ὅσοι τῶν προγεγραμμένων ἄλλοι συνῆσαν, ἐπὶ Μεσσήνης ἔπεμψεν, αὐτὸς δέ, ὡς εἶδε πορθμευόμενον ἤδη τὸ σκάφος, ἐμπεσὼν τοῖς πολεμίοις κατεκόπη. 26. Νάσων δὲ ὑπὸ ἐξελευθέρου, παιδικῶν οἱ γενομένου, προδοθεὶς ἥρπασε παρά του τῶν στρατιωτῶν ξίφος καὶ τὸν προδότην μόνον ἀποκτείνας ἑαυτὸν τοῖς σφαγεῦσιν ὑπέσχε. Φιλοδέσποτος δὲ οἰκέτης τὸν κεκτημένον ἐπὶ λόφου ἐκάθισε καὶ αὐτὸς ἐπὶ θάλασσαν ᾖει μισθωσόμενος αὐτῷ σκάφος. Ἐπανιὼν δὲ κτεινόμενόν τε εἶδε τὸν δεσπότην καὶ ἀποψύχοντος ἤδη μέγα βοῶν « Ἐπίμεινον ἐς βραχύ, ὦ δέσποτα, » εἶπε καὶ κτείνει τὸν λοχαγὸν ἐμπεσὼν ἄφνω. Μετὰ δὲ ἐκεῖνον ἑαυτὸν ἐπαναιρῶν εἶπε τῷ δεσπότῃ· παραμύθιον ἔχεις. Λεύκιος δὲ δύο πιστοτάτοις ἀπελευθέροις χρυσίον δοὺς ἐπὶ θάλασσαν ᾖει, διαδράντων δὲ ἐκείνων ὑπέστρεψε καταγινώσκων τοῦ βίου καὶ ἑαυτὸν ἐμήνυσε τοῖς σφαγεῦσι. Λαβιηνὸς δὲ ἐν ταῖς Σύλλα προγραφαῖς πολλοὺς τῶν τότε συλλαβών τε καὶ κτείνας ἠδόξησεν ἄρα, εἰ μὴ τὰ ὅμοια γενναίως ἐνέγκοι, καὶ προελθὼν τῆς οἰκίας ἐκαθέζετο ἐπὶ θρόνου τοὺς σφαγέας περιμένων. Κέστιος δὲ ἐν χωρίοις παρὰ εὐνόοις θεράπουσιν ἐκρύπτετο, λοχαγῶν δ' αἰεὶ σὺν ὅπλοις ἢ κεφαλαῖς διαθεόντων οὐκ ἔφερε τὸ μῆκος τοῦ φόβου, ἀλλ' ἔπεισε τοὺς θεράποντας ἅψαι πυράν, ἵνα ἔχοιεν λέγειν, ὅτι Κέστιον ἀποθανόντα θάπτοιεν. Καὶ οἱ μὲν ἐνεδρευθέντες ἧψαν, ὁ δὲ ἐσήλατο ἐς αὐτήν. Ἀπώνιος δὲ ἀσφαλῶς ἑαυτὸν ἐπικρύψας οὐκ ἤνεγκε τὴν πονηρίαν τῆς διαίτης, ἀλλὰ προήγαγεν ἑαυτὸν ἐπὶ τὴν σφαγήν. Ἄλλος ἐν φανερῷ καθῆστο ἑκὼν καὶ βραδυνόντων τῶν σφαγέων ἀπήγξατο ἐν μέσῳ.
27. Λεύκιος δὲ ὁ Ἀσινίου τοῦ ὑπατεύοντος τότε
πενθερός, φεύγων διὰ θαλάσσης, οὐ φέρων τοῦ χειμῶνος τὴν ἀηδίαν ἔρριψεν ἑαυτὸν
εἰς τὸ πέλαγος. Καισέννιον δὲ οἱ διώκοντες, ὑποφεύγοντά τε καὶ βοῶντα οὐ
προγεγράφθαι, ἀλλὰ διὰ τὰ χρήματα ἐπιβουλεύεσθαι πρὸς αὐτῶν, ἐπὶ τὸν πίνακα
ἀγαγόντες ἀναγινώσκειν ἑαυτοῦ τὸ ὄνομα ἐκέλευον καὶ ἀναγινώσκοντα ἔκτειναν.
Αἰμίλιος δὲ ἀγνοῶν, ὅτι προγέγραπται, διωκόμενον ἄλλον ἰδὼν ἤρετο τὸν λοχαγὸν
τὸν διώκοντα, τίς ὁ προγεγραμμένος εἴη· καὶ ὁ λοχαγὸς τὸν Αἰμίλιον γνωρίσας
« Σὺ
κἀκεῖνος
» εἶπε καὶ τοὺς δύο ἀπέκτεινε. Κίλλων δὲ ἐκ τοῦ βουλευτηρίου προϊὼν καὶ
Δέκιος, ἐπεὶ τοῖς πίναξιν ἐπύθοντο σφῶν τὰ ὀνόματα προσγεγράφθαι, οὔπω τινὸς
ἐπιόντος αὐτοῖς, ἔφευγον ἀκόσμως διὰ πυλῶν, καὶ αὐτοὺς τοῖς ἀπαντῶσι τῶν λοχαγῶν
αὐτὸς ὁ δρόμος ἐμήνυσεν.
28. Οὐᾶρος δ' ἀπελευθέρου προδιδόντος αὐτὸν
ἀπέδρα, καὶ ὄρος ἐξ ὄρους ἀμείβων ἐς τὸ Μιντουρναίων ἕλος ἐνέπεσεν, ἔνθα ἑαυτὸν
διαναπαύων ἡσύχαζε. Τῶν δὲ Μιντουρναίων ἐπὶ ζητήσει λῃστηρίου τὸ ἕλος
περιθεόντων, ἥ τε κόμη τοῦ δόνακος σαλευθεῖσα ἐνέφηνε τὸν Οὐᾶρον, καὶ ληφθεὶς
ἔλεγεν εἶναι λῃστὴς καὶ ἐπὶ τῷδε θανάτῳ καταδικαζόμενος ἠνείχετο. Ὡς δὲ αὐτὸν
ἔμελλον καὶ βασανιεῖν ἐς τοὺς συνεγνωκότας, οὐκ ἐνεγκὼν ἤδη τοῦτο ὡς
ἀπρεπέστερον,
« Ἀπαγορεύω, φησίν, ὑμῖν, ὦ Μιντουρναῖοι, ὕπατόν με γεγενημένον,
καί, ὃ τοῖς νῦν ἄρχουσι τιμιώτερόν ἐστι, προγεγραμμένον μήτε βασανίζειν μήτε
ἀναιρεῖν ἔτι· εἰ γὰρ οὐκ ἔνι μοι διαφυγεῖν, ἄμεινον ὑπὸ τῶν ὁμοτίμων παθεῖν.»
Ἀπιστούντων δὲ τῶν Μιντουρναίων καὶ τὸν λόγον ὑπονοούντων λοχαγὸς ἐπέγνω διαθέων
καὶ τὴν κεφαλὴν ἀπέτεμε, τὸ δὲ λοιπὸν σῶμα τοῖς Μιντουρναίοις κατέλιπε. 29. Ὁ μὲν δὴ ταύτην ἔδωκεν ἀμοιβὴν ἀποθνῄσκων φιλανθρωπίας, Ῥοῦφος δὲ ἔχων συνοικίαν περικαλλῆ, γείτονα Φουλβίας τῆς γυναικὸς Ἀντωνίου, πάλαι μὲν ἀξιούσῃ τῇ Φουλβίᾳ πρίασθαι τὴν οἰκίαν οὐ συνεχώρει, τότε δὲ καὶ δωρούμενος προεγράφη. Καὶ τὴν κεφαλὴν ὁ μὲν Ἀντώνιός οἱ προσφερομένην οὐχ ἑαυτῷ προσήκειν εἰπὼν ἔπεμψεν ἐς τὴν γυναῖκα, ἡ δὲ ἀντὶ τῆς ἀγορᾶς ἐκέλευσεν ἐπὶ τῆς συνοικίας προτεθῆναι. Ἔπαυλιν ἕτερος εἶχε περικαλλῆ καὶ σύσκιον, ἄντρον τε καλὸν ἦν ἐν αὐτῇ καὶ βαθύ, καὶ τάχα διὰ ταῦτα καὶ προυγράφη. Ἔτυχε δὲ ἀναψύχων κατὰ τὸ ἄντρον, καὶ αὐτῷ τῶν σφαγέων ἔτι μακρόθεν ἐπιθεόντων θεράπων αὐτὸν ἐς τὸν μυχὸν τοῦ ἄντρου προπέμψας ἐνέδυ τὸν τοῦ δεσπότου χιτωνίσκον καὶ ὑπεκρίνετο ἐκεῖνος εἶναι καὶ δεδιέναι· καὶ τάχα ἂν ἐπέτυχεν ἀναιρεθείς, εἰ μὴ τῶν ὁμοδούλων τις ἐνέφηνε τὴν ἐνέδραν. Ἀναιρεθέντος δὲ ὧδε τοῦ δεσπότου, ὁ δῆμος ἀγανακτῶν παρὰ τοῖς ἄρχουσιν οὐκ ἐπαύετο, μέχρι τὸν μὲν ἐνδείξαντα κρεμασθῆναι, τὸν δὲ περισώσαντα ἐλευθερῶσαι ἐποίησεν. Ἁτέριον δὲ κρυπτόμενον θεράπων ἐμήνυσέ τε καὶ ἐλεύθερος αὐτίκα γενόμενος ἀντωνεῖτο τοῖς παισὶν αὐτοῦ τὴν οὐσίαν καὶ ἐνύβριζεν ἐπαχθῶς. Οἱ δὲ αὐτῷ πανταχῇ μετὰ σιγῆς εἵποντο κλαίοντες, ἕως ὁ δῆμος ἠγανάκτησε, καὶ οἱ τρεῖς αὐτόν, ὡς πλεονάσαντα τῆς χρείας, ἀνεδούλωσαν τοῖς παισὶ τοῦ προγεγραμμένου. 30. Περὶ μὲν δὴ τοὺς ἄνδρας τοιάδε ἐγίγνετο, ἥψατο δὲ καὶ ὀρφανῶν διὰ πλοῦτον ἡ τότε τύχη. Καὶ ὁ μὲν ἐς διδασκάλου φοιτῶν αὐτῷ παιδαγωγῷ συνανῃρέθη, τὸν παῖδα περισχομένῳ τε καὶ οὐ μεθιέντι· Ἀτίλιος δὲ ἄρτι τὴν τῶν τελείων περιθέμενος στολὴν ᾖει μέν, ὡς ἔθος ἐστί, σὺν πομπῇ φίλων ἐπὶ θυσίας ἐς τὰ ἱερά, ἄφνω δὲ ἐγγραφέντος αὐτοῦ τοῖς πίναξιν οἱ φίλοι καὶ οἱ θεράποντες διεδίδρασκον. Ὁ δὲ μόνος καὶ ἔρημος ἐκ δαψιλοῦς παραπομπῆς ἐς τὴν μητέρα ἐχώρει· οὐ δεξαμένης δὲ αὐτὸν οὐδὲ ἐκείνης ὑπὸ δέους, οὐκ ἀξιώσας ἔτι ἐς πεῖραν ἐλθεῖν ἑτέρου μετὰ μητέρα, ἐς ὄρος ἔφυγεν· ὅθεν ὑπὸ λιμοῦ ἐς τὰ πεδινὰ κατελθὼν ἐλήφθη πρὸς ἀνδρὸς λῃστεύειν τοὺς παροδεύοντας καὶ ἐπὶ ἔργῳ καταδεῖν εἰθισμένου. Οἷα δὲ παῖς ἐκ τρυφῆς τὸν πόνον οὐκ ἐνεγκὼν ἐς τὴν ἁμαξιτὸν αὐταῖς χοινικίσι διέδρα καὶ παροδεύουσι λοχαγοῖς ἑαυτὸν ἐμήνυσέ τε καὶ ἀνῃρέθη. 31. Γιγνομένων δὲ τούτων Λέπιδος ἐπὶ Ἴβηρσιν ἐθριάμβευε, καὶ προυτέθη διάγραμμα οὕτως ἔχον· « Ἀγαθῇ τύχῃ προειρήσθω πᾶσι καὶ πάσαις θύειν καὶ εὐωχεῖσθαι τὴν ἡμέραν τὴν παροῦσαν· ὃς δ' ἂν μὴ φαίνηται ταῦτα ποιῶν, ἐν τοῖς προγεγραμμένοις ἔσται. » Ὁ μὲν δὴ τὸν θρίαμβον ἐς τὰ ἱερὰ ἀνῆγε, παραπεμπόντων αὐτὸν ἁπάντων μετὰ σχήματος ἱλαροῦ καὶ γνώμης δυσμενοῦς· τῶν δὲ προγεγραμμένων τὰ μὲν ἐν ταῖς οἰκίαις διεφορεῖτο, καὶ οὐ πολὺς ἦν ὁ τὰ χωρία ὠνούμενος, οἱ μὲν ἐπιβαρεῖν τοῖς ἠτυχηκόσιν αἰδούμενοι καὶ οὐκ ἐν αἰσίῳ σφίσι τὰ ἐκείνων ἔσεσθαι νομίζοντες οὐδὲ ἀσφαλὲς ὅλως χρυσίον ἢ ἀργύριον ἔχοντας ὁρᾶσθαι οὐδὲ τὰς ἐπικτήσεις νῦν ἀκινδύνους, πολὺ δὲ μᾶλλον τὰ ὄντα ἐπικίνδυνα. Μόνοι δὲ οἱ διὰ θρασύτητα προσιόντες, ἅτε μόνοι, βραχυτάτου πάμπαν ὠνοῦντο. Ὅθεν τοῖς ἄρχουσιν, ἐλπίσασιν ἐς τὰς τοῦ πολέμου παρασκευὰς τάδε ἀρκέσειν, ἐνέδει μυριάδων ἔτι δισμυρίων. 32. Καὶ τοῦτο ἐς τὸν δῆμον εἰπόντες προύγραφον χιλίας καὶ τετρακοσίας γυναῖκας, αἳ μάλιστα πλούτῳ διέφερον· καὶ αὐτὰς ἔδει, τὰ ὄντα τιμωμένας, ἐσφέρειν ἐς τὰς τοῦ πολέμου χρείας, ὅσον ἑκάστην οἱ τρεῖς δοκιμάσειαν. Ἐπέκειτό τε ταῖς ἀποκρυψαμέναις τι τῶν ὄντων, ἢ τιμησαμέναις κακῶς ἐπιτίμια καὶ τοῖς ταῦτα μηνύουσιν ἐλευθέροις τε καὶ δούλοις μήνυτρα. Αἱ δὲ γυναῖκες ἔκριναν τῶν προσηκουσῶν τοῖς ἄρχουσι γυναικῶν δεηθῆναι. Τῆς μὲν δὴ Καίσαρος ἀδελφῆς οὐκ ἀπετύγχανον, οὐδὲ τῆς μητρὸς Ἀντωνίου· Φουλβίας δέ, τῆς γυναικὸς Ἀντωνίου, τῶν θυρῶν ἀπωθούμεναι χαλεπῶς τὴν ὕβριν ἤνεγκαν, καὶ ἐς τὴν ἀγορὰν ἐπὶ τὸ βῆμα τῶν ἀρχόντων ὠσάμεναι, διισταμένων τοῦ τε δήμου καὶ τῶν δορυφόρων, ἔλεγον, Ὁρτησίας ἐς τοῦτο προκεχειρισμένης· « Ὃ μὲν ἥρμοζε δεομέναις ὑμῶν γυναιξὶ τοιαῖσδε, ἐπὶ τὰς γυναῖκας ὑμῶν κατεφύγομεν· ὃ δὲ οὐχ ἥρμοζεν, ὑπὸ Φουλβίας παθοῦσαι, ἐς τὴν ἀγορὰν συνεώσμεθα ὑπ' αὐτῆς. Ὑμεῖς δ' ἡμᾶς ἀφείλεσθε μὲν ἤδη γονέας τε καὶ παῖδας καὶ ἄνδρας καὶ ἀδελφοὺς ἐπικαλοῦντες, ὅτι πρὸς αὐτῶν ἠδίκησθε· εἰ δὲ καὶ τὰ χρήματα προσαφέλοισθε, περιστήσετε ἐς ἀπρέπειαν ἀναξίαν γένους καὶ τρόπων καὶ φύσεως γυναικείας. Εἰ μὲν δή τι καὶ πρὸς ἡμῶν, οἷον ὑπὸ τῶν ἀνδρῶν, ἠδικῆσθαί φατε, προγράψατε καὶ ἡμᾶς ὡς ἐκείνους. Εἰ δὲ οὐδένα ὑμῶν αἱ γυναῖκες οὔτε πολέμιον ἐψηφισάμεθα οὔτε καθείλομεν οἰκίαν ἢ στρατὸν διεφθείραμεν ἢ ἐπηγάγομεν ἕτερον ἢ ἀρχῆς ἢ τιμῆς τυχεῖν ἐκωλύσαμεν, τί κοινωνοῦμεν τῶν κολάσεων αἱ τῶν ἀδικημάτων οὐ μετασχοῦσαι; 33. « Τί δὲ ἐσφέρωμεν αἱ μήτε ἀρχῆς μήτε τιμῆς μήτε στρατηγίας μήτε τῆς πολιτείας ὅλως, τῆς ὑμῖν ἐς τοσοῦτον ἤδη κακοῦ περιμαχήτου, μετέχουσαι; Ὅτι φατὲ πόλεμον εἶναι; Καὶ πότε οὐ γεγόνασι πόλεμοι; Καὶ πότε γυναῖκες συνεισήνεγκαν; Ἃς ἡ μὲν φύσις ἀπολύει παρὰ ἅπασιν ἀνθρώποις, αἱ δὲ μητέρες ἡμῶν ὑπὲρ τὴν φύσιν ἐσήνεγκάν ποτε ἅπαξ, ὅτε ἐκινδυνεύετε περὶ τῇ ἀρχῇ πάσῃ καὶ περὶ αὐτῇ τῇ πόλει, Καρχηδονίων ἐνοχλούντων. Καὶ τότε δὲ ἐσήνεγκαν ἑκοῦσαι, καὶ οὐκ ἀπὸ γῆς ἢ χωρίων ἢ προικὸς ἢ οἰκιῶν, ὧν χωρὶς ἀβίωτόν ἐστιν ἐλευθέραις, ἀλλὰ ἀπὸ μόνων τῶν οἴκοι κόσμων, οὐδὲ τούτων τιμωμένων οὐδὲ ὑπὸ μηνυταῖς ἢ κατηγόροις οὐδὲ πρὸς ἀνάγκην ἢ βίαν, ἀλλ' ὅσον ἐβούλοντο αὐταί. Τίς οὖν καὶ νῦν ἐστιν ὑμῖν περὶ τῆς ἀρχῆς ἢ περὶ τῆς πατρίδος φόβος; Ἴτω τοίνυν ἢ Κελτῶν πόλεμος ἢ Παρθυαίων, καὶ οὐ χείρους ἐς σωτηρίαν ἐσόμεθα τῶν μητέρων. Ἐς δὲ ἐμφυλίους πολέμους μήτε ἐσενέγκαιμέν ποτε μήτε συμπράξαιμεν ὑμῖν κατ' ἀλλήλων. Οὐδὲ γὰρ ἐπὶ Καίσαρος ἢ Πομπηίου συνεφέρομεν, οὐδὲ Μάριος ἡμᾶς οὐδὲ Κίννας ἠνάγκασεν οὐδὲ Σύλλας, ὁ τυραννήσας τῆς πατρίδος· ὑμεῖς δέ φατε καὶ καθίστασθαι τὴν πολιτείαν. » 34. Τοιαῦτα τῆς Ὁρτησίας λεγούσης, οἱ τρεῖς ἠγανάκτουν, εἰ γυναῖκες ἀνδρῶν ἡσυχαζόντων θρασυνοῦνταί τε καὶ ἐκκλησιάσουσι, καὶ τὰ δρώμενα τοῖς ἄρχουσιν ἐξετάσουσι, καὶ τῶν ἀνδρῶν στρατευομένων αὐταὶ οὐδὲ χρήματα ἐσοίσουσιν· ἐκέλευόν τε τοῖς ὑπηρέταις ἐξωθεῖν αὐτὰς ἀπὸ τοῦ βήματος, μέχρι βοῆς ἔξωθεν ἐκ τοῦ πλήθους γενομένης οἵ τε ὑπηρέται τὸ ἔργον ἐπέσχον καὶ οἱ ἄρχοντες ἔφασαν ἐς τὴν ὑστεραίαν ἀνατίθεσθαι. Τῇ δ' ὑστεραίᾳ τετρακοσίας μὲν ἀντὶ χιλίων καὶ τετρακοσίων προύγραφον ἀποτιμᾶσθαι τὰ ὄντα, τῶν δὲ ἀνδρῶν πάντα τὸν ἔχοντα πλείους δέκα μυριάδων, ἀστὸν ὁμοῦ καὶ ξένον καὶ ἀπελεύθερον καὶ ἱερέα καὶ πανταεθνῆ, μηδενὸς ἀφιεμένου, καὶ τούσδε μεθ' ὁμοίου φόβου τῶν ἐπιτιμίων καὶ ὑπὸ μηνύμασιν ὁμοίοις, ἵνα πεντηκοστὴν μὲν τῶν ὄντων αὐτίκα δανείσαιεν αὑτοῖς, ἐνιαυτοῦ δὲ φόρον ἐς τὸν πόλεμον ἐσενέγκαιεν. 35. Ἐκ μὲν δὴ τῶν προσταγμάτων τοιαῦτα Ῥωμαίους ἐπεῖχεν, ὁ δὲ στρατὸς σὺν καταφρονήσει χείρονα ἐποίουν. Ὡς γὰρ τῶν ἀρχόντων ἐπὶ τοιοῖσδε ἔργοις ἐν σφίσι μόνον τὸ ἀσφαλὲς ἐχόντων, οἱ μὲν αὐτοὺς ᾐτοῦντο τῶν δεδημευμένων οἰκίαν ἢ ἀγρὸν ἢ ἔπαυλιν ἢ ὅλον κλῆρον, οἱ δ' αὖ παῖδας ἀνδράσι θετοὺς γενέσθαι· οἱ δὲ ἀφ' ἑαυτῶν ἕτερα ἔδρων, κτιννύντες τε τοὺς οὐ προγεγραμμένους καὶ οἰκίας οὐδὲν ὑπαιτίων διαφοροῦντες. Ὥστε καὶ τοὺς ἄρχοντας προγράψαι τῶν ὑπάτων τὸν ἕτερον ἐπιστροφήν τινα ποιήσασθαι τῶν ὑπὲρ τὸ πρόσταγμα γιγνομένων. Ὁ δὲ τῶν μὲν ὁπλιτῶν ἔδεισεν ἅψασθαι, μὴ σφᾶς ἐφ' ἑαυτὸν παροξύνῃ, τῶν δὲ θεραπόντων τινάς, οἳ σχήματι στρατιωτῶν συνεξημάρτανον ἐκείνοις, λαβὼν ἐκρέμασε. VI. 36. Καὶ τὰ μὲν ἐς τέλος τῶν συμφορῶν τοῖς προγεγραμμένοις ἀπαντῶντα τοιάδε μάλιστα ἦν· ὅσα δὲ ἐκ παραλόγου τισὶν ἐγίγνετο ἔς τε τὴν σωτηρίαν αὐτίκα καὶ ἐς ἀξίωσιν ὕστερον, ἐμοί τε ἥδιον εἰπεῖν καὶ τοῖς ἀκούουσιν ὠφελιμώτερον ἐς μηδὲν ἀποκάμνοντας ἐλπίζειν περιέσεσθαι. Αἱ μὲν οὖν φυγαὶ τοῖς δυναμένοις ἦσαν ἐς Κάσσιον ἢ Βροῦτον ἢ ἐς Λιβύην ἐπὶ Κορνιφίκιον, καὶ τόνδε τῆς δημοκρατίας μεταποιούμενον· ὁ δὲ πολὺς ἐς Σικελίαν ᾖει, γειτονεύουσαν τῆς Ἰταλίας, καὶ Πομπηίου σφᾶς προθύμως ὑποδεχομένου. Λαμπροτάτην γὰρ δὴ σπουδὴν ἐς τοὺς ἀτυχοῦντας ὁ Πομπήιος ἐν καιρῷ τότε ἔδειξε, κήρυκάς τε περιπέμπων, οἳ πάντας ἐς αὐτὸν ἐκάλουν, καὶ τοῖς περισῴζουσιν αὐτοὺς ἐλευθέροις τε καὶ θεράπουσι προλέγων διπλάσια τῶν διδομένων τοῖς αἱροῦσι· λέμβοι τε αὐτοῦ καὶ στρογγύλα ὑπήντα τοῖς πλέουσι, καὶ τριήρεις τους αἰγιαλοὺς ἐπέπλεον, σημεῖά τε ἀνίσχουσαι τοῖς ἀλωμένοις, καὶ τὸν ἐντυγχάνοντα περισῳζουσαι. Αὐτός τε τοῖς ἀφικνουμένοις ἀπήντα καὶ ἐσθῆτος αὐτίκα καὶ κατασκευῆς ἐμερίζετο· τοῖς δὲ ἀξίοις καὶ ἐς στρατηγίας ἢ ναυαρχίας ἐχρῆτο. Σπονδῶν τέ οἱ πρὸς τοὺς τρεῖς γιγνομένων ὕστερον, οὐ συνέθετο, πρὶν καὶ τούσδε τοὺς εἰς αὐτὸν διαφυγόντας ἐς ταύτας περιλαβεῖν. Ὁ μὲν δὴ χρησιμώτατος οὕτως ἀτυχούσῃ τῇ πατρίδι ἐγίγνετο, καὶ δόξαν ἐκ τοῦδε ἀγαθήν, ἴδιον ἐπὶ τῇ πατρῴᾳ καὶ οὐχ ἥσσονα τήνδε ἐκείνης, προσελάμβανεν· ἕτεροι δὲ ἑτέρως φυγόντες ἢ κρυπτόμενοι μέχρι τῶν σπονδῶν, οἱ μὲν ἐν χωρίοις ἢ τάφοις, οἱ δὲ ἐν αὐτῷ ἄστει, σὺν ἐπινοίαις οἰκτραῖς διεγένοντο. Φιλανδρίαι τε παράδοξοι γυναικῶν ὤφθησαν καὶ παίδων ἐς πατέρας εὔνοιαι καὶ θεραπόντων ὑπὲρ φύσιν ἐς δεσπότας. Καὶ τῶνδε ὅσα παραδοξότατα, ἀναγράψω. 37. Παῦλος, ὁ ἀδελφὸς Λεπίδου, τῶν λοχαγῶν αὐτὸν ὡς ἀδελφὸν αὐτοκράτορος αἰδουμένων, ἐπὶ ἀδείας ἐξέπλευσεν ἐς Βροῦτον καὶ ἐς Μίλητον μετὰ Βροῦτον· ὅθεν οὐδὲ εἰρήνης ὕστερον γενομένης καλούμενος ἐπανελθεῖν ἠξίωσε. Λεύκιον δέ, τὸν Ἀντωνίου θεῖον, ἡ Ἀντωνίου μήτηρ ἀδελφὸν ὄντα εἶχεν οὐδ' ἐπικρύπτουσα, αἰδουμένων ἐς πολὺ καὶ τήνδε τῶν λοχαγῶν ὡς μητέρα αὐτοκράτορος. Βιαζομένων δ' ὕστερον ἐξέθορεν ἐς τὴν ἀγορὰν καὶ προκαθημένῳ τῷ Ἀντωνίῳ μετὰ τῶν συνάρχων ἔφη· « Ἐμαυτήν, ὦ αὐτοκράτορ, μηνύω σοι Λεύκιον ὑποδεδέχθαι τε καὶ ἔχειν ἔτι καὶ ἕξειν, ἕως ἂν ἡμᾶς ὁμοῦ κατακάνῃς· τὰ γὰρ ὅμοια καὶ τοῖς ὑποδεδεγμένοις ἐπικεκήρυκται. » ὁ δὲ αὐτὴν ἐπιμεμψάμενος ὡς ἀδελφὴν μὲν ἀγαθήν, μητέρα δὲ οὐκ εὐγνώμονα αοὐ γὰρ νῦν χρῆναι περισῴζειν Λεύκιον, ἀλλὰ κωλύειν. Ὅτε σου τὸν υἱὸν εἶναι πολέμιον ἐψηφίζετὀ, παρεσκεύασεν ὅμως Πλάγκον ὑπατεύοντα κάθοδον τῷ Λευκίῳ ψηφίσασθαι.
38. Μεσσάλας δὲ ἐπιφανὴς καὶ νέος ἐς Βροῦτον
ἔφυγε, καὶ αὐτοῦ δείσαντες οἱ τρεῖς τὸ φρόνημα προύγραψαν οὕτως·
« Ἐπεὶ
Μεσσάλαν ἀπέφηναν ἡμῖν οἱ προσήκοντες αὐτῷ μηδὲ ἐπιδημεῖν, ὅτε Γάιος Καῖσαρ
ἀνῃρεῖτο, ἐξῃρήσθω τῶν προγραφέντων ὁ Μεσσάλας
».
Ὁ
δὲ τὴν μὲν συγγνώμην οὐκ ἐδέξατο, Βρούτου δὲ καὶ Κασσίου περὶ Θρᾴκην πεσόντων
καὶ τοῦ στρατοῦ πολλοῦ τε ἔτι ὄντος καὶ ναῦς καὶ χρήματα καὶ ἐλπίδας ἔχοντος οὐκ
ἀσθενεῖς, ἄρχειν σφῶν τὸν Μεσσάλαν αἱρουμένων οὐκ ἀνασχόμενος, ἔπεισεν αὐτοὺς
ἐνδόντας ἐπιβαρούσῃ τῇ τύχῃ μεταστρατεύσασθαι τοῖς ἀμφὶ τὸν Ἀντώνιον.
Οἰκειότερος δὲ ὢν Ἀντωνίῳ συνῆν, μέχρι κρατούσης Ἀντωνίου Κλεοπάτρας
ἐπιμεμψάμενος ἐς Καίσαρα μετῆλθεν. Ὁ δὲ αὐτὸν ὕπατόν τε ἀπέφηνεν ἀντὶ αὐτοῦ
Ἀντωνίου, ἀποχειροτονηθέντος, ὅτε αὖθις ἐψηφίζετο εἶναι πολέμιος, καὶ περὶ
Ἄκτιον ναυαρχήσαντα κατὰ τοῦ Ἀντωνίου στρατηγὸν ἔπεμψεν ἐπὶ Κελτοὺς ἀφισταμένους
καὶ νικήσαντι ἔδωκε θριαμβεῦσαι. 39. Ἀκίλιος δὲ ἔφευγε μὲν τῆς πόλεως λαθών, οἰκέτου δ' αὐτὸν ἐμφήναντος ὁπλίταις, τοὺς ὁπλίτας ἔπεισεν ἐλπίδι χρημάτων πλεόνων πέμψαι τινὰς ἀπὸ σφῶν πρὸς τὴν γυναῖκα μετὰ συμβόλων ὧν αὐτὸς ἐδίδου. Ἡ δὲ τοῖς ἐλθοῦσιν τὸν κόσμον αὑτῆς ἅπαντα προθεῖσα ἔφη διδόναι μὲν ὡς ἀντιδώσουσιν, ἃ ὑπέσχοντο, οὐκ εἰδέναι δέ, εἰ ἀντιδώσουσιν. Οὐ μὴν ἐψεύσθη τῆς φιλανδρίας· οἱ γὰρ ὁπλῖται καὶ ναῦν ἐμίσθωσαν τῷ Ἀκιλίῳ καὶ προύπεμψαν ἐς Σικελίαν. Λέντλος δέ, ἀξιούσης αὐτῷ συμφεύγειν τῆς γυναικὸς καὶ ἐς τοῦτο αὐτὸν ἐπιτηρούσης, οὐκ ἐθέλων αὐτὴν συγκινδυνεύειν ἑαυτῷ, λαθὼν ἔφυγεν ἐς Σικελίαν, στρατηγὸς δὲ ἀποδειχθεὶς ὑπὸ Πομπηίου ἐσήμηνεν, ὅτι σῴζοιτο καὶ στρατηγοίη. Ἡ δ', ὅποι γῆς ἐστιν ὁ ἀνήρ, ἐπιγνοῦσα τὴν μητέρα φυλάσσουσαν ἐξέφυγε καὶ ἥδε σὺν θεράπουσι δύο· μεθ' ὧν ὥδευεν ἐπιμόχθως καὶ εὐτελῶς οἷα θεράπαινα, μέχρι διέπλευσεν ἐς Μεσσήνην ἀπὸ Ῥηγίου περὶ ἑσπέραν. Καὶ οὐ δυσχερῶς τὴν στρατηγίδα σκηνὴν μαθοῦσα, εὗρε τὸν Λέντλον οὐχ οἷα στρατηγόν, ἀλλ' ἐν χαμευνίῳ καὶ κόμῃ καὶ διαίτῃ πονηρᾷ πόθῳ τῆς γυναικός. 40. Ἀπουληίῳ δὲ ἠπείλησεν ἡ γυνὴ καταμηνύσειν αὐτόν, εἰ μόνος φεύγοι· καὶ ὁ μὲν ἄκων αὐτὴν ἐπήγετο, συνήνεγκε δὲ ἐς τὴν φυγὴν αὐτῷ τὸ ἀνύποπτον, ἅμα γυναικὶ καὶ θεράπουσι καὶ θεραπαίναις ὁδεύοντι φανερῶς. Ἄντιον δὲ ἡ γυνὴ στρωματοδέσμῳ κατείλησε καὶ ἐπέθηκε τοῖς μισθοῦ φέρουσι καὶ διήνεγκεν ἀπὸ τῆς οἰκίας ἐπὶ θάλασσαν, ὅθεν ἔφυγεν ἐς Σικελίαν. Ῥηγῖνον δὲ ἡ γυνὴ νυκτὸς ἐς ὑπόνομον λυμάτων καθῆκεν, ἐς ὃν ἡμέρας οὐχ ὑποστάντων ἐμβῆναι τῶν ὁπλιτῶν διὰ δυσοδμίαν, νυκτὸς ἄλλης εἰς ἀνθρακέα ἐσκεύασε καὶ ὄνον ἄνθρακας φέροντα ἐλαύνειν ἔδωκεν· αὐτὴ δὲ ἐκ βραχέος διαστήματος ἡγεῖτο φορείῳ φερομένη. Τῶν δὲ ἀμφὶ τὰς πύλας ὁπλιτῶν τινος τὸ φορεῖον ὑπονοήσαντός τε καὶ ἐρευνωμένου, δείσας ὁ Ῥηγῖνος ἐπέδραμε καὶ ὡς ὁδῷ χρώμενος ἠξίου τὸν ὁπλίτην φείδεσθαι γυναικῶν. Ὁ δὲ αὐτὸν ὡς ἀνθρακέα μετ' ὀργῆς ἀμειβόμενος ἐγνώρισεν (ἐστράτευτο γὰρ ὑπ' αὐτῷ ποτε ἐν Συρίᾳ) « Καὶ ἄπιθι χαίρων, εἶπεν, αὐτοκράτορ· τοῦτο γάρ μοι προσήκει καὶ νῦν καλεῖν σε. » Κοπώνιον δὲ τὸ γύναιον ᾖτησε παρὰ Ἀντωνίου, σώφρων μὲν οὖσα τέως, ἀτυχήματι δὲ τὸ ἀτύχημα ἰωμένη. 41. Γέταν δὲ ὁ υἱὸς ἐν εὐρυχώρῳ τῆς οἰκίας ἔδοξε καίειν ὡς ἀπαγξάμενον καὶ λαθὼν ἐν ἀγρῷ νεωνήτῳ κατέλιπεν, ἔνθα ὁ πρεσβύτης μεταμορφῶν ἑαυτὸν ἐπεδήσατο διφθέραν ἐς τὸν ἕτερον ὀφθαλμόν. Καὶ τῶν σπονδῶν γενομένων ἔλυσε τὴν διφθέραν, καὶ ὁ ὀφθαλμὸς ὑπὸ τῆς ἀργίας δεδαπάνητο. Ὄππιον δὲ ὁ υἱός, ὑπὸ γήρως ἀσθενεστάτου μένειν ἐθέλοντα, ἔφερεν ἐπὶ τοῦ σώματος, ἕως ἐξήγαγέ τε διὰ τῶν πυλῶν καὶ τὸ λοιπὸν μέχρι Σικελίας ἄγων ἢ φέρων ἐκόμισεν, οὐδενὸς ἄρα τὸ σχῆμα ὑπονοήσαντος ἢ ἐνυβρίσαντος, οἷόν που καὶ τὸν Αἰνείαν γράφουσιν αἰδέσιμον τοῖς πολεμίοις γενέσθαι φέροντα τὸν πατέρα. Καὶ τὸν νεανίαν ὁ δῆμος ἐπαινῶν ὕστερον ἀπέφηνεν ἀγορανόμον· δεδημευμένης δ' αὐτῷ τῆς οὐσίας οὐκ ἔχοντι τῆς ἀρχῆς τὸ δαπάνημα οἵ τε χειροτέχναι τὰ ἐς τὴν ἀρχὴν ἀμισθὶ συνειργάσαντο, καὶ τῶν θεωμένων ἕκαστος ἐπὶ τὴν ὀρχήστραν ὅσον ἐβούλετο νόμισμα ἐρρίπτει, ἕως τὸν ἄνδρα κατεπλούτισαν. Ἀρριανοῦ δὲ καὶ ἐν τῇ στήλῃ κεκόλαπτο ἐκ διαθηκῶν· « Τὸν ἐνθάδε κείμενον υἱὸς οὐ προγραφεὶς προγραφέντα ἔκρυψέ τε καὶ συνέφυγε καὶ περιέσωσε. » 42. Μετέλλω δὲ ἤστην υἱός τε καὶ πατήρ· καὶ αὐτοῖν ὁ μὲν πατὴρ στρατηγῶν Ἀντωνίῳ περὶ Ἄκτιον αἰχμάλωτος ἑάλω καὶ ἠγνοεῖτο, ὁ δὲ υἱὸς τῷ Καίσαρι συνεστρατεύετο καὶ ἐστρατηγήκει καὶ ὅδε περὶ τὸ Ἄκτιον. Ἐν δὲ Σάμῳ διακρίνοντι τῷ Καίσαρι τοὺς αἰχμαλώτους ὁ μὲν παῖς συνήδρευεν, ὁ δὲ πρεσβύτης ἤγετο κόμης τε ἔμπλεως καὶ δύης καὶ ῥύπου καὶ τῆς ἐκ τῶνδε μεταμορφώσεως. Ὡς δὲ ἐν τῇ τάξει τῶν αἰχμαλώτων ὑπὸ τοῦ κήρυκος ἀνεκλήθη, ἀνέθορεν ὁ υἱὸς ἐκ τοῦ συνεδρίου καὶ μόλις ἐπιγνοὺς τὸν πατέρα ἠσπάζετο σὺν οἰμωγῇ· ἐπισχὼν δέ ποτε τοῦ θρήνου πρὸς τὸν Καίσαρα ἔφη· « Οὗτος μέν σοι πολέμιος γέγονεν, ὦ Καῖσαρ, ἐγὼ δὲ σύμμαχος· καὶ χρὴ τοῦτον μέν σοι δοῦναι δίκην, ἐμὲ δὲ γέρας εὑρέσθαι. Αἰτῶ δή σε τὸν πατέρα σῴζειν δι' ἐμὲ ἢ δι' ἐκεῖνον ἐμὲ συγκατακανεῖν. » οἴκτου δὲ ἐξ ἁπάντων γενομένου μεθῆκε σῴζεσθαι τὸν Μέτελλον ὁ Καῖσαρ, καίτοι πολεμιώτατον αὐτῷ γενόμενον καὶ δωρεῶν πολλῶν, εἰ μεταθοῖτο πρὸς αὐτὸν ἀπ' Ἀντωνίου, πολλάκις ὑπεριδόντα.
43. Μᾶρκον δὲ οἱ θεράποντες σὺν εὐνοίᾳ καὶ τύχῃ
πάντα τὸν τῆς προγραφῆς χρόνον διεφύλαξαν ἔνδον ἐπὶ τῆς οἰκίας, μέχρι τῆς ἀδείας
δοθείσης ὁ Μᾶρκος ἐξῄει τῆς οἰκίας ὡς ἀπὸ φυγῆς. Ἵρτιος δὲ σὺν τοῖς οἰκέταις
ἐκφυγὼν τῆς πόλεως διώδευε τὴν Ἰταλίαν, ἐκλύων τε δεσμώτας καὶ συνάγων τοὺς
ἀποδιδράσκοντας καὶ πολίχνια δῃῶν, ὀλίγα πρῶτον, εἶτα καὶ μείζω, μέχρι χειρὸς
ἱκανῆς ἐκράτησε καὶ τὸ Βρεττίων ἔθνος ἐχειρώσατο καί, στρατοῦ πεμφθέντος ἐπ'
αὐτόν, ἐς Πομπήιον μεθ' ὅσων εἶχε διέπλευσε.
44. Ἄππιον δὲ ἀναπαυόμενον ἐν ἐπαύλει, τῶν ὁπλιτῶν
ἐπιθεόντων, οἰκέτης τὴν ἑαυτοῦ ἐσθῆτα ἐνέδυσε, καὶ αὐτὸς εἰς τὴν εὐνὴν οἷα
δεσπότης ἀνακλιθεὶς ἑκὼν ἀπέθανεν ἀντὶ τοῦ δεσπότου, παρεστῶτος ὡς οἰκέτου.
Μενηνίου δὲ τὴν οἰκίαν καταλαβόντων ὁπλιτῶν, θεράπων ἐς τὸ τοῦ δεσπότου φορεῖον
ἐνέβη καὶ ὑπὸ τῶν ὁμοδούλων συνεργούντων ἐξεφέρετο, ἕως ὅδε μὲν ὡς Μενήνιος ἑκὼν
ἀνῄρητο, Μενήνιος δὲ ἐς Σικελίαν διέφυγεν. Οὐίνιον δὲ ἀπελεύθερος αὐτοῦ Οὐινίου,
Φιλήμων, οἰκίαν κεκτημένος λαμπράν, ἐν τῷ μεσαιτάτῳ τῆς οἰκίας ἔκρυψεν ἐν
λάρνακι, ἃς ἀπὸ σιδήρου ἐς χρημάτων ἢ βιβλίων ἔχουσι φυλακήν· καὶ νυκτὸς ἔτρεφε
μέχρι τῶν σπονδῶν. Ἕτερος δὲ ἀπελεύθερος, τάφον δεσπότου φυλάσσων, τὸν
δεσπόσυνον προγραφέντα ἐφύλασσεν ἐν τῷ τάφῳ μετὰ τοῦ πατρός.
45. Σέργιος δὲ ἐκρύφθη παρ' αὐτῷ
Ἀντωνίῳ, μέχρι Πλάγκον ὑπατεύοντα ὁ Ἀντώνιος ἔπεισε κάθοδον αὐτῷ ψηφίσασθαι. Καὶ
ἐπὶ τῷδε ὁ Σέργιος ὕστερον, ἐν τῇ Καίσαρος καὶ Ἀντωνίου στάσει, τῆς βουλῆς
ψηφιζομένης εἶναι πολέμιον τὸν Ἀντώνιον, μόνος τὴν ἀπολύουσαν ἔφερε φανερῶς. 46. Ἀπουλήιος δὲ καὶ Ἀρρούντιος ὑποκριθέντες εἶναι λοχαγοὶ καὶ τοὺς θεράποντας ἐς στρατιώτας σκευάσαντες, τὰς μὲν πύλας διέδραμον ὡς λοχαγοὶ διώκοντες ἑτέρους, τὴν δὲ λοιπὴν ὁδὸν διελόμενοι τοὺς δεσμώτας ἐξέλυον καὶ τοὺς ἀποδράντας συνέλεγον, μέχρι χειρὸς ἱκανῆς ἑκατέρῳ γενομένης σημεῖά τε ἦν ἤδη καὶ ὅπλα καὶ ὄψις στρατοῦ. Χωρῶν δὲ ἑκάτερος αὐτῶν ἐπὶ θάλασσαν, ἀμφί τινι λόφῳ σταθμεύουσι, μεγάλῳ δέει καθορῶντες ἀλλήλους. Ἅμα δὲ ἕῳ περινεύοντες ἐκ τοῦ λόφου ἔδοξαν ἀλλήλους ἑκάτερος στρατὸν ἐπὶ σφᾶς ἐπιπεμφθέντα εἶναι καὶ συμπλακέντες ἐμάχοντο, μέχρι ποτὲ ἔγνωσαν καὶ τὰ ὅπλα ἀπερρίπτουν καὶ ὠλοφύροντο καὶ τὴν τύχην ὡς ἐπιβαροῦσάν σφισιν ἐς ἅπαντα ἐπεμέμφοντο. Διαπλεύσαντες δὲ ὁ μὲν ἐς Βροῦτον, ὁ δ' ἐς Πομπήιον, ὁ μὲν τῷ Πομπηίῳ συγκατῆλθεν, ὁ δὲ ἐστρατήγησε τῷ Βρούτῳ Βιθυνίας καὶ Βρούτου πεσόντος Ἀντωνίῳ παραδοὺς Βιθυνίαν κατήχθη. Οὐεντίδιον δὲ ἀπελεύθερος εὐθὺς μὲν προγραφέντα κατέδησεν ὡς παραδώσων τοῖς σφαγεῦσι, νυκτὸς δὲ τοὺς θεράποντας ἔπεισε καὶ ἐσκεύασεν ὡς ὁπλίτας καὶ τὸν δεσπότην ὡς λοχαγὸν ἐξήγαγε· τήν τε ἄλλην Ἰταλίαν μέχρι Σικελίας διώδευσαν καὶ συγκατέλυσαν πολλάκις ἑτέροις λοχαγοῖς ζητοῦσιν Οὐεντίδιον. 47. Ἕτερον ἐν τάφῳ κρύπτων ἀπελεύθερος, οὐ φέροντα φαντασίαν τάφου, μετήγαγεν ἐς φαῦλον οἴκημα μισθωτόν. Στρατιώτου δ' αὐτῷ παρακατοικισθέντος, οὐδὲ τοῦτον φέρων τὸν φόβον ἐς θαυμαστὴν τόλμαν ἐκ δειλίας μετέβαλε καὶ κειράμενος ἡγεῖτο ἐν αὐτῇ Ῥώμῃ διδασκαλείου μέχρι τῶν σπονδῶν. Οὐολούσιος δὲ ἀγορανομῶν προεγράφη καὶ φίλον ὀργιαστὴν τῆς Ἴσιδος ἔχων ᾖτησε τὴν στολὴν καὶ τὰς ὀθόνας ἐνέδυ τὰς ποδήρεις καὶ τὴν τοῦ κυνὸς κεφαλὴν ἐπέθετο καὶ διῆλθεν οὕτως ὀργιάζων αὐτῷ σχήματι ἐς Πομπήιον. Σίττιον δὲ Καληνοί, πολίτην σφῶν ὄντα καὶ πολλὰ ἐς αὐτοὺς ἐκ περιουσίας δαψιλοῦς ἀναλώσαντα, ἐφύλασσον, σιδηροφοροῦντές τε ὑπὲρ αὐτοῦ καὶ τοῖς οἰκέταις ἀπειλοῦντες καὶ τοὺς στρατιώτας ἀπερύκοντες ἀπὸ τῶν τειχῶν, μέχρι μαραινομένου τοῦ κακοῦ καὶ ἐς τοὺς τρεῖς ἐπρέσβευσαν ὑπὲρ αὐτοῦ καὶ ἔτυχον Σίττιον τῆς ἄλλης Ἰταλίας εἰργόμενον ἐν τῇ πατρίδι μένειν. Σίττιος μὲν δὴ πρῶτος ἢ μόνος ἀνδρῶν ὅδε τῆς ξένης ἐφυγαδεύετο ἐν τῇ πατρίδι, Οὐάρρων δὲ ἦν φιλόσοφός τε καὶ ἱστορίας συγγραφεύς, ἐστρατευμένος τε καλῶς καὶ ἐστρατηγηκώς, καὶ ἴσως διὰ ταῦτα ὡς ἐχθρὸς μοναρχίας προυγράφη. Φιλοτιμουμένων δὲ αὐτὸν ὑποδέξασθαι τῶν γνωρίμων καὶ διεριζόντων ἐς ἀλλήλους, Καληνὸς ἐξενίκησε καὶ εἶχεν ἐν ἐπαύλει, ἔνθα Ἀντώνιος, ὅτε διοδεύοι, κατήγετο· καὶ τὸν Οὐάρρωνα οὐδεὶς ἔνδον ὄντα ἐνέφηνε θεράπων, οὔτε αὐτοῦ Οὐάρρωνος οὔτε Καληνοῦ.
48. Οὐεργίνιος δέ, ἀνὴρ ἡδὺς εἰπεῖν, τοὺς οἰκέτας
ἐδίδασκεν, ὅτι κτείναντες μὲν αὑτὸν δι' ὀλίγα χρήματα οὐκ ἀσφαλῆ μύσους τε
πίμπλανται καὶ φόβων ἐς ὕστερον μεγάλων, περισώσαντες δὲ δόξης τε εὐσεβοῦς καὶ
ἐλπίδων ἀγαθῶν καὶ χρημάτων ὕστερον πολὺ πλεόνων τε καὶ ἀσφαλεστέρων. Οἱ μὲν δὴ
συνέφευγον ὡς ὁμοδούλῳ καὶ γνωρισθέντος αὐτοῦ παρὰ τὴν ὁδὸν πρὸς τοὺς ὁπλίτας
ἀπεμάχοντο· ὁ δὲ ληφθεὶς ὑπὸ τῶν ὁπλιτῶν ἐδίδασκε κἀκείνους, ὅτι κατὰ μὲν ἔχθραν
αὑτὸν οὐκ ἀνελοῦσιν, ἀλλὰ χρημάτων οὕνεκα μόνων, χρήματα δὲ αὐτοῖς εἴη
δικαιότερα καὶ πλέονα λαβεῖν ἐπὶ θάλασσαν ἐλθοῦσιν,
«
ἔνθα μοι τὸ γύναιον, ἔφη,
ναῦν φέρουσα χρημάτων συνετάξατο.
»
Καὶ αὐτῷ καὶ οἵδε πεισθέντες κατῄεσαν ἐπὶ τὴν
θάλασσαν· ἡ γυνὴ δὲ ἀφῖκτο μὲν ἐπὶ τὴν ἠιόνα κατὰ τὸ συγκείμενον, βραδύνοντος δὲ
τοῦ Οὐεργινίου, νομίσασα αὐτὸν ἐς Πομπήιον προπεπλευκέναι ἀνήγετο, θεράποντα
ὅμως ἐπὶ τῆς ἠιόνος ἐξαγγέλλειν ὑπολιποῦσα. Καὶ ὁ θεράπων τὸν Οὐεργίνιον ἰδὼν
ἀνέθορέ τε ὡς ἐς δεσπότην καὶ τὴν ναῦν ἐδείκνυεν ὡς ὁρωμένην καὶ τὴν γυναῖκα
ἔφραζε καὶ τὰ χρήματα καὶ αὐτὸς ἐφ' ὅτῳ κατελείφθη. Οἱ δὲ ἐπίστευον ἅπασιν ἤδη,
καὶ τὸν Οὐεργίνιον ἀξιοῦντα σφᾶς περιμένειν, ἔστε μετακληθείη τὸ γύναιον, ἢ
συνελθεῖν οἱ πρὸς αὐτὴν ἐπὶ τὰ χρήματα, ἐσβάντες ἐς σκάφος παρέπεμπον ἐς
Σικελίαν, ἐρέσσοντες φιλοπόνως· ἐκεῖ δὲ ἔτυχόν τε τῶν ἐπαγγελιῶν καὶ οὐκ
ἀπέστησαν ἔτι θεραπεύοντες αὐτὸν μέχρι τῶν σπονδῶν.
49. Μᾶρκος δὲ Βρούτῳ στρατηγῶν προεγέγραπτο μὲν
καὶ ὅδε διὰ τόδε, ἡττωμένου δὲ τοῦ Βρούτου συλλαμβανόμενος ὑπεκρίνατο εἶναι
θεράπων, καὶ αὐτὸν ὠνήσατο Βαρβούλας. Δεξιὸν δὲ ὁρῶν ἐπέστησε τοῖς ὁμοδούλοις
καὶ χρήματα διοικεῖν ἔδωκεν· δεινὸν δὲ ἐν ἅπασι καὶ συνετὸν ὄντα ὑπὲρ θεράποντος
φύσιν ὑπενόει καὶ ἐπήλπιζεν, εἰ τῶν προγεγραμμένων τις εἴη, περισώσειν
ὁμολογήσαντα. Ἀπομαχόμενον δὲ ἰσχυρῶς καὶ γένος ἀναπλάσσοντα καὶ ὄνομα καὶ
προτέρους δεσπότας ἐς Ῥώμην ἐπήγετο, ἐλπίσας ὀκνήσειν ἐς Ῥώμην ἀφικέσθαι
προγεγραμμένον. Ὁ δὲ εἵπετο καὶ ὥς. Περὶ δὲ τὰς πύλας τῶν ὑπαντώντων τις φίλων
Βαρβούλα, θεασάμενος τὸν Μᾶρκον ὡς οἰκέτην αὐτῷ παρεστῶτα, κρύφα ἐμήνυσε τῷ
Βαρβούλᾳ. Ὁ δὲ ἐδεήθη Καίσαρος δι' Ἀγρίππα, καὶ ἀφείθη τῆς προγραφῆς ὁ Μᾶρκος,
καὶ φίλος ἐγίγνετο Καίσαρι καὶ μετ' οὐ πολὺ καὶ στρατηγὸς ἦν ἐπὶ Ἀντωνίῳ περὶ
Ἄκτιον. Ἐστρατήγει δὲ καὶ Ἀντωνίῳ Βαρβούλας, καὶ ἡ τύχη περιῆλθεν ἐς τὸ ὅμοιον
ἀμφοτέροις· Βαρβούλας τε γὰρ ἡττηθέντος Ἀντωνίου λαμβανόμενος ὑπεκρίνατο οἰκέτης
εἶναι, καὶ ὁ Μᾶρκος αὐτὸν ὡς ἀγνοῶν ὠνήσατο, ἐκθέμενος δὲ ἅπαντα τῷ Καίσαρι
ᾖτησέ τε καὶ ἔτυχε τοῖς ὁμοίοις τὸν Βαρβούλαν ἀμείψασθαι. 50. Βαλβίνῳ δέ, ἐκφυγόντι καὶ κατελθόντι σὺν Πομπηίῳ καὶ ὑπατεύοντι οὐ πολὺ ὕστερον, Λέπιδος ἰδιώτης ὑπὸ Καίσαρος ἐκ δυνάστου γενόμενος ὑπὸ τοιᾶσδε ἀνάγκης παρέστη. Μαικήνας ἐδίωκε τὸν Λεπίδου παῖδα βουλεύσεως ἐπὶ Καίσαρι, ἐδίωκε δὲ καὶ τὴν μητέρα τῷ παιδὶ συνεγνωκέναι· Λεπίδου γὰρ αὐτοῦ ἄρα ὡς ἀσθενοῦς ὑπερεώρα. Τὸν μὲν δὴ παῖδα ὁ Μαικήνας ἐς Ἄκτιον ἔπεμπε τῷ Καίσαρι, τὴν δὲ μητέρα, ἵνα μὴ ἄγοιτο οὖσα γυνή, ἐγγύην ᾖτει παρὰ τῷ ὑπάτῳ πρὸς Καίσαρα ἀφίξεσθαι. Οὐδενὸς δὲ τὴν ἐγγύην ὑφισταμένου, ὁ Λέπιδος ἀμφὶ τὰς Βαλβίνου θύρας ἐτρίβετο πολλάκις καὶ δικάζοντι παρίστατο καὶ διωθουμένων αὐτὸν ἐς πολὺ τῶν ὑπηρετῶν μόλις εἶπεν· « Ἐμοὶ μὲν καὶ οἱ κατήγοροι μαρτυροῦσιν ἐπιείκειαν, οὐδὲ γυναικί με ἢ παιδὶ συγγνῶναι λέγοντες· σὲ δὲ οὐκ ἐγὼ μὲν προέγραψα, κάτω δέ εἰμι τῶν προγραφέντων. Ἀλλ' ἐς τὴν ἀνθρώπειον τύχην ἀφορῶν καὶ ἐς ἐμὲ σοὶ παρεστῶτα, χάρισαί μοι τὴν γυναῖκα ἀπαντήσειν ἐς Καίσαρα ἐγγυωμένῳ ἢ μετ' ἐκείνης ἀπελθεῖν δεομένῳ. » Ταῦτα ἔτι τοῦ Λεπίδου λέγοντος, οὐκ ἐνεγκὼν τὴν μεταβολὴν ὁ Βαλβῖνος ἀπέλυσε τῆς ἐγγύης τὴν γυναῖκα. 51. Κικέρων δὲ ὁ Κικέρωνος προαπέσταλτο μὲν ὑπὸ τοῦ πατρὸς ἐς τὴν Ἑλλάδα, τοιάδε ἔσεσθαι προσδοκῶντος· ἀπὸ δὲ τῆς Ἑλλάδος ἐς Βροῦτον καὶ μετὰ Βροῦτον ἀποθανόντα ἐς Πομπήιον ἐλθὼν τιμῆς παρ' ἑκατέρῳ καὶ στρατηγίας ἠξιοῦτο. Ἐπὶ δὲ ἐκείνοις αὐτὸν ὁ Καῖσαρ ἐς ἀπολογίαν τῆς Κικέρωνος ἐκδόσεως ἱερέα τε εὐθὺς ἀπέφηνε καὶ ὕπατον οὐ πολὺ ὕστερον καὶ Συρίας στρατηγόν· καὶ τὴν Ἀντωνίου περὶ Ἄκτιον συμφορὰν ἐπισταλεῖσαν ὑπὸ τοῦ Καίσαρος ὁ Κικέρων ὅδε ὑπατεύων ἀνέγνω τε τῷ δήμῳ καὶ προύθηκεν ἐπὶ τοῦ βήματος, ἔνθα πρότερον ἡ τοῦ πατρὸς αὐτοῦ προύκειτο κεφαλή. Ἄππιος δὲ διένειμε τοῖς θεράπουσιν τὰ ὄντα καὶ μετ' αὐτῶν ἐς Σικελίαν ἔπλει. Χειμῶνος δὲ ἐπιλαβόντος ἐπιβουλεύοντες οἱ θεράποντες τοῖς χρήμασιν ἐς σκάφος ἐνέθεντο τὸν Ἄππιον, ὡς ἐς ἀσφαλεστέραν ἐλπίδα μεταφέροντες. Καὶ συνέβη τῷ μὲν ἐκ παραλόγου διαπλεῦσαι, τοῖς δὲ ἀπολέσθαι τῆς νεὼς διαλυθείσης. Πούπλιος δὲ ὁ ταμίας Βρούτου, τῶν ἀμφὶ τὸν Ἀντώνιον αὐτὸν πειθόντων προδοῦναι Βροῦτον οὐκ ἀνασχόμενος, διὰ τόδε καὶ προεγράφη. Καὶ κατήχθη καὶ Καίσαρι φίλος ἐγίγνετο καὶ ἐπιόντι ποτὲ τῷ Καίσαρι προύθηκεν εἰκόνας Βρούτου καὶ ἐπῃνέθη καὶ ἐπὶ τῷδε ὑπὸ τοῦ Καίσαρος. 52. Τὰ μὲν δὴ παρὰ δόξαν τισὶ τῶν προγραφέντων εἴς τε κίνδυνον καὶ σωτηρίαν γενόμενα, πολλὰ καὶ ἄλλα παραλιπόντι τοιάδε μάλιστα ἦν· γιγνομένων δὲ τούτων ἐν Ῥώμῃ, καὶ τὰ ὑπερόρια πάντα πολέμοις διὰ τήνδε τὴν στάσιν ἐδονεῖτο· καὶ τῶν πολέμων οἱ μείζους ἦσαν ἀμφί τε Λιβύην Κορνιφικίου πρὸς Σέξστιον καὶ ἐν Συρίᾳ Κασσίου πρὸς Δολοβέλλαν καὶ περὶ Σικελίαν Πομπηίου. Πάθη τε πολλὰ συνηνέχθη πόλεσιν ἐκ δοριαλωσίας, ὑπεριδόντι δὲ τῶν ἐλασσόνων τὰ μέγιστα δὴ καὶ δι' ἀξίωσιν τῶν ἄλλων περιφανέστατα Λαοδικεῦσι καὶ Ταρσεῦσι καὶ Ῥοδίοις καὶ Παταρεῦσι καὶ Ξανθίοις. Καὶ αὐτῶν ἕκαστα, ὡς ἐν κεφαλαίῳ συναγαγόντι φράσαι, τοιάδε ἦν. 53. Λιβύης Ῥωμαῖοι τὴν μὲν ἔτι καλοῦσι παλαιάν, ὅσην Καρχηδονίους ἀφείλοντο· ἣν δὲ Ἰόβας εἶχεν, ὕστερόν τε ἔλαβον ἐπὶ Γαΐου Καίσαρος καὶ διὰ τοῦτο νέαν προσαγορεύουσι Λιβύην· εἴη δ' ἂν τῆς Νομαδικῆς. Σέξστιος οὖν ὑπὸ Καίσαρι τῆς νέας ἡγούμενος ᾖτει Κορνιφίκιον ἐκστῆναί οἱ τῆς παλαιᾶς, ὡς Λιβύης ἁπάσης ἐν τῇ λήξει τῶν τριῶν ἀνδρῶν Καίσαρι νενεμημένης. Ὁ δὲ οὔτε τὴν λῆξιν ἔφη γιγνώσκειν τῶν τριῶν ἐφ' ἑαυτῶν πεποιημένων, οὔτε τὴν ἀρχὴν παρὰ τῆς βουλῆς λαβὼν ἄλλῳ μεθήσειν χωρὶς αὐτῆς· ἐκ μὲν δὴ τούτων ἀλλήλοις ἐπολέμουν, στρατὸν δὲ εἶχεν ὁ μὲν βαρύν τε καὶ πλείονα, ὁ δὲ Σέξστιος κουφότερόν τε καὶ ὀλιγώτερον, ᾧ δὴ καὶ τὰ μεσόγαια τοῦ Κορνιφικίου περιιὼν ἀφίστη καὶ Οὐεντίδιον, στρατηγὸν τοῦ Κορνιφικίου, μετὰ πλειόνων ἐπελθόντα ἀπεμάχετο πολιορκούμενος. Ἐδῄου δὲ καὶ Λαίλιος, ἕτερος τοῦ Κορνιφικίου στρατηγός, τὴν Σεξστίου Λιβύην καὶ Κίρταν περικαθήμενος ἐπολιόρκει. 54. Καὶ πάντες ἐπρέσβευον περὶ συμμαχίας ἔς τε Ἀραβίωνα βασιλέα καὶ τοὺς καλουμένους Σιττιανούς, οἳ ἀπὸ τοιᾶσδε συντυχίας οὕτως ὠνομάζοντο. Σίττιος ἐν Ῥώμῃ δίκην ἰδίαν οὐχ ὑποστὰς ἔφυγε καὶ στρατὸν ἀγείρας ἔκ τε αὐτῆς Ἰταλίας καὶ Ἰβηρίας ἐς Λιβύην διέπλευσε καὶ τοῖς Λιβύων βασιλεῦσι πολεμοῦσιν ἀλλήλοις ἀνὰ μέρος συνεμάχει. Ἀεὶ δὲ οἷς προσθοῖτο νικώντων, ὁ Σίττιος ἐπὶ ὀνόματος ἐγίγνετο, καὶ ὁ στρατὸς αὐτῷ γεγύμναστο λαμπρῶς. Γαΐῳ τε Καίσαρι διώκοντι τοὺς Πομπηιανοὺς ἐν Λιβύῃ συνεμάχησε, καὶ Σαβόρραν, Ἰόβα στρατηγὸν διώνυμον, ἀνεῖλε καὶ γέρας τούτων ἔλαβε παρὰ Καίσαρος τὴν Μασανάσσου γῆν, οὐχ ἅπασαν, ἀλλὰ τὸ κράτιστον αὐτῆς. Μασανάσσης δ' ἦν Ἀραβίωνος τοῦδε πατήρ, Ἰόβα σύμμαχος, καὶ αὐτοῦ τὴν χώραν ὁ Καῖσαρ τῷδε τῷ Σιττίῳ καὶ Βόκχῳ, Μαυρουσίων βασιλεῖ, δεδώρητο· καὶ τὸ μέρος ὁ Σίττιος τοῖς ὑπ' αὐτὸν ἀνδράσιν ἐπιδιεῖλεν. Ἀραβίων δὲ τότε μὲν ἐς Ἰβηρίαν ἐξέφυγε πρὸς τοὺς παῖδας τοὺς Πομπηίου, Γαΐου δὲ Καίσαρος ἀναιρεθέντος ἐς Λιβύην ἐπανῆλθε, καὶ Λιβύων τινὰς ἀεὶ τῷ νεωτέρῳ Πομπηίῳ πέμπων ἐς Ἰβηρίαν καὶ γεγυμνασμένους ἀπολαμβάνων Βόκχον ἀφῄρητο τὴν. Χώραν καὶ Σίττιον ἀνῃρήκει δόλῳ. Εὔνους δὲ ὢν τοῖς Πομπηιανοῖς διὰ τάδε, κατεγίνωσκεν ἀεὶ τῆς μοίρας ὡς ἀτυχούσης ἀμειλίκτως καὶ Σεξστίῳ προσέθετο, εὐμενιζόμενος δι' αὐτοῦ Καίσαρα. Προσέθεντο δὲ καὶ οἱ Σιττιανοί, κατ' εὔνοιαν οἵδε πατρῴαν τοῦ Καίσαρος. 55. Θαρρήσας οὖν ὁ Σέξστιος ἐξῄει τῆς πολιορκίας ἐς μάχην καὶ πεσόντος τοῦ Οὐεντιδίου καὶ τοῦ στρατοῦ φεύγοντος ὑπ' ἀναρχίας, εἵπετο κτείνων τε καὶ ζωγρῶν. Καὶ τάδε μαθὼν ὁ Λαίλιος διέλυε τὴν τῆς Κίρτης πολιορκίαν καὶ ἐχώρει πρὸς τὸν Κορνιφίκιον. Ὁ δὲ Σέξστιος ἐπαιρόμενος τοῖς γεγονόσιν ἐπ' αὐτὸν ἤδη τὸν Κορνιφίκιον ἐς Ἰτύκην ᾖει καὶ ἀντεστρατοπέδευε μετὰ πλειόνων ὄντι. Λαίλιον δὲ τοῦ Κορνιφικίου μετὰ τῶν ἱππέων πέμψαντος ἔς τινα κατάσκεψιν, ὁ Σέξστιος Ἀραβίωνα ἔπεμψεν ἱππομαχεῖν τῷ Λαιλίῳ κατὰ μέτωπον καὶ αὐτὸς ᾖει μετὰ τῶν εὐζώνων ἐς τὰ πλάγια τῆς ἱππομαχίας καὶ ἐμβαλὼν ἐθορύβει, μέχρι τὸν Λαίλιον οὐχ ἡσσημένον πω δεῖσαι περὶ τῆς ἀναχωρήσεως, μὴ ἀποκλεισθείη, καὶ λόφον ἐν μέσῳ καταλαβεῖν, Ἀραβίωνα δὲ ἀρτώμενον αὐτοῦ κτεῖναί τε πολλοὺς καὶ τὸν λόφον περικυκλῶσαι. Ὁρῶν δὲ ταῦτα ὁ Κορνιφίκιος ἐξῄει τῷ πλέονι στρατῷ, βοηθήσων τῷ Λαιλίῳ· καὶ τοῦδε μὲν ὁ Σέξστιος ὄπισθεν γενόμενος ἐξήπτετο συντρέχων, καὶ αὐτὸν ἐπιστρεφόμενος ὁ Κορνιφίκιος ἀπεμάχετο μάλα κακοπαθῶς. 56. Ὁ δὲ Ἀραβίων ἐν τούτῳ πετροβάταις ἀνδράσιν ἀνέρπουσι διὰ κρημνῶν ἐς τὸ στρατόπεδον τοῦ Κορνιφικίου παρέδυ λαθών. Καὶ Ῥώσκιος μὲν ὁ φύλαξ, τοῦ χάρακος ἁλισκομένου, τῶν ὑπασπιστῶν τινι τὴν σφαγὴν ὑπέσχε καὶ ἀνῃρέθη, ὁ δὲ Κορνιφίκιος τῇ μάχῃ κάμνων μετεπήδα πρὸς Λαίλιον ἐς τὸν κολωνόν, οὐκ εἰδώς πω περὶ τοῦ στρατοπέδου· μεταπηδῶντα δ' αὐτὸν οἱ τοῦ Ἀραβίωνος ἱππέες ἐπιδραμόντες ἔκτειναν. Καὶ γιγνόμενα ταῦτα ὁ Λαίλιος ἀπὸ τοῦ λόφου καθορῶν ἑαυτὸν διεχρήσατο. Τῶν δ' ἀρχόντων πεσόντων ὁ στρατὸς κατὰ μέρη διέφυγεν· καὶ ὅσοι τῶν προγεγραμμένων ἦσαν παρὰ τῷ Κορνιφικίῳ, οἱ μὲν ἐς Σικελίαν διέπλεον, οἱ δ' ὅπῃ δύναιντο ἕκαστος. Ὁ δὲ Σέξστιος Ἀραβίωνα μὲν καὶ τοὺς Σιττιανοὺς ἐδωρεῖτο πολλοῖς λαφύροις, τὰς δὲ πόλεις τῷ Καίσαρι καθίστατο, συγγινώσκων ἁπάσαις. VIII. 57. Τοῦτο μὲν δὴ τέλος ἦν τῷ περὶ Λιβύην Σεξστίου καὶ Κορνιφικίου πολέμῳ, βραχεῖ διὰ ταχυεργίαν δόξαντι εἶναι· τὰ δ' ἀμφὶ Κάσσιόν τε καὶ Βροῦτον, μικρὰ καὶ τῶν εἰρημένων ἀναλαβόντι ἐς ὑπόμνημα, ἦν τοιάδε. Ἐπειδὴ Γάιος Καῖσαρ ἀνῄρητο, οἱ μὲν σφαγεῖς αὐτοῦ τὸ Καπιτώλιον κατέλαβον καὶ ψηφισθείσης αὐτοῖς ἀμνηστίας κατέβησαν. Ὁ δὲ δῆμος ἐπὶ τῇ ἐκκομιδῇ τοῦ σώματος ἐν οἴκτῳ Καίσαρος γενόμενος ἐζήτει τοὺς φονέας περιθέων. Οἱ δὲ τότε μὲν ἠμύνοντο αὐτοὺς ἀπὸ τῶν τεγῶν, εὐθὺς δὲ ἐξῄεσαν αὐτῶν, ὅσοι στρατηγεῖν ἐθνῶν ὑπὸ Καίσαρος αὐτοῦ κεχειροτόνηντο. Κάσσιος δὲ καὶ Βροῦτος ἐστρατήγουν μὲν ἔτι τῆς πόλεως, ᾕρηντο δὲ ἐπὶ τῇ στρατηγίᾳ καὶ οἵδε ὑπὸ Γαΐου Καίσαρος ἡγεῖσθαι Συρίας μὲν ὁ Κάσσιος, Μακεδονίας δὲ ὁ Βροῦτος. Οὔτε δὲ ἄρχειν πω τῶν ἐθνῶν πρὸ τοῦ χρόνου δυνάμενοι οὔτε τὸν ἐν ἄστει φόβον ὑπομένοντες ἐξῄεσαν ἔτι στρατηγοῦντες· καὶ αὐτοῖς ἐς εὐπρέπειαν ἡ βουλὴ σίτου φροντίσαι προσέταξεν, ἵνα μὴ τὸ ἐν μέσῳ διάστημα φεύγειν νομίζοιντο. Οἰχομένων δὲ αὐτῶν Συρία μὲν καὶ Μακεδονία εἰς τοὺς ὑπάτους Ἀντώνιόν τε καὶ Δολοβέλλαν μετεψηφίζετο, τῆς βουλῆς πάνυ δυσχεραινούσης, ἀντεδόθη δὲ ὅμως τοῖς ἀμφὶ τὸν Κάσσιον Κυρήνη τε καὶ Κρήτη· ὧν ὑπεριδόντες ὡς βραχυτέρων ἐκεῖνοι στρατὸν καὶ χρήματα ἤγειρον ὡς ἐς Συρίαν καὶ Μακεδονίαν ἐσβαλοῦντες. 58. Καὶ οἱ μὲν ἦσαν ἐν τούτοις, Τρεβώνιον δὲ ἐν Ἀσίᾳ κτείναντος Δολοβέλλα καὶ Δέκμον Ἀντωνίου πολιορκοῦντος ἐν Κελτοῖς, χαλεπαίνουσα ἡ βουλὴ Δολοβέλλαν μὲν καὶ Ἀντώνιον ἐψηφίσαντο εἶναι πολεμίους, Βροῦτον δὲ καὶ Κάσσιον ἐς τὰς προτέρας ἡγεμονίας ἐπανήγαγον καὶ Βρούτῳ τὴν Ἰλλυρίδα προσέθεσαν τοῖς τε ἄλλοις πᾶσιν ἐκέλευσαν, ὅσοι Ῥωμαίοις ἡγεμονεύουσιν ἐθνῶν ἢ στρατοπέδων ἀπὸ τοῦ Ἰονίου μέχρι Συρίας, ὑπακούειν, ἐς ὅ τι κελεύοι Κάσσιος ἢ Βροῦτος. Ἐπὶ δὲ τούτοις Κάσσιος φθάνει Δολοβέλλαν ἐς τὴν Συρίαν ἐμβαλὼν καὶ σημεῖα τῆς ἡγεμονίας ἀνέσχε καὶ δυώδεκα τέλη στρατοῦ Γαΐῳ Καίσαρι ἐκ πολλοῦ στρατευόμενα καὶ γεγυμνασμένα προσέλαβεν ἀθρόως· οὗ τὸ μὲν ἓν αὐτῶν ὁ Καῖσαρ ἐν Συρίᾳ καταλελοίπει, τὰ ἐς Παρθυαίους ἤδη διανοούμενος, τὴν δὲ ἐπιμέλειαν αὐτοῦ ἐπιτέτραπτο μὲν Καικίλιος Βάσσος, τὸ δὲ ἀξίωμα εἶχε νεανίας αὐτοῦ Καίσαρος συγγενής, Σέξστος Ἰούλιος. Ἐκδιαιτώμενος δὲ ὁ Ἰούλιος τὸ τέλος ἐς τρυφὴν ἐπήγετο ἀσχημόνως καὶ ἐπιμεμφομένῳ τῷ Βάσσῳ ποτὲ ἐνύβρισε· καὶ καλῶν ὕστερον, ἐπειδὴ βραδέως ὑπήκουεν, ἄγειν αὐτὸν ἐκέλευεν ἕλκοντας. Θορύβου δὲ ἀσχήμονος καὶ πληγῶν ἐς τὸν Βάσσον γενομένων οὐκ ἐνεγκοῦσα τὴν ὄψιν ἡ στρατιὰ τὸν Ἰούλιον συνηκόντισε. Καὶ εὐθὺς ἦν μετάνοια καὶ δέος ἐκ τοῦ Καίσαρος. Συνομόσαντες οὖν ἀλλήλοις, εἰ μή τις αὑτοῖς συγγνώμη καὶ πίστις γένοιτο, διαγωνιεῖσθαι μέχρι θανάτου, τὸν Βάσσον ἐς ταῦτα συνηνάγκασαν. Τέλος δὲ στρατεύσαντες ἕτερον, συνεγύμναζον ἄμφω καὶ Στάιον Μοῦρκον, ὑπὸ Καίσαρος αὐτοῖς σὺν τρισὶ τέλεσιν ἐπιπεμφθέντα, γενναίως ἀπεμάχοντο. Μούρκῳ δ' ἧκεν ἐπίκουρος Μάρκιος Κρίσπος ἐκ Βιθυνίας μετὰ τριῶν τελῶν ἄλλων, καὶ τὸν Βάσσον ἐπολιόρκουν ὁμοῦ πάντες ἓξ τέλεσιν ἤδη. 59. Κάσσιος οὖν τήνδε τὴν πολιορκίαν σπουδῇ καταλαβὼν τόν τε τοῦ Βάσσου στρατὸν αὐτίκα παρελάμβανεν ἑκόντα καὶ ἐπ' ἐκείνῳ τὰ Μούρκου τέλη καὶ Μαρκίου, κατά τε φιλίαν αὐτῷ παραδιδόντων καὶ κατὰ τὸ δόγμα τῆς βουλῆς ἐς πάντα ὑπακουόντων. Ἄρτι δὲ καὶ Ἀλλιηνός, ὑπὸ Δολοβέλλα πεμφθεὶς ἐς Αἴγυπτον, ἐπανῆγεν ἐξ αὐτῆς τέσσαρα τέλη τῶν ἀπὸ τῆς ἥσσης Πομπηίου τε καὶ Κράσσου διαρριφέντων ἢ ὑπὸ Καίσαρος Κλεοπάτρᾳ καταλελειμμένων· καὶ αὐτὸν ὁ Κάσσιος ἐν τῇ Παλαιστίνῃ, τῶν ὄντων οὐ προπεπυσμένον, ἄφνω περιέλαβέ τε καὶ ἠνάγκασε προσθέσθαι οἱ καὶ παραδοῦναι τὸν στρατόν, δείσαντα τέσσαρσι τέλεσι μάχεσθαι πρὸς ὀκτώ. Οὕτω μὲν ὁ Κάσσιος ἐκ παραδόξου δυώδεκα τελῶν ἀρίστων ἀθρόως ἐκράτει. Καὶ αὐτῷ τινες καὶ Παρθυαίων ἱπποτοξόται συνεμάχουν, δόξαν ἔχοντι παρὰ τοῖς Παρθυαίοις, ἐξ οὗ Κράσσῳ ταμιεύων ἐμφρονέστερος ἔδοξε τοῦ Κράσσου γενέσθαι. 60. Δολοβέλλας δὲ διέτριψε μὲν περὶ τὴν Ἰωνίαν, κτείνων Τρεβώνιον καὶ ταῖς πόλεσιν ἐπιβάλλων ἐσφορὰς καὶ ναυτικὸν ἀγείρων ἐπὶ μισθῷ διὰ Λευκίου Φίγλου παρά τε Ῥοδίων καὶ Λυκίων καὶ Παμφύλων καὶ ἐκ Κιλικίας· ὡς δέ οἱ τάδε ἕτοιμα ἦν· ἐπῄει τῇ Συρίᾳ, κατὰ μὲν τὴν γῆν αὐτὸς μετὰ δύο τελῶν, διὰ δὲ τῆς θαλάσσης ὁ Φίγλος. Πυθόμενος δὲ τῆς Κασσίου στρατιᾶς ἐς Λαοδίκειαν οἰκείως ἔχουσάν οἱ παρῆλθεν, ἐπί τε χερρονήσου συνῳκισμένην καὶ τὰ ἐκ τῆς γῆς ὠχυρωμένην καὶ ἐς τὸ πέλαγος ἔχουσαν ὅρμον, ὅθεν ἔμελλεν εὐπορήσειν τε ἀγορᾶς ἀπὸ θαλάσσης καὶ ἀδεῶς, ὅτε βούλοιτο, ἀποπλευσεῖσθαι. Ὧν αἰσθανόμενος ὁ Κάσσιος καὶ δεδιώς, μὴ αὑτὸν ὁ Δολοβέλλας διαφύγοι, τόν τε ἴσθμὸν ἔχου διστάδιον ὄντα, λίθους καὶ πᾶσαν ὕλην ἐξ ἐπαύλεων καὶ προαστείων καὶ τάφων συμφέρων, καὶ ἐπὶ ναῦς περιέπεμπεν ἔς τε Φοινίκην καὶ Λυκίαν καὶ Ῥόδον. 61. Ὑπερορώμενος δὲ ὑπὸ τῶν ἄλλων πλὴν Σιδωνίων ἐπανήχθη τῷ Δολοβέλλᾳ, καὶ κατέδυσαν μὲν ἑκατέρου νῆες ἱκαναί, πέντε δὲ αὐτοῖς ἀνδράσιν εἷλεν Δολοβέλλας. Καὶ ὁ Κάσσιος αὖθις ἔπεμπεν ἐς τοὺς ὑπεριδόντας αὐτοῦ καὶ ἐς Κλεοπάτραν, τὴν Αἰγύπτου βασιλίδα, καὶ ἐς Σεραπίωνα, τὸν ἐν Κύπρῳ τῇ Κλεοπάτρᾳ στρατηγοῦντα. Τύριοι μὲν δὴ καὶ Ἀράδιοι καὶ Σεραπίων, οὐδὲν τῆς Κλεοπάτρας προμαθών, ἔπεμψαν αὐτῷ ναῦς, ὅσας εἶχον· ἡ βασιλὶς δὲ Κασσίῳ μὲν προύφερε λιμὸν ὁμοῦ καὶ λοιμὸν ἐνοχλοῦντα τότε Αἰγύπτῳ, διὰ δὲ οἰκειότητα τοῦ προτέρου Καίσαρος συνέπρασσε τῷ Δολοβέλλᾳ. Καὶ ἀπὸ τῆσδε τῆς γνώμης αὐτῷ καὶ τὰ τέσσαρα τέλη προπεπόμφει δι' Ἀλλιηνοῦ καὶ στόλον ἄλλον ἕτοιμον εἶχεν ἐπαμύνειν, ἄνεμοι δὲ ἐπεῖχον. Ῥόδιοι δὲ καὶ Λύκιοι οὔτε Κασσίῳ οὔτε Βρούτῳ συμμαχήσειν ἔφασκον ἐς ἐμφύλια, ἐπεὶ καὶ Δολοβέλλᾳ δοῦναι ναῦς προπομπούς, καὶ οὐκ εἰδέναι συμμαχούσας. 62. Ἑτοιμασάμενος οὖν ὁ Κάσσιος αὖθις ἐκ τῶν παρόντων ἐπανήγετο δὶς τῷ Δολοβέλλᾳ· καὶ τὸ μὲν πρῶτον ἀγχώμαλοι διεκρίθησαν ἀπ' ἀλλήλων, τῇ δὲ ἑξῆς ναυμαχίᾳ ἡσσᾶτο ὁ Δολοβέλλας, καὶ ὁ Κάσσιος αἰρομένου τοῦ χώματος ἔκοπτεν αὐτοῦ τὸ τεῖχος ἤδη καὶ ἐσάλευεν. Τόν τε νυκτοφύλακα αὐτοῦ Μάρσον οὐ δυνηθεὶς διαφθεῖραι διέφθειρε τοὺς ἡμεροφυλακοῦντας αὐτῷ λοχαγοὺς καὶ ἀναπαυομένου τοῦ Μάρσου μεθ' ἡμέραν ἐσῆλθεν, ὑπανοιχθεισῶν αὐτῷ πυλίδων κατὰ μέρη πολλῶν. Ἁλούσης δὲ τῆς πόλεως ὁ μὲν Δολοβέλλας προύτεινε τὴν κεφαλὴν τῷ σωματοφύλακι αὑτοῦ καὶ τεμόντα προσέταξε φέρειν Κασσίῳ σῶστρον ἴδιον· ὁ δὲ τεμὼν ἐπικατέσφαξεν ἑαυτόν, διεχρήσατο δὲ καὶ Μάρσος ἑαυτόν. Ὁ δὲ Κάσσιος τὴν μὲν τοῦ Δολοβέλλα στρατιὰν ἐς ἑαυτὸν μεθώρκου, Λαοδικέων δὲ τά τε ἱερὰ καὶ τὰ κοινὰ ἐσύλα καὶ τοὺς ἐπιφανεῖς ἐκόλαζε καὶ τοὺς λοιποὺς ἐσφοραῖς βαρυτάταις ἐξέτρυχε, μέχρι τὴν πόλιν περιήνεγκεν ἐς ἔσχατον κακοῦ. 63. Μετὰ δὲ Λαοδίκειαν ἐπ' Αἴγυπτον ὥρμα, πυνθανόμενος μὲν Κλεοπάτραν βαρεῖ στόλῳ διαπλευσεῖσθαι πρός τε Καίσαρα καὶ πρὸς Ἀντώνιον, ἐπινοῶν δὲ κωλῦσαί τε τὸν πλοῦν καὶ τίσασθαι τῆς γνώμης τὴν βασιλίδα καὶ πρὸ τῶνδε αὐτὴν Αἴγυπτον ἐνθυμιζόμενος μάλιστα ἐν καιρῷ, τετρυμένην τε ὑπὸ λιμοῦ καὶ ξενικὸν στρατὸν οὐ πολὺν ἔχουσαν, ἄρτι τῶν Ἀλλιηνοῦ στρατιωτῶν ἀποστάντων. Οὕτω δὲ αὐτὸν ὁρμῆς καὶ ἐλπίδος ἔχοντα καὶ καιροῦ ὁ Βροῦτος ἐκάλει κατὰ σπουδήν, ὡς ἤδη Καίσαρος καὶ Ἀντωνίου τὸν Ἰόνιον περώντων. Ἄκων μὲν δὴ Κάσσιος Αἴγυπτον ἐκ τῶν ἐλπίδων μεθίει καὶ τοὺς Παρθυαίων ἱπποτοξότας ἀπέπεμπε τιμήσας καὶ πρέσβεις πρὸς τὸν βασιλέα αὐτῶν ἔστελλε περὶ μείζονος συμμαχίας, ἣ μετὰ τὸ ἔργον ἀφικνουμένη Συρίαν τε καὶ πολλὰ τῶν ἐγγὺς ἐθνῶν μέχρι Ἰωνίας ἐπέδραμε καὶ ἀνεχώρησεν. Αὐτὸς δὲ ὁ Κάσσιος τὸν μὲν ἀδελφιδοῦν ἐν Συρίᾳ μεθ' ἑνὸς τέλους ἀπέλιπε, τοὺς δὲ ἱππέας προύπεμψεν ἐς Καππαδοκίαν, οἳ Ἀριοβαρζάνην τε ἄφνω κατέκανον ὡς ἐπιβουλεύοντα Κασσίῳ καὶ χρήματα πολλὰ τὰ ἐκείνου καὶ τὴν ἄλλην κατασκευὴν ἐς τὸν Κάσσιον ἐπανήγαγον. 64. Ταρσέων δ' ἐς στάσιν διῃρημένων οἱ μὲν τὸν Κάσσιον ἐστεφανώκεσαν ἐλθόντα πρότερον, οἱ δὲ τὸν Δολοβέλλαν ἐπελθόντα· ἀμφότεροι δὲ τῷ τῆς πόλεως σχήματι ταῦτα ἔπρασσον. Καὶ παραλλὰξ αὐτῶν προτιμώντων ἑκάτερον, ὡς εὐμεταβόλῳ πόλει χαλεπῶς ἐχρῶντο ἑκάτεροι· Κάσσιος δὲ νικήσας Δολοβέλλαν καὶ ἐσφορὰν ἐπέθηκεν αὐτοῖς χίλια καὶ πεντακόσια τάλαντα. Οἱ δὲ ἀποροῦντές τε καὶ ὑπὸ στρατιωτῶν ἐπειγόντων ἀπαιτούμενοι σὺν ὕβρει, τά τε κοινὰ ἀπεδίδοντο πάντα καὶ τὰ ἱερὰ ἐπὶ τοῖς κοινοῖς, ὅσα εἶχον ἐς πομπὰς ἢ ἀναθήματα, ἔκοπτον. Οὐδενὸς δὲ μέρους οὐδ' ὣς ἀνυομένου, ἐπώλουν αἱ ἀρχαὶ τὰ ἐλεύθερα· καὶ πρῶτα μὲν ἦν παρθένοι τε καὶ παῖδες, ἐπὶ δὲ γυναῖκές τε καὶ γέροντες ἐλεεινοί, βραχυτάτου πάμπαν ὤνιοι, μετὰ δὲ οἱ νέοι. Καὶ διεχρῶντο οἱ πλέονες ἑαυτούς, ἕως ὧδε ἔχοντας ὁ Κάσσιος ἐκ Συρίας ἐπανιὼν ᾤκτειρέ τε καὶ τοῦ λοιποῦ τῶν ἐσφορῶν ἀπέλυσε. IX. 65. Τάρσος μὲν δὴ καὶ Λαοδίκεια τοιάδε ἐπεπόνθεσαν, Κάσσιος δὲ καὶ Βροῦτος συμβολήσαντες ἀλλήλοιν, Βρούτῳ μὲν ἐδόκει τὴν στρατιὰν ἁλίσαντε χωρεῖν ἐπὶ τὸ μεῖζον ἔργον ἐς Μακεδονίαν· τέλη τε γὰρ ἤδη τοῖς πολεμίοις ἐς τεσσαράκοντα εἶναι στρατοῦ καὶ αὐτῶν διεληλυθέναι τὸν Ἰόνιον ὀκτώ· Κασσίῳ δὲ ἐδόκει τῶν μὲν πολεμίων ἔτι περιορᾶν ὡς τριφθησομένων ἐν σφίσιν ἐξ ἀπορίας διὰ τὸ πλῆθος, Ῥοδίους δὲ καὶ Λυκίους ἐξελεῖν, εὔνους τε ὄντας ἐκείνοις καὶ ναυτικὸν ἔχοντας, ἵνα μὴ κατὰ νώτου σφίσι γίγνωνται παρὰ τὸ ἔργον. Ἐπεὶ δὲ ἔδοξεν ὧδε, ἐχώρουν Βροῦτος μὲν ἐπὶ Λυκίους, Κάσσιος δὲ ἐπὶ Ῥοδίους, τεθραμμένος τε ἐν αὐτῇ καὶ πεπαιδευμένος τὰ Ἑλληνικά. Ὡς δὲ κρατίστοις τὰ ναυτικὰ ἀνδράσι συνοισόμενος ἐς μάχην, τὰς ἰδίας ναῦς ἐπεσκεύαζε καὶ ἀνεπλήρου καὶ ἐγύμναζεν ἐν Μύνδῳ.
66. Ῥοδίων δὲ οἱ μὲν ἐν λόγῳ μᾶλλον ὄντες
ἐδεδοίκεσαν Ῥωμαίοις μέλλοντες ἐς χεῖρας ἰέναι, ὁ δὲ λεὼς ἐμεγαλοφρονεῖτο, ἐπεί
οἱ καὶ παλαιῶν ἔργων πρὸς οὐχ ὁμοίους ἄνδρας ἐμνημόνευον. Ναῦς τε καθεῖλκον τὰς
ἀρίστας σφῶν τρεῖς καὶ τριάκοντα. Καὶ τάδε πράσσοντες ἔπεμπόν τινας ἐς Μύνδον
ὅμως, οἳ τὸν Κάσσιον ἠξίουν μήτε Ῥόδου καταφρονεῖν, πόλεως ἀμυναμένης ἀεὶ τοὺς
καταφρονήσαντας, μήτε συνθηκῶν, αἳ Ῥοδίοις εἰσὶ καὶ Ῥωμαίοις, ὅπλα μὴ φέρειν ἐπὶ
ἀλλήλους· εἰ δέ τι περὶ συμμαχίας ἐπιμέμφοιτο, ἐθέλειν παρὰ τῆς Ῥωμαίων βουλῆς
πυθέσθαι, καὶ κελευούσης ἔφασαν συμμαχήσειν. 67. Οἱ μὲν δὴ τὸν Ἀλέξανδρον ἐκ τούτων εἵλοντο σφίσι πρυτανεύειν, ἥπερ ἐστὶν ἀρχὴ παρ' αὐτοῖς μάλιστα αὐτοκράτωρ, καὶ ναυαρχεῖν Μνασέαν, ἔπεμπον δ' ὅμως ἐς τὸν Κάσσιον ἔτι πρεσβευτὴν Ἀρχέλαον, ὃς ἐν Ῥόδῳ τὰ Ἑλληνικὰ διδάσκαλος γεγένητο τῷ Κασσίῳ, δεησόμενον ἤδη τόνδε τοῦ Κασσίου λιπαρέστερον· καὶ ἐδεῖτο, τῆς δεξιᾶς λαβόμενος, ὡς γνωρίμου. « Μὴ πόλιν ἀναστήσῃς Ἑλληνίδα φιλέλλην ἀνήρ, μὴ Ῥόδον φιλελεύθερος ἀνήρ· μηδὲ αἰσχύνῃς ἀξίωμα Δώριον, οὐχ ἡσσημένον, ἐξ οὗ γεγόναμεν, μηδὲ ἐκλάθῃ καλῆς ἱστορίας ἧς ἔμαθες ἐν Ῥόδῳ τε καὶ ἐν Ῥώμῃ, ἐν Ῥόδῳ μέν, ὅσα Ῥόδιοι κατὰ πόλεις καὶ πρὸς βασιλέας, ἄλλους τε καὶ τοὺς μάλιστα ἀμάχους δόξαντας εἶναι, Δημήτριον καὶ Μιθριδάτην, ὑπὲρ ἐλευθερίας ἔπραξαν, ὑπὲρ ἧς δὴ καὶ σὺ φὴὴς τάδε κάμνειν· ἐν Ῥώμῃ δέ, ὅσα ὑμῖν αὐτοῖς καθ' ἑτέρων καὶ κατ' Ἀντιόχου τοῦ μεγάλου συνεμαχήσαμεν, ὧν εἰσὶν ὑπὲρ ἡμῶν ἀνάγραπτοι στῆλαι παρ' ὑμῖν. 68. « Τάδε μὲν δὴ καὶ γένους ἕνεκα καὶ ἀξιώσεως ἡμῶν καὶ τύχης ἐς τὸ νῦν ἀδουλώτου καὶ συμμαχίας καὶ προαιρέσεως ἐς ὑμᾶς, ὦ Ῥωμαῖοι, λελέχθω· πρὸς σὲ δέ, ὦ Κάσσιε, καὶ αἰδώς τις ἔστιν ἐξαίρετος ἔς τε τὴν πόλιν καὶ τὴν ἐν αὐτῇ τροφήν τέ σου καὶ παίδευσιν καὶ διατριβὴν καὶ ἑστίαν, ἣν ᾤκησας, καὶ τοὐμὸν διδασκαλεῖον αὐτὸ καὶ ἐμέ, ἐλπίσαντα μὲν ἐς ἕτερα τούτοις ποτὲ ἐναβρυνεῖσθαι, νῦν δὲ ὑπὲρ τῆς πατρίδος αὐτὰ δαπανῶντα, ἵνα μηδ' αὐτή σοι πολεμεῖν ἀναγκάζηται πεπαιδευμένῳ τε ὑφ' αὑτῆς καὶ τεθραμμένῳ μηδὲ γένηται δυοῖν ὑπ' ἀνάγκης θάτερον, ἢ Ῥοδίους ἀποθανεῖν πάντως ἢ Κάσσιον ἡσσᾶσθαι. Συμβουλεύω δὲ ἐπὶ τῇ παρακλήσει, τοιῶνδέ σε ὑπὲρ τῆς Ῥωμαίων πολιτείας ἁπτόμενον ἔργων θεοὺς ἡγεμόνας αἰεὶ ποιεῖσθαι παντὸς ἔργου. Θεοὺς δ' ὠμόσατε, ὅτε ἡμῖν ἔναγχος διὰ Γαΐου Καίσαρος συνετίθεσθε καὶ σπονδὰς ἐπὶ τοῖς ὅρκοις ἐσπένδετε καὶ δεξιὰς ἐτίθεσθε, αἳ καὶ παρὰ πολεμίοις ἰσχύουσιν, οὐ παρὰ φίλοις καὶ τροφεῦσιν; Φείδου δὲ ἐπὶ τοῖς θεοῖς καὶ δόξης τῆς κατὰ ἀνθρώπους· ὡς οὐδέν ἐστι συνθηκῶν παραβάσεως μᾶλλον, ὃ τοὺς ἁμαρτάνοντας ἀπίστους ἐς ἅπαντα ποιεῖ καὶ φίλοις καὶ πολεμίοις. » 69. Ταῦτ' εἰπὼν ὁ πρεσβύτης οὐ μεθίετο τῆς χειρός, ἀλλ' ἐπεδάκρυεν αὐτῇ, ὡς ἐρυθριᾶσαι μὲν ἐπὶ τῷ σχήματι τὸν Κάσσιον καὶ παθεῖν τι ὑπὸ αἰδοῦς, ὑφελόντα δὲ ὅμως εἰπεῖν· « Εἰ μὲν οὐ συνεβούλευσας Ῥοδίοις μὴ ἀδικεῖν με, σύ με ἠδίκεις· εἰ δὲ διδάσκων οὐκ ἔπεισας, ἀμυνῶ σοι. Ἠδικούμην δὲ δή που σαφῶς τὸ μὲν πρῶτον ἀδίκημα συμμαχίαν αἰτῶν καὶ παρορώμενος ὑπὸ τῶν παιδευσάντων καὶ θρεψάντων, τὸ δὲ ἑξῆς προτιμώντων μου Δολοβέλλαν, ὃν οὐκ ἐπαίδευσαν οὐδὲ ἀνέθρεψαν, τὸ δὲ ἀνιαρότερον, ἐμοῦ μὲν καὶ Βρούτου καὶ ὅσων ὁρᾶτε ἀπὸ τῆς βουλῆς ἀρίστων ἀνδρῶν φευγόντων τυραννίδα καὶ τὴν πατρίδα ἐλευθερούντων, ὦ Ῥόδιοι φιλελεύθεροι, Δολοβέλλα δὲ αὐτὴν καταδουλοῦντος ἑτέροις, οἷς δὴ καὶ ὑμεῖς εὔνως ἔχοντες ὑποκρίνεσθε ἐξίστασθαι τοῖς ἐμφυλίοις ἡμῶν. Ἔστι δὲ ἐμφύλια μέν, εἰ καὶ ἡμεῖς δυναστείας ὠρεγόμεθα, πόλεμος δὲ σαφὴς τὸ γιγνόμενόν ἐστι δημοκρατίας πρὸς μοναρχίαν. Καὶ δημοκρατίαν ἀβοήθητον καταλείπετε οἱ παρακαλοῦντες ὑπὲρ αὐτονομίας· φιλίαν τε Ῥωμαίοις προφέροντες οὐκ ἐλεεῖτε ἀκρίτους ἐπὶ θανάτῳ καὶ δημεύσει προγραφομένους, ἀλλ' ὑποκρίνεσθε πεύσεσθαι τῆς βουλῆς τῆς ταῦτα πασχούσης καὶ οὐδὲ ἀμύνειν ἑαυτῇ πω δυναμένης. Ἡ δ' ὑμῖν ἤδη προαπεκρίνατο, ἐν οἷς ἐψηφίσατο τοὺς ἀμφὶ τὴν ἕω πάντας ἀμύνειν ἐμοί τε καὶ Βρούτῳ. 70. « Σὺ δέ, εἰ μέν ποτε ἡμῖν περικτωμένοις τι συνεπράξατε, ὧν εὐεργεσίας καὶ μισθοὺς ἀντικεκόμισθέ που, καταλογίζῃ, ὅτι δὲ ἡμῖν ἐς τὴν ἐλευθερίαν καὶ σωτηρίαν ἀδικουμένοις οὐ συμμαχεῖτε, ἐπιλανθάνῃ· οὓς εἰκὸς ἦν, εἰ καὶ μηδὲν ἡμῖν ἐς ἀλλήλους ὑπῆρχεν, ἀλλὰ νῦν ἄρχειν ἐθελοντὰς ὑπερμαχῆσαι τῆς Ῥωμαίων δημοκρατίας, Δωριέας ὄντας. Οἳ δ' ἀντὶ τοιούτων ἔργων καὶ λογισμῶν συνθήκας ἡμῖν προφέρετε, γενομένας μὲν ὑμῖν καὶ τάσδε πρὸς Γάιον Καίσαρα, τῆσδε τῆς μοναρχίας ἡγεμόνα· λέγουσι δ' ὅμως αἱ συνθῆκαι Ῥωμαίους καὶ Ῥοδίους ἐν ταῖς χρείαις ἀλλήλοις ἀμύνειν. Ἀμύνατε οὖν ἐς τὰ μέγιστα κινδυνεύουσι Ῥωμαίοις. Κάσσιος ὑμῖν ἐστιν ὁ τὰς συνθήκας τάσδε προφέρων καὶ ἐπὶ συμμαχίαν καλῶν, Ῥωμαῖος ἀνὴρ καὶ Ῥωμαίων στρατηγός, ὥς φησι τὸ ψήφισμα τῆς βουλῆς, ἐν ᾧ πάντας ὑπακούειν ἡμῖν ἔταξε τοὺς τοῦ Ἰονίου πέραν. Τὰ δ' αὐτὰ καὶ Βροῦτος ὑμῖν προτείνει ψηφίσματα καὶ Πομπήιος, τὴν θάλασσαν ὑπὸ τῆς βουλῆς ἐπιτετραμμένος, τὰς δ' ἱκετείας ἐπὶ τοῖς ψηφίσμασι καὶ οἵδε πάντες, ὅσοι φεύγουσιν ἀπὸ τῆς βουλῆς, οἱ μὲν ἐς ἐμὲ καὶ Βροῦτον, οἱ δ' ἐς Πομπήιον. Ἔστι δὲ δή που τὸ συγκείμενον, Ῥωμαίοις Ῥοδίους βοηθεῖν, κἂν καθ' ἕνα χρῄζωσιν. Εἰ δὲ οὔτε στρατηγοὺς ἡμᾶς οὔτε Ῥωμαίους ἔτι, ἀλλὰ φυγάδας ἢ ξένους ἢ κατακρίτους, ὡς οἱ προγράψαντες λέγουσιν, ἡγεῖσθε, οὐ πρὸς ἡμᾶς ἐστιν ὑμῖν ἔτι, ἀλλὰ πρὸς Ῥωμαίους, ὦ Ῥόδιοι, τὰ συγκείμενα· ἡμεῖς δὲ ξένοι καὶ ἀλλότριοι τῶν συνθηκῶν ὄντες πολεμήσομεν ὑμῖν, ἢν μὴ ἐς πάντα κατακούητε. » 71. Τοιαῦτα μὲν ὁ Κάσσιος ἐπειρωνευσάμενος τὸν Ἀρχέλαον ἀπέλυεν, Ἀλέξανδρος δὲ καὶ Μνασέας, οἱ Ῥοδίων ἡγούμενοι, ταῖς τριάκοντα καὶ τρισὶ ναυσὶν ἀνήγοντο ἐπὶ Κάσσιον ἐς Μύνδον ὡς προκαταπλήξοντες τῷ ἐπίπλῳ· καί τί που καὶ κούφως εἶχον ἐλπίδος, ὅτι καὶ Μιθριδάτῃ ἐς Μύνδον ἐπιπλεύσαντες ἐδόκουν ἐς τὸ τοῦ πολέμου τέλος εὐτυχῆσαι. Εἰρεσίᾳ δὲ ἐς ἐπίδειξιν χρώμενοι τήν τε πρώτην ἡμέραν ηὐλίσαντο ἐν Κνίδῳ καὶ τῆς ἐπιούσης ἐπεφαίνοντο τοῖς ἀμφὶ τὸν Κάσσιον ἐκ τοῦ πελάγους. Οἱ δὲ θαυμάσαντες ἀντανήγοντο, καὶ τὸ ἔργον ἦν ἑκατέρωθεν ἰσχύος τε καὶ δυνάμεως· Ῥόδιοι μὲν γὰρ ναυσὶ κούφαις διεξέπλεόν τε τοὺς πολεμίους ὀξέως καὶ περιέπλεον καὶ ἐπανόδοις ἐχρῶντο, Ῥωμαῖοι δὲ ἐπὶ νεῶν βαρυτέρων, ὅτε συμπλακεῖεν, ἀπὸ βαρυτέρας ῥύμης ἐπεβάρουν ὥσπερ ἐν πεζομαχίᾳ. Τοῦ δὲ Κασσίου πλήθει νεῶν τὰς πολεμίας περιλαβόντος, οἱ μὲν Ῥόδιοι περιπλεῖν ἔτι καὶ διεκπλεῖν οὐκ ἐδύναντο, ἐμβάλλουσι δ' αὐτοῖς μόνον ἐκ τοῦ μετώπου καὶ ἀναχωροῦσιν ἡ μὲν ἐμπειρία διέφθαρτο ὑπὸ τῆς στενοχωρίας κεκυκλευμένοις, αἱ δὲ ἐμβολαὶ καὶ ἀποσιμώσεις ἐς βαρυτέρας τὰς Ῥωμαίων ναῦς ἀσθενεῖς ἐγίγνοντο, Ῥωμαίοις δ' ἦσαν ἐς κουφοτέρας εὔτονοι, μέχρι Ῥόδιαι μὲν τρεῖς αὐτοῖς ἀνδράσιν ἐλήφθησαν καὶ δύο ἀνερράγησάν τε καὶ κατέδυσαν καὶ αἱ λοιπαὶ βεβλαμμέναι διέφυγον ἐς τὴν Ῥόδον, αἱ δὲ Ῥωμαίων ἅπασαι μὲν ἐπανῆλθον ἐς Μύνδον, ἐπεσκευάζοντο δὲ καὶ τούτων αἱ πλέονες βλαβεῖσαι. 72. Τοῦτο μὲν δὴ τῆς ἐν Μύνδῳ Ῥωμαίων τε καὶ Ῥοδίων ναυμαχίας τέλος ἦν, καὶ αὐτὴν γιγνομένην ὁ Κάσσιος ἀπὸ ὄρους καθεώρα· ὡς δὲ ἐπεσκεύασε τὰ σκάφη, διέπλευσεν ἐς Λώρυμα, Ῥοδίων τι φρούριον ἐν τῇ περαίᾳ, καὶ τὸ πεζὸν ἐς τὴν Ῥόδον διεβίβαζεν ἐπὶ ὁλκάδων ὑπὸ Φαννίῳ τε καὶ Λέντλῳ. Αὐτὸς δὲ ἐπέπλει ταῖς ὀγδοήκοντα ναυσὶν ἐσκευασμέναις ἐς τὸ φοβερώτατον καὶ περιστήσας τῇ Ῥόδῳ τὸ πεζὸν ὁμοῦ καὶ τὸ ναυτικὸν ἡσύχαζεν ὡς ἐνδωσόντων τι τῶν πολεμίων. Οἱ δὲ ἐπανήχθησαν μὲν αὖθις εὐθαρσῶς, δύο δὲ καὶ τότε ναῦς ἀποβαλόντες συνεκλείσθησαν. Καὶ ἀναδραμόντες ἐπὶ τὰ τείχη πάντα τε ὅπλων ἐπλήρουν καὶ ἀπεμάχοντο ὁμοῦ τοὺς περὶ τὸν Φάννιον ἀπὸ τῆς γῆς ἐνοχλοῦντας καὶ τὸν Κάσσιον τοῖς πρὸς θαλάσσῃ τείχεσι τὸ ναυτικὸν οὐκ ἀνέτοιμον ἐς τειχομαχίαν ἐπαγαγόντα· ἐλπίζων γάρ τι τοιοῦτον ἐπεφέρετο πύργους ἐπτυγμένους, οἳ τότε ἀνίσταντο. Ῥόδος μὲν δὴ δύο πείραις καμοῦσα ἔκ τε γῆς καὶ θαλάσσης ἐπολιορκεῖτο· καὶ οὐδέν, ὡς ἐν ἔργῳ ταχεῖ καὶ ἀδοκήτῳ, παρεσκεύαστο αὐτοῖς ἐς πολιορκίαν. Ὅθεν ἦν εὔδηλον ἁλώσεσθαι τάχιστα τὴν πόλιν ἢ χερσὶν ἢ λιμῷ· καὶ τάδε Ῥοδίων οἱ συνετώτεροι καθεώρων, καὶ Φάννιος αὐτοῖς καὶ Λέντλος διελέγοντο.
73. Γιγνομένων δ' ἔτι τούτων ἄφνω Κάσσιος ἦν ἐν
μέσῃ τῇ πόλει μετ' ἐπιλέκτου στρατοῦ, βίας μὲν οὐδεμιᾶς φανείσης οὐδὲ κλιμάκων
ἔργου. Εἴκαζον δὲ οἱ πολλοί, καὶ δοκεῖ γενέσθαι, τοὺς χαρίεντας αὐτῷ τῶν πολιτῶν
ὑπανοῖξαι πυλίδας ἐλέῳ τῆς πόλεως καὶ προμηθείᾳ τροφῶν. 74. Αἱ μὲν δὴ Ῥοδίων συμφοραὶ τοιαίδε ἦσαν, καὶ Λεύκιος Οὐᾶρος αὐτοῖς μετὰ φρουρᾶς ὑπελέλειπτο· ὁ δὲ Κάσσιος ἡδόμενος τῇ ταχυεργίᾳ τῆς ἁλώσεως καὶ τῷ πλήθει τῶν χρημάτων ἐπέταττεν ὅμως καὶ τοῖς ἄλλοις ἔθνεσι τῆς Ἀσίας ἅπασι φόρους ἐτῶν δέκα συμφέρειν. Καὶ οἱ μὲν ἐπράσσοντο συντόνως, ἐξαγγέλλεται δὲ αὐτῷ Κλεοπάτρα μέλλουσα διαπλεῖν μεγάλῳ στόλῳ καὶ παρασκευῇ βαρυτάτῃ πρὸς Καίσαρά τε καὶ Ἀντώνιον· τὰ γὰρ ἐκείνων αἱρουμένη καὶ τέως διὰ τὸν πρότερον Καίσαρα, τότε μᾶλλον ᾑρεῖτο διὰ τὸν ἐκ Κασσίου φόβον. Ὁ δὲ Μοῦρκον μετά τε ὁπλιτῶν ἀρίστου τέλους καὶ τοξοτῶν τινων ἐπὶ νεῶν ἑξήκοντα καταφράκτων ἐς Πελοπόννησον ἔπεμπε ναυλοχεῖν περὶ Ταίναρον, . . . Περισυράμενος ἐκ τῆς Πελοποννήσου λείαν, ὅσην ἔφθασε. 75. Τὰ δ' ἀμφὶ Λυκίαν καὶ Βροῦτον, μικρὰ καὶ τῶν ἀμφὶ τοῦτον ἐς ὑπόμνησιν ἀναλαβόντι ἄνωθεν, ἦν τοιάδε. Ἐπειδὴ παρὰ Ἀπουληίου στρατιάν τέ τινα εἰλήφει, ὅσην Ἀπουλήιος εἶχεν, καὶ χρήματα ἐς ἑξακισχίλια καὶ μύρια τάλαντα, ὅσα ἐκ τῶν φόρων τῆς Ἀσίας συνείλεκτο, παρῆλθεν ἐς Βοιωτίαν. Ψηφισαμένης δὲ αὐτῷ τῆς βουλῆς τοῖς τε χρήμασιν ἐς τὰ παρόντα χρῆσθαι καὶ Μακεδονίας ἄρχειν καὶ τῆς Ἰλλυρίδος ἐπὶ τῇ Μακεδονίᾳ, τὰ μὲν ἐν τοῖς Ἰλλυριοῖς τρία τέλη τοῦ στρατοῦ παραλαμβάνει, Οὐατινίου τοῦ πρότερον ἄρχοντος Ἰλλυριῶν παραδόντος, ἓν δὲ ἐκ Μακεδονίας ἀφείλετο Γάιον, τὸν ἀδελφὸν Ἀντωνίου. Τέσσαρα δὲ ἐπὶ τούτοις ἄλλα συναγαγὼν ὀκτὼ τὰ πάντα εἶχε, Γαΐῳ Καίσαρι τὰ πολλὰ αὐτῶν ἐστρατευμένα. Εἶχε δὲ καὶ ἱππέων πλῆθος καὶ ψιλοὺς καὶ τοξότας, καὶ τοὺς Μακεδόνας ἐπαινῶν ἐς τὸν Ἰταλικὸν ἤσκει τρόπον. Ἀγείροντι δὲ αὐτῷ στρατὸν ἔτι καὶ χρήματα συντυχία Θρᾴκιος τοιάδε γίγνεται. Πολεμοκρατία, γυνή τινος τῶν βασιλίσκων, ἀναιρεθέντος αὐτῇ τοῦ ἀνδρὸς ὑπὸ ἐχθρῶν δείσασα περὶ τῷ παιδὶ ἔτι ὄντι μειρακίῳ, ἧκεν αὐτὸν φέρουσα καὶ ἐνεχείρισε Βρούτῳ, ἐνεχείρισε δὲ καὶ τοὺς τοῦ ἀνδρὸς θησαυρούς. Ὁ δὲ τὸν μὲν παῖδα Κυζικηνοῖς ἀνατρέφειν παρέδωκε, μέχρι σχολάσειεν ἐπὶ τὴν βασιλείαν καταγαγεῖν, ἐν δὲ τοῖς θησαυροῖς εὗρε παράδοξον χρυσίου τι πλῆθος καὶ ἀργύρου. 76. Καὶ τοῦτο μὲν ἔκοπτε καὶ νόμισμα ἐποίει· ὡς δὲ ἦλθέ τε ὁ Κάσσιος καὶ ἔδοξε Λυκίους καὶ Ροδίους προεξαιρεῖν, ἐτράπετο Λυκίων ἐπὶ Ξανθίους πρώτους. Οἱ δὲ τά τε προάστεια σφῶν καθεῖλον, ἵνα μὴ ἐς κατάλυσιν αὐτοῖς ὁ Βροῦτος μηδ' ἐς ὕλην ἔχῃ χρῆσθαι, καὶ τὴν πόλιν περιταφρεύσαντες ἀπεμάχοντο ἀπὸ τῆς τάφρου, τὸ μὲν βάθος οὔσης πεντήκοντα ποδῶν βαθυτέρας, τὸ δὲ πλάτος κατὰ λόγον τοῦ βάθους, ὥστε παρ' αὐτὴν ἑστῶτες ἠκόντιζόν τε καὶ ἐτόξευον ὥσπερ ἐν μέσῳ ποταμὸν ἔχοντες ἀπέρατον. Ὁ δὲ Βροῦτος αὐτὴν ἔχου βιαζόμενος καὶ σκεπαστήρια τῶν ἐργαζομένων προυτίθει καὶ τὸν στρατὸν ἐς ἡμέραν καὶ νύκτα ἐμέριζε, καὶ τὴν ὕλην μακρόθεν, ὥσπερ ἐν τοῖς ἀγῶσι, σὺν δρόμῳ καὶ βοῇ μετέφερεν, οὐδὲν ἐκλείπων σπουδῆς καὶ πόνου. Ὅθεν αὐτῷ τὸ ἔργον ἐλπισθὲν ἢ οὐκ ἔσεσθαι κωλυόντων τῶν πολεμίων ἢ πολλοῖς μησὶ μόλις ἔσεσθαι, ὀλίγαις ἡμέραις ἐξείργαστο, καὶ οἱ Ξάνθιοι κατακλεισθέντες ἐπολιορκοῦντο. 77. Καὶ αὐτοῖς ὁ Βροῦτος τοὺς μὲν ἐκ μηχανημάτων εἰς τὰ τείχη, τοὺς δὲ ἐκ ποδὸς ἐπῆγεν ἐπὶ τὰς πύλας καὶ πάντας ἐνήλλασσε συνεχῶς. Οἱ δὲ ἀκμῆσιν αἰεὶ κεκμηκότες συμφερόμενοι καὶ τετρωμένοι πάντες, ὅμως ὑπέμενον, ἕως σφίσιν αἱ ἐπάλξεις διέμενον. Ὡς δὲ καὶ αὗται κατεσύρησαν καὶ οἱ πύργοι διερρώγεσαν, ὑποτοπήσας τὸ ἐσόμενον ὁ Βροῦτος ἐκέλευσε τὰς ἐφέδρους τῶν πυλῶν τάξεις ἀποστῆναι· καὶ οἱ Ξάνθιοι νομίσαντες ἀφυλαξίαν καὶ ἀμέλειαν εἶναι νυκτὸς ἐξέδραμον μετὰ λαμπάδων ἐπὶ τὰ μηχανήματα. Ταχὺ δὲ ἐκ συνθήματος αὐτοῖς τῶν Ῥωμαίων ἐπιδραμόντων, συνέφευγον αὖθις ἐς τὰς πύλας· καὶ τῶν φυλάκων αὐτὰς προαποκλεισάντων ὑπὸ δέους, μὴ συνεσπέσοιεν οἱ πολέμιοι, φθόρος ἦν Ξανθίων πολὺς ἀμφὶ ταῖς πύλαις ἀποκεκλεισμένων. 78. Οὐ πολὺ δὲ ὕστερον ἐξέδραμον αὖθις οἱ λοιποὶ περὶ μεσημβρίαν, ἀναχωρούσης πάλιν τῆς τάξεως, καὶ ἐνέπρησαν τὰ μηχανήματα ἅπαντα ἀθρόως. Πεπετασμένων δ' αὐτοῖς τῶν πυλῶν διὰ τὸ πρότερον πάθος, συνεισέπεσον ἀμφὶ δισχιλίους μάλιστα Ῥωμαίων. Καὶ ἑτέροις δὲ εἰσωθιζομένοις ἀμφὶ τὴν εἴσοδον ἐπέπεσον αἰφνίδιον αἱ πύλαι, εἴθ' ὑπό του Ξανθίων εἴτε καὶ αὐτομάτως τῶν χαλαστηρίων διαρραγέντων, ὥστε τῶν ἐσβιασαμένων Ῥωμαίων τοὺς μὲν ἀπολέσθαι, τοὺς δὲ ἔνδον ἀποληφθῆναι, τὰς πύλας οὐ δυναμένους ἔτι ἀνασπάσαι, χωρὶς ἀνασπαστηρίων γενομένας. Βαλλόμενοι δ' ἐν τοῖς στενωποῖς ἄνωθεν ὑπὸ τῶν Ξανθίων, βιασάμενοί ποτε μόλις ἐς τὴν ἀγορὰν ἐγγὺς οὖσαν διέδραμον· κἀνταῦθα τῶν μὲν συμπλεκομένων σφίσι κρατοῦντες, τοξευόμενοι δὲ χαλεπῶς καὶ οὐδὲν ἔχοντες αὐτοὶ τόξον ἢ ἀκόντιον, παρὰ τὸ Σαρπηδόνειον, ἵνα μὴ κυκλωθεῖεν, διέδραμον. Οἱ δ' ἔξω τείχους Ῥωμαῖοι περὶ τῶν ἔνδον ἀγανακτοῦντές τε καὶ δεδιότες, Βρούτου περιθέοντος αὐτούς, ἐς πᾶσαν ἐμερίζοντο πεῖραν, οὔτε τὰς πύλας δυνάμενοι ῥῆξαι σιδήρῳ περιβεβλημένας, οὔτε κλιμάκων ἢ πύργων ἐμπεπρησμένων εὐποροῦντες. Ἀλλ' οἱ μὲν ἐσχεδίαζον κλίμακας, οἱ δὲ κεραίας τοῖς τείχεσι προστιθέντες ὡς διὰ κλιμάκων ἐπεχείρουν, οἱ δὲ καὶ σιδήρια ὀξέα καλωδίοις περιτιθέντες ἐσφενδόνων τὰ σιδήρια ἐς τὸ τεῖχος ἄνω καί, ὅτε καταπαγείη τινὰ αὐτῶν, ἑαυτοὺς ἀνίμων. 79. Οἰνοανδεῖς δὲ γείτονες, διὰ τὴν ἐς τοὺς Ξανθίους ἔχθραν τῷ Βρούτῳ συμμαχοῦντες, διὰ τῶν κρημνῶν ἐπετροβάτουν ἄνω· καὶ αὐτοὺς ἰδόντες οἱ Ῥωμαῖοι ἐμιμοῦντο ἐπιμόχθως. Καὶ πολλοὶ μὲν ἐξέπιπτον, εἰσὶ δ' οἳ τὸ τεῖχος ὑπερβάντες καὶ πυλίδα ἀνέῳξαν, ἣ προεσταύρωτο πυκνοτάτοις σταυροῖς, καὶ τοὺς εὐτολμοτάτους αἰωρουμένους ὑπὲρ τὰ σταυρώματα ἐσεδέχοντο. Καὶ πλείους γενόμενοι τὰς πύλας ἔκοπτον, οὐ περιβεβλημένας ἔτι τῷ σιδήρῳ τὰ ἐντός, ἀντικοπτόντων αὐτοῖς ἅμα ἔξωθεν ἑτέρων ἐς τὸ αὐτὸ καὶ συνεργούντων. Ξανθίων δὲ σὺν μεγάλῃ πάνυ βοῇ τοῖς ἀμφὶ τὸ Σαρπηδόνειον οὖσι Ῥωμαίοις ἐπιθεόντων, δείσαντες ὑπὲρ αὐτῶν, ὅσοι περὶ τὰς πύλας ἔνδοθέν τε καὶ ἔξωθεν αὐτὰς ἔκοπτον, ὑπὸ μανιώδους ὁρμῆς ἐβιάζοντο καὶ διαρρήξαντες ἐσέδραμον ἀθρόοι, δύνοντος ἄρτι τοῦ θεοῦ, μετὰ ἀλαλαγῆς, ἵνα σύμβολον εἴη τοῖς ἐντὸς οὖσιν.
80. Ἁλούσης δὲ τῆς πόλεως οἱ Ξάνθιοι ἐς τὰς οἰκίας
συνέτρεχον καὶ τὰ φίλτατα σφῶν κατέκαινον, ἑκόντα τὴν σφαγὴν ὑπέχοντα. Οἰμωγῆς
δὲ γιγνομένης ὁ Βροῦτος νομίσας ἁρπαγὴν εἶναι τὸν στρατὸν ἀνεῖργε διὰ κηρύκων·
ὡς δὲ ἔγνω τὸ γιγνόμενον, ᾤκτειρεν ἀνδρῶν φρόνημα φιλελεύθερον καὶ σπονδὰς
περιέπεμπεν. Οἱ δὲ καὶ τοὺς φέροντας ἔβαλλον καὶ τὰ σφέτερα πάντα ἀνελόντες ἐς
πυρὰς προνενης μένας ἐν ταῖς οἰκίαις ἐπέθεσαν καὶ τὸ πῦρ ἅψαντες ἑαυτοὺς
ἐπικατέσφαξαν. Βροῦτος δὲ τῶν ἱερῶν περισώσας ὅσα ἐδύνατο, μόνους θεράποντας
εἷλε Ξανθίων καὶ ἐκ τῶν ἀνδρῶν γύναια ὀλίγα ἐλεύθερα καὶ ἄνδρας οὐδὲ ἐς ἑκατὸν
καὶ πεντήκοντα πάντας. 81. Βροῦτος δὲ ἐς Πάταρα ἀπὸ Ξάνθου κατῄει, πόλιν ἐοικυῖαν ἐπινείῳ Ξανθίων, καὶ περιστήσας αὐτοῖς τὸν στρατὸν ἐκέλευσεν ἐς πάντα ὑπακούειν ἢ τὰς Ξανθίων συμφορὰς προσδέχεσθαι· προσήγοντό τε αὐτοῖς οἱ Ξάνθιοι ὀδυρόμενοι τὰ σφέτερα καὶ παραινοῦντες ἀμείνονα βουλεύσασθαι. Ξανθίοις δὲ οὐδὲν ἀποκριναμένων πω τῶν Παταρέων, ἐδίδου τὸ λοιπὸν αὐτοῖς τῆς ἡμέρας ἐς σκέψιν καὶ ἀνεχώρει. Ἅμα δὲ ἡμέρᾳ προσῆγεν. Οἱ δὲ ἀπό τε τῶν τειχῶν ἐβόων ὑπακούειν, ἐς ὅ τι βούλοιτο, καὶ τὰς πύλας ἀνεῴγνυον. Ὁ δ' ἐσελθὼν ἔκτεινε μὲν οὐδένα οὐδ' ἐξήλασε, χρυσὸν δὲ καὶ ἄργυρον, ὅσον ἡ πόλις εἶχε, συνενεγκὼν ἐκέλευε καὶ τὸν ἰδιωτικὸν ἑκάστους ἐσφέρειν ὑπὸ ζημίαις καὶ μηνύμασιν, οἵοις καὶ Κάσσιος ἐκήρυξεν ἐν Ῥόδῳ. Καὶ οἱ μὲν ἐσέφερον, θεράπων δὲ τὸν δεσπότην ἐμήνυσε χρυσίον κρύψαι καὶ πεμφθέντι λοχαγῷ τὸ χρυσίον ἔδειξεν. Ἀγομένων δὲ ἁπάντων ὁ μὲν δεσπότης ἐσιώπα, ἡ δὲ ἐκείνου μήτηρ περισῴζουσα τὸν υἱὸν εἵπετο, βοῶσα αὐτὴ τὸ χρυσίον κρύψαι. Ὁ δὲ οἰκέτης, οὐδὲ ἀνερωτώμενος, τὴν μὲν ἤλεγχε ψευδομένην, τὸν δὲ κρύψαντα. Καὶ ὁ Βροῦτος τὸν μὲν νεανίαν ἀπεδέξατο τῆς σιωπῆς καὶ τὴν μητέρα τοῦ πάθους καὶ μεθῆκεν ἀμφοτέρους ἀπαθεῖς ἀπιέναι τὸ χρυσίον φερομένους, τὸν δὲ οἰκέτην ὡς πέρα τοῦ προστάγματος ἐπιβουλεύσαντα τοῖς δεσπόταις ἐκρέμασε. 82. Τῷ δ' αὐτῷ χρόνῳ καὶ Λέντλος ἐπιπεμφθεὶς Ἀνδριάκῃ Μυρέων ἐπινείῳ τήν τε ἅλυσιν ἔρρηξε τοῦ λιμένος καὶ ἐς Μύρα ἀνῄει. Μυρέων δέ, ἃ προσέτασσε, δεχομένων χρηματισάμενος ὁμοίως ἐς Βροῦτον ἐπανῄει. Καὶ τὸ κοινὸν τὸ Λυκίων ἐς Βροῦτον ἐπρέσβευε, συμμαχήσειν τε ὑπισχνούμενοι καὶ ἐσοίσειν, ὅσα δύναιντο. Ὁ δὲ αὐτοῖς ἐσφοράς τε ἐπέβαλε καὶ Ξανθίων τοὺς ἐλευθέρους ἀπεδίδου τῇ πόλει καὶ τὸ ναυτικὸν τὸ Λυκίων ἅμα ταῖς ἄλλαῖς ναυσὶν ἐκέλευε περιπλεῖν ἐς Ἄβυδον, ἔνθα καὶ τὸ πεζὸν αὐτὸς ἦγε καὶ Κάσσιον ἐξ Ἰωνίας ἀνέμενεν, ὡς ἐς Σηστὸν ὁμοῦ διαβαλοῦντες. Μοῦρκος δὲ ἐν Πελοποννήσῳ ναυλοχῶν Κλεοπάτραν, ἐπειδὴ ἔμαθεν αὐτὴν ὑπὸ χειμῶνος ἀμφὶ τῇ Λιβύῃ βλαβεῖσαν καὶ τὰ ναυάγια εἶδε μέχρι τῆς Λακωνικῆς ἐκφερόμενα καὶ σὺν ἀρρωστίᾳ μόλις αὐτὴν ἐς τὰ ἑαυτῆς ἐπανιοῦσαν, ἵνα μὴ δι' ἀπραξίας εἴη μετὰ τοσοῦδε στόλου, διέπλευσεν ἐπὶ Βρεντεσίου καὶ ἐς τὴν ἐπικειμένην τῷ λιμένι νῆσον ὁρμισάμενος ἐκώλυε τὴν ὑπόλοιπον τῶν πολεμίων στρατιὰν ἢ ἀγορὰν ἐς Μακεδονίαν περαιοῦσθαι. Καὶ αὐτὸν ὁ Ἀντώνιος ἀπεμάχετο ναυσὶ μακραῖς, ὅσαις εἶχεν, ὀλίγαις· ἀπεμάχετο δὲ καὶ πύργοις, οὓς ἐπῆγεν ἐπὶ σχεδιῶν, ὅτε τὸν στρατὸν ὁλκάσιν ἐκπέμποι κατὰ μέρη, πνεῦμα ἀπὸ τῆς γῆς πολὺ φυλάσσων, ἵνα μὴ καταλαμβάνοιντο ὑπὸ τοῦ Μούρκου. Κακοπαθῶν δὲ ἐκάλει Καίσαρα, Πομπηίῳ Σέξστῳ κατὰ Σικελίαν περὶ αὐτῆς Σικελίας ναυμαχοῦντα. XI. 83. Ὧδε δὲ εἶχε καὶ τὰ περὶ Πομπήιον. Νεώτερος ὢν ὅδε τῶν Μάγνου Πομπηίου παίδων ὑπερώφθη μὲν τὰ πρῶτα ὑπὸ Γαΐου Καίσαρος περὶ Ἰβηρίαν, ὡς οὐδὲν μέγα διὰ νεότητα καὶ ἀπειρίαν ἐργασόμενος, καὶ ἠλᾶτο περὶ τὸν ὠκεανὸν λῃστεύων σὺν ὀλίγοις καὶ λανθάνων, ὅτι εἴη Πομπήιος. Πλεόνων δὲ ἐς τὸ λῃστεύειν αὐτῷ συνιόντων χείρ τε ἦν ἤδη καρτερὰ καὶ ἐξεφαίνετο Πομπήιος ὤν. Καὶ αὐτίκα, ὅσοι τοῦ πατρὸς ἢ τοῦ ἀδελφοῦ στρατιῶται γεγονότες ἠλῶντο, ὡς ἐς οἰκεῖον ἡγεμόνα συνέτρεχον, καὶ Ἀραβίων ἐκ Λιβύης ἀφίκετ' αὐτῷ, ἀφῃρημένος τὰ πατρῷα, ὥς μοι προείρηται. Ὧδε δὲ αὐτῷ πλήθους γενομένου, ἔργα τε ἦν ἤδη λῃστηρίου δυνατώτερα καὶ ὄνομα τοῦ Πομπηίου ἀνὰ ὅλην τὴν Ἰβηρίαν, εὐρυτάτην ἐθνῶν οὖσαν, περιθέοντός τε καὶ μεθιπταμένου καὶ ἐς χεῖρας οὐχ ὑπομένοντος ἐλθεῖν τοῖς ἡγουμένοις αὐτῆς ὑπὸ Γαΐῳ Καίσαρι. Ὧν ὁ Γαίος πυνθανόμενος ἔπεμπε σὺν στρατῷ πλέονι Καρρίναν ἐκπολεμήσοντα Πομπήιον. Ὁ δὲ καὶ τούτῳ, κουφότερος ὤν, ἐπεφαίνετο ἄφνω καὶ ἀφιπτάμενος ἠνώχλει καὶ πόλεις ἤδη τινὰς ᾕρει βραχυτέρας τε καὶ μείζους. 84. Καὶ ὁ Γάιος ἔπεμψε τῷ Καρρίνᾳ διάδοχον Ἀσίνιον Πολλίωνα πολεμεῖν Πομπηίῳ. Ὅν τινα πόλεμον αὐτῶν ὁμοίως διαφερόντων, ὅ τε Γάιος Καῖσαρ ἀνῃρέθη καὶ ἡ βουλὴ κατεκάλει Πομπήιον. Ὁ δὲ ἐν Μασσαλίᾳ γενόμενος περιεσκόπει ἔτι τὰ ἐν Ῥώμῃ. Αἱρεθεὶς δὲ καὶ τῆς θαλάσσης ἄρχειν, καθὰ ἦρχεν αὐτοῦ καὶ ὁ πατήρ, ἐς μὲν τὴν πόλιν οὐδ' ὣς ἀνῆλθεν, ὅσαι δὲ νῆες ἐν τοῖς λιμέσιν ἦσαν, λαβὼν ἐξέπλευσε σὺν αἷς εἶχεν ἀπὸ τῆς Ἰβηρίας. Ἐπιγενομένης δὲ τῆς τῶν τριῶν ἀρχῆς ἐς Σικελίαν διέπλευσε καὶ Βιθυνικὸν ἄρχοντα αὐτῆς, οὐ παριέντα οἱ τὴν νῆσον, ἐπολιόρκει, μέχρι προγραφέντες ἐπὶ θανάτῳ καὶ φυγόντες ἐκ Ῥώμης Ἵρτιός τε καὶ Φάννιος ἔπεισαν ἐκστῆναι Πομπηίῳ Βιθυνικὸν Σικελίας. 85. Ὧδε μὲν ὁ Πομπήιος Σικελίας ἐκράτησε, καὶ ναῦς ἔχων καὶ νῆσον ἐπικειμένην τῇ Ἰταλίᾳ καὶ στρατὸν ἤδη πολύν, ὅσον τε πρότερον εἶχε καὶ ὅσον οἱ φεύγοντες ἐκ Ῥώμης ἐλεύθερον ἢ δοῦλον ἦγον ἢ αἱ πόλεις ἐξ Ἰταλίας ἔπεμπον αὐτῷ, αἱ ἐς ἐπινίκια τοῖς στρατοῖς ἐπηγγελμέναι. Ταῖς γὰρ δὴ γνώμαις αἵδε μάλιστα τὴν νίκην τῶν τριῶν ἀνδρῶν ἀπεύχοντο καί, ὅσα δύναιντο, κρύφα ἀντέπρασσον· ἀποδιδράσκοντές τε τῶν πατρίδων ὡς οὐκέτι πατρίδων οἱ δυνάμενοι συνέφευγον ἐς Πομπήιον, ἀγχοτάτω τε ὄντα καὶ περιφίλητον ἅπασιν ἐν τῷ τότε. Παρῆσαν δ' αὐτῷ καὶ ναυτικοὶ ἄνδρες ἐκ Λιβύης καὶ Ἰβηρίας, ἔμπειροι θαλάσσης, ὥστε καὶ ἡγεμόσι καὶ ναυσὶ καὶ πεζῷ καὶ χρήμασιν ὁ Πομπήιος ἐπῆρτο. Καὶ τούτων ὁ Καῖσαρ ἐπήκοος ὢν ἔπεμπε Σαλουιδιηνὸν ἐπὶ νεῶν στόλου, Πομπήιον ὡς εὐχερὲς ἔργον ἐξελεῖν παραπλέοντα· καὶ αὐτὸς ᾖει διὰ τῆς Ἰταλίας ὡς αὐτῷ Σαλουιδιηνῷ συμβολήσων περὶ Ῥήγιον. Σαλουιδιηνῷ δ' ὁ Πομπήιος ἀπαντᾷ μεγάλῳ στόλῳ, καὶ πρὸ τοῦ πορθμοῦ ναυμαχίας ἀμφὶ τὸ Σκύλλαιον αὐτοῖς γενομένης αἱ μὲν τοῦ Πομπηίου νῆες, κουφότεραί τε οὖσαι καὶ ναυτικωτέρων ἀνδρῶν, ταχυτῆτι καὶ ἐμπειρίᾳ προῦχον, αἱ δὲ Ῥωμαίων ἅτε βαρύτεραι καὶ μείζους ἐμόχθουν. Ὡς δ' ὁ συνήθης τοῦ πορθμοῦ κλύδων ἐπεγίγνετο καὶ διεσπᾶτο ἡ θάλασσα ἐφ' ἑκάτερα ὑπὸ τοῦ ῥοῦ, οἱ μὲν ἧσσον ἐμόχθουν ὑπὸ ἔθους τοῦ κλύδωνος, οἱ δ' ἀμφὶ τὸν Σαλουιδιηνόν, οὔτε ἑστῶτες βεβαίως ὑπὸ ἀηθείας οὔτε τὰς κώπας ἔτι ἀναφέρειν δυνάμενοι οὔτε τὰ πηδάλια ἔχοντες εὐπειθῆ, συνεταράσσοντο, ὥστε κλίνοντος ἐς δείλην ἑσπέραν ἤδη τοῦ θεοῦ πρότερος ὁ Σαλουιδιηνὸς ἀνεκάλει. Ὑπεχώρει δὲ καὶ ὁ Πομπήιος. Νῆες δὲ ἑκατέρων ἴσαι διεφθάρατο, καὶ τὰς λοιπὰς λελωβημένας τε καὶ πεπονημένας ὁ Σαλουιδιηνὸς ἐπεσκεύαζεν, ὑποχωρήσας ἐς λιμένα πρὸ τοῦ πορθμοῦ Βαλαρόν. 86. Ὁ δὲ Καῖσαρ ἐπελθὼν νρηγίνοις μὲν καὶ Ἱππωνεῦσι μεγάλας πίστεις αὐτὸς ἔδωκεν ἀναλύσειν αὐτοὺς ἐκ τῶν ἐπινικίων (ἐδεδίει γὰρ ὄντας ἐπὶ τοῦ πορθμοῦ μάλιστα), καλοῦντος δ' αὐτὸν Ἀντωνίου κατὰ σπουδὴν διέπλει πρὸς αὐτὸν ἐς τὸ Βρεντέσιον, ἐν ἀριστερᾷ ἔχων Σικελίαν καὶ Πομπήιον καὶ Σικελίαν ὑπερθέμενος ἐν τῷ τότε. Μοῦρκος δὲ ἐπιόντος τοῦ Καίσαρος, ἵνα μὴ ἐν μέσῳ γένηται Ἀντωνίου τε καὶ Καίσαρος, μικρὸν ἀναχωρήσας τοῦ Βρεντεσίου, τὰς ὁλκάδας ἐφύλασσεν ἐν τῷ πόρῳ τὸν στρατὸν ἐς Μακεδονίαν ἐκ τοῦ Βρεντεσίου διαφερούσας. Αἱ δὲ προεπέμποντο μὲν ὑπὸ τριήρων, πνεύματος δὲ πολλοῦ κατὰ θεὸν οἰκείου γενομένου διέπτησαν ἀδεῶς, οὐδὲν τῶν προπομπῶν δεηθεῖσαι. Καὶ ὁ Μοῦρκος ἀχθόμενος ὅμως ἐφήδρευεν ἐπανιούσαις κεναῖς. Αἱ δὲ καὶ τότε, καὶ αὖθις ἕτερον στρατὸν ἄγουσαι, διέπλεον ἱστίοις στρογγύλοις, μέχρι πᾶς ὁ στρατὸς καὶ ἐπ' αὐτῷ Καῖσάρ τε καὶ Ἀντώνιος διέπλευσαν. Καὶ ὁ Μοῦρκος ὑπό του δαιμόνων βεβλάφθαι νομίζων, ὑπέμενεν ὅμως τὰς ἐκ τῆς Ἰταλίας αὐτοῖς διαπλεούσας παρασκευὰς ἢ τροφὰς ἢ τὸν ἐπισυλλεγόμενον στρατὸν βλάπτων, ὅσα δύναιτο. Καὶ αὐτῷ Δομίτιος Ἀηνόβαρβος ὑπὸ τῶν ἀμφὶ τὸν Κάσσιον ἐς τὸ αὐτὸ ἔργον, ὡς χρησιμώτατον δή, μετὰ νεῶν ἄλλων πεντήκοντα καὶ τέλους ἑτέρου καὶ τοξοτῶν ἐπέμφθη· ὡς γὰρ οὐκ ἔχουσι τοῖς ἀμφὶ τὸν Καίσαρα τροφὰς δαψιλεῖς ἑτέρωθεν ἐδόκει τὰ ἐκ τῆς Ἰταλίας διακλείσειν. 87. Οἱ μὲν δὴ ναυσί τε μακραῖς ἑκατὸν καὶ τριάκοντα καὶ ὑπηρετικαῖς πλέοσι καὶ στρατῷ πολλῷ διαπλέοντες ἠνώχλουν, Δεκίδιος δὲ καὶ Νωρβανός οὓς ὁ Καῖσαρ καὶ Ἀντώνιος μετὰ ὀκτὼ τελῶν ἐς Μακεδονίαν προεπεπόμφεσαν, ἐκ Μακεδονίας ἐχώρουν ἐπὶ Θρᾴκης τῆς ὀρείου χιλίους καὶ πεντακοσίους σταδίους, μέχρι πόλιν ὑπερβάντες Φιλίππους τὰ στενὰ Κορπίλων καὶ Σαπαίων, τῆς Ῥασκουπόλιδος ὄντα ἀρχῆς, κατέλαβον, ᾗ μόνῃ διελθεῖν ἔστιν ἐς τὴν Εὐρώπην ἐκ τῆς Ἀσίας τὴν γνώριμον ὁδόν. Καὶ τοῦτο τοῖς ἀμφὶ τὸν Κάσσιον, ἐς Σηστὸν ἐξ Ἀβύδου περάσασι, πρῶτον ἀντεκεκρούκει. Ῥασκούπολις δὲ καὶ Ῥάσκος ἤστην ἀδελφὼ Θρᾳκίω βασιλίσκω, μιᾶς ἄρχοντε χώρας, οἳ τότε τῇ γνώμῃ περὶ τῆς συμμαχίας διεφέροντο. Καὶ Ῥάσκος μὲν τοῖς ἀμφὶ τὸν Ἀντώνιον συνεμάχει, Ῥασκούπολις δὲ τοῖς ἀμφὶ τὸν Κάσσιον, τρισχιλίους ἱππέας ἔχων ἑκάτερος. Πυνθανομένοις δὲ τοῖς ἀμφὶ τὸν Κάσσιον περὶ τῶν ὁδῶν ὁ Ῥασκούπολις ἔφη τὴν μὲν δι' Αἴνου καὶ Μαρωνείας ἐπίτομόν τε καὶ συνήθη καὶ λεωφόρον οὖσαν ἐπὶ τὰ Σαπαίων στενὰ ἄγειν, κατεχόντων δὲ αὐτὰ τῶν πολεμίων ἀμήχανα ἐς δίοδον εἶναι, τὴν δὲ περίοδον τριπλασίονά τε καὶ χαλεπήν. 88. Οἱ δὲ τοὺς πολεμίους ὑπολαβόντες οὐκ ἐς κώλυσιν μὲν ὁδῶν αὑτοῖς ἀπαντᾶν, τροφῶν δὲ ἀπορίᾳ ἐς Θρᾴκην ἀντὶ Μακεδονίας ὑπερβῆναι, ἐβάδιζον ἐπὶ Λἴνου καὶ Μαρωνείας, ὅθεν ἐπὶ Λυσιμαχείας τε καὶ Καρδίας, αἳ τὸν ἰσθμὸν τῆς Θρᾳκίου χερρονήσου διαλαμβάνουσιν ὥσπερ πύλαι, μετὰ δὲ ἄλλην ἡμέραν ἐς τὸν Μέλανα κόλπον ἀφίκοντο. Καὶ τὸν στρατὸν ἐξετάζουσιν αὐτοῖς ἐγένοντο πάντες ὁπλιτῶν ἐννεακαίδεκα τέλη, Βρούτου μὲν ὀκτώ, Κασσίου δὲ ἐννέα, ἐντελὲς οὐδέν, ἀλλ' ἐς δύο που τέλη μάλιστα ἀναπληρούμενα, ὡς γίνεσθαι μυριάδας ὁπλιτῶν ἀμφὶ τὰς ὀκτώ. Ἱππέες δὲ ἦσαν Βρούτῳ μὲν Κελτοὶ καὶ Λυσιτανοὶ τετρακισχίλιοι καὶ Θρᾷκες καὶ Ἰλλυριοὶ Παρθηνοὶ καὶ Θεσσαλοὶ δισχίλιοι, Κασσίῳ δὲ Ἴβηρές τε καὶ Κελτοὶ δισχίλιοι καὶ ἱπποτοξόται Ἄραβές τε καὶ Μῆδοι καὶ Παρθυαῖοι τετρακισχίλιοι. Σύμμαχοι δὲ εἵποντο βασιλέες καὶ τετράρχαι Γαλατῶν τῶν ἐν Ἀσίᾳ, πεζόν τε ἄγοντες πολὺν ἄλλον καὶ ἱππέας ὑπὲρ πεντακισχιλίους. XII. 89. Τοσήδε μὲν στρατιὰ τοῖς ἀμφὶ τὸν Κάσσιον ἐπὶ τοῦ Μέλανος κόλπου διεκρίθη, καὶ τοσῇδε ἐχώρουν ἐπὶ τὸ ἔργον, τὴν λοιπὴν ἔχοντες ἐπὶ τῶν ἀλλαχόθι χρειῶν. Καθήραντες δὲ αὐτὴν τοῖς νομιζομένοις ἀνεπλήρουν τὰς ἐκ τῶν ἐπηγγελμένων τισὶν ὀφειλομένας ἔτι δωρεάς, πολλῆς μὲν περιουσίας χρημάτων πεφροντικότες, οἰκειούμενοι δὲ ταῖς δόσεσιν αὐτούς, Γαΐῳ μάλιστα Καίσαρι τοὺς πλέονας ἐστρατευμένους, μή τις ἐς τὴν ὄψιν ἢ ὁμωνυμίαν τοῦ νέου Καίσαρος νεωτερίσειεν ἐλθόντος. Καὶ αὖθις ἔδοξε τούτου χάριν καὶ δημηγορῆσαι. Βῆμά τε οὖν ἐπήχθη μέγα, καὶ οἱ στρατηγοὶ μετὰ τῶν ἀπὸ τῆς βουλῆς μόνων ἐς αὐτὸ ἀναβάντες, ὁ δὲ στρατὸς αὐτῶν, ὅ τε ἴδιος καὶ συμμαχικός, κάτω περιστάντες, ἥδοντο εὐθὺς ἐπὶ τῇ ὄψει τοῦ πλήθους ἀλλήλων ἑκάτεροι, ἰσχυροτάτῃ σφίσι φανείσῃ· καὶ θάρσος ἦν ἀμφοτέροις αὐτίκα καὶ ἐλπὶς ἰσχυρά, τοσῶνδε στρατηγοῦσιν. Αὐτά τε πρῶτα πάντων τάδε τοῖς στρατηγοῖς τὸν στρατὸν ἐς πίστιν συνῆγε· τίκτουσι γὰρ εὔνοιαν ἐλπίδες κοιναί. Θροῦ δὲ ὡς ἐν τοσούτοις ὄντος οἵ τε κήρυκες καὶ οἱ σαλπιγκταὶ σιωπὴν ἐποίουν, καὶ γενομένης ποτὲ ὁ Κάσσιος (προῦχε γὰρ ἡλικίᾳ) προελθὼν μικρὸν ἐκ τῆς τάξεως ἐς τὸ μέσον ἔλεξεν ὧδε· 90. « Ὁ μὲν ἀγὼν πρῶτον ἡμᾶς, ὦ συστρατιῶται, κοινὸς ὢν ἐς πίστιν ἀλλήλοις συνάγει· συνάπτει δὲ καὶ ὅσα ὑμῖν ὑποσχόμενοι πάντα ἔδομεν, ὃ μεγίστη πίστις ἐστὶ καὶ περὶ ὧν ἐς τὸ μέλλον ὑπισχνούμεθα. Αἱ δὲ ἐλπίδες εἰσὶν ἐν τῇ ἀρετῇ, ὑμῶν τε τῶν στρατευομένων καὶ ἡμῶν, οὓς ἐπὶ τοῦ βήματος τοῦδε ὁρᾶτε τοσούσδε καὶ τοιούσδε ἄνδρας ἀπὸ τῆς βουλῆς. Ἔστι δὲ καὶ πλῆθος παρασκευῆς, ὅσον ἴστε, σίτου τε καὶ ὅπλων καὶ χρημάτων καὶ νεῶν καὶ συμμάχων κατά τε ἔθνη καὶ βασιλέας. Ὥστε τί χρὴ τῷ λόγῳ παρακαλεῖν ἐς προθυμίαν τε καὶ ὁμόνοιαν, οὓς ἥ τε παρασκευὴ καὶ τὰ ἔργα κοινὰ ὄντα συνάγει; Περὶ δὲ ὧν διαβάλλουσιν ἡμᾶς δύο ἄνδρες ἐχθροί, ἴστε μὲν αὐτὰ ἀκριβέστατα, καὶ δι' αὐτὸ συστρατεύεσθε ἡμῖν ἑτοίμως, δοκεῖ δὲ καὶ νῦν ἐπεξελθεῖν ἔτι τὴν αἰτίαν, ἣ μάλιστα ἐπιδείκνυσι τοῦ πολέμου καλλίστην τε οὖσαν ἡμῖν καὶ δικαιοτάτην τὴν πρόφασιν. 91. « Ἡμεῖς γὰρ Καίσαρα ἐν μὲν τοῖς πολέμοις συστρατευόμενοί τε αὐτῷ μεθ' ὑμῶν καὶ στρατηγοῦντες ἐπὶ μέγα ᾖρομεν καὶ φίλοι διετελοῦμεν ὄντες, ὡς μὴ δοκεῖν αὐτὸν δι' ἔχθραν ὑφ' ἡμῶν ἐπιβεβουλεῦσθαι. Τὰ δὲ ἐς τὴν εἰρήνην ἐπίμεμπτος ἦν, οὐχ ἡμῖν τοῖς φίλοις, ἐπεὶ κἀν τούτοις προετιμώμεθα, ἀλλὰ τοῖς νόμοις καὶ τῷ κόσμῳ τῆς πολιτείας, ὧν οὐδεὶς νόμος οὔτε ἀριστοκρατικὸς κύριος οὔτε δημοτικὸς ἔτι ἦν· ἅπερ ἅπαντα οἱ πατέρες ἡμῶν ἥρμοσαν, ὅτε τοὺς βασιλέας ἐκβαλόντες ἐπώμοσαν καὶ ἐπηράσαντο οὐκ ἀνέξεσθαι βασιλέων ἐς τὸ μέλλον ἑτέρων. ᾯ τινι ὅρκῳ βοηθοῦντες οἱ τῶν ὀμωμοκότων ἔκγονοι καὶ τὰς ἀρὰς ἀπερύκοντες ἀφ' ἑαυτῶν οὐχ ὑπεμείναμεν ἐς πολὺ περιιδεῖν ἕνα ἄνδρα, εἰ καὶ φίλος ἦν ἡμῖν καὶ χρήσιμος, τά τε κοινὰ χρήματα καὶ στρατόπεδα καὶ χειροτονίας ἀρχῶν ἀπὸ τοῦ δήμου καὶ ἡγεμονίας ἐθνῶν ἀπὸ τῆς βουλῆς ἐς ἑαυτὸν περιφέροντα καὶ νόμον ἀντὶ τῶν νόμων καὶ κύριον ἀντὶ τοῦ δήμου καὶ αὐτοκράτορα ἀντὶ τῆς βουλῆς γιγνόμενον ἐς ἅπαντα. 92. « Ὧν ἴσως ὑμεῖς οὐκ ἀκριβῶς ᾐσθάνεσθε, ἀλλὰ μόνην αὐτοῦ τὴν ἐν τοῖς πολέμοις ἀρετὴν ἑωρᾶτε. Νῦν δὲ ῥᾳδίως τε ἂν καὶ ἐκ μόνου τοῦ περὶ ὑμᾶς μέρους καταμάθοιτε. Ὁ γὰρ δῆμος ὑμεῖς ἐν μὲν τοῖς πολέμοις ὑπακούετε ἐς πάντα ὡς κυρίοις τοῖς στρατηγοῖς, τὸ δὲ κῦρος τόδε ἐν τοῖς εἰρηνικοῖς ἐφ' ἡμῖν ἀντιλαμβάνετε αὐτοί, προβουλευούσης μὲν τῆς βουλῆς, ἵνα μὴ σφαλείητε, κρίνοντες δὲ αὐτοὶ καὶ ψηφιζόμενοι κατὰ φυλὰς ἢ λόχους καὶ ἀποφαίνοντες ὑπάτους τε καὶ δημάρχους καὶ στρατηγούς. Ἐπὶ δὲ ταῖς χειροτονίαις καὶ τὰ μέγιστα δικάζετε, κολάζοντες ἢ τιμῶντες, ὅτε κολάσεως ἢ τιμῆς ἀξίως ἄρξαιμεν ὑμῶν. Ἡ δὲ ἀντίδοσις ἥδε τήν τε ἡγεμονίαν, ὦ πολῖται, ἐς εὐδαιμονίαν ἄκραν ὑπερήγαγε καὶ τοὺς ἀξίους ἐτίμησε, καὶ οἱ τετιμημένοι χάριν εἶχον ὑμῖν. Ἀπὸ ταύτης τῆς ἐξουσίας ὕπατον ἐποιήσασθε Σκιπίωνα, ὅτε αὐτῷ περὶ Λιβύην ἐμαρτυρήσατε· καὶ δημάρχους ἐποιεῖσθε ἀνὰ ἔτος ἕκαστον, οὓς ἐβούλεσθε, διοισομένους ἡμῖν ὑπὲρ ὑμῶν, εἰ δέοι. Καὶ τί μοι καταλέγειν τὰ πολλά, ὅσα ἴστε; 93. « Ἀλλ' οὐκ, ἀφ' οὗ Καῖσαρ ἐδυνάστευσεν, οὐκ ἀρχήν τινα, οὐ στρατηγόν, οὐχ ὕπατον, οὐ δήμαρχον ἐχειροτονήσατε ἔτι, οὐκ ἐμαρτυρήσατε οὐδενί, οὐκ ἀμοιβὴν εἴχετε δοῦναι μαρτυροῦντες. Ἐν κεφαλαίῳ δὲ εἰπεῖν, οὐδὲ εἷς ὑμῖν χάριν ὤφειλεν, οὐκ ἀρχῆς, οὐχ ἡγεμονίας, οὐκ εὐθυνῶν, οὐ δίκης. Ὃ δὲ οἴκτιστον ἁπάντων ἐγένετο, οὐδ' αὐτοῖς ἐδυνήθητε ἐπικουρῆσαι τοῖς δημάρχοις ὑμῶν ὑβριζομένοις, ἥν τινα ἀΐδιον ὑμῶν αὐτῶν ἀρχὴν ἐστήσασθε εἶναι καὶ ἱερὰν καὶ ἄσυλον ἀπεφήνατε, ἀλλὰ καὶ τοὺς ἀσύλους εἴδετε τὴν ἀρχὴν τὴν ἄσυλον καὶ τὴν ἐσθῆτα τὴν ἱερὰν ἐς ὕβριν ἀφαιρουμένους ἀκρίτους, ἀπὸ μόνου προστάγματος, ὅτι ἔδοξαν ὑπὲρ ὑμῶν χαλεπῆναι τοῖς καὶ βασιλέα αὐτὸν ἐθέλουσι προσαγορεῦσαι. Ὃ καὶ μάλιστα ἐπαχθῶς ἤνεγκεν ἡ βουλὴ δι' ὑμᾶς· ὑμετέρα γὰρ καὶ οὐ τῆς βουλῆς ἐστιν ἡ τῶν δημάρχων ἀρχή. Ἐπιμέμψασθαι δὲ σαφῶς οὐ δυναμένη τὸν ἄνδρα οὐδ' ἐς κρίσιν ἐπαγαγεῖν διὰ ἰσχὺν στρατοπέδων, ἃ καὶ αὐτά, τέως ὄντα τῆς πόλεως, ἑαυτοῦ πεποίητο ἴδια, τὸν ἔτι λοιπὸν τρόπον ἀμύνασθαι τὴν τυραννίδα ἐπενόησεν, ἐς τὸ σῶμα ἐπιβουλεύσασα. 94. « Ἔδει δὲ τὴν μὲν γνώμην γενέσθαι τῶν ἀρίστων, τὸ δὲ ἔργον ὀλίγων. Ἐπεὶ δὲ ἐγένετο, αὐτίκα ἡ βουλὴ τὴν κοινὴν γνώμην ἐξέφηνε, σαφῶς μὲν ὅτε καὶ γέρα τυραννοκτονικὰ ἐψηφίζοντο εἶναι· ἐπισχόντος δὲ αὐτοὺς Ἀντωνίου καθ' ὑπόκρισιν ἀταξίας καὶ οὐδ' ἡμῶν ἀξιούντων διὰ γέρα τῇ πόλει μᾶλλον ἢ δι' αὐτὴν τὴν πατρίδα βοηθεῖν, τοῦδε μὲν ἀπέσχοντο, οὐκ ἐθέλοντες ἐφυβρίζειν τῷ Καίσαρι, ἀλλὰ μόνης τῆς τυραννίδος ἀπηλλάχθαι, ἀμνηστίαν δὲ ἁπάντων ἐψηφίσαντο εἶναι καὶ σαφέστερον ἔτι, φόνου μὴ εἶναι δίκας. Καὶ μετὰ μικρόν, Ἀντωνίου τὸ πλῆθος ἐφ' ἡμῖν δημοκοπήσαντος, ἡ βουλὴ καὶ ἀρχὰς ἐθνῶν τῶν μεγίστων καὶ ἡγεμονίας ἔδοσαν ἡμῖν καὶ γῆς ἀπέφηναν ἡγεῖσθαι πάσης ἀπὸ τοῦ Ἰονίου μέχρι Συρίας, πότερον ὡς ἐναγεῖς κολάζοντες ἢ ὡς ἀνδροφόνους πορφύρᾳ τε ἱερᾷ καὶ ῥάβδοις καὶ πελέκεσι περικοσμοῦντες; ᾯ λόγῳ καὶ Πομπήιον τὸν νέον, οὐδὲν μὲν ἐς ταῦτα συνειργασμένον, ὅτι δὲ μόνον Πομπηίου Μάγνου τοῦ πρώτου περὶ τῆς δημοκρατίας ἀγωνισαμένου παῖς καὶ ὅτι μικρὰ τὴν τυραννίδα ἠνώχλει λανθάνων περὶ Ἰβηρίαν, κατεκάλεσέ τε ἐκ τῆς φυγῆς καὶ τὸ τίμημα αὐτῷ τῶν πατρῴων ἐκ τῶν κοινῶν ἔκριναν ἀποδοῦναι χρημάτων καὶ θαλασσοκράτορα ἀπέφηναν, ἵνα κἀκεῖνος ἀρχήν τινα ἔχοι δημοκρατικὸς ὤν. Τί δὴ πλέον ἔργον ἔτι τῆς βουλῆς ἢ σύμβολον ἐπιζητεῖτε τοῦ κατὰ γνώμην αὐτῆς πάντα πεπρᾶχθαι, πλὴν ἢ λόγῳ μόνον ὑμῖν ἔτι ὁμολογῆσαι; Ὃ καὶ αὐτὸ πράξουσι καὶ ἐροῦσι καὶ λέγοντες ἅμα ὑμᾶς ἀμείψονται μεγάλαις δωρεαῖς, ὅταν εἰπεῖν καὶ ἀμείψασθαι δύνωνται. 95. « Νῦν μὲν γὰρ ὡς ἔχουσιν, ἴστε. Προγράφονται χωρὶς δίκης, καὶ τὰ ὄντα αὐτοῖς δημεύεται, καὶ κτείνονται χωρὶς καταδίκης ἐν οἰκίαις, ἐν στενωποῖς, ἐν ἱεροῖς, ὑπὸ στρατιωτῶν, ὑπὸ θεραπόντων, ὑπὸ ἐχθρῶν, ἐκ μυχῶν ἀνασπώμενοι καὶ διωκόμενοι πανταχῇ, τῶν νόμων τὸν ἐθέλοντα φεύγειν ἐώντων. Ἐς δὲ τὴν ἀγοράν, ἐς ἣν οὐδενὸς πολεμίου κεφαλήν, ἀλλὰ ὅπλα μόνα καὶ ἔμβολα νεῶν ἐφέρομεν, ὑπάτων ἄρτι καὶ στρατηγῶν καὶ δημάρχων καὶ ἀγορανόμων καὶ ἱππέων κεφαλαὶ πρόκεινται· καὶ γέρα τούτων ἐστὶ τῶν κακῶν ὡρισμένα. Τοῦτο γὰρ ἐπανάστασίς τίς ἐστι πάντων, ὅσα τέως ἦν ὕπουλα, καὶ ἀνδρολήψια αἰφνίδια καὶ μύση ποικίλα γυναικῶν τε καὶ υἱῶν καὶ ἀπελευθέρων καὶ οἰκετῶν. Ἐς τοσοῦτον ἤδη καὶ τοὺς τρόπους ἡ πόλις ἐπιτέτριπται. Καὶ τῶνδε τοῖς πονηροῖς ἡγεμόνες εἰσὶν οἱ τρεῖς ἄνδρες, αὐτοὶ πρὸ τῶν ἄλλων ἀδελφοὺς καὶ θείους καὶ ἐπιτρόπους προγράψαντες. Λέγεταί ποτε πρὸς τῶν ἀγριωτάτων βαρβάρων ἡ πόλις ἁλῶναι· καὶ οὐδενὸς ἀπέτεμνον οἱ Κελτοὶ κεφαλὰς οὐδὲ ἐνύβριζον ἀνῃρημένοις οὐδὲ πολεμοῦσιν ἔτι λαθεῖν ἢ φυγεῖν ἐφθόνουν. Οὐδ' αὐτοί πω πόλιν οὐδεμίαν ὧν δορὶ ἐλάβομεν, τοιαῦτα διεθήκαμεν οὐδὲ ἑτέρους ἐπυθόμεθα διαθεῖναι, οἷα νῦν οὐκ ἰδιῶτις πόλις, ἀλλ' ἡγεμονὶς ἀδικεῖται πρὸς τῶν αὐτὴν ἁρμόσαι καὶ διορθῶσαι τὰ κοινὰ κεχειροτονημένων. Τί τοιοῦτον εἰργάσατο Ταρκύνιος; Ὃν διὰ μιᾶς γυναικὸς ὕβριν, ἐξ ἔρωτος γενομένην, βασιλέα τε ὄντα ἐξέβαλον καὶ βασιλεύεσθαι διὰ ἓν ἔργον οὐκέτι ὑπέστησαν. 96. « Καὶ τάδε, ὦ πολῖται, πράσσοντες οἱ τρεῖς ἡμᾶς ἐναγεῖς λέγουσι, καί φασι μὲν ἀμύνειν Καίσαρι, προγράφουσι δὲ τοὺς οὐδ' ἐπιδημοῦντας, ὅτε ἀνῃρεῖτο. Ὧν καὶ οἵδε εἰσὶν οἱ πλέονες, οὓς ὁρᾶτε, διὰ πλοῦτον ἢ γένος ἢ γνώμην δημοκρατικῆς διανοίας προγεγραμμένοι. ᾯ λόγῳ καὶ Πομπήιος μεθ' ἡμῶν προεγράφη, πόρρω μὲν ὢν περὶ Ἰβηρίαν, ὅτε ἡμεῖς ἐδρῶμεν· ὅτι δέ ἐστι δημοκρατικοῦ πατρός, διὰ τὴν αὐτὴν αἰτίαν ὑπὸ μὲν τῆς βουλῆς κατεκλήθη τε καὶ θαλασσοκράτωρ ἐγένετο, ὑπὸ δὲ τῶν τριῶν προεγράφη. Τί δὲ γυναῖκες ἐπὶ Καίσαρι συνέγνωσαν αἱ ἐς ἐσφορὰς προγεγραμμέναι; Τί δὲ ὁ δῆμος ὁ μέχρι δέκα μυριάδων τιμᾶσθαι τὰ ὄντα κεκελευσμένος ὑπὸ μηνύμασι καὶ ζημίαις, ᾧ τέλη καινὰ καὶ ἐσφορὰς ἐπιγράφουσι; Καὶ τάδε πράσσοντες οὐδ' ὣς ἀνεπλήρωσαν τοῖς στρατευομένοις σφίσι τὰς δωρεάς. Ἡμεῖς δέ, οἷς ἀσεβὲς οὐδὲν εἴργασται, καὶ τὰ ἐπηγγελμένα δεδώκαμεν καὶ ἕτερα ἕτοιμα ἔχομεν ἐς ἀμοιβὰς μείζονας. Οὕτως ἡμῖν καὶ τὸ δαιμόνιον, ὡς δίκαια πράσσουσι, συνεπιλαμβάνει. 97. « Ἐπὶ δέ γε τῷ δαιμονίῳ καὶ τὰ πρὸς ἀνθρώπων ὁρᾶν ἔχετε, ἐς τοὺς ὑμῶν πολίτας ἀποβλέποντες, οὓς εἴδετε μὲν στρατηγοῦντας ὑμῶν πολλάκις καὶ ὑπατεύοντας καὶ ἐπαινουμένους, ὁρᾶτε δὲ πρὸς ἡμᾶς ὡς εὐαγεῖς καὶ δημοκρατικοὺς καταπεφευγότας καὶ τὰ ἡμέτερα ᾕρημένους καὶ συνευχομένους ἡμῖν ἐς τὰ λοιπὰ καὶ συναιρομένους. Πολὺ γὰρ δικαιότερα ἡμεῖς γέρα τοῖς περισώσασιν αὐτοὺς ἐκηρύξαμεν ὧν ἐκεῖνοι τοῖς ἀναιροῦσιν· οὐδὲ ὁρῶσιν ἡμᾶς Γάιον μέν, ὅτι ἠξίου μόνος ἄρχειν, ἀνῃρηκότας, τοὺς δὲ τὴν ἐκείνου περιποιουμένους ἀρχὴν ὑπερορᾶν μέλλοντας καὶ μὴ ἐς ἑαυτούς, ἀλλ' ἐς τὸ μέσον τῷ δήμῳ προτιθέντας τὴν πολιτείαν κατὰ τὰ πάτρια. Ὡς οὖν οὐκ ἀπὸ τῆς αὐτῆς γνώμης αἱρουμένων πολεμεῖν ἑκατέρων, ἀλλὰ τῶν μὲν ὑπὲρ δυναστείας καὶ τυραννίδος, ἣν ἐν ταῖς προγραφαῖς ἐπέδειξαν ἤδη, ἡμῶν δὲ οὐδέν, ἀλλ' ἢ μόνον ἵνα τῆς πατρίδος ἐλευθερωθείσης ἰδιωτεύοιμεν ὑπὸ τοῖς νόμοις, εἰκότως οἵδε τε οἱ ἄνδρες καὶ πρὸ τούτων οἱ θεοὶ τὰ ἡμέτερα κρίνουσι. Μεγίστη δὲ ἐλπὶς ἐν πολέμοις ἐστὶ τὸ δίκαιον. 98. « Μηδέ τῳ, εἰ Καίσαρος ἐγένετο στρατιώτης, ἐπὶ νοῦν ἔτι ἴτω· οὐ γὰρ ἐκείνου γε ἦμεν οὐδὲ τότε, ἀλλὰ τῆς πατρίδος, οὐδ' οἱ διδόμενοι μισθοὶ καὶ δωρεαὶ Καίσαρος ἦσαν, ἀλλὰ τοῦ κοινοῦ, ἐπεὶ οὐδὲ νῦν ἐστε Κασσίου στρατὸς οὐδὲ Βρούτου μᾶλλον ἢ Ῥωμαίων· ἡμεῖς δ' ἐσμὲν ὑμῖν συστρατιῶται, Ῥωμαίων στρατηγοί. Καὶ εἰ τόδε καὶ οἱ πολεμοῦντες ἡμῖν ἐφρόνουν, ἐνῆν ἀκινδύνως ἅπασι τὰ ὅπλα καταθέσθαι καὶ τοὺς στρατοὺς πάντας ἀποδοῦναι τῇ πόλει, κἀκείνην ἑλέσθαι τὰ συνοίσοντα· καὶ εἰ δέχονται ταῦτα, προκαλούμεθα. Ἐπεὶ δὲ οὐ δέχονται, οὐδ' ἂν δέξαιντο ἔτι διὰ τὰς προγραφὰς καὶ ὅσα ἄλλα ἔδρασαν, ἴωμεν, ὦ συστρατιῶται, μετά τε πίστεως ὑγιοῦς καὶ προθυμίας ἀδόλου στρατευσόμενοι Ῥωμαίων τῇ τε βουλῇ καὶ τῷ δήμῳ μόνοις ὑπὲρ ἐλευθερίας. » 99. Ἀναβοησάντων δὲ πάντων « Ἴωμεν » καὶ εὐθὺς ἄγειν ἀξιούντων, ἡσθεὶς ὁ Κάσσιος τῇ προθυμίᾳ κατεκήρυξεν αὖθις σιωπὴν καὶ αὖθις ἔλεγε· « Θεοὶ μέν, ὅσοι πολέμων δικαίων δεσπόται, τῆς πίστεως ὑμᾶς, ὦ συστρατιῶται, καὶ προθυμίας ἀμείβοιντο· τὰ δ' ἐς ἀνθρωπίνην στρατηγῶν πρόνοιαν ὅτι καὶ πλέονα καὶ ἀμείνονά ἐστιν ἡμῖν ἢ τοῖς πολεμίοις, μάθετε οὕτως. Τέλη μὲν ὁπλιτῶν ἴσα αὐτοῖς ἀντεπάγομεν, πολλὰ καὶ ἐπὶ τῶν χρειῶν ἄλλα πολλαχοῦ καταλιπόντες· ἱππεῦσι δὲ καὶ ναυσὶ πολὺ προύχομεν καὶ συμμάχοις βασιλεῦσί τε καὶ ἔθνεσι τοῖς μέχρι Μήδων καὶ Παρθυαίων. Καὶ ἡμῖν μὲν ἐκ μετώπου μόνον εἰσὶ πολέμιοι, ἡμεῖς δ' αὐτῶν καὶ κατὰ νώτου Πομπήιόν τε ὁμογνώμονα ἡμῖν ἔχομεν ἐν Σικελίᾳ, καὶ Μοῦρκος ἐν τῷ Ἰονίῳ καὶ Ἀηνόβαρβος στόλῳ πολλῷ καὶ ὑπηρεσίᾳ δαψιλεῖ καὶ δύο τέλεσι στρατοῦ καὶ τοξόταις αἰεὶ διαπλέοντες ἐνοχλοῦσι πολλά, καθαρευούσης πολεμίων ἡμῖν τῆς ὄπισθεν γῆς καὶ θαλάσσης. Χρήματά γε μήν, ἅ τινες καλοῦσι νεῦρα πολέμου, τοῖς μὲν οὐκ ἔστιν, οὐδ' ἀπέδωκάν πω τὰ ὑπεσχημένα τῷ στρατῷ, οὐδὲ κατὰ δόξαν ἀπήντησε τὰ τῶν προγραφῶν, οὐδενὸς τῶν ἐπιεικῶν ὠνουμένου χωρία ἐπίφθονα· οὐδ' ἑτέρωθεν εὐποροῦσι, τετρυμένης στάσεσι καὶ ἐσφοραῖς καὶ προγραφαῖς τῆς Ἰταλίας. Ἡμῖν δὲ ἐκ πολλῆς φροντίδος καὶ τὰ παρόντα ἐστὶ δαψιλῆ, ὡς αὐτίκα ὑμῖν ἄλλα χαρίσασθαι, καὶ ἕτερα πολλὰ ἐπὶ τούτοις ἀπὸ τῶν ὄπισθεν ἐθνῶν προσοδεύεται συμφερόμενα. 100. « Τροφαὶ δέ, ὃ δυσπορώτατόν ἐστι στρατοῖς μεγάλοις, ἐκείνοις μὲν οὐκ εἰσί, πλὴν ἐκ μόνης Μακεδονίας, ἔθνους ὀρείου, καὶ Θεσσαλίας, χώρας βραχείας· καὶ τάδε χρὴ κατὰ γῆν αὐτοῖς φέρεσθαι κακοπαθοῦσιν. Εἰ δ' ἐκ Λιβύης ἐπάγοιντο ἢ Λευκανίας ἢ Ἰαπυγίας, διακλείσουσι πάντα Πομπήιός τε καὶ Μοῦρκος καὶ Δομίτιος. Ἡμῖν δὲ καὶ εἰσὶ καὶ φέρονται καθ' ἑκάστην ἡμέραν ἀπόνως διὰ θαλάττης ἔκ τε νήσων καὶ ἠπείρων ἁπασῶν, ὅσαι ἀπὸ Θρᾴκης ἐπὶ ποταμὸν Εὐφράτην, καὶ τάδε ἀκωλύτως, οὐδενὸς ἡμῖν ὄντος ὄπισθεν ἐχθροῦ· ὥστ' ἐφ' ἡμῖν ἔσται καὶ ταχύνειν τὸ ἔργον καὶ ἐπὶ σχολῆς ἐκτρύχειν τοὺς πολεμίους λιμῷ. Τοσάδε μὲν ὑμῖν καὶ τοιάδε ἐστίν, ὦ συστρατιῶται, παρ' ἀνθρωπίνης φροντίδος ἕτοιμα· τὰ δὲ λοιπὰ αὐτοῖς ἀνὰ λόγον ἀπαντήσειε παρά τε ὑμῶν καὶ παρὰ τῶν θεῶν. Ἡμεῖς δ' ὑμῖν ἐπὶ τοῖς προτέροις ἀποδόντες ἅπαντα, ὅσα ὑπεσχήμεθα, καὶ τὴν πίστιν ὑμῶν ἀμειψάμενοι πλήθει δωρεῶν, ἀμειψόμεθα καὶ τὸ μεῖζον ἔργον ἀξίως αὐτοῦ κατὰ γνώμην θεῶν. Καὶ νῦν δέ, ὅσον ἐς προθυμίαν, ἰοῦσιν ἐπὶ τὸ ἔργον ἤδη, συνόδου τῆσδε καὶ λόγων τῶνδε ἕνεκα, ἐπιδώσομεν εὐθὺς ἀπὸ τοῦδε τοῦ βήματος στρατιώτῃ μὲν χιλίας καὶ πεντακοσίας δραχμὰς Ἰταλικάς, λοχαγῷ δὲ πενταπλάσιον καὶ χιλιάρχῃ δὲ τὸ ἀνάλογον. » 101. Ταῦτα εἰπὼν καὶ παρασκευάσας τὸν στρατὸν ἔργῳ καὶ λόγῳ καὶ δωρεαῖς διέλυε τὴν ἐκκλησίαν. Οἱ δὲ ἐπιμένοντες ἐπῄνουν ἐπὶ πλεῖστον αὐτόν τε καὶ Βροῦτον καὶ περὶ σφῶν, ὅσα εἰκὸς ἦν, ὑπισχνοῦντο. Οἱ δὲ αὐτοῖς τὴν δωρεὰν αὐτίκα διηρίθμουν καὶ ἕτερα ὑπὲρ αὐτὴν κατὰ προφάσεις πολλὰς τοῖς ἀρίστοις. Τοὺς δὲ λαμβάνοντας ἀεὶ κατὰ μέρη προαπέλυον, ἐς Δορίσκον, καὶ αὐτοὶ μετ' ὀλίγον ἐφείποντο. Δύο δὲ ἀετοὶ καταπτάντες ἐς τῶν σημείων δύο αἰετοὺς ἀπ' ἀργύρου πεποιημένους, ἐκόλαπτον αὐτοὺς ἤ, ὡς ἑτέροις δοκεῖ, περιέσκεπον· καὶ παρέμενον δημοσίας τε τροφῆς ὑπὸ τῶν στρατηγῶν ἠξιοῦντο, μέχρι πρὸ μιᾶς τῆς μάχης ἡμέρας ἀπέπτησαν. Δύο δ' ἡμέραις τὸν Μέλανα κόλπον περιοδεύσαντες ἐς Αἶνον ἀφίκοντο καὶ ἐπὶ Αἴνῳ Δορίσκον τε καὶ ὅσα ἄλλα μέχρι Σερρείου ὄρους παράλια. XIII. 102. Τοῦ δὲ Σερρείου προύχοντος ἐς τὸ πέλαγος, αὐτοὶ μὲν ἐς τὰ μεσόγαια ἀνεχώρουν, Τίλλιον δὲ Κίμβρον μετὰ τοῦ ναυτικοῦ καὶ τέλους ὁπλιτῶν ἑνὸς καὶ τοξοτῶν τινων τὴν ἀκτὴν περιπλεῖν ἔπεμπον, ἣ πάλαι μὲν ἦν ἐρημοτάτη, καίπερ εὔγεως οὖσα, τῶν Θρᾳκῶν οὔτε θαλάσσῃ χρωμένων οὔτε ἐς τὰ παράλια κατιόντων ὑπὸ δέους τῶν ἐπιπλεόντων· Ἑλλήνων δ' αὐτὴν ἑτέρων τε καὶ Χαλκιδέων καταλαβόντων καὶ θαλάσσῃ χρωμένων, ἤνθει ταῖς ἐμπορίαις καὶ γεωργίαις, χαιρόντων σφίσι καὶ τῶν Θρᾳκῶν διὰ τὴν τῶν ὡραίων ἄμειψιν, μέχρι Φίλιππος ὁ Ἀμύντου τούς τε ἄλλους καὶ Χαλκιδέας ἀνέστησεν, ὡς μηδὲν ἔτι πλὴν οἰκόπεδα μόνον ἱερῶν ὁρᾶσθαι. Τήνδε οὖν τὴν ἀκτὴν αὖθις ἔρημον οὖσαν ὁ Τίλλιος παραπλέων, ὥς οἱ πρὸς τῶν ἀμφὶ τὸν Βροῦτον εἴρητο, στρατοπέδοις ἐπιτήδεια χωρία ἀνεμέτρει καὶ διέγραφε καὶ ταῖς ναυσὶ κατὰ μέρη πρόσπλουν, ἵν' οἱ περὶ τὸν Νωρβανόν, ὡς ἀχρεῖον ἔτι τὸ τηρεῖν, τὰ στενὰ ἐκλίποιεν. Καὶ ἐγένετο μὲν ὡς προσεδόκησαν· ὑπὸ γὰρ τῆς φαντασίας τῶν νεῶν Νωρβανὸς ἐπὶ τῶν Σαπαίων στενῶν ἐθορυβήθη καὶ ἐκάλει Δεκίδιον ἐκ τῶν Κορπίλων κατὰ σπουδὴν ἐπικουρεῖν οἱ. Καὶ ἐπεκούρει, τὰ δὲ τῶν Κορπίλων στενὰ ἐκλειφθέντα οἱ περὶ τὸν Βροῦτον διώδευον. 103. Ἐκφανείσης δὲ τῆς ἐνέδρας ὁ Νωρβανὸς καὶ ὁ Δεκίδιος τὰ Σαπαίων κατεῖχον ἰσχυρῶς. Καὶ πάλιν ἦν ἄπορα τοῖς ἀμφὶ τὸν Βροῦτον, ἀθυμία τε ἐνέπιπτε, μὴ δέοι σφᾶς ἧς ὑπερεωράκεσαν περιόδου νῦν ἄρχεσθαι καὶ ἀνακυκλεύειν τὰ ἠνυσμένα, ὀψὲ καὶ τοῦ χρόνου καὶ τῆς ὥρας γεγονότων. Ὧδε δὲ αὐτοῖς ἔχουσιν ὁ Ῥασκούπολις ἐφη περίοδον εἶναι παρ' αὐτὸ τὸ τῶν Σαπαίων ὄρος ἡμερῶν τριῶν, ἄβατον μὲν ἀνθρώποις ἐς τὸ νῦν ὑπό τε κρημνῶν καὶ ἀνυδρίας καὶ ὕλης πυκνῆς· ἢν δὲ ἐθέλωσιν ὕδωρ τε ἐπάγεσθαι καὶ ὁδοποιεῖν στενὴν καὶ αὐτάρκη δίοδον, οὐ γνωσθήσεσθαι μὲν διὰ τὴν συνηρέφειαν οὐδὲ οἰωνοῖς, τῇ τετάρτῃ δὲ ἐπὶ Ἁρπησσὸν ποταμὸν ἥξειν, ἐκπίπτοντα ἐς τὸν Ἕρμον, ὅθεν ἡμέρας ἔτι μιᾶς ἐν Φιλίπποις ἔσεσθαι, τοὺς πολεμίους περιλαβόντας, ὡς ἀπειλῆφθαι τέλεον αὐτοὺς καὶ οὐδὲ ἀναχώρησιν ἕξειν. Τοῖς δὲ ἐδόκει τὰ λεγόμενα τῆς τε ἄλλης ἀπορίας οὕνεκα καὶ ἐλπίδι μάλιστα τοῦ περιλήψεσθαι τοσόνδε στρατὸν πολεμίων. 104. Προπέμπουσιν οὖν μέρος, Λευκίῳ Βύβλῳ παραδόντες, ὁδοποιεῖν μετὰ τοῦ Ῥασκουπόλιδος. Οἱ δ' ἐπιμόχθως μέν, ὅμως δὲ ἔπραττον αὐτὸ μετὰ ὁρμῆς καὶ προθυμίας, καὶ μᾶλλον, ἐπεί τινες αὐτοῖς προπεμφθέντες ἐπανῆλθον, ἰδεῖν τὸν ποταμὸν ἐξ ἀπόπτου λέγοντες. Τῇ δὲ τετάρτῃ κάμνοντες ὑπό τε κόπου καὶ δίψους, ἐπιλιπόντος ἤδη τι καὶ τοῦ ὕδατος, ὃ ἐπήγοντο, ἀνέφερον, ὅτι τριήμερόν σφισι τὸ ἄνυδρον ἐλέγετο εἶναι, καὶ ἐν φόβῳ πανικῷ περὶ ἐνέδρας ἐγίγνοντο, οὐκ ἀπιστοῦντες μὲν τοῖς προπεμφθεῖσι τὸν ποταμὸν ἰδεῖν, ἡγούμενοι δὲ ἑτέραν ἄγεσθαι. Καὶ ἀθύμουν καὶ ἐβόων καὶ τὸν Ῥασκούπολιν, ὅτε ἴδοιεν περιθέοντα καὶ παρακαλοῦντα, ἐλοιδόρουν καὶ ἔβαλλον. Βύβλου δὲ αὐτοὺς ἱκετεύοντος ἐκπονῆσαι τὰ λοιπὰ μετ' εὐφημίας, ὁ ποταμὸς περὶ ἑσπέραν ἑωρᾶτο τοῖς πρώτοις· καὶ βοῆς, ὡς εἰκός, λαμπρᾶς ἐπὶ τῇ χαρᾷ γενομένης, ἡ βοή, μεταλαμβανόντων αὐτὴν τῶν κατόπιν ἑξῆς, ἐπὶ τοὺς ὑστάτους περιῄει. Βροῦτος δὲ καὶ Κάσσιος ἐπεὶ ἔμαθον, ἵεντο αὐτίκα δρόμῳ, διὰ τῆς τετμημένης τὸν ἄλλον στρατὸν ἄγοντες. Οὐ μὴν ἔλαθόν γε τοὺς πολεμίους ἐς· τέλος οὐδὲ περιέλαβον αὐτούς· ὁ γάρ τοι Ῥάσκος, ὁ ἀδελφὸς τοῦ Ῥασκουπόλιδος, ἐκ τῆς βοῆς ὑπονοήσας ἐσκέψατο καὶ τὸ γιγνόμενον ἰδὼν ἐθαύμασε μὲν ὁδὸν ἄνυδρον ἐλθόντος στρατοῦ τοσοῦδε, ἣν οὐδὲ θηρίον ᾤετο ὁδεύσειν διὰ τοιᾶσδε ὕλης, καὶ ἀνήγγειλε τοῖς ἀμφὶ τὸν Νωρβανόν· οἱ δὲ νυκτὸς ἔφευγον ἐκ τῶν Σαπαίων ἐπ' Ἀμφιπόλεως. Καὶ οἱ Θρᾷκες ἄμφω διὰ στόματος ἦσαν ἐν τοῖς στρατοῖς, ὁ μὲν ἀγνοουμένην ἀγαγών, ὁ δ' οὐκ ἀγνοήσας. 105. Οἱ δ' ἀμφὶ τὸν Βροῦτον ἐκ παραλόγου τόλμης ἐς Φιλίππους παρῆλθον, ἔνθα αὐτοῖς καὶ ὁ Τίλλιος ἐπικατήχθη καὶ πᾶς ὁ στρατὸς συνεληλύθει. Οἱ δὲ Φίλιπποι πόλις ἐστίν, ἣ Δάτος ὠνομάζετο πάλαι καὶ Κρηνίδες ἔτι πρὸ Δάτου· κρῆναι γάρ εἰσι περὶ τῷ λόφῳ ναμάτων πολλαί. Φίλιππος δὲ ὡς εὐφυὲς ἐπὶ Θρᾴκης χωρίον ὠχύρωσέ τε καὶ ἀφ' ἑαυτοῦ Φιλίππους προσεῖπεν. Ἔστι δὲ ἡ πόλις ἐπὶ λόφου περικρήμνου, τοσαύτη τὸ μέγεθος, ὅσον ἐστὶ τοῦ λόφου τὸ εὖρος. Ἔχει δὲ πρὸς μὲν ἄρκτῳ δρυμούς, δι' ὧν ὁ Ῥασκούπολις ἤγαγε τοὺς ἀμφὶ τὸν Βροῦτον· πρὸς δὲ τῇ μεσημβρίᾳ ἕλος ἔστι καὶ θάλασσα μετ' αὐτό, κατὰ δὲ τὴν ἕω τὰ στενὰ τὰ Σαπαίων τε καὶ Κορπίλων, ἐκ δὲ τὴς δύσεως πεδίον μέχρι Μυρκίνου τε καὶ Δραβήσκου καὶ ποταμοῦ Στρυμόνος, τριακοσίων που καὶ πεντήκοντα σταδίων, εὔφορον πάνυ καὶ καλόν, ἔνθα καὶ τὸ πάθος τῇ Κόρῃ φασὶν ἀνθιζομένῃ γενέσθαι, καὶ ποταμὸς ἔστι Ζυγάκτης, ἐν ᾧ τοῦ θεοῦ περῶντος τὸ ἅρμα τὸν ζυγὸν ἄξαι λέγουσι καὶ τῷ ποταμῷ γενέσθαι τὸ ὄνομα. Κατωφερὲς δ' ἐστὶ τὸ πεδίον, ὡς ἐπιδέξιον μὲν εἶναι τοῖς ἄνωθεν ὁρμῶσιν ἐκ τῶν Φιλίππων, ἄναντες δὲ τοῖς ἐξ Ἀμφιπόλεως βιαζομένοις. 106. Φιλίππων μὲν οὖν ἐστιν ἕτερος λόφος οὐ μακράν, ὃν Διονύσου λέγουσιν, ἐν ᾧ καὶ τὰ χρυσεῖα ἔστι τὰ Ἄσυλα καλούμενα. Ἀπὸ δὲ τούτου δέκα σταδίους προελθόντι δύο εἰσὶν ἄλλοι λόφοι, Φιλίππων μὲν αὐτῶν ὅσον ὀκτωκαίδεκα σταδίους ἀφεστῶτες, ἀλλήλων δὲ ὅσον ὀκτώ, ἐν οἷς ἐστρατοπέδευσαν, Κάσσιος μὲν ἐπὶ τοῦ πρὸς μεσημβρίαν, Βροῦτος δὲ ἐπὶ τοῦ βορείου. Καὶ τῶν ἀμφὶ τὸν Νωρβανὸν ὑποχωρούντων οὐκέτι προῄεσαν· Ἀντώνιόν τε γὰρ ἐπυνθάνοντο πλησιάζειν, Καίσαρος ὑπολελειμμένου διὰ νόσον ἐν Ἐπιδάμνῳ, καὶ τὸ πεδίον ἦν ἐναγωνίσασθαι καλὸν καὶ οἱ κρημνοὶ στρατοπεδεῦσαι. Τὰ γὰρ ἑκατέρωθεν αὐτῶν, τῇ μὲν ἦν ἕλη καὶ λίμναι μέχρι τοῦ Στρυμόνος, τῇ δὲ τὰ στενὰ καὶ ἀτριβῆ καὶ ἀνόδευτα· τὸ δὲ μέσον τῶν λόφων, τὰ ὀκτὼ στάδια, δίοδος ἦν ἐς τὴν Ἀσίαν τε καὶ Εὐρώπην καθάπερ πύλαι, καὶ αὐτὰ διετείχισαν ἀπὸ χάρακος ἐς χάρακα καὶ πύλας ἐν μέσῳ κατέλιπον, ὡς ἓν εἶναι τὰ δύο στρατόπεδα. Ἦν δὲ καὶ παρ' αὐτὸ ποταμός, ὃν Γάγγαν τινές, οἳ δὲ Γαγγίτην λέγουσι, καὶ θάλασσα ὄπισθεν, ἐν ᾗ καὶ τὰ ταμιεῖα καὶ ἐνορμίσματα ἔμελλον ἕξειν. Θάσον μὲν δὴ ταμιεῖον, ἀπὸ ἑκατὸν σταδίων οὖσαν, ἐτίθεντο, ἐνόρμισμα δὲ ταῖς τριήρεσι Νέαν πόλιν, ἀπὸ ἑβδομήκοντα σταδίων. XIV. 107. Οἱ μὲν δὴ χαίροντες τῷ χωρίῳ τὰ στρατόπεδα ὠχύρουν, Ἀντώνιος δὲ ὥδευε μὲν σὺν τῷ στρατῷ μετ' ἐπείξεως, τὴν Ἀμφίπολιν ἐθέλων ἐς τὴν ὑπηρεσίαν τῆς μάχης προλαβεῖν, ὡς δὲ αὐτὴν εὗρεν ὠχυρωμένην οἱ πρὸς τῶν ἀμφὶ τὸν Νωρβανόν, ἥσθη καὶ τὴν παρασκευὴν ἐν αὐτῇ κατέλιπε μεθ' ἑνὸς τέλους, οὗ Πινάριος ἡγεῖτο, αὐτὸς δὲ μάλα θρασέως πολὺ προελθὼν ἐστρατοπέδευεν ἐν τῷ πεδίῳ, σταδίους ὀκτὼ μόνους ἀποσχὼν ἀπὸ τῶν πολεμίων. Καὶ εὐθὺς ἦν κατάδηλος ἡ τῶν στρατοπέδων ἐλάττωσίς τε καὶ πλεονεξία. Οἱ μὲν γὰρ ἦσαν ἐπὶ κολωνῷ, οἱ δὲ ἐν πεδίῳ, καὶ οἱ μὲν ἐξυλεύοντο ἀπὸ τῶν ὀρῶν, οἱ δ' ἀπὸ τοῦ ἕλους· καὶ ὑδρεύοντο οἱ μὲν ἐκ ποταμοῦ, οἱ δὲ ἐκ φρεάτων ὧν αὐτίκα ὠρωρύχεισαν· τήν τε ἀγορὰν οἱ μὲν ἀπ' ὀλίγων σταδίων ἐπήγοντο ἐκ Θάσου, οἱ δὲ ἀπὸ πεντήκοντα καὶ τριακοσίων ἐξ Ἀμφιπόλεως. Ἐδόκει γε μὴν ἐξ ἀνάγκης ὁ Ἀντώνιος ὧδε πρᾶξαι, κολωνοῦ μὲν οὐδενὸς ὄντος ἑτέρου, τὸ δ' ἄλλο πεδίον οἷα κοιλότερον ἐκλιμνάζοντος ἐνίοτε τοῦ ποταμοῦ· παρ' ὃ καὶ τὰς πηγὰς τῶν ὀρυσσομένων φρεάτων γλυκείας τε καὶ δαψιλοῦς ὕδατος εὕρισκε. Τό γε μὴν τόλμημα, εἰ καὶ ἐξ ἀπορίας ἐγένετο, κατέπλησσε τοὺς πολεμίους, ἐγγὺς οὕτω καὶ εὐθὺς ἐξ ἐφόδου σὺν καταφρονήσει παραστρατοπεδεύσαντος. Φρούριά τε ἤγειρε πολλὰ καὶ πάντα κατὰ σπουδὴν ὠχύρου τάφροις καὶ τείχεσι καὶ χαρακώμασιν. Ὠχύρουν δὲ καὶ οἱ πολέμιοι, ὅσα αὐτοῖς ἐνέλειπεν. Ὁ δὲ Κάσσιος τὴν ὁρμὴν τοῦ Ἀντωνίου μανιώδη οὖσαν ὁρῶν διετείχιζεν, ὃ ἔτι μόνον αὐτοῖς ἔλειπεν ἐς τὸ ἕλος ἀπὸ τοῦ στρατόπέδου, διὰ στενότητα ὑπεροφθέν, ὡς μηδὲν ἔτι ἀτείχιστον εἶναι πλὴν κατὰ πλευρὰς Βρούτῳ μὲν τὰ ἀπόκρημνα, Κασσίῳ δὲ τὸ ἕλος καὶ τὴν θάλασσαν ἐπὶ τῷ ἕλει· τὰ δὲ ἐν μέσῳ πάντα διείληπτο τάφρῳ καὶ χάρακι καὶ τείχει καὶ πύλαις. 108. Οὕτω μὲν ὠχυροῦντο αὐτῶν ἑκάτεροι καὶ ἐν τοσούτῳ μόνοις ἱππεῦσι καὶ ἀκροβολισμοῖς ἐπειρῶντο ἀλλήλων. Ὡς δὲ ἐξείργαστο πάντα, ὅσα ἐπενόουν, καὶ ὁ Καῖσαρ ἀφῖκτο, οὔπω μὲν ἐρρωμένος ἐς μάχην, φορείῳ δὲ ἐπὶ τὰς συντάξεις τοῦ στρατοῦ κομιζόμενος, οἱ μὲν ἀμφὶ τὸν Καίσαρα εὐθὺς ἐξέτασσον ἐς μάχην, οἱ δ' ἀμφὶ τὸν Βροῦτον ἀντεξέτασσον μὲν ἐπὶ τῶν ὑψηλοτέρων, οὐ κατῄεσαν δέ· οὐ γὰρ ἐγνώκεσαν ἐς τὴν μάχην ἐπείγεσθαι, ταῖς ἀγοραῖς ἐλπίζοντες ἐκτρύσειν τοὺς πολεμίους. Ἦν δὲ τὰ μὲν πεζὰ ἑκατέροις ἐννεακαίδεκα ὁπλιτῶν τέλη, τοῖς μὲν ἀμφὶ τὸν Βροῦτον ἐνδέοντα τοῖς ἀριθμοῖς, τοῖς δ' ἀμφὶ τὸν Καίσαρα καὶ ἐπλεόναζον ἑκατέρωθεν· ἱππέες δὲ ἅμα τοῖς ἑκατέρων Θρᾳκίοις ἦσαν Καίσαρι μὲν καὶ Ἀντωνίῳ μύριοι καὶ τρισχίλιοι, Βρούτῳ δὲ καὶ Κασσίῳ δισμύριοι. Ὥστε πλήθει μὲν ἀνδρῶν καὶ θράσει καὶ ἀρετῇ στρατηγῶν καὶ ὅπλοις καὶ παρασκευῇ λαμπροτάτην ἑκατέρων παράταξιν ὀφθῆναι, ἄπρακτον δὲ ἐς πολλὰς ἡμέρας, οὐκ ἐθελόντων συμπλέκεσθαι τῶν ἀμφὶ τὸν Βροῦτον, ἀλλὰ ταῖς ἀγοραῖς προεκτρύχειν τοὺς πολεμίους, αὐτοὶ μὲν ἔχοντες Ἀσίαν χορηγὸν καὶ ἐξ ἐγγίονος πάντα διὰ θαλάσσης ποριζόμενοι, τοῖς δὲ πολεμίοις οὐδὲν ὂν δαψιλὲς οὐδὲ οἰκεῖον· οὔτε γάρ τι δι' ἐμπόρων ἀπ' Αἰγύπτου λαβεῖν εἶχον, ὑπὸ λιμοῦ τῆς χώρας δεδαπανημένης, οὔτε ἐξ Ἰβηρίας ἢ Λιβύης διὰ Πομπήιον οὔτε ἐκ τῆς Ἰταλίας διὰ Μοῦρκον καὶ Δομίτιον. Οὐκ ἐς πολὺ δ' αὐτοῖς ἔμελλον ἀρκέσειν Μακεδονία τε καὶ Θεσσαλία, μόναι σφίσιν ἐν τῷ τότε χορηγοῦσαι. 109. Ὧν οἱ μὲν ἀμφὶ τὸν Βροῦτον ἐνθυμούμενοι μάλιστα διέτριβον· ὁ δὲ Ἀντώνιος αὐτὰ δεδιὼς ἔγνω βιάσασθαι τοὺς ἄνδρας ἐς μάχην καὶ ἐπενόησεν, εἰ δύναιτο βάσιμον τὸ ἕλος ἐργάσασθαι λαθών, ἵνα κατόπιν τῶν ἐχθρῶν ἔτι ἀγνοούντων γενόμενος τὴν ἀγορὰν σφᾶς ἀφέλοιτο τὴν ἀπὸ τῆς Θάσου κομιζομένην. Ἐκτάσσων οὖν αὖθις ἑκάστοτε ἐς μάχην τὰ σημεῖα τοῦ στρατοῦ πάντα, ἵνα ὅλος ἐκτετάχθαι νομίζοιτο, μέρει τινὶ νυκτός τε καὶ ἡμέρας ἔκοπτεν ἐν τῷ ἕλει δίοδον στενήν, κείρων τε τὸν δόνακα καὶ χῶμα ἐπιβάλλων καὶ λίθους ἑκατέρωθεν, ἵνα μὴ τὸ χῶμα διαπίπτοι, τὰ δὲ βαθέα διεσταύρου καὶ ἐγεφύρου μετὰ σιωπῆς βαθυτάτης. Ἀφῄρητο δὲ τὴν ὄψιν τοῦ ἔργου τοὺς πολεμίους ὁ πεφυκὼς ἔτι δόναξ ἀμφὶ τῇ διόδῳ. Δέκα δ' ἡμέρας ἐργασάμενος ὧδε ἐσέπεμψε λόχους ὀρθίους νυκτὸς ἄφνω καὶ τὰ ἐρυμνὰ τῶν ἐντὸς κατέλαβε καὶ ἐχαράκωσε φρούρια ὁμοῦ πολλά. Ὁ δὲ Κάσσιος κατεπλάγη μὲν τοῦ ἔργου τὴν ἐπίνοιάν τε καὶ κλοπήν, ἀντεπινοῶν δὲ ἀποτεμέσθαι τὰ φρούρια τὸν Ἀντώνιον, διετείχιζε καὶ αὐτὸς ἐπικάρσιον τὸ ἕλος ἅπαν, ἀρχόμενον ἀπὸ τοῦ στρατοπέδου μέχρι τῆς θαλάσσης, κόπτων ὁμοίως καὶ γεφυρῶν καὶ τὸν χάρακα τοῖς στεριφώμασιν ἐπιτιθεὶς καὶ τὴν ὑπὸ Ἀντωνίου γεγενημένην δίοδον ἀπολαμβάνων, ἵνα μήτε ἐκδραμεῖν ἐς αὐτὸν οἱ ἔνδον ἔτι δυνηθεῖεν μήτε ἐκεῖνος αὐτοῖς ἐπιβοηθεῖν. 110. Ταῦτα δὲ ὁ Ἀντώνιος ἰδὼν περὶ μεσημβρίαν, ὡς εἶχεν, αὐτίκα σὺν ὁρμῇ τε καὶ ὀργῇ τὸν στρατὸν τὸν ἴδιον, ἐπὶ θάτερα τεταγμένον, ἦγεν ἐπιστρέφων εἰς τὸ διατείχισμα τοῦ Κασσίου, μεταξὺ τοῦ ἕλους καὶ τοῦ στρατοπέδου, σιδήρια φέρων καὶ κλίμακας, ὡς ἐξελῶν αὐτὸ καὶ παροδεύσων ἐς τὸ τοῦ Κασσίου στρατόπεδον. Γιγνομένου δὲ αὐτῷ τοῦ δρόμου σὺν τόλμῃ πλαγίου τε καὶ πρὸς ἄναντες, κατ' αὐτὸ δὴ τὸ μεταίχμιον τῶν στρατιῶν ἑκατέρων, περιήλγησαν οἱ τοῦ Βρούτου στρατιῶται ἐπὶ τῇ ὕβρει, ὧδε μάλα θρασέως αὐτοὺς ὄντας ἐνόπλους ἐχθρῶν διαθεόντων, καὶ ἐπέδραμον αὐτοῖς αὐτοκέλευστοι πρό τινος ἐκ τῶν ἡγεμόνων ἐπιτάγματος καὶ ἔκτεινον οἷα πλαγίους ἀθρόως, οὓς καταλάβοιεν. Ἀρξάμενοι δ' ἅπαξ ἔργου καὶ τῷ Καίσαρος στρατῷ τεταγμένῳ μάλιστα κατὰ σφᾶς ἐπέδραμον καὶ τρέψαντες ἐδίωκον, μέχρι καὶ τὸ στρατόπεδον ἐξεῖλον, ὃ κοινὸν ἦν Ἀντωνίῳ τε καὶ Καίσαρι, Καίσαρος αὐτοῦ δι' ἐνύπνιον ἔνδον οὐκ ὄντος, ἀλλὰ φυλαξαμένου τὴν ἡμέραν, ὡς αὐτὸς ἐν τοῖς ὑπομνήμασιν ἔγραψεν. 111. Ὁ δὲ Ἀντώνιος ὁρῶν τὴν μάχην συνερρωγυῖαν ἥσθη μὲν ὡς ἀναγκάσας (πάνυ γὰρ ἐπὶ ταῖς ἀγοραῖς ἐδεδίει), ἀναστρέφειν δὲ εἰς τὸ πεδίον οὐκ ἔκρινεν, μὴ τὴν φάλαγγα ἀνελίσσων ταράξειεν, ὡς ἀρξάμενος δ' εἶχεν ὁρμῆς, ἐχεῖτο δρόμῳ καὶ ἀνέβαινε, βαλλόμενός τε καὶ χαλεπῶς, μέχρι βιαζόμενος ἐνέκυρσε τῇ φάλαγγι τῇ Κασσίου, τὴν τάξιν τὴν δεδομένην φυλασσούσῃ καὶ τὸ γιγνόμενον ὡς ἄλογον καταπεπληγμένῃ. Ῥήξας δ' αὐτὴν ὑπὸ τόλμης ἐπὶ τὸ διατείχισμα ὥρμα, τὸ μεταξὺ τοῦ τε ἕλους καὶ τοῦ στρατοπέδου, τόν τε χάρακα ἀνασπῶν καὶ τὴν τάφρον ἐγχωννὺς καὶ τὸ οἰκοδόμημα ὑπορύσσων καὶ τοὺς ἐν ταῖς πύλαις καταφονεύων καὶ τὰ ἐπιπίπτοντα ἐκ τοῦ τείχους ὑπομένων, ἕως αὐτὸς μὲν ἐσήλατο διὰ τῶν πυλῶν ἔνδον, ἕτεροι δὲ ταῖς ὑπωρυχίαις ἐσῆλθον, οἱ δὲ καὶ τοῖς πεπτωκόσιν ἐπανέβαινον. Καὶ πάντα οὕτως ἐγίγνετο ὀξέως, ὥστε τοῖς τὸ ἕλος ἐργαζομένοις ἐπιβοηθοῦσιν ὑπήντων ἑλόντες ἤδη τὸ διατείχισμα. Τρεψάμενοι δὲ καὶ τούσδε σὺν ὁρμῇ βιαίῳ καὶ ἐς τὸ ἕλος κατώσαντες ἐπανῄεσαν ἐς αὐτὸ ἤδη τὸ στρατόπεδον τοῦ Κασσίου, μόνοι σὺν τῷ Ἀντωνίῳ, ὅσοι τὸ διατείχισμα ὑπερῆλθον, τοῦ ἄλλου πλήθους, ἑκατέρων ἐκτὸς ἀλλήλοις μαχομένου. 112. Τὸ δὲ στρατόπεδον ὡς ἐρυμνὸν ὀλίγοι πάμπαν ἐφύλασσον· ὅθεν αὐτῶν εὐμαρῶς ἐκράτησεν ὁ Ἀντώνιος. Ἤδη δὲ καὶ ἔξω τοῦ Κασσίου στρατὸς ἡσσᾶτο καὶ τὴν κατάληψιν ἰδὼν τοῦ στρατοπέδου διεσκίδνατο ἀκόσμως. Καὶ τὸ ἔργον ἦν ἐντελὲς ἑκατέροις καὶ ὅμοιον· Βροῦτός τε γὰρ τὸ λαιὸν τῶν πολεμίων ἐτέτραπτο καὶ τὸ στρατοπεδον ᾑρήκει, Ἀντώνιός τε Κασσίου κρατῶν σὺν ἀμηχάνῳ τόλμῃ τὸ στρατόπεδον ἐπόρθει. Φόνος τε ἦν ἑκατέρων ποικίλος· ὑπὸ δὲ μεγέθους πεδίου τε καὶ κονιορτοῦ τὰ ἀλλήλων ἠγνόουν, μέχρι ποτὲ ἐπύθοντο καὶ τοὺς λοιποὺς ἀνεκάλουν. Οἱ δὲ ἐπανῄεσαν, ἀχθοφόροις ἐοικότες μᾶλλον ἢ στρατιώταις· καὶ οὐδὲ τότε ἀλλήλων ᾐσθάνοντο οὐδὲ καθεώρων, ἐπεὶ ῥίψαντές γε, ὅσα ἔφερον, οἱ ἕτεροι μέγα ἂν εἰργάσαντο κατὰ τῶν ἑτέρων, ἀσυντάκτως ὧδε ἀχθοφορούντων. Τὸν δ' ἀριθμὸν τῶν ἀποθανόντων εἰκάζουσι τῶν μὲν ἀμφὶ τὸν Κάσσιον ἐς ὀκτακισχιλίους σὺν τοῖς παρασπίζουσι θεράπουσι γενέσθαι, τῶν δ' ἀμφὶ τὸν Καίσαρα διπλασίονα. XV. 113. Κάσσιος δὲ ἐξ οὗ τῶν διατειχισμάτων ἐξέωστο καὶ οὐδὲ ἐσελθεῖν ἔτι εἶχεν ἐς τὸ στρατόπεδον, ἀνέδραμεν ἐς τὸν Φιλίππων λόφον καὶ τὰ γιγνόμενα ἐφεώρα. Οὐκ ἀκριβῶς δὲ αὐτὰ διὰ τὸν κονιορτὸν οὐδὲ πάντα ὁρῶν, ἀλλ' ἢ τὸ στρατόπεδον ἑαυτοῦ μόνον εἰλημμένον, ἐκέλευσε Πινδάρῳ τῷ ὑπασπιστῇ προσπεσεῖν οἱ καὶ διαφθεῖραι. Διαμέλλοντος δ' ἔτι τοῦ Πινδάρου προσέθει τις ἀγγέλλων Βροῦτον ἐπὶ θάτερα νικᾶν καὶ τὸ στρατόπεδον τῶν πολεμίων πορθεῖν. Ὁ δὲ τούτῳ μὲν τοσόνδε ἀπεκρίνατο· νικῴης, « Λέγε αὐτῷ, παντελῆ νίκην, » ἐς δὲ τὸν Πίνδαρον ἐπιστραφείς, « Τί βραδύνεις; ἔφη, τί τῆς ἐμῆς αἰσχύνης με οὐκ ἀπαλλάσσεις; » Πίνδαρος μὲν δὴ δεσπότην, ὑπέχοντα τὴν σφαγήν, διεχρήσατο. Καί τισιν οὕτως ἀποθανεῖν δοκεῖ Κάσσιον. Ἕτεροι δὲ αὐτὸν οἴονται, προσιόντων ἐς εὐαγγέλιον ἱππέων Βρούτου, νομίσαντα εἶναι πολεμίους, πέμψαι τὸ ἀκριβὲς εἰσόμενον Τιτίνιον· τὸν δὲ τῶν ἱππέων ὡς Κασσίου φίλον περισχόντων τε σὺν ἡδονῇ καὶ ἐπὶ τῷδε καὶ ἀλαλαξάντων μέγα, τὸν Κάσσιον ἡγούμενον ἐς ἐχθροὺς ἐμπεσεῖν Τιτίνιον τοῦτο φάναι· « Περιεμένομεν φίλον ἁρπαζόμενον ἰδεῖν, » καὶ ἔς τινα σκηνὴν ὑποχωρῆσαι μετὰ τοῦ Πινδάρου καὶ τὸν Πίνδαρον οὐκέτι φανῆναι. Διὸ καὶ νομίζουσί τινες οὔπω κεκελευσμένον ἐργάσασθαι. 114. Κασσίῳ μὲν δὴ τέλος ἦν τοῦ βίου κατὰ τὴν αὐτοῦ Κασσίου γενέθλιον ἡμέραν, ὧδε τῆς μάχης γενέσθαι συμπεσούσης, καὶ Τιτίνιος ὡς βραδύνας ἑαυτὸν ἔκτεινε· Βροῦτος δὲ Κασσίου τὸν νέκυν περικλαίων, ἀνεκάλει τελευταῖον ἄνδρα Ῥωμαίων, ὡς οὔ τινος ἔτι τοιοῦδε ἐς ἀρετὴν ἐσομένου, ταχυεργίας τε αὐτῷ καὶ προπετείας ἐνεκάλει καὶ ἐμακάριζεν ὁμοῦ φροντίδων καὶ ἀνίας ἀπηλλαγμένον, αἳ Βροῦτον ἐς ποῖον ἄρα τέλος ὁδηγοῦσι; Παραδοὺς δὲ τὸ σῶμα τοῖς φίλοις, ἔνθα λαθραίως θάψειαν, ἵνα μὴ καταδακρύσειε τὸν στρατὸν ὁρῶντα, αὐτὸς ἄσιτός τε καὶ ἀτημέλητος ἀνὰ τὴν νύκτα πᾶσαν τὸ Κασσίου στρατόπεδον καθίστατο. Ἅμα δ' ἡμέρᾳ τῶν πολεμίων τὸν στρατὸν παρατασσόντων ἐς μάχην, ἵνα μὴ δοκοῖεν ἠλασσῶσθαι, συνεὶς τοῦ ἐνθυμήματος, « Ὁπλισώμεθα, ἔφη, καὶ ἡμεῖς καὶ ἀνθυποκριθῶμεν ἐλάσσονα παθεῖν.» Ὡς δὲ παρέταξεν, οἱ μὲν ἀνεχώρουν, ὁ δὲ Βροῦτος ἐπιτωθάσας ἔφη τοῖς φίλοις· « Οἱ μὲν δὴ προκαλούμενοι ἡμᾶς ὡς κεκμηκότας οὐδὲ ἀπεπείρασαν. » 115. Ἧι δὲ ἡμέρᾳ τὴν μάχην ἐν Φιλίπποις συνέβαινεν εἶναι, καὶ ἐν τῷ Ἰονίῳ τοιόνδε πάθος ἄλλο ἐγίγνετο μέγα. Δομίτιος Καλουῖνος ἐπὶ ὁλκάδων ἦγεν ὁπλιτῶν δύο τέλη Καίσαρι, καὶ τὸ διώνυμον ἦν αὐτῶν, τὸ Ἄρειον, ὃ ἐπὶ τιμῇ τῆς ἀλκῆς ὠνόμαζον. Ἦγε δὲ καὶ στρατηγίδα σπεῖραν, ἐς δισχιλίους ἄνδρας, ἱππέων τε ἴλας τέσσαρας καὶ ἕτερον πλῆθος ἐπειλεγμένον· καὶ τριήρεις αὐτοὺς παρέπεμπον ὀλίγαι. Μοῦρκος δ' αὐτοῖς καὶ Ἀηνόβαρβος ἑκατὸν καὶ τριάκοντα μακραῖς ὑπήντων. Καὶ αὐτοὺς αἱ ὁλκάδες ἱστίῳ μὲν αἱ πρῶται διέφυγον ὀλίγαι, αἱ λοιπαὶ δέ, χαλάσαντος ἄφνω τοῦ πνεύματος, ἐν γαλήνῃ σταθερᾷ κατὰ τὸ πέλαγος ἠλῶντο, ὑπό του θεῶν ἐκδεδομέναι τοῖς πολεμίοις. Ἐνέβαλλον γὰρ ἀδεῶς ἑκάστῃ καὶ ἀνερρήγνυον· οὐδὲ αἱ παραπέμπουσαί σφας τριήρεις ἐπικουρεῖν ἐδύναντο, διὰ τὴν ὀλιγότητα κυκλούμεναι. Ἔργα δ' ἦν τῶν κινδυνευοντων πολλὰ καὶ ποικίλα, ὁτὲ μὲν τὰ πλοῖα συναγόντων ἀπὸ κάλω σπουδῇ καὶ κοντοῖς ἁρμοζόντων ἐς ἄλληλα, ἵνα μὴ διεκπλεῖν αὐτὰ ἔχοιεν οἱ πολέμιοι. Ὅτε δὲ τούτου κρατήσειαν, ὁ μὲν Μοῦρκος αὐτοῖς ἐπέβαλλε τοξεύματα πυρός, οἱ δὲ τοὺς συνδέσμους ἀνέλυον ὀξέως καὶ ἀπέφευγον ἀλλήλων διὰ τὸ πῦρ αὖθίς τε ἐγίγνοντο ταῖς τριήρεσιν ἐς περίπλουν καὶ ἐμβολὴν ἕτοιμοι.
116. Ἀγανακτοῦντες δὲ οἱ ἄνδρες, καὶ μάλιστα αὐτῶν
οἱ Ἄρειοι, ὅτι κρείττους ὄντες ἀλκὴν δι' ἀπραξίας ἀπώλλυντο, οἱ μὲν πρὸ τοῦ
πυρὸς ἑαυτοὺς ἀνῄρουν, οἱ δὲ ἐς τὰς τριήρεις τῶν πολεμίων ἐναλλομενοι τὰ μὲν
ἔδρων, τὰ δὲ ἔπασχον. Νῆές τε ἡμίφλεκτοι μέχρι πολλοῦ περιέπλεον, ἄνδρας ἔχουσαι
τοὺς μὲν ὑπὸ τοῦ πυρός, τοὺς δ' ὑπὸ λιμοῦ καὶ δίψης δαπανωμένους· οἱ δὲ καὶ
ἱστῶν ἢ σανίδων ἐχόμενοι ἐς πέτρας ἢ ἀκτὰς ἐξεφέροντο ἐρήμους. Καὶ εἰσὶν αὐτῶν,
οἳ καὶ περιεσώθησαν ἐκ παραλόγου· τινὲς δὲ καὶ ἐς πέντε διήρκεσαν ἡμέρας,
λιχμώμενοι τὴν πίσσαν ἢ ἱστίων ἢ κάλων διαμασώμενοι, μέχρι σφᾶς ὁ κλύδων
ἐξήνεγκεν ἐπὶ τὴν γῆν. Πολὺ δ' ἦν, ὃ καὶ τοῖς πολεμίοις ἑαυτὸ ἐπέτρεπεν, ὑπὸ τῶν
συμφορῶν ἡσσώμενον. Ἐπέτρεψαν δὲ καὶ τῶν τριήρων ἑπτακαίδεκα. Καὶ τοὺς μὲν
ἄνδρας οἱ περὶ Μοῦρκον ἐς ἑαυτοὺς μεθώρκουν, ὁ δὲ στρατηγὸς αὐτῶν Καλουῖνος ἐπὶ
τῆς ἑαυτοῦ νεὼς ἐπανῆλθεν ἐς τὸ Βρεντέσιον ἡμέρᾳ πέμπτῃ, δόξας ἀπολωλέναι. XVI. 117. Ὁ δὲ Βροῦτος τὸν στρατὸν ἐς ἐκκλησίαν συναγαγὼν ἔλεξεν ὧδε· « Οὐδὲν ἔστιν, ὦ συστρατιῶται, παρὰ τὸν χθὲς ἀγῶνα, ἐν ᾧ μὴ κρείσσους ἐγένεσθε τῶν πολεμίων. Τῆς τε γὰρ μάχης ἤρξατε προθύμως, εἰ καὶ χωρὶς παραγγέλματος· καὶ τὸ τέταρτον τέλος, ὃ περιώνυμον αὐτοῖς ὂν ἐπεπίστευτο τὸ κέρας, διεφθείρατε ἅπαν καὶ τοὺς ἐπιτεταγμένους αὐτῷ μέχρι τοῦ στρατοπέδου· καὶ τὸ στρατόπεδον αὐτὸ εἵλετε πρότερον καὶ διηρπάσατε· ὡς προύχειν τάδε παρὰ πολὺ τῆς ἐπὶ τοῦ λαιοῦ βλάβης ἡμῶν. Δυνηθέντες δ' ἂν ὅλον ἐργάσασθαι τὸ ἔργον, ἁρπάσαι μᾶλλον εἵλεσθε ἢ κτείνειν τοὺς ἡσσωμένους· οἱ γὰρ πλέονες ὑμῶν τοὺς πολεμίους παροδεύοντες ἐπὶ τὰ τῶν πολεμίων ὥρμων. Καὶ ἐν τῷδε αὖ πάλιν οἱ μὲν διήρπασαν δύο τῶν ἡμετέρων στρατοπέδων ὄντων τὸ ἕτερον, ἡμεῖς δὲ ἐκείνων ἅπαντα ἔχομεν, ὡς καὶ τῷδε τὴν ἐπίκτησιν τῆς βλάβης διπλασίονα εἶναι. Καὶ τὰ μὲν ἐν τῇ μάχῃ πλεονεκτήματα τοσαῦτα· ὅσα δὲ ἕτερα προύχομεν αὐτῶν, ἔχετε καὶ παρὰ τῶν αἰχμαλώτων μανθάνειν, περί τε ἀπορίας σίτου καὶ ἐπιτιμήσεως αὐτοῦ καὶ κομιδῆς κακοπαθοῦς καὶ παρ' ὀλίγον ἤδη σαφοῦς ἐπιλείψεως. Οὔτε γὰρ ἐκ Σικελίας ἢ Σαρδόνος ἢ Λιβύης ἢ Ἰβηρίας ἔστιν αὐτοῖς λαβεῖν διὰ Πομπήιον καὶ Μοῦρκον καὶ Ἀηνόβαρβον, ναυσὶν ἑξήκοντα καὶ διακοσίαις ἀποκλείοντας αὐτοῖς τὸ πέλαγος· Μακεδονίαν τε ἐξαναλώκασιν ἤδη καὶ ἐκ μόνης ἄρτι Θεσσαλίας ἔχουσιν, ἣ ἐς πόσον αὐτοῖς ἔτι ἀρκέσει;
118.
«
Ὅταν οὖν αὐτοὺς ἐπειγομένους εἰς μάχην
μάλιστα ἴδητε, τότε ἡγεῖσθε διωκομένους ὑπὸ λιμοῦ τὸν ἐν χερσὶ θάνατον
αἱρεῖσθαι. Ἡμεῖς δ' ἀντιμηχανησώμεθα αὐτοῖς τὸν λιμὸν ἡμῶν προπολεμεῖν, ἵν'
ἀσθενεστέροις καὶ τετρυμένοις ἐντύχοιμεν, ὅτε χρή. Μηδ' ἐκφερώμεθα ταῖς
προθυμίαις παρὰ καιρόν, μηδὲ βραδυτῆτά τις ἡγείσθω τὴν ἐμπειρίαν ἢ ταχυτῆτα, ἐς
τὴν ὀπίσω θάλασσαν ἀφορῶν, ἣ τοσαύτας ἡμῖν ὑπηρεσίας καὶ τροφὰς ἐπιπέμπουσα
δίδωσιν ἀκινδύνου νίκης ἐπιτυχεῖν, ἢν ὑπομένητε καὶ μὴ ἀδοξῆτε, εἰ προσπαίξονταί
τε ἡμῖν καὶ προκαλοῦνται, οὐκ ἀμείνονες ὄντες, ὡς διέδειξε τὸ ἐχθὲς ἔργον, ἀλλὰ
ἕτερον δέος ἰώμενοι. Τὴν δὲ προθυμίαν, ἧς νῦν ὑμᾶς ἀξιῶ κρατεῖν, ἀθρόαν ἀπόδοτε,
ὅταν αἰτῶμεν. Ἐγὼ δ' ὑμῖν τὰ νικητήρια ἐντελῆ μέν, ὅταν οἱ θεοὶ κρίνωσιν, ἐπὶ
ἐντελέσι τοῖς ἔργοις διαλύσομαι· νῦν δὲ τῆς ἐχθὲς ἀρετῆς ἀνὰ χιλίας ἑκάστῳ
στρατιώτῃ δραχμὰς ἐπιδίδωμι καὶ τοῖς ἡγεμόσιν ὑμῶν ἀνὰ λόγον.
»
119. Ὁ δὲ Καῖσαρ καὶ ὁ Ἀντώνιος, εἰδότες οὐ μαχούμενον ἑκόντα τὸν Βροῦτον, τοὺς ἰδίους συνῆγον, καὶ ὁ Ἀντώνιος ἔλεξε· « τὸ ἐχθὲς ἔργον, ὦ ἄνδρες, τοῖς μὲν λόγοις οἶδα ὅτι καὶ οἱ πολέμιοι μερίζονται, ὡς διώξαντές τινας ἡμῶν καὶ τὸ στρατόπεδον διαρπάσαντες, ἔργῳ δὲ ἐπιδείξουσιν ἅπαν ὑμέτερον· ὑπισχνοῦμαι γὰρ ὑμῖν οὔτε αὔριον οὔτε ταῖς ἐπιούσαις ἑκόντας αὐτοὺς ἐς μάχην ἥξειν. Ὃ σαφεστάτη πίστις ἐστὶ τῆς ἐχθὲς ἥσσης καὶ φόβου, ὅταν ὥσπερ ἐν τοῖς γυμνικοῖς ἀφιστῶνται τοῦ ἀγῶνος οἱ ἐλάττονες· οὐ γὰρ ἐς τοῦτό όγε στρατὸν ἤγειρον τοσόνδε, ἵνα τῶν Θρᾳκῶν ἐρημίαν οἰκῶσι διατειχίσαντες. Ἀλλὰ αὐτὴν διετείχισαν μὲν ἔτι προσιόντων ὑμῶν διὰ δέος, ἐλθόντων δὲ ἐνοικοῦσι διὰ τὴν ἐχθὲς ἧσσαν· ἐφ' ᾗ καὶ τῶν στρατηγῶν ὁ πρεσβύτερός τε καὶ ἐμπειρότερος πάντα ἀπογνοὺς ἑαυτὸν διεχρήσατο, ὃ καὶ αὐτὸ μεγίστη συμφορῶν ἐστιν ἀπόδειξις. Ὅταν οὖν ἡμῶν αὐτοὺς προκαλουμένων μὴ δέχωνται μηδὲ καταβαίνωσιν ἀπὸ τῶν ὀρῶν, ἀλλὰ ἀντὶ τῶν χειρῶν πιστεύωσι τοῖς κρημνοῖς, τότε μοι θαρροῦντες ὑμεῖς, ὦ ἄνδρες Ῥωμαῖοι, συναναγκάσατε αὐτοὺς αὖθις, ὥσπερ ἐχθὲς ἠναγκάσατε, αἰσχρὸν ἡγούμενοι δεδιότων ἐλασσοῦσθαι καὶ ὀκνούντων ἀπέχεσθαι καὶ τειχῶν ἄνδρες ὄντες ἀσθενέστεροι γενέσθαι. Οὐ γὰρ ἤλθομέν γε καὶ ἡμεῖς ἐν πεδίῳ βιώσοντες, οὐδ' ἔστι βραδύνουσιν οὐδὲν αὔταρκες. Ἀλλὰ δεῖ τοῖς εὖ φρονοῦσι τοὺς μὲν πολέμους ὀξεῖς, τὴν δὲ εἰρήνην ἐπὶ μήκιστον εἶναι. 120. «Τοὺς μὲν οὖν καιροὺς καὶ τὰ ἐς τοῦτον ἔργα ἐπιμηχανησόμεθα ἡμεῖς, οὐ μεμπτοὶ καὶ τῆς ἐχθὲς ὁρμῆς τε καὶ μηχανῆς ὑμῖν γενόμενοι· τὴν δ' ἀρετὴν ὑμεῖς, ὅταν αἰτῆσθε, ἀποδίδοτε τοῖς στρατηγοῖς. Μηδὲ ἄχθεσθε τῆς ἐχθὲς ἁρπαγῆς μηδ' ἐπ' ὀλίγον· οὐ γὰρ ἐν οἷς ἔχομέν ἐστι τὸ πλουτεῖν, ἀλλ' ἐν τῷ κρατεῖν ταῖς δυνάμεσιν, ὃ καὶ τὰ ἐχθὲς ἀφαιρεθέντα, ἔτι ὄντα παρὰ τοῖς πολεμίοις σῶα, καὶ τὰ πολέμια αὐτὰ ἐπ' ἐκείνοις κρατοῦσιν ἡμῖν ἀποδώσει. Καὶ εἰ ἐπειγόμεθα αὐτὰ λαβεῖν, ἐπειγώμεθα ἐπὶ τὴν μάχην. Ἱκανὰ δὲ καὶ ἐχθὲς ἀντειλήφαμεν αὐτῶν καὶ τῶν ἡμετέρων ἴσως ἱκανώτερα· οἱ μὲν γὰρ ἐκ τῆς Ἀσίας πάνθ', ὅσα ἐβιάσαντο καὶ ἥρπασαν, ἐπήγοντο, ὑμεῖς δ' ὡς ἐκ πατρίδος ἰόντες τὰ μὲν δαψιλέστερα οἴκοι ὑπελίπεσθε, τὰ δ' ἀναγκαῖα μόνα ἐπήγεσθε. Εἰ δέ τι καὶ δαψιλὲς ἦν, ἡμέτερον ἦν τῶν στρατηγῶν, οἳ πάντα ἐσμὲν ὑπὲρ τῆς ὑμετέρας νίκης ἐπιδιδόναι πρόθυμοι. Καὶ τῆς τοιαύτης δ' ὅμως ζημίας ὑμῖν ἕνεκα ἐπιδώσομεν νικητήρια, δραχμὰς ἑκάστῳ στρατιώτῃ πεντακισχιλίας, λοχαγῷ δὲ πεντάκις τοσαύτας, χιλιάρχῃ δὲ τὸ διπλάσιον τοῦ λοχαγοῦ." 121. Τοιαῦτα εἰπὼν τῆς ἐπιούσης πάλιν ἐξέτασσε· καὶ οὐ κατιόντων οὐδὲ τότε τῶν πολεμίων ὁ μὲν Ἀντώνιος ἐβαρυθύμει καὶ ἐξέτασσεν αἰεί, ὁ δὲ Βροῦτος τοῦ στρατοῦ τὸ μὲν εἶχε συντεταγμένον, μὴ ἀναγκασθείη μάχεσθαι, τῷ δὲ τὰς ὁδοὺς τῆς κομιδῆς τῶν ἀναγκαίων διελάμβανε. Λόφος δὲ ἦν ἀγχοτάτω τοῦ Κασσίου στρατοπέδου, δυσχερὴς μὲν ὑπὸ ἐχθρῶν καταληφθῆναι, διὰ τὴν ἐγγύτητα ἐστοξεύεσθαι δυναμένων· ὁ δὲ Κάσσιος αὐτὸν ὅμως ἐφρούρει, μὴ καὶ παρὰ δόξαν ἐπιτολμήσειέ τις. Ἐκλειφθέντα δὲ ὑπὸ τοῦ Βρούτου κατέλαβον οἱ περὶ τὸν Καίσαρα νυκτὸς τέτρασι τέλεσιν, ἐπαγόμενοι γέρρα πολλὰ καὶ διφθέρας ἐς προβολὴν τοῖς τοξεύμασιν. Ὡς δὲ κατέσχον, ἄλλα τέλη δέκα μετεστρατοπέδευον ὑπὲρ πέντε σταδίους ἀπιοῦσιν ἐπὶ τὴν θάλασσαν καὶ ὑπὲρ ἄλλους τέσσαρας δύο, ὡς τῷδε τῷ τρόπῳ προελευσόμενοι μέχρι θαλάσσης καὶ ἢ παρ' αὐτὴν ἄρα τὴν θάλασσαν ἢ διὰ τῶν ἑλῶν ἢ ὅν τινα τρόπον ἄλλον ἐπενόουν, βιασόμενοι καὶ τὴν ἀγορὰν ἀποκλείσοντες τῶν πολεμίων. Καὶ ὁ Βροῦτος αὐτοῖς ἀντεμηχανᾶτο, ἄλλα τε καὶ φρούρια ἀντικαθιστὰς τοῖς ἐκείνων στρατοπέδοις. 122. Τὸ δὲ ἔργον ἤπειγε τοὺς ἀμφὶ τὸν Καίσαρα, καὶ λιμὸς ἦν ἤδη σαφής, ἔς τε μέγεθος καὶ δέος ἑκάστης ἡμέρας ἐπεγίνετο. Οὔτε γὰρ ἐκ Θεσσαλίας αὐτοῖς ἔτι τὰ ἀρκοῦντα ἐκομίζετο, οὔτε τις ἦν ἐλπὶς ἐκ θαλάσσης, ναυκρατούντων πανταχῇ τῶν πολεμίων· τῆς τε ἔναγχος περὶ τὸν Ἰόνιον συμφορᾶς ἐξηγγελμένης ἐς ἑκατέρους ἤδη, μᾶλλον ἐδεδοίκεσαν αὐτά τε καὶ τὸν χειμῶνα προσιόντα ὡς ἐν πεδίῳ πηλώδει σταθμεύοντες. Ὧν ἐνθυμούμενοι τέλος μὲν ὁπλιτῶν ἐς Ἀχαΐαν ἐξέπεμψαν, ἀγείρειν τὰ ἐντυγχάνοντα πάντα καὶ πέμπειν σφίσι κατὰ σπουδήν. Οὐκ ἀνεχόμενοι δὲ κινδύνου τοσοῦδε προσιόντος οὔτε τῶν ἄλλων ἐπιτεχνήσεων οὔτε ἐν τῷ πεδίῳ λοιπὸν ἐκτάσσειν, παρὰ τὸ τείχισμα τῶν ἐχθρῶν ἀνέβαινον μετὰ βοῆς καὶ τὸν Βροῦτον ἐκάλουν ἐς μάχην, ἐπισκώπτοντες ἅμα καὶ λοιδοροῦντες καὶ ἐγνωκότες οὐ πολιορκίας τρόπῳ μᾶλλον ἢ μανιώδει φορᾷ μὴ βουλομένῳ συμπλέκεσθαι. 123. Τῷ δὲ αὐτῷ μὲν ἔγνωστο τὰ ἀπ' ἀρχῆς, καὶ μᾶλλον ἔτι πυνθανομένῳ περί τε τοῦ λιμοῦ καὶ περὶ τῇς κατὰ τὸν Ἰόνιον εὐπραξίας καὶ τῶν πολεμίων ὁρῶντι τὴν ἐκ τῆς ἀπορίας ἀπόνοιαν· καὶ ᾑρεῖτο πολιορκίας καὶ ἄλλου παντὸς ἀνέχεσθαι, μᾶλλον ἢ ἐς χεῖρας ἰέναι ἀνδράσιν ἐπειγομένοις ὑπὸ λιμοῦ, καὶ ἀπογινώσκουσιν ἐκ τῶν ἄλλων ἑαυτοὺς καὶ ἐν μόναις ταῖς χερσὶ τὴν ἐλπίδα ἔχουσιν. Ὁ δὲ στρατὸς οὐχ ὁμοίως εἶχεν ὑπὸ ἀφροσύνης, ἀλλ' ἐδυσφόρουν γυναικῶν τρόπον ἔνδον μετὰ ἀπραξίας καὶ φόβου κατακεκλεισμένοι. Ἐδυσχέραινον δὲ καὶ οἱ ἡγεμόνες αὐτῶν, ἐπαινοῦντες μὲν τὸ ἐνθύμημα τοῦ Βρούτου, νομίζοντες δὲ καὶ θᾶσσον ἐπικρατήσειν τῶν πολεμίων μετὰ προθύμου στρατοῦ. Αἴτιον δὲ τούτων ἦν αὐτὸ τὸ Βροῦτον ἐπιεικῆ καὶ φιλόφρονα ἐς ἅπαντας εἶναι καὶ ἀνόμοιον Κασσίῳ, αὐστηρῷ καὶ ἀρχικῷ περὶ πάντα γεγενημένῳ· ὅθεν ἐκείνῳ μὲν ἐξ ἐπιτάγματος ὑπήκουον, οὐ παραστρατηγοῦντες οὐδὲ τὰς αἰτίας μανθάνοντες οὐδὲ εὐθύνοντες, ὅτε καὶ μάθοιεν, Βρούτῳ δὲ οὐδὲν ἄλλ' ἢ συστρατηγεῖν ἠξίουν διὰ πραυυτητα. Τέλος δὲ τοῦ στρατοῦ φανερώτερον ἤδη κατὰ ἴλας καὶ κατὰ συστάσεις διαπυνθανομένου· « τί κατέγνωκεν ἡμῶν ὁ στρατηγός; Τί ἔναγχος ἡμάρτομεν οἱ νικήσαντες, οἱ διώξαντες, οἱ τοὺς καθ' ἡμᾶς πολεμίους κατακανόντες, οἱ τὸ στρατόπεδον αὐτῶν ἑλόντες; » Βροῦτος ἑκὼν ἠμέλει καὶ ἐς ἐκκλησίαν οὐ συνῆγε, μὴ ἀπρεπέστερον ὑπὸ τοῦ πλήθους ἀλογίστως ἐκβιασθείη, καὶ μάλιστα μισθοφόρων, οἷς ἐστιν αἰεί, καθὰ καὶ τοῖς εὐχερέσιν οἰκέταις ἐς ἑτέρους δεσπότας, ἐλπὶς ἐς σωτηρίαν ἡ ἐς τὸ ἀντίπαλον μεταβολή. 124. Ἐνοχλούντων δὲ αὐτῷ καὶ τῶν ἡγεμόνων καὶ κελευόντων νῦν μὲν ἀποχρήσασθαι τοῦ στρατοῦ τῇ προθυμίᾳ, τάχα τι λαμπρὸν ἐργασομένου, ἢν δ' ἀντιπίπτῃ τι παρὰ τὴν μάχην, ἐπανιέναι πάλιν ἐς τὰ τείχη καὶ προβάλλεσθαι τὰ αὐτὰ χαρακώματα, χαλεπήνας ὁ Βροῦτος τοῖσδε μάλιστα ἡγεμόσιν οὖσι καὶ περιαλγήσας, ὅτι τὸν αὐτόν οἱ κίνδυνον ἐπικείμενοι συμφέρονται τῷ στρατῷ κουφόνως, ἀμφίβολον καὶ ὀξεῖαν τύχην προτιθέντι νίκης ἀκινδύνου, εἶξεν ἐπ' οἰκείῳ καὶ σφῶν ἐκείνων ὀλέθρῳ, τοσόνδε ἐπιμεμψάμενος αὐτοῖς· « Ἐοίκαμεν ὡς Πομπήιος Μάγνος πολεμήσειν, οὐ στρατηγοῦντες ἔτι μᾶλλον ἢ στρατηγούμενοι. » Καί μοι δοκεῖ τόδε μόνον ἐξειπεῖν, ἐπικρύπτων, ὃ ἐδεδοίκει μάλιστα, μὴ ὁ στρατὸς οἷα τοῦ πάλαι Καίσαρος γεγονὼς ἀγανακτήσειέ τε καὶ μεταβάλοιτο· ὅπερ ἐξ ἀρχῆς αὐτός τε καὶ Κάσσιος ὑφορώμενοι ἐς οὐδὲν ἔργον αὐτοῖς πρόφασιν ἀγανακτήσεως ἐπὶ σφίσιν ἐνεδίδουν. 125. Ὧδε μὲν δὴ καὶ ὁ Βροῦτος ἐξῆγεν ἄκων καὶ ἐς τάξεις διεκόσμει πρὸ τοῦ τείχους καὶ ἐδίδασκε μὴ πολὺ προύχειν τοὺ λόφου, ἵνα αὐτοῖς ἥ τε ἀναχώρησις, εἰ δεήσειεν, εὐχερὴς εἴη καὶ τὰ ἐς τοὺς πολεμίους ἀφιέμενα ἐπιδέξια. Ἦν δὲ ἑκατέρωθεν παρακέλευσίς τε πάντων ἐς ἀλλήλους καὶ φρόνημα ἐπὶ τῷ ἔργῳ μέγα καὶ θρασύτης ννπὲρ λόγον ἀναγκαῖον, τοῖς μὲν ὑπὸ δέους λιμοῦ, τοῖς δὲ ὑπὸ αἰδοῦς δικαίας, βιασαμένοις τὸν στρατηγὸν ἀναβαλλόμενον ἔτι, μὴ χείροσιν ὧν ὑπέσχοντο ὀφθῆναι μηδὲ ἀσθενεστέροις ὧν ἐθρασύνοντο, μηδὲ προπετείας ὑπευθύνοις μᾶλλον ἢ ἀξιεπαίνοις εὐβουλίας. Ἃ καὶ ὁ Βροῦτος αὐτοῖς, ἐπὶ ἵππου περιθέων, σοβαρῷ τῷ προσώπῳ προενέφαινε καὶ δι' ὀλίγων ὑπεμίμνησκεν, ὅσων ὁ καιρὸς ἐδίδου· « Ὑμεῖς ἠθελήσατε μάχεσθαι, ὑμεῖς με ἑτέρως ἔχοντα νικᾶν ἐβιάσασθε· μὴ δὲ ψεύσησθε τῆς ἐλπίδος μήτε ἐμὲ μήτε αὑτούς. Ἔχετε καὶ λόφον σύμμαχον καὶ τὰ κατὰ νώτου πάντα ἴδια. Οἱ πολέμιοι δ' εἰσὶν ἐν ἀμφιβόλῳ· μεταξὺ γάρ εἰσιν ὑμῶν τε καὶ λιμοῦ. » 126. Ὁ μὲν τοιαῦτα λέγων διετρόχαζε, καὶ αὐτὸν αἱ τάξεις ἐπήλπιζον καὶ μετὰ βοῆς παρέπεμπον εὐφήμου· ὁ δὲ Καῖσαρ καὶ ὁ Ἀντώνιος τοὺς ἰδίους περιθέοντες τήν τε δεξιὰν ὤρεγον, ἐφ' οὓς παραγένοιντο, καὶ σοβαρώτερον ἔτι οἵδε ἐπέσπερχον αὐτοὺς καὶ τὸν λιμὸν οὐκ ἐπέκρυπτον ὡς εὔκαιρον ἐς εὐτολμίαν προφέρειν. « Εὕρομεν, ὦ ἄνδρες, τοὺς πολεμίους· ἔχομεν οὓς ἐζητοῦμεν ἔξω τείχους λαβεῖν. Μὴ δή τις ὑμῶν τὴν ἰδίαν πρόκλησιν καταισχύνῃ μηδὲ τῆς ἀπειλῆς ἐλάττων γένηται· μηδὲ λιμόν, ὄλεθρον ἀμήχανόν τε καὶ ἐπώδυνον, ἕληται μᾶλλον ἢ πολεμίων τείχη καὶ σώματα, ἃ καὶ τόλμαις ἐνδίδωσι καὶ σιδήρῳ καὶ ἀπονοία. Ἔχει δὲ ἡμῖν ἐπείξεως ὧδε τὰ παρόντα, ὡς μηδὲν ἐς τὴν ἐπιοῦσαν ἡμέραν ἀνατίθεσθαι, ἀλλὰ σήμερον περὶ ἁπάντων διακριθῆναι μέχρι νίκης ἐντελοῦς ἢ εὐγενοῦς θανάτου. Νικῶσι δ' ἔστι λαβεῖν διὰ μιᾶς ἡμέρας καὶ δι' ἑνὸς ἔργου τροφὰς καὶ χρήματα καὶ ναῦς καὶ στρατόπεδα καὶ τὰ νικητήρια παρ' ἡμῶν. Ἔσται δὲ ταῦτα, ἢν πρῶτον μὲν ἐμβάλλοντες αὐτοῖς μνημονεύωμεν τῶν ἐπειγόντων, εἶτα παραρρήξαντες εὐθὺς ἀποκλείωμεν ἀπὸ τῶν πυλῶν, ἐς δὲ τοὺς κρημνοὺς ἢ τὰ πεδία περιωθῶμεν, ἵνα μὴ ὁ πόλεμος αὖθις ἀναφύοιτο μηδὲ ἐς τὴν ἀργίαν πάλιν οἱ ἐχθροὶ διαδιδράσκοιεν, οἳ δι' ἀσθένειαν, μόνοι δὴ πολεμίων, οὐκ ἐν τῷ μάχεσθαι τὰς ἐλπίδας ἔχουσιν, ἀλλ' ἐν τῷ μὴ μάχεσθαι. »
127. Οὕτω μὲν ὁ Καῖσαρ
καὶ ὁ Ἀντώνιος παρώτρυνον, ἐφ' οὓς παραγένοιντο. Καὶ πᾶσιν ἦν αἰδὼς ἀξίοις τε
φανῆναι τῶν στρατηγῶν καὶ τὴν ἀπορίαν ἐκφυγεῖν, ὑπεραυξηθεῖσαν ἐκ παραλόγου διὰ
τὰ ἐν τῷ Ἰονίῳ γενόμενα.
ᾙροῦντό τε ἐν ἔργῳ καὶ ἐν ἐλπίσιν, εἰ δέοι, τὶ παθεῖν
μᾶλλον ἢ ὑπὸ ἀμηχάνου κακοῦ δαπανώμενοι.
128. Ἤδη δὲ τῆς ἡμέρας
ἀμφὶ τήνδε τὴν παρασκευὴν ἐς ἐνάτην ὥραν δεδαπανημένης αἰετοὶ δύο ἐς τὸ
μεταίχμιον συμπεσόντες ἀλλήλοις ἐπολέμουν· καὶ ἦν σιγὴ βαθυτάτη. Φυγόντος δὲ τοῦ
κατὰ Βροῦτον βοή τε παρὰ τῶν πολεμίων ὀξεῖα ἠγέρθη καὶ τὰ σημεῖα ἑκατέρωθεν
ἐπῇρτο, καὶ ἔφοδος ἦν σοβαρά τε καὶ ἀπηνής. Τοξευμάτων μὲν δὴ καὶ λίθων ἢ
ἀκοντισμάτων ὀλίγον αὐτοῖς ἐδέησε πολέμου νόμῳ, ἐπεὶ οὐδὲ τῇ ἄλλῃ τέχνῃ καὶ
τάξει τῶν ἔργων ἐχρῶντο, ἀλλὰ γυμνοῖς τοῖς ξίφεσι συμπλεκόμενοι ἔκοπτόν τε καὶ
ἐκόπτοντο καὶ ἀλλήλους ἐξώθουν ἀπὸ τῆς τάξεως, οἱ μὲν περὶ σωτηρίας μᾶλλον ἢ
νίκης, οἱ δὲ περὶ νίκης καὶ παρηγορίας στρατηγοῦ βεβιασμένου. Φόνος δὲ ἦν καὶ
στόνος πολύς, καὶ τὰ μὲν σώματα αὐτοῖς ὑπεξεφέρετο, ἕτεροι δὲ ἀντικαθίσταντο ἐκ
τῶν ἐπιτεταγμένων. Οἱ στρατηγοὶ δὲ σφᾶς, περιθέοντες καὶ ὁρώμενοι πανταχοῦ, ταῖς
τε ὁρμαῖς ἀνέφερον καὶ παρεκάλουν πονοῦντας ἔτι προσπονῆσαι καὶ τοὺς κεκμηκότας
ἐνήλλασσον, ὥστε ὁ θυμὸς αἰεὶ τοῖς ἐπὶ τοῦ μετώπου καινὸς ἦν. 129. Γενομένης δὲ τῆς τροπῆς τὸ λοιπὸν ἔργον οἱ στρατηγοὶ διῃροῦντο, Καῖσαρ μὲν αἱρεῖν τοὺς ἐκπίπτοντας ἐκ τοῦ στρατοπέδου καὶ αὐτὸ φυλάσσειν τὸ στρατόπεδον· ὁ δὲ Ἀντώνιος πάντα ἦν καὶ πᾶσιν ἐνέπιπτε, τοῖς τε φεύγουσι καὶ τοῖς ἔτι συνεστῶσι καὶ τοῖς ἄλλοις στρατοπέδοις αὐτῶν, ὁρμῇ τε ὑπερηφάνῳ πάντα ἐβιάζετο ὁμοῦ. Καὶ περὶ τοῖς ἡγεμόσι δείσας, μὴ αὑτὸν διαφυγόντες αὖθις ἕτερον στρατὸν ἀγείρειαν, τοὺς ἱππέας ἐξέπεμπεν ἐπὶ τὰς ὁδούς τε καὶ ἐκβολὰς τῆς μάχης, αἱρεῖν τοὺς ἀποδιδράσκοντας· οἳ διελόμενοι τὸ ἔργον ἀνά τε τὸ ὄρος ἐφέροντο σὺν τῷ Θρᾳκίῳ Ῥάσκῳ, δι' ἐμπειρίαν ὁδῶν συναπεσταλμένῳ, καὶ τὰ χαρακώματα καὶ κρημνοὺς περιστάντες τοὺς ἐκφεύγοντας ἐκυνηγέτουν καὶ τοὺς ἐντὸς ἐφρούρουν. Οἱ δὲ Βροῦτον αὐτὸν ἐδίωκον· καὶ αὐτοὺς ἀσχέτως ἔχοντας τοῦ δρόμου Λουκίλιος ἰδὼν ὑπέστη καὶ ὡς Βροῦτος ὢν ἠξίου πρὸς Ἀντώνιον ἀντὶ τοῦ Καίσαρος ἀναχθῆναι· ᾧ δὴ καὶ μάλιστα εἶναι Βροῦτος ἐνομίσθη, τὸν ἀδιάλλακτον ἐχθρὸν ἐκκλίνων. Ἀγομένου δὲ αὐτοῦ πυθόμενος ὁ Ἀντώνιος ἀπήντα σὺν ἐπιστάσει, τὴν τύχην ὁμοῦ καὶ τὸ ἀξίωμα τἀνδρὸς καὶ ἀρετὴν ἐνθυμούμενος, ὅπως Βροῦτον ὑποδέξαιτο. Πλησιάσαντι δ' ὁ Λουκίλιος ἐντυχὼν μάλα θρασέως εἶπε· « Βροῦτος μὲν οὐχ ἑάλωκεν, οὐδὲ ἁλώσεταί ποτε πρὸς κακίας ἀρετή· ἐγὼ δὲ τούσδε ἀπατήσας ὧδέ σοι πάρειμι. » καὶ ὁ Ἀντώνιος τοὺς ἱππέας ἰδὼν αἰδουμένους παρηγόρει καί, « Οὐ μείονά μοι τήνδε ἄγραν, εἶπεν, ἀλλὰ ἀμείνονα ἧς ἐνομίζετε ἐθηρεύσατε, ὅσῳ κρείττων ἐχθροῦ φίλος. » Καὶ τὸν Λουκίλιον τότε μέν τινι τῶν φίλων ἔδωκε θεραπεύειν, ὕστερον δὲ αὐτὸς ἔχων ἐχρῆτο ὡς πιστῷ.
130. Ὁ δὲ Βροῦτος ἀναφεύγει μὲν ἐς
τὰ ὄρη σὺν ἱκανῷ πλήθει, ὡς νυκτὸς ἐς τὸ στρατόπεδον ὑποστρέψων ἢ καταβησόμενος
ἐπὶ τὴν θάλασσαν· ἐπεὶ δὲ περιείληπτο πάντα φυλακαῖς, διενυκτέρευεν ἔνοπλος μετὰ
πάντων. Καί φασιν αὐτὸν ἐς τοὺς ἀστέρας ἀναβλέποντα εἰπεῖν· 131. Βροῦτος δὲ καὶ τῆς ἐπιούσης ὁρῶν τὰς ἐφεδρείας τῶν ἐχθρῶν ἐπιμενούσας, ἔχων οὐ πλήρη τέσσαρα τέλη συναναβάντα οἱ, αὐτὸς μὲν ἐπελθεῖν ἐπ' αὐτοὺς ἐφυλάξατο, τοὺς δὲ ἡγουμένους αὐτῶν, αἰδουμένους τε τὸ ἁμάρτημα καὶ μετανοοῦντας, ἔπεμπεν ἀποπειράσοντας αὐτῶν, εἰ ἐθελήσουσιν ὤσασθαι διὰ τῶν ἐφεδρειῶν καὶ ἀναλαβεῖν τὰ ἴδια, ἔτι φυλασσόμενα ὑπὸ τῶν οἰκείων ὑπολελειμμένων. Οἱ δὲ ἀβουλότατα μὲν ἐς τὸ ἔργον ὁρμήσαντες, εὐψυχότατοι δὲ τὸ μέχρι πλείστου γενόμενοι, τότε, βλάπτοντος ἤδη τοῦ θεοῦ, τῷ στρατηγῷ σφῶν ἀπεκρίναντο ἀναξίως βουλεύεσθαι περὶ αὑτοῦ· αὐτοὶ γάρ, τῆς τύχης πολλάκις πεπειραμένοι, οὐκ ἀνατρέψειν τὴν ἔτι λοιπὴν διαλλαγῶν ἐλπίδα. Καὶ ὁ Βροῦτος ἐς τοὺς φίλους εἰπών· « Οὐδὲν οὖν ἔτι εἰμὶ τῇ πατρίδι χρήσιμος, ὧδε καὶ τούτων ἐχόντων, » ἐκάλει Στράτωνα τὸν Ἠπειρώτην, ὄντα φίλον ἑαυτῷ, καὶ ἐγχειρεῖν ἐκέλευε τῷ σώματι. Τούτου δὲ ἔτι βουλεύεσθαι παραινοῦντος ἐκάλει τινὰ τῶν οἰκετῶν. Καὶ ὁ Στράτων, « οὐκ ἀπορήσεις, εἶπεν, ὦ Βροῦτε, φίλου μᾶλλον ἢ οἰκετῶν ἐς τὰ ὕστατα προστάγματα, εἰ ἤδη κέκριται. » Καὶ εἰπὼν ἐνήρεισε ταῖς λαγόσι τοῦ Βρούτου τὸ ξίφος οὔτε ἀποστραφέντος οὔτε ἐνδόντος. 132. Ὧδε μὲν δὴ Κάσσιος καὶ Βροῦτος ἐθνῃσκέτην, ἄνδρε Ῥωμαίων εὐγενεστάτω τε καὶ περιφανεστάτω καὶ ἐς ἀρετὴν ἀδηρίτω, χωρὶς ἄγους ἑνός, ὥ γε καὶ Γάιος Καῖσαρ, ὄντε τῆς Μάγνου Πομπηίου μοίρας, ἐκ μὲν ἐχθροῖν καὶ πολεμίοιν ἐποιήσατο φίλω, ἐκ δὲ φίλοιν ἦγεν ὡς υἱώ. Καὶ ἡ βουλὴ περιποθήτω τε εἶχεν αἰεὶ καὶ ἀτυχήσαντε ἐλεεινὼ δυοῖν τε τούτοιν ἕνεκα πᾶσιν ἀμνηστίαν ἐτίθετο καὶ φυγόντοιν αὐτοῖν ἔπεμψεν ἡγεμονίας, ἵνα μὴ φυγάδες εἶεν, οὐκ ἀμελοῦσα μὲν Γαΐου Καίσαρος οὐδὲ ἐφηδομένη τοῖς γεγονόσιν, ὅπου καὶ ζῶντα τῆς ἀρετὴς καὶ τύχης ἐθαύμαζε καὶ ἀποθανόντα ἔθαπτε δημοσίᾳ καὶ ἐκύρου τὰ ἔργα ἀθάνατα εἶναι ἀρχάς τε καὶ ἡγεμονίας ἐς πολὺ ἐκ τῶν ὑπογραφῶν ἐποίει τῶν Καίσαρος, οὐδὲν ἡγουμένη κρεῖσσον εὑρήσειν ὧν ἐκεῖνος ἐνόησεν. Ἀλλ' ἡ περὶ τώδε τὼ ἄνδρε σπουδὴ καὶ δέος τὸ ὑπὲρ αὐτοῖν προήγαγεν αὐτὴν ἐς ὑπεροψίαν διαβολῆς· οὕτως ἅπασιν ἐγενέσθην τιμίω. Ἐγενέσθην δὲ καὶ τῶν φυγόντων τοῖς ἀρίστοις τιμιωτέρω Πομπηίου, πλησιάζοντος καὶ οὐκ ἀδιάλλακτον ἔχοντος αἰτίαν, πορρωτέρω τε ὄντε αὐτὼ καὶ ἀδιαλλάκτω. 133. Ἐπεί γε μὴν ἔργων ἐδέησε, δυοῖν οὐδὲ ὅλοιν ἐτοῖν στρατιάν τε συνέλεξαν ὑπὲρ εἴκοσιν ὁπλιτῶν τέλη καὶ ἱππέας ἀμφὶ τοὺς δισμυρίους καὶ ναῦς μακρὰς ὑπὲρ τὰς διακοσίας τήν τε ἄλλην παρασκευὴν ἀξιόλογον καὶ χρήματα ἄπειρα καὶ παρ' ἑκόντων καὶ παρὰ ἀκόντων, πολέμους τε ἐπολέμησαν ἔθνεσι καὶ πόλεσι καὶ τῶν ἀντιστασιωτῶν πολλοῖς καὶ κατώρθουν. Ἐθνῶν τε ἐκράτησαν ἀπὸ Μακεδονίας μέχρι Εὐφράτου· καὶ ὅσους ἐπολέμησαν, ἐς συμμαχίαν αὑτοῖς ἔπεισαν καὶ βεβαιοτάτοις ἐχρήσαντο. Ἐχρήσαντο δὲ καὶ βασιλεῦσι καὶ δυνάσταις, καὶ Παρθυαίοις καίπερ οὖσιν ἐχθροῖς ἐς τὰ βραχύτερα· ἐπὶ δὲ τὸ μεῖζον ἔργον οὐκ ἀνέμειναν ἐρχομένους, ἵνα μὴ βάρβαρον ἢ ἀντίπαλον ἔθνος ἐθίσειαν ἐπὶ Ῥωμαίοις. Ὃ δὲ δὴ μάλιστα πάντων ἀδοκητότατον ἦν, ὁ στρατὸς ὁ πλείων ὅδε Γαΐου Καίσαρος ἐγεγένητο, καὶ δαιμονίως αὐτὸν εὐνοίας καὶ σπουδῆς ἔχοντα ἐς ἐκεῖνον μετέπεισαν οἱ σφαγεῖς οἵδε τοῦ Καίσαρος, καὶ ἐπὶ τὸν τοῦ Καίσαρος υἱὸν ἕσποντο αὐτοῖς πιστότερον ἢ Ἀντωνίῳ τῷ Καίσαρος συναγωνιστῇ τε καὶ συνάρχῳ· οὐ γάρ τις αὐτῶν Βροῦτον ἢ Κάσσιον οὐδὲ ἡσσωμένους ἀπέλιπεν, οἱ Ἀντώνιον ἀμφὶ τὸ Βρεντέσιον καὶ πρὸ πείρας ἀπολιπόντες· ἦν τε πρόφασις αὐτοῖς τῶν πόνων, καὶ ἐπὶ Πομπηίου καὶ νῦν, οὐχ ὑπὲρ σφῶν αὐτῶν, ἀλλ' ὑπὲρ δημοκρατίας, ὀνόματος εὐειδοῦς μέν, ἀλυσιτελοῦς δὲ αἰεί. Σφῶν τε αὐτῶν, ὅτε μηδὲν ἐδόκουν ἔτι εἶναι χρήσιμοι τῇ πατρίδι, ἄμφω κατεφρόνησαν ὁμοίως. Ἐν δὲ ταῖς φροντίσι καὶ πόνοις ὁ μὲν Κάσσιος ἀμεταστρεπτί, καθάπερ ἐς τὸν ἀγωνιστὴν οἱ μονομαχοῦντες, ἐς μόνον τὸν πόλεμον ἀφεώρα· ὁ δὲ Βροῦτος, ὅπῃ γίγνοιτο, καὶ φιλοθεάμων ἦν καὶ φιλήκοος, ἅτε καὶ φιλοσοφήσας οὐκ ἀγεννῶς.
134. Ἀλλὰ καὶ τοιοῖσδε οὖσιν αὐτοῖς
ἀντίθετον ἐς ἅπαντα ἦν τὸ ἄγος τὸ ἐς Καίσαρα. Ὅ γε οὐδὲ ἁπλοῦν ἄγος ἦν οὐδὲ ἐν
ὀλίγῳ· καὶ γὰρ ἐς φίλον ἐγίγνετο παραλόγως καὶ ἐς εὐεργέτην ἐκ πολέμου
περισώσαντα ἀχαρίστως καὶ ἐς αὐτοκράτορα ἀθεμίστως καὶ ἐν βουλευτηρίῳ καὶ ἐς
ἱερέα καὶ ἱερὰν ἐσθῆτα ἐπικείμενον καὶ δυνάστην μὲν οἷον οὐχ ἕτερον,
χρησιμώτατον δὲ ὑπὲρ ἅπαντας τῇ τε πατρίδι καὶ τῇ ἡγεμονίᾳ γενόμενον. Ἃ καὶ τὸ
δαιμόνιον αὐτοῖς ἄρα ἐνεμέσησε καὶ προεσήμηνε πολλάκις. Κασσίῳ τε γὰρ τὸν
στρατὸν καθαίροντι ὁ ῥαβδοῦχος ἀνεστραμμένον τὸν στέφανον ἐπέθηκε· καὶ Νίκη,
χρύσεον ἀνάθημα Κασσίου, κατέπεσεν, ὄρνεά τε πολλὰ ὑπὲρ τὸ στρατόπεδον αὐτοῦ
καθιέμενα κλαγγὴν οὐδεμίαν ἠφίει, καὶ μελισσῶν ἐπεκάθηντο συνεχεῖς ἑσμοί.
Βροῦτον δὲ ἐν Σάμῳ γενεθλιάζοντά φασι παρὰ τὸν πότον, οὐδὲ εὐχερῆ πρὸς τὰ
τοιαῦτα ὄντα, ἀλόγως τόδε τὸ ἔπος ἀναβοῆσαι· 135. Καὶ Βροῦτον Ἀντώνιος ἀνευρὼν περιέβαλέ τε τῇ ἀρίστῃ φοινικίδι εὐθὺς καὶ καύσας τὰ λείψανα τῇ μητρὶ Σερουιλίᾳ ἔπεμψεν. Ὁ δὲ σὺν τῷ Βρούτῳ στρατός, ὅτε ἐπύθοντο τεθνάναι Βροῦτον, πρέσβεις ἐς Καίσαρα καὶ Ἀντώνιον ἔπεμπον καὶ συγγνώμης ἔτυχον καὶ ἐς τὰ στρατεύματα αὐτῶν διῃρέθησαν· καὶ ἦσαν ἀμφὶ τοὺς μυρίους καὶ τετρακισχιλίους. Παρέδοσαν δὲ ἐπὶ τοῖς αὐτοῖς ἑαυτοὺς καὶ οἱ κατὰ τὰ φρούρια, πολλὰ ὄντα. Τὰ δὲ φρούρια αὐτὰ καὶ τὸ στρατόπεδον ἐδόθη τοῖς Καίσαρος καὶ Ἀντωνίου στρατοῖς διαρπάσαι. Τῶν δ' ἀμφὶ τὸν Βροῦτον ἀνδρῶν ἐπιφανῶν οἱ μὲν ἐν ταῖς μάχαις ἀπέθανον, οἱ δὲ αὑτοὺς ἐξήγαγον ὁμοίως τοῖς στρατηγοῖς, οἱ δὲ καὶ ἐξεπίτηδες ἐμαχέσαντο μέχρι θανάτου· ὧν ἦν Λεύκιός τε Κάσσιος, ὁ ἀδελφιδοῦς αὐτοῦ Κασσίου, καὶ Κάτων ὁ Κάτωνος, ἐμπίπτων ὅδε τοῖς πολεμίοις πολλάκις, εἶθ' ὑποχωρούντων ἀναλύσας τὸ κράνος, ἵνα ἢ γνώριμος ἢ εὔβλητος ἢ ἀμφότερα εἴη. Λαβεὼν δέ, ἐπὶ σοφίᾳ γνώριμος, ὁ πατὴρ Λαβεῶνος τοῦ κατ' ἐμπειρίαν νόμων ἔτι νῦν περιωνύμου, βόθρον ἐν τῇ σκηνῇ τὸ μέγεθος αὐτάρκη σώματι ὀρυξάμενος καὶ τὰ λοιπὰ τοῖς θεράπουσιν ἐντειλάμενος ἐπέσκηψε τῇ γυναικὶ καὶ τοῖς παισί, περὶ ὧν ἐβούλετο, καὶ τὰ γράμματα φέρειν ἔδωκε τοῖς οἰκέταις· τοῦ δὲ πιστοτάτου τῆς δεξιᾶς λαβόμενος καὶ περιστρέψας αὐτόν, ὡς ἔθος ἐστὶ Ῥωμαίοις ἐλευθεροῦν, ἐπιστρεφομένῳ ξίφος ἔδωκε καὶ τὴν σφαγὴν ὑπέσχε. 136. Καὶ τῷδε μὲν ἡ σκηνὴ τάφος ἐγένετο, Ῥάσκος δὲ ὁ Θρᾷξ ἐπανήγαγεν ἐκ τῶν ὀρῶν πολλούς, καὶ γέρας ᾖτησέ τε καὶ ἔλαβε σῴζεσθαι τὸν ἀδελφὸν ἑαυτοῦ Ῥασκούπολιν· ᾧ καὶ διεδείχθη, ὅτι οὐδ' ἀπ' ἀρχῆς ἀλλήλοις οἵδε οἱ Θρᾷκες διεφέροντο, ἀλλὰ δύο στρατοπέδων μεγάλων τε καὶ ἀμφηρίστων περὶ τὴν ἐκείνων γῆν συμφερομένων τὸ ἄδηλον τῆς τύχης ἐμερίσαντο, ἵνα ὁ νικῶν περισῴζοι τὸν ἡσσώμενον. Πορκία δ', ἡ Βρούτου μὲν γυνή, Κάτωνος δὲ ἀδελφὴ τοῦ νεωτέρου, ἐπείτε ἀμφοῖν ὧδε ἀποθανόντοιν ἐπύθετο, φυλασσομένη πρὸς τῶν οἰκείων πάνυ ἐγκρατῶς, ἐσχάρας πυρὸς ἐνεχθείσης ἁρπάσασα τῶν ἀνθράκων κατέπιεν. Ὅσοι δ' ἄλλοι τῶν ἐπιφανῶν ἐς Θάσον διέφυγον, οἱ μὲν αὐτῶν ἐξέπλευσαν, οἱ δὲ ἐπέτρεψαν ἑαυτοὺς ἅμα τῷ λοιπῷ στρατῷ τῶν ὁμοτίμων Μεσσάλᾳ τε Κορουίνῳ καὶ Λευκίῳ Βύβλῳ, ὅ τι βουλεύσοιντο περὶ σφῶν, ποιεῖν περὶ ἁπάντων. Οἱ δὲ συνθέμενοι τοῖς περὶ τὸν Ἀντώνιον, Ἀντωνίῳ διαπλεύσαντι ἐς τὴν Θάσον παρέδοσαν, ὅσα ἦν ἐν Θάσῳ χρήματά τε καὶ ὅπλα καὶ τροφαὶ δαψιλεῖς καὶ ἄλλη παρασκευὴ πολλή. 137. Οὕτω μὲν δὴ Καίσαρί τε καὶ Ἀντωνίῳ διὰ τόλμης ἐπισφαλοῦς καὶ δυοῖν πεζομαχίαιν τηλικοῦτον ἔργον ἤνυστο, οἷον οὐχ ἕτερον ἐγένετο πρὸ ἐκείνου. Οὔτε γὰρ στρατὸς τοσοῦτος ἢ τοιοῦτος ἐς χεῖρας πρότερον ἦλθε Ῥωμαίων ἑκατέρωθεν, οὐχ ὑπὸ συντάξει πολιτικῇ στρατευσαμένων, ἀλλὰ ἀριστίνδην ἐπειλεγμένων οὐδ' ἀπειροπολέμων ἔτι, ἀλλ' ἐκ πολλοῦ γεγυμνασμένων ἐπί τε σφᾶς καὶ οὐκ ἀλλόφυλα ἢ βάρβαρα ἔθνη τρεπομένων. Ἀλλὰ καὶ γλώσσης μιᾶς ὄντες καὶ τέχνης πολέμων μιᾶς καὶ ἀσκήσεως καὶ καρτερίας ὁμοίας, δυσκαταγώνιστοι παρ' αὐτὸ ἦσαν ἀλλήλοις. Οὐδὲ ὁρμῇ καὶ τόλμῃ τοσῇδέ τινες ἐχρήσαντο ἐν πολέμῳ, πολῖταί τε ὄντες ἀλλήλων καὶ οἰκεῖοι καὶ συστρατιῶται γενόμενοι. Τεκμήριον δέ, ὅτι τῶν νεκρῶν ὁ ἀριθμός, ἐπανισουμένης ἑκατέρας μάχης, οὐκ ἐλάσσων ἔδοξεν οὐδὲ παρὰ τοῖς νικῶσιν εἶναι. 138. Ὁ δὲ στρατὸς ὁ Ἀντωνίου καὶ Καίσαρος τὸν τῶν στρατηγῶν λόγον ἐπηλήθευσαν, διὰ μιᾶς ἡμέρας καὶ δι' ἑνὸς ἔργου κίνδυνον ἔσχατον λιμοῦ καὶ δέος ἀπωλείας ἐς εὐπορίαν δαψιλῆ καὶ σωτηρίαν ἀσφαλῆ καὶ νίκην εὐκλεῆ μεταβαλόντες. Ἀπήντησέ γε μὴν αὐτοῖς καὶ ὃ συνιόντες ἐς τὴν μάχην ἐπεμαντεύσαντο Ῥωμαίοις· ἐκρίθη γὰρ αὐτῶν ἡ πολιτεία παρ' ἐκεῖνο τὸ ἔργον μάλιστα καὶ οὐκ ἐπανῆλθεν ἐς δημοκρατίαν ἔτι, οὐδὲ πόνων αὐτοῖς ἐς ἀλλήλους ἐδέησεν ὁμοίων, χωρίς γε τῆς μετ' οὐ πολὺ Ἀντωνίου καὶ Καίσαρος στάσεως, ὑστάτης Ῥωμαίοις γενομένης. Τὰ δ' ἐν μέσῳ μετὰ Βροῦτον ὑπό τε Πομπηίου καὶ τῶν διαφυγόντων Κασσίου καὶ Βρούτου φίλων, λείψανα τοσῆσδε παρασκευῆς μεγάλα ἐχόντων, οὔτε ταῖς τόλμαις ὅμοια ἔτι ἐγίγνετο οὔτε ταῖς τῶν ἀνδρῶν ἢ πόλεων ἢ στρατῶν ἐς τοὺς ἡγεμόνας ὁρμαῖς· οὐ γάρ τις αὐτοῖς τῶν ἐπιφανῶν ἔτι οὐδ' ἡ βουλὴ οὐδὲ ἡ δόξα αὕτη, ὡς ἐς Κάσσιόν τε καὶ Βροῦτον, ἀπήντα.
|