RETOUR À L'ENTRÉE DU SITE

 

ALLER A LA TABLE DES MATIERES DE PLUTARQUE

 

 

 

 

 

 

PLUTARQUE

 

OEUVRES MORALES

ΠΕΡΙ ΨΥΧΗΣ

 

texte grec

 

Περὶ ψυχῆς.

[177] Ταῦτα τοῦ Τίμωνος εἰπόντος, ὑπολαβὼν ὁ Πατροκλέας

«  Ὁ μὲν λόγος » εἶπεν « οὐχ ἧττον ἰσχυρὸς ἢ παλαιός, ἔχει δ´ ὅμως ἀπορίας. Εἰ γὰρ ἡ δόξα τῆς ἀφθαρσίας παμπάλαιός ἐστι, πῶς αὖ πάλιν τὸ τοῦ θανάτου δέος πάντων πρεσβύτατον 〈εἰκὸς〉 εἶναι τῶν φόβων, εἰ μὴ νὴ Δία καὶ πάντας ἡμῖν τοῦτο τοὺς ἄλλους ἐγγεγέννηκεν; Οὐ γὰρ νεαρὸν οὐδὲ πρόσφατόν ἐστι τὸ κλαίεσθαι τὸν τεθνηκότα, καὶ ταῦτα δὴ τὰ θρηνώδη καὶ δύσφημα τῶν ὀνομάτων ἐπιλέγεσθαι, τὸν ἄθλιον καὶ τὸν οἰκτρόν. »

« Ἀλλ´ οὕτω μέν » ἔφη ὁ Τίμων « λογιζόμενοι καὶ τὰ ἄφθαρτα δοξάζουσι συνδιαλύεσθαι 〈τοῖς〉 φθειρομένοις. Ὅτι μὲν οὖν τὸ μετηλλαχέναι καὶ μεθίστασθαι καὶ οἴχεσθαι τὸν τεθνηκότα δυσχεροῦς οὐδενὸς ἁπλῶς, ἀμείψεως δέ τινος ἢ μεταβολῆς ὑπόνοιαν δίδωσιν, οὐκ ἄδηλόν ἐστι· ὅποι δ´ αὕτη γίγνεται τοῖς μεταλλάττουσιν ἡ μεταβολή, καὶ πότερον εἰς χεῖρον ἢ βέλτιον, ἐκ τῶν ἄλλων ὀνομάτων σκοπῶμεν. Αὐτὸ τοίνυν τὸ τοῦ θανάτου πρῶτον οὐχ ὑπὸ γῆν ἔοικεν οὐδὲ κάτω δεικνύναι χωροῦν τὸ μετηλλαχὸς ἀλλ´ ἄνω φερόμενον καὶ θέον· διὸ δὴ καὶ λόγον ἔχει καθάπερ ἐκ καμπῆς τινος ἀνείσης οἷον ἐξᾴττειν καὶ ἀναθεῖν τὴν ψυχὴν ἀποπνέοντος τοῦ σώματος ἀναπνέουσαν αὐτὴν καὶ ἀναψύχουσαν. Ὅρα δὲ τὸ ἀντικείμενον θανάτῳ, τὴν γένεσιν, ὡς τοὐναντίον δηλοῖ ῥοπήν τινα κάτω καὶ νεῦσιν ἐπὶ γῆν ἐκείνου τοῦ περὶ τὴν τελευτὴν πάλιν ἀναθέοντος· ᾗ καὶ γενέθλιον τὴν 〈πρώτην〉 ἡμέραν καλοῦσιν, ὡς ἄθλων καὶ πόνων μεγάλων ἀρχὴν γενομένην. Μᾶλλον δ´ ἴσως ἀφ´ ἑτέρας ταὐτὸ συζυγίας κατοψόμεθα καὶ σαφέστερον. )Απολύεσθαι γὰρ τὸν ἀποθνῄσκοντα καὶ τὴν τελευτὴν ἀπόλυσιν καλοῦσιν, ἂν δὲ ἔρημαι ** σώματος· τοῦτο γὰρ « δέμας » ὀνομάζουσιν, ὡς « δεδεμένης »  ὑπ´ αὐτοῦ τῆς ψυχῆς ἐνταῦθα παρὰ φύσιν· οὐδὲν γὰρ ἐν ᾧ πέφυκεν εἶναι κατέχεται βίᾳ, καὶ τὸ δεδέσθαι τήν τε « βίαν » ταύτην παραγαγόντες ὠνόμασαν « βίον », ὥσπερ οἶμαι τὴν « ἑσπέραν » Ὅμηρος « ἕσπερον ». Ὅθεν ἀντίφωνον τοῦ βίου ὄνομα γέγονε τὸ ἀναπαύεσθαι τὸν θνῄσκοντα, μεγάλης καὶ παρὰ φύσιν ἀνάγκης ἀπαλλαττόμενον.

[178]  « Οὕτω κατὰ τὴν εἰς τὸ ὅλον μεταβολὴν καὶ μετακόσμησιν ὀλωλέναι τὴν ψυχὴν λέγομεν ἐκεῖ γενομένην· ἐνταῦθα δ´ ἀγνοεῖ, πλὴν ὅταν ἐν τῷ τελευτᾶν ἤδη γένηται· τότε δὲ πάσχει πάθος οἷον οἱ τελεταῖς μεγάλαις κατοργιαζόμενοι. Διὸ καὶ τὸ ῥῆμα τῷ ῥήματι καὶ τὸ ἔργον τῷ ἔργῳ τοῦ τελευτᾶν καὶ τελεῖσθαι προσέοικε. Πλάναι τὰ πρῶτα καὶ περιδρομαὶ κοπώδεις καὶ διὰ σκότους τινὲς ὕποπτοι πορεῖαι καὶ ἀτέλεστοι, εἶτα πρὸ τοῦ τέλους αὐτοῦ τὰ δεινὰ πάντα, φρίκη καὶ τρόμος καὶ ἱδρὼς καὶ θάμβος· ἐκ δὲ τούτου φῶς τι θαυμάσιον ἀπήντησεν καὶ τόποι καθαροὶ καὶ λειμῶνες ἐδέξαντο, φωνὰς καὶ χορείας καὶ σεμνότητας ἀκουσμάτων ἱερῶν καὶ φασμάτων ἁγίων ἔχοντες· ἐν αἷς ὁ παντελὴς ἤδη καὶ μεμυημένος ἐλεύθερος γεγονὼς καὶ ἄφετος περιιὼν ἐστεφανωμένος ὀργιάζει καὶ σύνεστιν ὁσίοις καὶ καθαροῖς ἀνδράσι, τὸν ἀμύητον ἐνταῦθα τῶν ζώντων 〈καὶ〉 ἀκάθαρτον ἐφορῶν ὄχλον ἐν βορβόρῳ πολλῷ καὶ ὁμίχλῃ πατούμενον ὑφ´ ἑαυτοῦ καὶ συνελαυνόμενον, φόβῳ δὲ θανάτου τοῖς κακοῖς ἀπιστίᾳ τῶν ἐκεῖ ἀγαθῶν ἐμμένοντα. Ἐπεὶ τό γε παρὰ φύσιν τὴν πρὸς τὸ σῶμα τῇ ψυχῇ συμπλοκὴν εἶναι καὶ σύνερξιν ἐκεῖθεν ἂν συνίδοις ».

« Πόθεν; » ἔφη ὁ Πατροκλέας.

— « Ὅτι τῶν περὶ ἡμᾶς παθῶν ὁ ὕπνος ἥδιστόν ἐστι. Πρῶτα μὲν γὰρ αἴσθησιν ἀλγηδόνος πάσης σβέννυσι διὰ τὴν ἡδονὴν πολλῷ τῷ οἰκείῳ κεραννυμένης· ἔπειτα τῶν ἄλλων ἐπιθυμιῶν κρατεῖ, κἂν ὦσι σφοδρόταται. Καὶ γὰρ πρὸς ἡδονὴν οἱ φιλοσώματοι δυσανασχετοῦσιν, ἐπιόντος αὐτοῖς τοῦ καθεύδειν, καὶ περιβολὰς ἐρωμένων προΐενται καταδαρθάνοντες. Καὶ τί δεῖ ταῦτα λέγειν, ὅπου καὶ τὴν ἀπὸ τοῦ μανθάνειν καὶ διαλέγεσθαι καὶ φιλοσοφεῖν ἡδονὴν καταλαμβάνων ὁ ὕπνος ἀποκλείει, τῆς ψυχῆς ὥσπερ ἀπὸ ῥεύματος λείου καὶ βαθέος ὑποφερομένης; Ἡδονὴ δὲ δὴ πᾶσα μὲν ἴσως οὐσίαν ἔχει καὶ φύσιν ἀλγηδόνος ἀπαλλαγήν, αὕτη δὲ καὶ παντάπασιν· οὐδενὸς γὰρ ἔξωθεν οἷον ἐπιτερποῦς καὶ κινητικοῦ προσιόντος, ἡδόμεθα καταδαρθάνοντες· ἀλλ´ ἐπίπονόν τινα καὶ κοπώδη καὶ σκληρὰν ἔοικεν ἐξαιρῶν ὕπνος διάθεσιν ἥδιστον εἶναι· αὕτη δ´ ἐστὶν οὐχ ἑτέρα τῆς πρὸς τὸ σῶμα τὴν ψυχὴν συνδεούσης. Χωρίζεται γὰρ ἐν τῷ καθεύδειν ἀνατρέχουσα καὶ συλλεγομένη πρὸς ἑαυτὴν ἐκ τοῦ διατετάσθαι πρὸς τὸ σῶμα καὶ διεσπάρθαι ταῖς αἰσθήσεσι. Καίτοι λέγουσί τινες ὡς καταμίγνυσι μᾶλλον ὁ ὕπνος πρὸς τὸ σῶμα τὴν ψυχήν, οὐκ ὀρθῶς λέγοντες· ἀντιμαρτυρεῖ γὰρ τῇ ἀναισθησίᾳ καὶ ψυχρότητι καὶ βάρει καὶ ὠχρότητι τὸ σῶμα κατηγοροῦν τῆς ψυχῆς ἔκλειψιν μὲν ὅταν τελευτήσῃ μετάστασιν δ´ ὅταν καθεύδῃ. Καὶ τοῦτ´ ἐστὶ τὸ τὴν ἡδονὴν ποιοῦν, ἀπόλυσις καὶ ἀνάπαυλα τῆς ψυχῆς, ὥσπερ ἄχθος κατατιθεμένης καὶ πάλιν ἀναλαμβανούσης καὶ ὑποδυομένης. Φεύγειν γὰρ ἔοικε κομιδῇ τὸ σῶμα θνῄσκουσα δραπετεύειν δὲ καταδαρθάνουσα. Διὸ θνῄσκουσι μὲν ἔνιοι μετὰ πόνων καθεύδουσι δὲ μεθ´ ἡδονῆς ἅπαντες· ὅπου μὲν γὰρ ἀπορρήγνυται παντάπασιν ὁ δεσμός, ὅπου δ´ ἐνδίδωσι καὶ χαλᾶται καὶ γίγνεται μαλακώτερος, οἷον ἁμμάτων ἀφιεμένων τῶν αἰσθήσεων παραλυομένων καὶ προϊεμένων τὴν περὶ τὸ σῶμα τῆς ψυχῆς ἔντασιν.»

« Εἶτα πῶς » εἶπεν ὁ Πατροκλέας « οὐ δυσφοροῦμεν οὐδ´ ἀλγοῦμεν ἐγρηγορότες; »

« Πῶς δέ » ἔφη ὁ Τίμων « κειρομένων μὲν αἰσθάνεται κουφότητος ἡ κεφαλὴ καὶ ῥᾳστώνης, κομώντων δὲ βαρύτητος αἴσθησιν οὐ πάνυ παρεῖχεν; Καὶ λυθέντες μὲν ἐκ δεσμῶν ἥδονται, δεδεμένοι δ´ οὐκ ἀλγοῦσι; Καὶ φῶς ἐπεισενεχθὲν ἐξαίφνης συμποσίῳ τινὶ συνηρεφεῖ θόρυβον καὶ κρότον ὑφ´ ἡδονῆς ἐποίησε, πρότερον δὲ τὸ ἀλαμπὲς ἐδόκει μὴ ἐνοχλεῖν μηδὲ λυπεῖν τὴν ὄψιν; Ἓν γὰρ αἴτιον, ὦ φίλε, τούτων ἁπάντων, ὅτι τῷ παρὰ φύσιν τὸ κατὰ μικρὸν συνήθη καὶ σύντροφον ἐποίει τὴν αἴσθησιν, ὥστε μὴ πάνυ δυσχεραίνειν πάσχουσαν, ἀπαλλαγείσης δὲ καὶ μεταβαλούσης εἰς τὴν φύσιν, φαίνεται παρευθύς, τῷ οἰκείῳ τἀλλότριον καὶ τῷ ἡδομένῳ τὸ λυποῦν ὅτι παρῆν καὶ βαρῦνον. Οὕτω δὴ καὶ τὴν ψυχὴν τῇ πρὸς τὰ θνητὰ πάθη καὶ μέρη καὶ ὄργανα κοινωνίᾳ τὸ παρὰ φύσιν καὶ ἀλλότριον οὐ πάνυ δοκεῖ πιέζειν ὑπὸ μακρᾶς συνηθείας· αἰσθάνεται δὲ ῥᾳστώνης καὶ κουφότητος μεθ´ ἡδονῆς ἀφιεμένη τῶν διὰ τοῦ σώματος ἐνεργειῶν· ἐκείναις γὰρ ἐνοχλεῖται καὶ περὶ ἐκείνας ἐκπονεῖται καὶ ἀπ´ ἐκείνων σχολῆς δεῖται καὶ ἀναπαύσεως· ἃ δ´ αὐτὴ καθ´ αὑτὴν ἐνεργεῖ κατὰ φύσιν, τὸ σκοπεῖν ἀεί τι καὶ λογίζεσθαι καὶ μνημονεύειν καὶ θεωρεῖν, πρὸς ταῦτα ἄτρυτός ἐστι καὶ ἀκόρεστος. Καὶ γὰρ ὁ κόρος κόπος ἐν ἡδοναῖς ἔοικεν εἶναι τῷ μετὰ σώματός τι τὴν ψυχὴν πάσχειν, ἐπεὶ πρός γε τὰς αὑτῆς ἡδονὰς οὐκ ἀπαγορεύει· συμπεπλεγμένη δέ, ὥσπερ εἴρηται, τῷ σώματι ταὐτὰ τῷ Ὀδυσσεῖ πέπονθεν· ὡς γὰρ ἐκεῖνος τῷ ἐρινεῷ προσφὺς εἴχετο καὶ περιέπτυσσεν οὐ ποθῶν οὐδ´ ἀγαπῶν ἐκεῖνον, ἀλλὰ δεδιὼς ὑποκειμένην τὴν Χάρυβδιν, οὕτως ἔοικεν ἡ ψυχὴ 〈τοῦ σώματος〉 ἔχεσθαι καὶ περιπεπλέχθαι δι´ εὔνοιαν οὐδεμίαν αὐτοῦ καὶ χάριν, ἀλλ´ ὀρρωδοῦσα τοῦ θανάτου τὴν ἀδηλότητα.

« Κρύψαντες γὰρ ἔχουσι θεοὶ βίον ἀνθρώποισι »

κατὰ τὸν σοφὸν Ἡσίοδον, οὐ σαρκίνοις τισὶ δεσμοῖς πρὸς τὸ σῶμα τὴν ψυχὴν κατατείναντες, ἀλλ´ ἕνα δεσμὸν αὐτῇ καὶ μίαν φυλακὴν μηχανησάμενοι καὶ περιβαλόντες, τὴν ἀδηλότητα καὶ ἀπιστίαν τῶν μετὰ τὴν τελευτήν· ἐπεὶ τήν γε πεισθεῖσαν, ὅσα ἀνθρώπους περιμένει τελευτήσαντας καθ´ Ἡράκλειτον, οὐδὲν ἂν κατάσχοι. »