RETOUR À L’ENTRÉE DU SITE

ALLER à LA TABLE DES MATIERES DE SOPHOCLE

 

ΟΙΔΙΠΟΥΣ ΤΥΡΑΝΝΟΣ

1 ΟΙΔΙΠΟΥΣ 
Ὦ τέκνα, Κάδμου τοῦ πάλαι νέα τροφή,
τίνας ποθ´ ἕδρας τάσδε μοι θοάζετε
ἱκτηρίοις κλάδοισιν ἐξεστεμμένοι;
Πόλις δ´ ὁμοῦ μὲν θυμιαμάτων γέμει,
5 ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων·
ἁγὼ δικαιῶν μὴ παρ´ ἀγγέλων, τέκνα,
ἄλλων ἀκούειν αὐτὸς ὧδ´ ἐλήλυθα,
ὁ πᾶσι κλεινὸς Οἰδίπους καλούμενος.
Ἀλλ´, ὦ γεραιέ, φράζ´, ἐπεὶ πρέπων ἔφυς
10 πρὸ τῶνδε φωνεῖν· τίνι τρόπῳ καθέστατε,
δείσαντες ἢ στέρξαντες; ὡς θέλοντος ἂν
ἐμοῦ προσαρκεῖν πᾶν· δυσάλγητος γὰρ ἂν
εἴην τοιάνδε μὴ οὐ κατοικτίρων ἕδραν.
ΙΕΡΕΥΣ
Ἀλλ´, ὦ κρατύνων Οἰδίπους χώρας ἐμῆς,
15 ὁρᾷς μὲν ἡμᾶς ἡλίκοι προσήμεθα
βωμοῖσι τοῖς σοῖς, οἱ μὲν οὐδέπω μακρὰν
πτέσθαι σθένοντες, οἱ δὲ σὺν γήρᾳ βαρεῖς,
ἱερεύς, ἐγὼ μὲν Ζηνός, οἵδε τ´ ᾐθέων 
λεκτοί· τὸ δ´ ἄλλο φῦλον ἐξεστεμμένον
20 ἀγοραῖσι θακεῖ, πρός τε Παλλάδος διπλοῖς
ναοῖς, ἐπ´ Ἰσμηνοῦ τε μαντείᾳ σποδῷ.
Πόλις γάρ, ὥσπερ καὐτὸς εἰσορᾷς, ἄγαν
ἤδη σαλεύει, κἀνακουφίσαι κάρα
βυθῶν ἔτ´ οὐχ οἵα τε φοινίου σάλου,
25 φθίνουσα μὲν κάλυξιν ἐγκάρποις χθονός,
φθίνουσα δ´ ἀγέλαις βουνόμοις τόκοισί τε
ἀγόνοις γυναικῶν· ἐν δ´ ὁ πυρφόρος θεὸς
σκήψας ἐλαύνει, λοιμὸς ἔχθιστος, πόλιν,
ὑφ´ οὗ κενοῦται δῶμα Καδμεῖον, μέλας δ´
30 Ἅιδης στεναγμοῖς καὶ γόοις πλουτίζεται.
Θεοῖσι μέν νυν οὐκ ἰσούμενός ς´ ἐγὼ
οὐδ´ οἵδε παῖδες ἑζόμεσθ´ ἐφέστιοι,
ἀνδρῶν δὲ πρῶτον ἔν τε συμφοραῖς βίου
κρίνοντες ἔν τε δαιμόνων ξυναλλαγαῖς,
35 ὅς γ´ ἐξέλυσας ἄστυ καδμεῖον μολὼν
σκληρᾶς ἀοιδοῦ δασμὸν ὃν παρείχομεν,
καὶ ταῦθ´ ὑφ´ ἡμῶν οὐδὲν ἐξειδὼς πλέον
οὐδ´ ἐκδιδαχθείς, ἀλλὰ προσθήκῃ θεοῦ
λέγῃ νομίζῃ θ´ ἡμὶν ὀρθῶσαι βίον.
40 Νῦν τ´, ὦ κράτιστον πᾶσιν Οἰδίπου κάρα,
ἱκετεύομέν σε πάντες οἵδε πρόστροποι
ἀλκήν τιν´ εὑρεῖν ἡμίν, εἴτε του θεῶν
φήμην ἀκούσας εἴτ´ ἀπ´ ἀνδρὸς οἶσθά του·
ὡς τοῖσιν ἐμπείροισι καὶ τὰς ξυμφορὰς
45 ζώσας ὁρῶ μάλιστα τῶν βουλευμάτων.
Ἴθ´, ὦ βροτῶν ἄριστ´, ἀνόρθωσον πόλιν·
ἴθ´, εὐλαβήθηθ´· ὡς σὲ νῦν μὲν ἥδε γῆ 
σωτῆρα κλῄζει τῆς πάρος προθυμίας·
ἀρχῆς δὲ τῆς σῆς μηδαμῶς μεμνώμεθα
50 στάντες τ´ ἐς ὀρθὸν καὶ πεσόντες ὕστερον,
ἀλλ´ ἀσφαλείᾳ τήνδ´ ἀνόρθωσον πόλιν.
Ὄρνιθι γὰρ καὶ τὴν τότ´ αἰσίῳ τύχην
παρέσχες ἡμῖν, καὶ τανῦν ἴσος γενοῦ·
ὡς, εἴπερ ἄρξεις τῆσδε γῆς ὥσπερ κρατεῖς,
55 ξὺν ἀνδράσιν κάλλιον ἢ κενῆς κρατεῖν·
ὡς οὐδέν ἐστιν οὔτε πύργος οὔτε ναῦς
ἔρημος ἀνδρῶν μὴ ξυνοικούντων ἔσω.
ΟΙΔΙΠΟΥΣ
ὦ παῖδες οἰκτροί, γνωτὰ κοὐκ ἄγνωτά μοι
προσήλθεθ´ ἱμείροντες· εὖ γὰρ οἶδ´ ὅτι
60 νοσεῖτε πάντες, καὶ νοσοῦντες ὡς ἐγὼ
οὐκ ἔστιν ὑμῶν ὅστις ἐξ ἴσου νοσεῖ.
Τὸ μὲν γὰρ ὑμῶν ἄλγος εἰς ἕν´ ἔρχεται
μόνον καθ´ αὑτόν, κοὐδέν´ ἄλλον, ἡ δ´ ἐμὴ
ψυχὴ πόλιν τε κἀμὲ καὶ ς´ ὁμοῦ στένει.
65 Ὥστ´ οὐχ ὕπνῳ γ´ εὕδοντά μ´ ἐξεγείρετε·
ἀλλ´ ἴστε πολλὰ μέν με δακρύσαντα δή,
πολλὰς δ´ ὁδοὺς ἐλθόντα φροντίδος πλάνοις·
ἣν δ´ εὖ σκοπῶν εὕρισκον ἴασιν μόνην,
ταύτην ἔπραξα· παῖδα γὰρ Μενοικέως
70 Κρέοντ´, ἐμαυτοῦ γαμβρόν, ἐς τὰ Πυθικὰ
ἔπεμψα Φοίβου δώμαθ´, ὡς πύθοιθ´ ὅ τι
δρῶν ἢ τί φωνῶν τήνδε ῥυσαίμην πόλιν.
Καί μ´ ἦμαρ ἤδη ξυμμετρούμενον χρόνῳ
λυπεῖ τί πράσσει· τοῦ γὰρ εἰκότος πέρα
75 ἄπεστι πλείω τοῦ καθήκοντος χρόνου.
Ὅταν δ´ ἵκηται, τηνικαῦτ´ ἐγὼ κακὸς
μὴ δρῶν ἂν εἴην πάνθ´ ὅς´ ἂν δηλοῖ θεός. 
ΙΕΡΕΥΣ
Ἀλλ´ εἰς καλὸν σύ τ´ εἶπας οἵδε τ´ ἀρτίως
Κρέοντα προσστείχοντα σημαίνουσί μοι.
80 ΟΙΔΙΠΟΥΣ
Ὦναξ Ἄπολλον, εἰ γὰρ ἐν τύχῃ γέ τῳ
σωτῆρι βαίη, λαμπρὸς ὥσπερ ὄμματι.
ΙΕΡΕΥΣ
Ἀλλ´ εἰκάσαι μέν, ἡδύς· οὐ γὰρ ἂν κάρα
πολυστεφὴς ὧδ´ εἷρπε παγκάρπου δάφνης.
ΟΙΔΙΠΟΥΣ
Τάχ´ εἰσόμεσθα· ξύμμετρος γὰρ ὡς κλύειν
85 Ἄναξ, ἐμὸν κήδευμα, παῖ Μενοικέως,
τίν´ ἡμὶν ἥκεις τοῦ θεοῦ φήμην φέρων;
ΚΡΕΩΝ

Ἐσθλήν· λέγω γὰρ καὶ τὰ δύσφορ´, εἰ τύχοι
κατ´ ὀρθὸν ἐξελθόντα, πάντ´ ἂν εὐτυχεῖν.
ΟΙΔΙΠΟΥΣ
Ἔστιν δὲ ποῖον τοὔπος; οὔτε γὰρ θρασὺς
90 οὔτ´ οὖν προδείσας εἰμὶ τῷ γε νῦν λόγῳ.
ΚΡΕΩΝ
Εἰ τῶνδε χρῄζεις πλησιαζόντων κλύειν,
ἕτοιμος εἰπεῖν, εἴτε καὶ στείχειν ἔσω.
ΟΙΔΙΠΟΥΣ
Ἐς πάντας αὔδα· τῶνδε γὰρ πλέον φέρω
τὸ πένθος ἢ καὶ τῆς ἐμῆς ψυχῆς πέρι.
95 ΚΡΕΩΝ
Λέγοιμ´ ἂν οἷ´ ἤκουσα τοῦ θεοῦ πάρα
Ἄνωγεν ἡμᾶς Φοῖβος ἐμφανῶς ἄναξ
μίασμα χῶρας ὡς τεθραμμένον χθονὶ
ἐν τῇδ´ ἐλαύνειν μηδ´ ἀνήκεστον τρέφειν.
ΟΙΔΙΠΟΥΣ
Ποίῳ καθαρμῷ; τίς ὁ τρόπος τῆς ξυμφορᾶς;
100 ΚΡΕΩΝ
Ἀνδρηλατοῦντας, ἢ φόνῳ φόνον πάλιν
λύοντας, ὡς τόδ´ αἷμα χειμάζον πόλιν.
ΟΙΔΙΠΟΥΣ
Ποίου γὰρ ἀνδρὸς τήνδε μηνύει τύχην;
ΚΡΕΩΝ
Ἦν ἡμίν, ὦναξ, Λάϊός ποθ´ ἡγεμὼν
γῆς τῆσδε, πρὶν σὲ τήνδ´ ἀπευθύνειν πόλιν.
105 ΟΙΔΙΠΟΥΣ
Ἔξοιδ´ ἀκούων· οὐ γὰρ εἰσεῖδόν γέ πω. 
ΚΡΕΩΝ
Τούτου θανόντος νῦν ἐπιστέλλει σαφῶς
τοὺς αὐτοέντας χειρὶ τιμωρεῖν τινας.
ΟΙΔΙΠΟΥΣ
Οἱ δ´ εἰσὶ ποῦ γῆς; ποῦ τόδ´ εὑρεθήσεται
ἴχνος παλαιᾶς δυστέκμαρτον αἰτίας;
110 ΚΡΕΩΝ
Ἐν τῇδ´ ἔφασκε γῇ· τὸ δὲ ζητούμενον
ἁλωτόν, ἐκφεύγει δὲ τἀμελούμενον.
ΟΙΔΙΠΟΥΣ
Πότερα δ´ ἐν οἴκοις, ἢ ´ν ἀγροῖς ὁ Λάϊος,
ἢ γῆς ἐπ´ ἄλλης τῷδε συμπίπτει φόνῳ;
ΚΡΕΩΝ
Θεωρός, ὡς ἔφασκεν, ἐκδημῶν πάλιν
115 πρὸς οἶκον οὐκέθ´ ἵκεθ´, ὡς ἀπεστάλη.
ΟΙΔΙΠΟΥΣ
Οὐδ´ ἄγγελός τις οὐδὲ συμπράκτωρ ὁδοῦ
κατεῖδ´ ὅτου τις ἐκμαθὼν ἐχρήσατ´ ἄν;
ΚΡΕΩΝ
Θνῄσκουσι γάρ, πλὴν εἷς τις ὃς φόβῳ φυγὼν
ὧν εἶδε πλὴν ἓν οὐδὲν εἶχ´ εἰδὼς φράσαι.
120 ΟΙΔΙΠΟΥΣ
Τὸ ποῖον; Ἓν γὰρ πόλλ´ ἂν ἐξεύροι μαθεῖν,
ἀρχὴν βραχεῖαν εἰ λάβοιμεν ἐλπίδος.
ΚΡΕΩΝ
Λῃστὰς ἔφασκε συντυχόντας οὐ μιᾷ
ῥώμῃ κτανεῖν νιν, ἀλλὰ σὺν πλήθει χερῶν.
ΟΙΔΙΠΟΥΣ
Πῶς οὖν ὁ λῃστής, εἴ τι μὴ ξὺν ἀργύρῳ
125 ἐπράσσετ´ ἐνθένδ´, ἐς τόδ´ ἂν τόλμης ἔβη;
ΚΡΕΩΝ
Δοκοῦντα ταῦτ´ ἦν· Λαΐου δ´ ὀλωλότος
οὐδεὶς ἀρωγὸς ἐν κακοῖς ἐγίγνετο.
ΟΙΔΙΠΟΥΣ
Κακὸν δὲ ποῖον ἐμποδών, τυραννίδος
οὕτω πεσούσης, εἶργε τοῦτ´ ἐξειδέναι;
130 ΚΡΕΩΝ
Ἡ ποικιλῳδὸς Σφὶγξ τὸ πρὸς ποσὶ σκοπεῖν
μεθέντας ἡμᾶς τἀφανῆ προσήγετο.
ΟΙΔΙΠΟΥΣ
Ἀλλ´ ἐξ ὑπαρχῆς αὖθις αὔτ´ ἐγὼ φανῶ·
ἐπαξίως γὰρ Φοῖβος, ἀξίως δὲ σύ,
πρὸς τοῦ θανότος τήνδ´ ἔθεσθ´ ἐπιστροφήν· 
135 ὥστ´ ἐνδίκως ὄψεσθε κἀμὲ σύμμαχον,
γῇ τῇδε τιμωροῦντα τῷ θεῷ θ´ ἅμα.
Ὑπὲρ γὰρ οὐχὶ τῶν ἀπωτέρω φίλων,
ἀλλ´ αὐτὸς αὑτοῦ τοῦτ´ ἀποσκεδῶ μύσος.
Ὅστις γὰρ ἦν ἐκεῖνον ὁ κτανὼν τάχ´ ἂν
140 κἄμ´ ἂν τοιαύτῃ χειρὶ τιμωρεῖν θέλοι·
κείνῳ προσαρκῶν οὖν ἐμαυτὸν ὠφελῶ.
Ἀλλ´ ὡς τάχιστα, παῖδες, ὑμεῖς μὲν βάθρων
ἵστασθε, τούσδ´ ἄραντες ἱκτῆρας κλάδους,
ἄλλος δὲ Κάδμου λαὸν ὧδ´ ἀθροιζέτω,
145 ὡς πᾶν ἐμοῦ δράσοντος· ἢ γὰρ εὐτυχεῖς
σὺν τῷ θεῷ φανούμεθ´ ἢ πεπτωκότες.
ΙΕΡΕΥΣ
Ὦ παῖδες, ἱστώμεσθα· τῶνδε γὰρ χάριν
καὶ δεῦρ´ ἔβημεν ὧν ὅδ´ ἐξαγγέλλεται.
Φοῖβος δ´ ὁ πέμψας τάσδε μαντείας ἅμα
150 σωτήρ θ´ ἵκοιτο καὶ νόσου παυστήριος.
ΧΟΡΟΣ

Ὦ Διὸς ἁδυεπὲς φάτι, τίς ποτε τᾶς πολυχρύσου
Πυθῶνος ἀγλαὰς ἔβας
Θήβας; Ἐκτέταμαι φοβερὰν φρένα,
δείματι πάλλων,
ἰήιε Δάλιε Παιάν,
155 ἀμφὶ σοὶ ἁζόμενος τί μοι ἢ νέον
ἢ περιτελλομέναις ὥραις πάλιν
ἐξανύσεις χρέος·
εἰπέ μοι, ὦ χρυσέας τέκνον Ἐλπίδος,
ἄμβροτε Φάμα. 
Πρῶτά σε κεκλόμενος, θύγατερ Διός, ἄμβροτ´ Ἀθάνα,
160 γαιάοχόν τ´ ἀδελφεὰν
Ἄρτεμιν, ἃ κυκλόεντ´ ἀγορᾶς θρόνον
εὐκλέα θάσσει,
καὶ Φοῖβον ἑκαβόλον, ἰώ,
τρισσοὶ ἀλεξίμοροι προφάνητέ μοι,
εἴ ποτε καὶ προτέρας ἄτας ὕπερ
165 ὀρνυμένας πόλει
ἠνύσατ´ ἐκτοπίαν φλόγα πήματος,
ἔλθετε καὶ νῦν.
Ὦ πόποι, ἀνάριθμα γὰρ φέρω 
πήματα·νοσεῖ δέ μοι πρόπας
170 στόλος, οὐδ´ ἔνι φροντίδος ἔγχος
ᾧ τις ἀλέξεται· οὔτε γὰρ ἔκγονα
κλυτᾶς χθονὸς αὔξεται οὔτε τόκοισιν
ἰηίων καμάτων ἀνέχουσι γυναῖκες·
175 ἄλλον δ´ ἂν ἄλλῳ προσίδοις ἅπερ εὔπτερον ὄρνιν
κρεῖσσον ἀμαιμακέτου πυρὸς ὄρμενον
ἀκτὰν πρὸς ἑσπέρου θεοῦ.
Ὧν πόλις ἀνάριθμος ὄλλυται· 
180 νηλέα δὲ γένεθλα πρὸς πέδῳ
θαναταφόρα κεῖται ἀνοίκτως·
ἐν δ´ ἄλοχοι πολιαί τ´ ἔπι ματέρες
ἀκτὰν παρὰ βώμιον ἄλλοθεν ἄλλαι 
185 λυγρῶν πόνων ἱκετῆρες ἐπιστενάχουσι.
Παιὰν δὲ λάμπει στονόεσσά τε γῆρυς ὅμαυλος·
ὧν ὕπερ, ὦ χρυσέα θύγατερ Διός,
εὐῶπα πέμψον ἀλκάν.
190 Ἄρεά τε τὸν μαλερόν, ὃς νῦν ἄχαλκος ἀσπίδων
φλέγει με περιβόατος ἀντιάζων,
παλίσσυτον δράμημα νωτίσαι πάτρας
ἄπουρον, εἴτ´ ἐς μέγαν
195 θάλαμον Ἀμφιτρίτας,
εἴτ´ ἐς τὸν ἀπόξενον ὅρμων
Θρῄκιον κλύδωνα·
τελεῖν γάρ, εἴ τι νὺξ ἀφῇ,
τοῦτ´ ἐπ´ ἦμαρ ἔρχεται·
200 τόν, ὦ τᾶν πυρφόρων
ἀστραπᾶν κράτη νέμων,
ὦ Ζεῦ πάτερ, ὑπὸ σῷ φθίσον κεραυνῷ.
Λύκει´ ἄναξ, τά τε σὰ χρυσοστρόφων ἀπ´ ἀγκυλῶν
205 βέλεα θέλοιμ´ ἂν ἀδάματ´ ἐνδατεῖσθαι
ἀρωγὰ προσταθέντα, τάς τε πυρφόρους
Ἀρτέμιδος αἴγλας, ξὺν αἷς
Λύκι´ ὄρεα διᾴσσει·
τὸν χρυσομίτραν τε κικλήσκω,
210 τᾶσδ´ ἐπώνυμον γᾶς, 
οἰνῶπα Βάκχον εὔιον,
Μαινάδων ὁμόστολον
πελασθῆναι φλέγοντ´
ἀγλαῶπι ---
215 πεύκᾳ ´πὶ τὸν ἀπότιμον ἐν θεοῖς θεόν.
ΟΙΔΙΠΟΥΣ
Αἰτεῖς· ἃ δ´ αἰτεῖς, τἄμ´ ἐὰν θέλῃς ἔπη
κλύων δέχεσθαι τῇ νόσῳ θ´ ὑπηρετεῖν,
ἀλκὴν λάβοις ἂν κἀνακούφισιν κακῶν.
Ἁγὼ ξένος μὲν τοῦ λόγου τοῦδ´ ἐξερῶ,
220 ξένος δὲ τοῦ πραχθέντος· οὐ γὰρ ἂν μακρὰν
ἴχνευον αὐτός, μὴ οὐκ ἔχων τι σύμβολον·
νῦν δ´, ὕστερος γὰρ ἀστὸς εἰς ἀστοὺς τελῶ,
ὑμῖν προφωνῶ πᾶσι Καδμείοις τάδε·
«Ὅστις ποθ´ ὑμῶν Λάϊον τὸν Λαβδάκου
225 κάτοιδεν ἀνδρὸς ἐκ τίνος διώλετο,
τοῦτον κελεύω πάντα σημαίνειν ἐμοί·
κεἰ μὲν φοβεῖται, τοὐπίκλημ´ ὑπεξέλοι
αὐτὸς καθ´ αὑτοῦ· πείσεται γὰρ ἄλλο μὲν
ἀστεργὲς οὐδέν, γῆς δ´ ἄπεισιν ἀσφαλής.
230 Εἰ δ´ αὖ τις ἄλλον οἶδεν ἢ ´ξ ἄλλης χθονὸς
τὸν αὐτόχειρα, μὴ σιωπάτω· τὸ γὰρ
κέρδος τελῶ ´γὼ χἠ χάρις προσκείσεται.
Εἰ δ´ αὖ σιωπήσεσθε, καί τις ἢ φίλου
δείσας ἀπώσει τοὔπος ἢ χαὐτοῦ τόδε,
235 ἃκ τῶνδε δράσω, ταῦτα χρὴ κλύειν ἐμοῦ.
Τὸν ἄνδρ´ ἀπαυδῶ τοῦτον, ὅστις ἐστί, γῆς
τῆσδ´ ἧς ἐγὼ κράτη τε καὶ θρόνους νέμω
μήτ´ εἰσδέχεσθαι μήτε προσφωνεῖν τινα,
μήτ´ ἐν θεῶν εὐχαῖσι μήτε θύμασιν 
240 κοινὸν ποιεῖσθαι, μήτε χέρνιβος νέμειν·
ὠθεῖν δ´ ἀπ´ οἴκων πάντας, ὡς μιάσματος
τοῦδ´ ἡμὶν ὄντος, ὡς τὸ Πυθικὸν θεοῦ
μαντεῖον ἐξέφηνεν ἀρτίως ἐμοί.
Ἐγὼ μὲν οὖν τοιόσδε τῷ τε δαίμονι
245 τῷ τ´ ἀνδρὶ τῷ θανόντι σύμμαχος πέλω·
κατεύχομαι δὲ τὸν δεδρακότ´, εἴτε τις
εἷς ὢν λέληθεν εἴτε πλειόνων μέτα,
κακὸν κακῶς νιν ἄμορον ἐκτρῖψαι βίον·
ἐπεύχομαι δ´, οἴκοισιν εἰ ξυνέστιος
250 ἐν τοῖς ἐμοῖς γένοιτ´ ἐμοῦ ξυνειδότος,
παθεῖν ἅπερ τοῖσδ´ ἀρτίως ἠρασάμην.
Ὑμῖν δὲ ταῦτα πάντ´ ἐπισκήπτω τελεῖν,
ὑπέρ τ´ ἐμαυτοῦ τοῦ θεοῦ τε τῆσδέ τε
γῆς ὧδ´ ἀκάρπως κἀθέως ἐφθαρμένης.»
255 Οὐδ´ εἰ γὰρ ἦν τὸ πρᾶγμα μὴ θεήλατον,
ἀκάθαρτον ὑμᾶς εἰκὸς ἦν οὕτως ἐᾶν,
ἀνδρός γ´ ἀρίστου βασιλέως ὀλωλότος,
ἀλλ´ ἐξερευνᾶν· νῦν δ´ ἐπεὶ κυρῶ τ´ ἐγὼ
ἔχων μὲν ἀρχὰς ἃς ἐκεῖνος εἶχε πρίν,
260 ἔχων δὲ λέκτρα καὶ γυναῖχ´ ὁμόσπορον
κοινῶν τε παίδων κοίν´ ἄν, εἰ κείνῳ γένος
μὴ ´δυστύχησεν, ἦν ἂν ἐκπεφυκότα
νῦν δ´ ἐς τὸ κείνου κρᾶτ´ ἐνήλαθ´ ἡ τύχη·
ἀνθ´ ὧν ἐγὼ τάδ´, ὡσπερεὶ τοὐμοῦ πατρός,
265 ὑπερμαχοῦμαι, κἀπὶ πάντ´ ἀφίξομαι,
ζητῶν τὸν αὐτόχειρα τοῦ φόνου λαβεῖν,
τῷ Λαβδακείῳ παιδὶ Πολυδώρου τε καὶ
τοῦ πρόσθε Κάδμου τοῦ πάλαι τ´ Ἀγήνορος· 
καὶ ταῦτα τοῖς μὴ δρῶσιν εὔχομαι θεοὺς
270 μήτ´ ἀροτὸν αὐτοῖς γῆς ἀνιέναι τινά,
μήτ´ οὖν γυναικῶν παῖδας, ἀλλὰ τῷ πότμῳ
τῷ νῦν φθερεῖσθαι κἄτι τοῦδ´ ἐχθίονι.
Ὑμῖν δὲ τοῖς ἄλλοισι Καδμείοις ὅσοις
τάδ´ ἔστ´ ἀρέσκονθ´ ἥ τε σύμμαχος Δίκη
275 χοἰ πάντες εὖ ξυνεῖεν εἰσαεὶ θεοί.
ΧΟΡΟΣ
Ὥσπερ μ´ ἀραῖον ἔλαβες, ὧδ´, ἄναξ, ἐρῶ·
οὔτ´ ἔκτανον γὰρ οὔτε τὸν κτανόντ´ ἔχω
δεῖξαι. Τὸ δὲ ζήτημα τοῦ πέμψαντος ἦν
Φοίβου τόδ´ εἰπεῖν, ὅστις εἴργασταί ποτε.
280 ΟΙΔΙΠΟΥΣ
Δίκαι´ ἔλεξας· ἀλλ´ ἀναγκάσαι θεοὺς
ἃν μὴ θέλωσιν οὐδ´ ἂν εἷς δύναιτ´ ἀνήρ.
ΧΟΡΟΣ
Τὰ δεύτερ´ ἐκ τῶνδ´ ἂν λέγοιμ´ ἅ μοι δοκεῖ.
ΟΙΔΙΠΟΥΣ
Εἰ καὶ τρίτ´ ἔστι, μὴ παρῇς τὸ μὴ οὐ φράσαι.
ΧΟΡΟΣ
Ἄνακτ´ ἄνακτι ταὔθ´ ὁρῶντ´ ἐπίσταμαι
285 μάλιστα Φοίβῳ Τειρεσίαν, παρ´ οὗ τις ἂν
σκοπῶν τάδ´, ὦναξ, ἐκμάθοι σαφέστατα.
ΟΙΔΙΠΟΥΣ
Ἀλλ´ οὐκ ἐν ἀργοῖς οὐδὲ τοῦτ´ ἐπραξάμην·
ἔπεμψα γὰρ Κρέοντος εἰπόντος διπλοῦς
πομπούς· πάλαι δὲ μὴ παρὼν θαυμάζεται.
290 ΧΟΡΟΣ
Καὶ μὴν τά γ´ ἄλλα κωφὰ καὶ παλαί´ ἔπη.
ΟΙΔΙΠΟΥΣ
Τὰ ποῖα ταῦτα; πάντα γὰρ σκοπῶ λόγον.
ΧΟΡΟΣ
Θανεῖν ἐλέχθη πρός τινων ὁδοιπόρων.
ΟΙΔΙΠΟΥΣ
Ἤκουσα κἀγώ· τὸν δ´ ἰδόντ´ οὐδεὶς ὁρᾷ.
ΧΟΡΟΣ
Ἀλλ´ εἴ τι μὲν δὴ δείματός γ´ ἔχει μέρος,
295 τὰς σὰς ἀκούων οὐ μενεῖ τοιάσδ´ ἀράς.
ΟΙΔΙΠΟΥΣ
Ὧι μή ´στι δρῶντι τάρβος, οὐδ´ ἔπος φοβεῖ. 
ΧΟΡΟΣ
Ἀλλ´ οὑξελέγξων αὐτὸν ἔστιν· οἵδε γὰρ
τὸν θεῖον ἤδη μάντιν ὧδ´ ἄγουσιν, ᾧ
τἀληθὲς ἐμπέφυκεν ἀνθρώπων μόνῳ.
300 ΟΙΔΙΠΟΥΣ
Ὦ πάντα νωμῶν Τειρεσία, διδακτά τε
ἄρρητά τ´ οὐράνιά τε καὶ χθονοστιβῆ,
πόλιν μέν, εἰ καὶ μὴ βλέπεις, φρονεῖς δ´ ὅμως
οἵᾳ νόσῳ σύνεστιν· ἧς σὲ προστάτην
σωτῆρά τ´, ὦναξ, μοῦνον ἐξευρίσκομεν.
305 Φοῖβος γάρ, εἴ τι μὴ κλύεις τῶν ἀγγέλων,
πέμψασιν ἡμῖν ἀντέπεμψεν, ἔκλυσιν
μόνην ἂν ἐλθεῖν τοῦδε τοῦ νοσήματος,
εἰ τοὺς κτανόντας Λάϊον μαθόντες εὖ
κτείναιμεν ἢ γῆς φυγάδας ἐκπεμψαίμεθα.
310 Σὺ δ´ οὖν φθονήσας μήτ´ ἀπ´ οἰωνῶν φάτιν,
μήτ´ εἴ τιν´ ἄλλην μαντικῆς ἔχεις ὁδόν,
ῥῦσαι σεαυτὸν καὶ πόλιν, ῥῦσαι δ´ ἐμέ,
ῥῦσαι δὲ πᾶν μίασμα τοῦ τεθνηκότος·
ἐν σοὶ γάρ ἐσμεν· ἄνδρα δ´ ὠφελεῖν ἀφ´ ὧν
315 ἔχοι τε καὶ δύναιτο κάλλιστος πόνων.
ΤΕΙΡΕΣΙΑΣ
Φεῦ φεῦ, φρονεῖν ὡς δεινὸν ἔνθα μὴ τέλη
λύῃ φρονοῦντι· ταῦτα γὰρ καλῶς ἐγὼ
εἰδὼς διώλες´· οὐ γὰρ ἂν δεῦρ´ ἱκόμην.
ΟΙΔΙΠΟΥΣ
Τί δ´ ἔστιν; ὡς ἄθυμος εἰσελήλυθας.
320 ΤΕΙΡΕΣΙΑΣ
Ἄφες μ´ ἐς οἴκους· ῥᾷστα γὰρ τὸ σόν τε σὺ
κἀγὼ διοίσω τοὐμόν, ἢν ἐμοὶ πίθῃ. 
ΟΙΔΙΠΟΥΣ
Οὔτ´ ἔννομ´ εἶπας οὔτε προσφιλῆ πόλει
τῇδ´ ἥ ς´ ἔθρεψε, τήνδ´ ἀποστερῶν φάτιν.
ΤΕΙΡΕΣΙΑΣ
Ὁρῶ γὰρ οὐδὲ σοὶ τὸ σὸν φώνημ´ ἰὸν
325 πρὸς καιρόν· ὡς οὖν μηδ´ ἐγὼ ταὐτὸν πάθω —
ΟΙΔΙΠΟΥΣ
Μή, πρὸς θεῶν, φρονῶν γ´ ἀποστραφῇς ἐπεὶ
πάντες σε προσκυνοῦμεν οἵδ´ ἱκτήριοι.
ΤΕΙΡΕΣΙΑΣ
Πάντες γὰρ οὐ φρονεῖτ´· ἐγὼ δ´ οὐ μή ποτε
τἄμ´, ὡς ἂν εἴπω μὴ τὰ ς´, ἐκφήνω κακά.
330 ΟΙΔΙΠΟΥΣ
Τί φῄς; ξυνειδὼς οὐ φράσεις, ἀλλ´ ἐννοεῖς
ἡμᾶς προδοῦναι καὶ καταφθεῖραι πόλιν;
ΤΕΙΡΕΣΙΑΣ
Ἐγὼ οὔτ´ ἐμαυτὸν οὔτε ς´ ἀλγυνῶ· τί ταῦτ´
ἄλλως ἐλέγχεις; οὐ γὰρ ἂν πύθοιό μου.
ΟΙΔΙΠΟΥΣ
Οὐκ, ὦ κακῶν κάκιστε, καὶ γὰρ ἂν πέτρου
335 φύσιν σύ γ´ ὀργάνειας, ἐξερεῖς ποτε,
ἀλλ´ ὧδ´ ἄτεγκτος κἀτελεύτητος φανῇ;
ΤΕΙΡΕΣΙΑΣ
Ὀργὴν ἐμέμψω τὴν ἐμήν, τὴν σὴν δ´ ὁμοῦ
ναίουσαν οὐ κατεῖδες, ἀλλ´ ἐμὲ ψέγεις.
ΟΙΔΙΠΟΥΣ
Τίς γὰρ τοιαῦτ´ ἂν οὐκ ἂν ὀργίζοιτ´ ἔπη
340 κλύων ἃ νῦν σὺ τήνδ´ ἀτιμάζεις πόλιν;
ΤΕΙΡΕΣΙΑΣ
Ἥξει γὰρ αὐτά, κἂν ἐγὼ σιγῇ στέγω.
ΟΙΔΙΠΟΥΣ
Οὐκοῦν ἅ γ´ ἥξει καὶ σὲ χρὴ λέγειν ἐμοί.
ΤΕΙΡΕΣΙΑΣ
Οὐκ ἂν πέρα φράσαιμι· πρὸς τάδ´, εἰ θέλεις,
θυμοῦ δι´ ὀργῆς ἥτις ἀγριωτάτη.
345 ΟΙΔΙΠΟΥΣ
Καὶ μὴν παρήσω γ´ οὐδέν, ὡς ὀργῆς ἔχω,
ἅπερ ξυνίημ´. Ἴσθι γὰρ δοκῶν ἐμοὶ
καὶ ξυμφυτεῦσαι τοὔργον, εἰργάσθαι θ´, ὅσον 
μὴ χερσὶ καίνων· εἰ δ´ ἐτύγχανες βλέπων,
καὶ τοὔργον ἂν σοῦ τοῦτ´ ἔφην εἶναι μόνου.
350 ΤΕΙΡΕΣΙΑΣ
Ἄληθες; ἐννέπω σὲ τῷ κηρύγματι
ᾧπερ προεῖπας ἐμμένειν, κἀφ´ ἡμέρας
τῆς νῦν προσαυδᾶν μήτε τούσδε μήτ´ ἐμέ,
ὡς ὄντι γῆς τῆσδ´ ἀνοσίῳ μιάστορι.
ΟΙΔΙΠΟΥΣ
Οὕτως ἀναιδῶς ἐξεκίνησας τόδε
355 τὸ ῥῆμα, καὶ ποῦ τοῦτο φεύξεσθαι δοκεῖς;
ΤΕΙΡΕΣΙΑΣ
Πέφευγα· τἀληθὲς γὰρ ἰσχῦον τρέφω.
ΟΙΔΙΠΟΥΣ
Πρὸς τοῦ διδαχθείς; οὐ γὰρ ἔκ γε τῆς τέχνης
ΤΕΙΡΕΣΙΑΣ
Πρὸς σοῦ· σὺ γάρ μ´ ἄκοντα προὐτρέψω λέγειν.
ΟΙΔΙΠΟΥΣ
Ποῖον λόγον; λέγ´ αὖθις, ὡς μᾶλλον μάθω.
360 ΤΕΙΡΕΣΙΑΣ
Οὐχὶ ξυνῆκας πρόσθεν; ἢ ´κπειρᾷ λέγειν;
ΟΙΔΙΠΟΥΣ
Οὐχ ὥστε γ´ εἰπεῖν γνωστόν· ἀλλ´ αὖθις φράσον.
ΤΕΙΡΕΣΙΑΣ
Φονέα σέ φημι τἀνδρὸς οὗ ζητεῖς κυρεῖν.
ΟΙΔΙΠΟΥΣ
Ἀλλ´ οὔ τι χαίρων δίς γε πημονὰς ἐρεῖς.
ΤΕΙΡΕΣΙΑΣ
Εἴπω τι δῆτα κἄλλ´, ἵν´ ὀργίζῃ πλέον;
365 ΟΙΔΙΠΟΥΣ
Ὅσον γε χρῄζεις· ὡς μάτην εἰρήσεται.
ΤΕΙΡΕΣΙΑΣ
Λεληθέναι σέ φημι σὺν τοῖς φιλτάτοις
αἴσχισθ´ ὁμιλοῦντ´, οὐδ´ ὁρᾶν ἵν´ εἶ κακοῦ.
ΟΙΔΙΠΟΥΣ
Ἦ καὶ γεγηθὼς ταῦτ´ ἀεὶ λέξειν δοκεῖς;
ΤΕΙΡΕΣΙΑΣ
Εἴπερ τί γ´ ἔστι τῆς ἀληθείας σθένος.
370 ΟΙΔΙΠΟΥΣ
Ἀλλ´ ἔστι, πλὴν σοί· σοὶ δὲ τοῦτ´ οὐκ ἔστ´, ἐπεὶ
τυφλὸς τά τ´ ὦτα τόν τε νοῦν τά τ´ ὄμματ´ εἶ.
ΤΕΙΡΕΣΙΑΣ
Σὺ δ´ ἄθλιός γε ταῦτ´ ὀνειδίζων ἃ σοὶ
οὐδεὶς ὃς οὐχὶ τῶνδ´ ὀνειδιεῖ τάχα.
ΟΙΔΙΠΟΥΣ
Μιᾶς τρέφῃ πρὸς νυκτός, ὥστε μήτ´ ἐμὲ
375 μήτ´ ἄλλον ὅστις φῶς ὁρᾷ βλάψαι ποτ´ ἄν. 
ΤΕΙΡΕΣΙΑΣ
Οὐ γάρ με μοῖρα πρός γε σοῦ πεσεῖν, ἐπεὶ
ἱκανὸς Ἀπόλλων ᾧ τάδ´ ἐκπρᾶξαι μέλει.
ΟΙΔΙΠΟΥΣ
Κρέοντος ἢ σοῦ ταῦτα τἀξευρήματα;
ΤΕΙΡΕΣΙΑΣ
Κρέων δέ σοι πῆμ´ οὐδέν, ἀλλ´ αὐτὸς σὺ σοί.
380 ΟΙΔΙΠΟΥΣ
Ὦ πλοῦτε καὶ τυραννὶ καὶ τέχνη τέχνης
ὑπερφέρουσα, τῷ πολυζήλῳ βίῳ
ὅσος παρ´ ὑμῖν ὁ φθόνος φυλάσσεται,
εἰ τῆσδέ γ´ ἀρχῆς οὕνεχ´, ἣν ἐμοὶ πόλις
δωρητόν, οὐκ αἰτητόν, εἰσεχείρισεν,
385 ταύτης Κρέων ὁ πιστός, οὑξ ἀρχῆς φίλος,
λάθρᾳ μ´ ὑπελθὼν ἐκβαλεῖν ἱμείρεται,
ὑφεὶς μάγον τοιόνδε μηχανορράφον,
δόλιον ἀγύρτην, ὅστις ἐν τοῖς κέρδεσιν
μόνον δέδορκε, τὴν τέχνην δ´ ἔφυ τυφλός.
390 Ἐπεί, φέρ´ εἰπέ, ποῦ σὺ μάντις εἶ σαφής;
πῶς οὐχ, ὅθ´ ἡ ῥαψῳδὸς ἐνθάδ´ ἦν κύων,
ηὔδας τι τοῖσδ´ ἀστοῖσιν ἐκλυτήριον;
Καίτοι τό γ´ αἴνιγμ´ οὐχὶ τοὐπιόντος ἦν
ἀνδρὸς διειπεῖν, ἀλλὰ μαντείας ἔδει·
395 ἣν οὔτ´ ἀπ´ οἰωνῶν σὺ προὐφάνης ἔχων
οὔτ´ ἐκ θεῶν του γνωτόν· ἀλλ´ ἐγὼ μολών,
ὁ μηδὲν εἰδὼς Οἰδίπους, ἔπαυσά νιν,
γνώμῃ κυρήσας οὐδ´ ἀπ´ οἰωνῶν μαθών·
ὃν δὴ σὺ πειρᾷς ἐκβαλεῖν, δοκῶν θρόνοις
400 παραστατήσειν τοῖς Κρεοντείοις πέλας.
Κλαίων δοκεῖς μοι καὶ σὺ χὠ συνθεὶς τάδε
ἁγηλατήσειν· εἰ δὲ μὴ ´δόκεις γέρων
εἶναι, παθὼν ἔγνως ἂν οἷά περ φρονεῖς. 
ΧΟΡΟΣ
Ἡμῖν μὲν εἰκάζουσι καὶ τὰ τοῦδ´ ἔπη
405 ὀργῇ λελέχθαι καὶ τὰ ς´, Οἰδίπου, δοκεῖ.
Δεῖ δ´ οὐ τοιούτων, ἀλλ´ ὅπως τὰ τοῦ θεοῦ
μαντεῖ´ ἄριστα λύσομεν, τόδε σκοπεῖν.
ΤΕΙΡΕΣΙΑΣ
Εἰ καὶ τυραννεῖς, ἐξισωτέον τὸ γοῦν
ἴς´ ἀντιλέξαι· τοῦδε γὰρ κἀγὼ κρατῶ·
410 οὐ γάρ τι σοὶ ζῶ δοῦλος, ἀλλὰ Λοξίᾳ,
ὥστ´ οὐ Κρέοντος προστάτου γεγράψομαι.
Λέγω δ´, ἐπειδὴ καὶ τυφλόν μ´ ὠνείδισας·
σὺ καὶ δέδορκας κοὐ βλέπεις ἵν´ εἶ κακοῦ,
οὐδ´ ἔνθα ναίεις, οὐδ´ ὅτων οἰκεῖς μέτα.
415 Ἆρ´ οἶσθ´ ἀφ´ ὧν εἶ; καὶ λέληθας ἐχθρὸς ὢν
τοῖς σοῖσιν αὐτοῦ νέρθε κἀπὶ γῆς ἄνω.
Καί ς´ ἀμφιπλὴξ μητρός τε καὶ τοῦ σοῦ πατρὸς
ἐλᾷ ποτ´ ἐκ γῆς τῆσδε δεινόπους ἀρά,
βλέποντα νῦν μὲν ὄρθ´, ἔπειτα δὲ σκότον.
420 Βοῆς δὲ τῆς σῆς ποῖος οὐκ ἔσται λιμήν,
ποῖος Κιθαιρὼν οὐχὶ σύμφωνος τάχα,
ὅταν καταίσθῃ τὸν ὑμέναιον ὃν δόμοις
ἄνορμον εἰσέπλευσας εὐπλοίας τυχών;
Ἄλλων δὲ πλῆθος οὐκ ἐπαισθάνῃ κακῶν
425 ἅ ς´ ἐξισώσει σοί τε καὶ τοῖς σοῖς τέκνοις.
Πρὸς ταῦτα καὶ Κρέοντα καὶ τοὐμὸν στόμα
προπηλάκιζε· σοῦ γὰρ οὐκ ἔστιν βροτῶν
κάκιον ὅστις ἐκτριβήσεταί ποτε.
ΟΙΔΙΠΟΥΣ
Ἦ ταῦτα δῆτ´ ἀνεκτὰ πρὸς τούτου κλύειν;
430 Οὐκ εἰς ὄλεθρον; οὐχὶ θᾶσσον; οὐ πάλιν
ἄψορρος οἴκων τῶνδ´ ἀποστραφεὶς ἄπει;
ΤΕΙΡΕΣΙΑΣ
Οὐδ´ ἱκόμην ἔγωγ´ ἄν, εἰ σὺ μὴ ´κάλεις. 
ΟΙΔΙΠΟΥΣ
Οὐ γάρ τί ς´ ᾔδη μῶρα φωνήσοντ´, ἐπεὶ
σχολῇ ς´ ἂν οἴκους τοὺς ἐμοὺς ἐστειλάμην.
435 ΤΕΙΡΕΣΙΑΣ
Ἡμεῖς τοιοίδ´ ἔφυμεν, ὡς μὲν σοὶ δοκεῖ,
μῶροι, γονεῦσι δ´ οἵ ς´ ἔφυσαν, ἔμφρονες.
ΟΙΔΙΠΟΥΣ
Ποίοισι; μεῖνον· τίς δέ μ´ ἐκφύει βροτῶν;
ΤΕΙΡΕΣΙΑΣ
Ἥδ´ ἡμέρα φύσει σε καὶ διαφθερεῖ.
ΟΙΔΙΠΟΥΣ
Ὡς πάντ´ ἄγαν αἰνικτὰ κἀσαφῆ λέγεις.
440 ΤΕΙΡΕΣΙΑΣ
Οὔκουν σὺ ταῦτ´ ἄριστος εὑρίσκειν ἔφυς;
ΟΙΔΙΠΟΥΣ
Τοιαῦτ´ ὀνείδιζ´ οἷς ἔμ´ εὑρήσεις μέγαν.
ΤΕΙΡΕΣΙΑΣ
Αὕτη γε μέντοι ς´ ἡ τύχη διώλεσεν.
ΟΙΔΙΠΟΥΣ
Ἀλλ´ εἰ πόλιν τήνδ´ ἐξέσως´ οὔ μοι μέλει.
ΤΕΙΡΕΣΙΑΣ
Ἄπειμι τοίνυν· καὶ σύ, παῖ, κόμιζέ με.
445 ΟΙΔΙΠΟΥΣ
Κομιζέτω δῆθ´· ὡς παρὼν σύ γ´ ἐμποδὼν
ὀχλεῖς, συθείς τ´ ἂν οὐκ ἂν ἀλγύναις πλέον.
ΤΕΙΡΕΣΙΑΣ
Εἰπὼν ἄπειμ´ ὧν οὕνεκ´ ἦλθον, οὐ τὸ σὸν
δείσας πρόσωπον· οὐ γὰρ ἔσθ´ ὅπου μ´ ὀλεῖς.
Λέγω δέ σοι· τὸν ἄνδρα τοῦτον ὃν πάλαι
450 ζητεῖς ἀπειλῶν κἀνακηρύσσων φόνον
τὸν Λαΐειον, οὗτός ἐστιν ἐνθάδε,
ξένος λόγῳ μέτοικος, εἶτα δ´ ἐγγενὴς
φανήσεται Θηβαῖος, οὐδ´ ἡσθήσεται
τῇ ξυμφορᾷ· τυφλὸς γὰρ ἐκ δεδορκότος
455 καὶ πτωχὸς ἀντὶ πλουσίου ξένην ἔπι
σκήπτρῳ προδεικνὺς γαῖαν ἐμπορεύσεται.
Φανήσεται δὲ παισὶ τοῖς αὑτοῦ ξυνὼν
ἀδελφὸς αὑτὸς καὶ πατήρ, κἀξ ἧς ἔφυ
γυναικὸς υἱὸς καὶ πόσις, καὶ τοῦ πατρὸς 
460 ὁμοσπόρος τε καὶ φονεύς. Καὶ ταῦτ´ ἰὼν
εἴσω λογίζου· κἂν λάβῃς μ´ ἐψευσμένον,
φάσκειν ἔμ´ ἤδη μαντικῇ μηδὲν φρονεῖν.
ΧΟΡΟΣ
Τίς ὅντιν´ ἁ θεσπιέπεια Δελφὶς εἶπε πέτρα 
465 ἄρρητ´ ἀρρήτων τελέσαντα φοινίαισι χερσίν;
Ὥρα νιν ἀελλάδων
ἵππων σθεναρώτερον
φυγᾷ πόδα νωμᾶν·
ἔνοπλος γὰρ ἐπ´ αὐτὸν ἐπενθρῴσκει
470 πυρὶ καὶ στεροπαῖς ὁ Διὸς γενέτας,
δειναὶ δ´ ἅμ´ ἕπονται
Κῆρες ἀναπλάκητοι.
Ἔλαμψε γὰρ τοῦ νιφόεντος ἀρτίως φανεῖσα 
475 φάμα Παρνασσοῦ τὸν ἄδηλον ἄνδρα πάντ´ ἰχνεύειν·
φοιτᾷ γὰρ ὑπ´ ἀγρίαν
ὕλαν ἀνά τ´ ἄντρα καὶ
πέτρας ἅτε ταῦρος,
μέλεος μελέῳ ποδὶ χηρεύων,
480 τὰ μεσόμφαλα γᾶς ἀπονοσφίζων
μαντεῖα· τὰ δ´ αἰεὶ
ζῶντα περιποτᾶται. 
Δεινὰ μὲν οὖν, δεινὰ ταράσσει σοφὸς οἰωνοθέτας,
485 οὔτε δοκοῦντ´ οὔτ´ ἀποφάσκονθ´· ὅ τι λέξω δ´ ἀπορῶ·
πέτομαι δ´ ἐλπίσιν οὔτ´ ἐνθάδ´ ὁρῶν οὔτ´ ὀπίσω.
Τί γὰρ ἢ Λαβδακίδαις
490 ἢ τῷ Πολύβου νεῖκος ἔκειτ´; Οὔτε πάροιθέν ποτ´ ἔγωγ´ οὔτε τανῦν πω
ἔμαθον πρὸς ὅτου δὴ βασάνῳ 
ἐπὶ τὰν ἐπίδαμον
495 φάτιν εἶμ´ Οἰδιπόδα Λαβδακίδαις
ἐπίκουρος ἀδήλων θανάτων.
Ἀλλ´ ὁ μὲν οὖν Ζεὺς ὅ τ´ Ἀπόλλων ξυνετοὶ καὶ τὰ βροτῶν
εἰδότες· ἀνδρῶν δ´ ὅτι μάντις πλέον ἢ ´γὼ 
500 φέρεται,
κρίσις οὐκ ἔστιν ἀληθής·
σοφίᾳ δ´ ἂν σοφίαν
παραμείψειεν ἀνήρ·
ἄλλ´ οὔποτ´ ἔγωγ´ ἄν, πρὶν ἴδοιμ´ ὀρθὸν ἔπος, 
505 μεμφομένων ἂν καταφαίην.
Φανερὰ γὰρ ἐπ´ αὐτῷ πτερόεσς´ ἦλθε κόρα
ποτέ, καὶ σοφὸς ὤφθη
510 βασάνῳ θ´ ἁδύπολις· τῷ ἀπ´ ἐμᾶς
φρενὸς οὔποτ´ ὀφλήσει κακίαν. 
ΚΡΕΩΝ
Ἄνδρες πολῖται, δείν´ ἔπη πεπυσμένος
κατηγορεῖν μου τὸν τύραννον Οἰδίπουν,
515 πάρειμ´ ἀτλητῶν. Εἰ γὰρ ἐν ταῖς ξυμφοραῖς
ταῖς νῦν νομίζει πρός γ´ ἐμοῦ πεπονθέναι
λόγοισιν εἴτ´ ἔργοισιν εἰς βλάβην φέρον,
οὔτοι βίου μοι τοῦ μακραίωνος πόθος,
φέροντι τήνδε βάξιν. Οὐ γὰρ εἰς ἁπλοῦν
520 ἡ ζημία μοι τοῦ λόγου τούτου φέρει,
ἀλλ´ ἐς μέγιστον, εἰ κακὸς μὲν ἐν πόλει,
κακὸς δὲ πρὸς σοῦ καὶ φίλων κεκλήσομαι.
ΧΟΡΟΣ
Ἀλλ´ ἦλθε μὲν δὴ τοῦτο τοὔνειδος τάχ´ ἂν
ὀργῇ βιασθὲν μᾶλλον ἢ γνώμῃ φρενῶν.
525 ΚΡΕΩΝ
Τοὔπος δ´ ἐφάνθη ταῖς ἐμαῖς γνώμαις ὅτι
πεισθεὶς ὁ μάντις τοὺς λόγους ψευδεῖς λέγοι;
ΧΟΡΟΣ
Ηὐδᾶτο μὲν τάδ´, οἶδα δ´ οὐ γνώμῃ τίνι.
ΚΡΕΩΝ
Ἐξ ὀμμάτων δ´ ὀρθῶν τε κἀξ ὀρθῆς φρενὸς
κατηγορεῖτο τοὐπίκλημα τοῦτό μου;
530 ΧΟΡΟΣ
Οὐκ οἶδ´· ἃ γὰρ δρῶς´ οἱ κρατοῦντες οὐχ ὁρῶ
Αὐτὸς δ´ ὅδ´ ἤδη δωμάτων ἔξω περᾷ.
ΟΙΔΙΠΟΥΣ
Οὗτος σύ, πῶς δεῦρ´ ἦλθες; ἢ τοσόνδ´ ἔχεις
τόλμης πρόσωπον ὥστε τὰς ἐμὰς στέγας
ἵκου, φονεὺς ὢν τοῦδε τἀνδρὸς ἐμφανῶς
535 λῃστής τ´ ἐναργὴς τῆς ἐμῆς τυραννίδος;
Φέρ´ εἰπὲ πρὸς θεῶν, δειλίαν ἢ μωρίαν
ἰδών τιν´ ἔν μοι ταῦτ´ ἐβουλεύσω ποεῖν;
ἢ τοὔργον ὡς οὐ γνωρίσοιμί σου τόδε
δόλῳ προσέρπον κοὐκ ἀλεξοίμην μαθών;
540 Ἆρ´ οὐχὶ μῶρόν ἐστι τοὐγχείρημά σου, 
ἄνευ τε πλήθους καὶ φίλων τυραννίδα
θηρᾶν, ὃ πλήθει χρήμασίν θ´ ἁλίσκεται;
ΚΡΕΩΝ
Οἶσθ´ ὡς πόησον; ἀντὶ τῶν εἰρημένων
ἴς´ ἀντάκουσον, κᾆτα κρῖν´ αὐτὸς μαθών.
545 ΟΙΔΙΠΟΥΣ
Λέγειν σὺ δεινός, μανθάνειν δ´ ἐγὼ κακὸς
σοῦ· δυσμενῆ γὰρ καὶ βαρύν ς´ εὕρηκ´ ἐμοί.
ΚΡΕΩΝ
Τοῦτ´ αὐτὸ νῦν μου πρῶτ´ ἄκουσον ὡς ἐρῶ
ΟΙΔΙΠΟΥΣ
Τοῦτ´ αὐτὸ μή μοι φράζ´ ὅπως οὐκ εἶ κακός.
ΚΡΕΩΝ
Εἴ τοι νομίζεις κτῆμα τὴν αὐθαδίαν
550 εἶναί τι τοῦ νοῦ χωρίς, οὐκ ὀρθῶς φρονεῖς.
ΟΙΔΙΠΟΥΣ
Εἴ τοι νομίζεις ἄνδρα συγγενῆ κακῶς
δρῶν οὐχ ὑφέξειν τὴν δίκην, οὐκ εὖ φρονεῖς.
ΚΡΕΩΝ
Ξύμφημί σοι ταῦτ´ ἔνδικ´ εἰρῆσθαι· τὸ δὲ
πάθημ´ ὁποῖον φῂς παθεῖν δίδασκέ με.
555 ΟΙΔΙΠΟΥΣ
Ἔπειθες ἢ οὐκ ἔπειθες ὡς χρείη μ´ ἐπὶ
τὸν σεμνόμαντιν ἄνδρα πέμψασθαί τινα;
ΚΡΕΩΝ
Καὶ νῦν ἔθ´ αὑτός εἰμι τῷ βουλεύματι.
ΟΙΔΙΠΟΥΣ
Πόσον τιν´ ἤδη δῆθ´ ὁ Λάϊος χρόνον.
ΚΡΕΩΝ
Δέδρακε ποῖον ἔργον; οὐ γὰρ ἐννοῶ.
560 ΟΙΔΙΠΟΥΣ
ἄφαντος ἔρρει θανασίμῳ χειρώματι;
ΚΡΕΩΝ
Μακροὶ παλαιοί τ´ ἂν μετρηθεῖεν χρόνοι.
ΟΙΔΙΠΟΥΣ
Τότ´ οὖν ὁ μάντις οὗτος ἦν ἐν τῇ τέχνῃ;
ΚΡΕΩΝ
Σοφός γ´ ὁμοίως κἀξ ἴσου τιμώμενος.
ΟΙΔΙΠΟΥΣ
Ἐμνήσατ´ οὖν ἐμοῦ τι τῷ τότ´ ἐν χρόνῳ;
565 ΚΡΕΩΝ
Οὔκουν ἐμοῦ γ´ ἑστῶτος οὐδαμοῦ πέλας.
ΟΙΔΙΠΟΥΣ
Ἀλλ´ οὐκ ἔρευναν τοῦ θανόντος ἔσχετε;
ΚΡΕΩΝ
Παρέσχομεν, πῶς δ´ οὐχί; κοὐκ ἐκύρσαμεν. 
ΟΙΔΙΠΟΥΣ
Πῶς οὖν τόθ´ οὗτος ὁ σοφὸς οὐκ ηὔδα τάδε;
ΚΡΕΩΝ
Οὐκ οἶδ´· ἐφ´ οἷς γὰρ μὴ φρονῶ σιγᾶν φιλῶ.
570 ΟΙΔΙΠΟΥΣ
Τοσόνδε γ´ οἶσθα καὶ λέγοις ἂν εὖ φρονῶν.
ΚΡΕΩΝ
Ποῖον τόδ´; εἰ γὰρ οἶδά γ´, οὐκ ἀρνήσομαι.
ΟΙΔΙΠΟΥΣ
ὁθούνεκ´, εἰ μὴ σοὶ ξυνῆλθε, τὰς ἐμὰς
οὐκ ἄν ποτ´ εἶπεν Λαΐου διαφθοράς.
ΚΡΕΩΝ
Εἰ μὲν λέγει τάδ´, αὐτὸς οἶσθ´· ἐγὼ δὲ σοῦ
575 μαθεῖν δικαιῶ ταὔθ´ ἅπερ κἀμοῦ σὺ νῦν.
ΟΙΔΙΠΟΥΣ
Ἐκμάνθαν´· οὐ γὰρ δὴ φονεὺς ἁλώσομαι.
ΚΡΕΩΝ
Τί δῆτ´; ἀδελφὴν τὴν ἐμὴν γήμας ἔχεις;
ΟΙΔΙΠΟΥΣ
Ἄρνησις οὐκ ἔνεστιν ὧν ἀνιστορεῖς.
ΚΡΕΩΝ
Ἄρχεις δ´ ἐκείνῃ ταὐτὰ γῆς ἴσον νέμων;
580 ΟΙΔΙΠΟΥΣ
Ἃν ᾖ θέλουσα πάντ´ ἐμοῦ κομίζεται.
ΚΡΕΩΝ
Οὔκουν ἰσοῦμαι σφῷν ἐγὼ δυοῖν τρίτος;
ΟΙΔΙΠΟΥΣ
Ἐνταῦθα γὰρ δὴ καὶ κακὸς φαίνῃ φίλος.
ΚΡΕΩΝ
Οὔκ, εἰ διδοίης γ´ ὡς ἔχω σαυτῷ λόγον.
Σκέψαι δὲ τοῦτο πρῶτον, εἴ τιν´ ἂν δοκεῖς
585 ἄρχειν ἑλέσθαι ξὺν φόβοισι μᾶλλον ἢ
ἄτρεστον εὕδοντ´, εἰ τά γ´ αὔθ´ ἕξει κράτη.
Ἐγὼ μὲν οὖν οὔτ´ αὐτὸς ἱμείρων ἔφυν
τύραννος εἶναι μᾶλλον ἢ τύραννα δρᾶν,
οὔτ´ ἄλλος ὅστις σωφρονεῖν ἐπίσταται.
590 Νῦν μὲν γὰρ ἐκ σοῦ πάντ´ ἄνευ φόβου φέρω·
εἰ δ´ αὐτὸς ἦρχον, πολλὰ κἂν ἄκων ἔδρων.
Πῶς δῆτ´ ἐμοὶ τυραννὶς ἡδίων ἔχειν
ἀρχῆς ἀλύπου καὶ δυναστείας ἔφυ;
Οὔπω τοσοῦτον ἠπατημένος κυρῶ
595 ὥστ´ ἄλλα χρῄζειν ἢ τὰ σὺν κέρδει καλά. 
Νῦν πᾶσι χαίρω, νῦν με πᾶς ἀσπάζεται,
νῦν οἱ σέθεν χρῄζοντες ἐκκαλοῦσί με·
τὸ γὰρ τυχεῖν αὐτοῖσι πᾶν ἐνταῦθ´ ἔνι.
Πῶς δῆτ´ ἐγὼ κεῖν´ ἂν λάβοιμ´ ἀφεὶς τάδε;
600 οὐκ ἂν γένοιτο νοῦς κακὸς καλῶς φρονῶν.
Ἀλλ´ οὔτ´ ἐραστὴς τῆσδε τῆς γνώμης ἔφυν,
οὔτ´ ἂν μετ´ ἄλλου δρῶντος ἂν τλαίην ποτέ.
Καὶ τῶνδ´ ἔλεγχον, τοῦτο μὲν Πυθώδ´ ἰών,
πεύθου τὰ χρησθέντ´ εἰ σαφῶς ἤγγειλά σοι·
605 τοῦτ´ ἄλλ´, ἐάν με τῷ τερασκόπῳ λάβῃς
κοινῇ τι βουλεύσαντα, μή μ´ ἁπλῇ κτάνῃς
ψήφῳ, διπλῇ δὲ, τῇ τ´ ἐμῇ καὶ σῇ, λαβών,
γνώμῃ δ´ ἀδήλῳ μή με χωρὶς αἰτιῶ.
Οὐ γὰρ δίκαιον οὔτε τοὺς κακοὺς μάτην
610 χρηστοὺς νομίζειν οὔτε τοὺς χρηστοὺς κακούς.
Φίλον γὰρ ἐσθλὸν ἐκβαλεῖν ἴσον λέγω
καὶ τὸν παρ´ αὑτῷ βίοτον, ὃν πλεῖστον φιλεῖ.
Ἀλλ´ ἐν χρόνῳ γνώσῃ τάδ´ ἀσφαλῶς, ἐπεὶ
χρόνος δίκαιον ἄνδρα δείκνυσιν μόνος·
615 κακὸν δὲ κἂν ἐν ἡμέρᾳ γνοίης μιᾷ.
ΧΟΡΟΣ
Καλῶς ἔλεξεν εὐλαβουμένῳ πεσεῖν,
ἄναξ· φρονεῖν γὰρ οἱ ταχεῖς οὐκ ἀσφαλεῖς.
ΟΙΔΙΠΟΥΣ
Ὅταν ταχύς τις οὑπιβουλεύων λάθρᾳ
χωρῇ, ταχὺν δεῖ κἀμὲ βουλεύειν πάλιν.
620 Εἰ δ´ ἡσυχάζων προσμενῶ, τὰ τοῦδε μὲν
πεπραγμέν´ ἔσται, τἀμὰ δ´ ἡμαρτημένα.
ΚΡΕΩΝ
Τί δῆτα χρῄζεις; ἦ με γῆς ἔξω βαλεῖν;
ΟΙΔΙΠΟΥΣ
Ἥκιστα· θνῄσκειν, οὐ φυγεῖν σε βούλομαι.
ΚΡΕΩΝ
Ὅταν προδείξῃς οἷόν ἐστι τὸ φθονεῖν.
625 ΟΙΔΙΠΟΥΣ
Ὡς οὐχ ὑπείξων οὐδὲ πιστεύσων λέγεις; 
ΚΡΕΩΝ
Οὐ γὰρ φρονοῦντά ς´ εὖ βλέπω.
ΟΙΔΙΠΟΥΣ
Τὸ γοῦν ἐμόν.
ΚΡΕΩΝ
Ἀλλ´ ἐξ ἴσου δεῖ κἀμόν.
ΟΙΔΙΠΟΥΣ
Ἀλλ´ ἔφυς κακός.
ΚΡΕΩΝ
Εἰ δὲ ξυνίης μηδέν;
ΟΙΔΙΠΟΥΣ
Ἀρκτέον γ´ ὅμως.
ΚΡΕΩΝ
Οὔτοι κακῶς γ´ ἄρχοντος.
ΟΙΔΙΠΟΥΣ
Ὢ πόλις, πόλις.
630 ΚΡΕΩΝ
Κἀμοὶ πόλεως μέτεστιν, οὐχὶ σοὶ μόνῳ.
ΧΟΡΟΣ
Παύσασθ´, ἄνακτες· καιρίαν δ´ ὑμῖν ὁρῶ 
τήνδ´ ἐκ δόμων στείχουσαν Ἰοκάστην, μεθ´ ἧς
τὸ νῦν παρεστὼς νεῖκος εὖ θέσθαι χρεών.
ΙΟΚΑΣΤΗ

Τί τὴν ἄβουλον, ὦ ταλαίπωροι, σ&#