
ΤΡΑΧΙΝΙΑΙ
ΔΗΙΑΝΕΙΡΑ
Λόγος μέν ἐστ´ ἀρχαῖος ἀνθρώπων φανεὶς
ὡς οὐκ ἂν αἰῶν´ ἐκμάθοις βροτῶν, πρὶν ἂν
θάνῃ τις, οὔτ´ εἰ χρηστὸς οὔτ´ εἴ τῳ κακός·
ἐγὼ δὲ τὸν ἐμόν, καὶ πρὶν εἰς Ἅιδου μολεῖν,
ἔξοιδ´ ἔχουσα δυστυχῆ τε καὶ βαρύν, 5
ἥτις πατρὸς μὲν ἐν δόμοισιν Οἰνέως
ναίους´ 〈ἔτ´〉 ἐν Πλευρῶνι νυμφείων ὄκνον
ἄλγιστον ἔσχον, εἴ τις Αἰτωλὶς γυνή.
Μνηστὴρ γὰρ ἦν μοι ποταμός, Ἀχελῷον λέγω,
ὅς μ´ ἐν τρισὶν μορφαῖσιν ἐξῄτει πατρός,
10
φοιτῶν ἐναργὴς ταῦρος, ἄλλοτ´ αἰόλος
δράκων ἑλικτός, ἄλλοτ´ ἀνδρείῳ τύπῳ
βούκρανος, ἐκ δὲ δασκίου γενειάδος
κρουνοὶ διερραίνοντο κρηναίου ποτοῦ.
Τοιόνδ´ ἐγὼ μνηστῆρα προσδεδεγμένη 15
δύστηνος αἰεὶ κατθανεῖν ἐπηυχόμην,
πρὶν τῆσδε κοίτης ἐμπελασθῆναί ποτε.
Χρόνῳ δ´ ἐν ὑστέρῳ μέν, ἀσμένῃ δέ μοι,
ὁ κλεινὸς ἦλθε Ζηνὸς Ἀλκμήνης τε παῖς,
ὃς εἰς ἀγῶνα τῷδε συμπεσὼν μάχης 20
ἐκλύεταί με· καὶ τρόπον μὲν ἂν πόνων
οὐκ ἂν διείποιμ´, οὐ γὰρ οἶδ´, ἀλλ´ ὅστις ἦν
θακῶν ἀταρβὴς τῆς θέας, ὅδ´ ἂν λέγοι·
ἐγὼ γὰρ ἥμην ἐκπεπληγμένη φόβῳ
μή μοι τὸ κάλλος ἄλγος ἐξεύροι ποτέ. 25
Τέλος δ´ ἔθηκε Ζεὺς Ἀγώνιος καλῶς,
εἰ δὴ καλῶς· λέχος γὰρ Ἡρακλεῖ κριτὸν
ξυστᾶς´ ἀεί τιν´ ἐκ φόβου φόβον τρέφω,
κείνου προκηραίνουσα· νὺξ γὰρ εἰσάγει
καὶ νὺξ ἀπωθεῖ διαδεδεγμένη πόνον. 30
Κἀφύσαμεν δὴ παῖδας, οὓς κεῖνός ποτε,
γῄτης ὅπως ἄρουραν ἔκτοπον λαβών,
σπείρων μόνον προσεῖδε κἀξαμῶν ἅπαξ·
τοιοῦτος αἰὼν εἰς δόμους τε κἀκ δόμων
ἀεὶ τὸν ἄνδρ´ ἔπεμπε λατρεύοντά τῳ. 35
Νῦν δ´ ἡνίκ´ ἄθλων τῶνδ´ ὑπερτελὴς ἔφυ,
ἐνταῦθα δὴ μάλιστα ταρβήσας´ ἔχω.
Ἐξ οὗ γὰρ ἔκτα κεῖνος Ἰφίτου βίαν,
ἡμεῖς μὲν ἐν Τραχῖνι τῇδ´ ἀνάστατοι
ξένῳ παρ´ ἀνδρὶ ναίομεν, κεῖνος δ´ ὅπου
40
βέβηκεν οὐδεὶς οἶδε, πλὴν ἐμοὶ πικρὰς
ὠδῖνας αὑτοῦ προσβαλὼν ἀποίχεται.
Σχεδὸν δ´ ἐπίσταμαί τι πῆμ´ ἔχοντά νιν·
χρόνον γὰρ οὐχὶ βαιόν, ἀλλ´ ἤδη δέκα
μῆνας πρὸς ἄλλοις πέντ´ ἀκήρυκτος μένει.
45
Κἄστιν τι δεινὸν πῆμα· τοιαύτην ἐμοὶ
δέλτον λιπὼν ἔστειχε, τὴν ἐγὼ θαμὰ
θεοῖς ἀρῶμαι πημονῆς ἄτερ λαβεῖν.
ΔΟΥΛΗ ΤΡΟΦΟΣ
Δέσποινα Δῃάνειρα, πολλὰ μέν ς´ ἐγὼ
κατεῖδον ἤδη πανδάκρυτ´ ὀδύρματα 50
τὴν Ἡράκλειον ἔξοδον γοωμένην·
νῦν δ´, εἰ δίκαιον τοὺς ἐλευθέρους φρενοῦν
γνώμαισι δούλαις, κἀμὲ χρὴ φράσαι τόσον·
πῶς παισὶ μὲν τοσοῖσδε πληθύεις, ἀτὰρ
ἀνδρὸς κατὰ ζήτησιν οὐ πέμπεις τινά, 55
μάλιστα δ´ ὅνπερ εἰκὸς Ὕλλον, εἰ πατρὸς
νέμοι τιν´ ὤραν τοῦ καλῶς πράσσειν δοκεῖν;
Ἐγγὺς δ´ ὅδ´ αὐτὸς ἀρτίπους θρῴσκει δόμους,
ὥστ´, εἴ τί σοι πρὸς καιρὸν ἐννέπειν δοκῶ,
πάρεστι χρῆσθαι τἀνδρὶ τοῖς τ´ ἐμοῖς λόγοις.
60
ΔΗΙΑΝΕΙΡΑ Ὦ τέκνον, ὦ παῖ, κἀξ ἀγεννήτων ἄρα
μῦθοι καλῶς πίπτουσιν· ἥδε γὰρ γυνὴ
δούλη μέν, εἴρηκεν δ´ ἐλεύθερον λόγον.
ΥΛΛΟΣ
Ποῖον; δίδαξον, μῆτερ, εἰ διδακτά μοι.
ΔΗΙΑΝΕΙΡΑ
Σὲ πατρὸς οὕτω δαρὸν ἐξενωμένου 65
τὸ μὴ πυθέσθαι ποῦ ´στιν αἰσχύνην φέρει.
ΥΛΛΟΣ
Ἀλλ´ οἶδα, μύθοις εἴ τι πιστεύειν χρεών.
ΔΗΙΑΝΕΙΡΑ
Καὶ ποῦ κλύεις νιν, τέκνον, ἱδρῦσθαι χθονός;
ΥΛΛΟΣ
Τὸν μὲν παρελθόντ´ ἄροτον ἐν μήκει χρόνου
Λυδῇ γυναικί φασί νιν λάτριν πονεῖν. 70
ΔΗΙΑΝΕΙΡΑ
Πᾶν τοίνυν, εἰ καὶ τοῦτ´ ἔτλη, κλύοι τις ἄν.
ΥΛΛΟΣ
Ἀλλ´ ἐξαφεῖται τοῦδέ γ´, ὡς ἐγὼ κλύω.
ΔΗΙΑΝΕΙΡΑ
Ποῦ δῆτα νῦν ζῶν ἢ θανὼν ἀγγέλλεται;
ΥΛΛΟΣ
Εὐβοῖδα χώραν φασίν, Εὐρύτου πόλιν,
ἐπιστρατεύειν αὐτὸν ἢ μέλλειν ἔτι. 75
ΔΗΙΑΝΕΙΡΑ
Ἆρ´ οἶσθα δῆτ´, ὦ τέκνον, ὡς ἔλειπέ μοι
μαντεῖα πιστὰ τῆσδε τῆς χώρας πέρι;
ΥΛΛΟΣ
Τὰ ποῖα, μῆτερ; τὸν λόγον γὰρ ἀγνοῶ.
ΔΗΙΑΝΕΙΡΑ
Ὡς ἢ τελευτὴν τοῦ βίου μέλλει τελεῖν,
ἢ τοῦτον ἄρας ἆθλον εἰς τό γ´ ὕστερον 80
τὸν λοιπὸν ἤδη βίοτον εὐαίων´ ἔχειν.
Ἐν οὖν ῥοπῇ τοιᾷδε κειμένῳ, τέκνον,
οὐκ εἶ ξυνέρξων, ἡνίκ´ ἢ σεσώσμεθα
κείνου βίον σώσαντος, ἢ οἰχόμεσθ´ ἅμα;
85
ΥΛΛΟΣ
Ἀλλ´ εἶμι, μῆτερ· εἰ δὲ θεσφάτων ἐγὼ
βάξιν κατῄδη τῶνδε, κἂν πάλαι παρῆ·
νῦν δ´ ὁ ξυνήθης πότμος οὐκ εἴα πατρὸς
ἡμᾶς προταρβεῖν οὐδὲ δειμαίνειν ἄγαν.
Νῦν δ´ ὡς ξυνίημ´, οὐδὲν ἐλλείψω τὸ μὴ
90
πᾶσαν πυθέσθαι τῶνδ´ ἀλήθειαν πέρι.
ΔΗΙΑΝΕΙΡΑ
Χώρει νυν, ὦ παῖ· καὶ γὰρ ὑστέρῳ τό γ´ εὖ
πράσσειν, ἐπεὶ πύθοιτο, κέρδος ἐμπολᾷ.
ΧΟΡΟΣ
Ὃν αἰόλα νὺξ ἐναριζομένα
τίκτει κατευνάζει τε φλογιζόμενον 95
Ἅλιον, Ἅλιον αἰτῶ
τοῦτο καρῦξαι τὸν Ἀλκμή–
νας, πόθι μοι πόθι μοι ναί–
ει ποτ´, ὦ λαμπρᾷ στεροπᾷ φλεγέθων,
ἢ ποντίας αὐλῶνας, ἢ δισσαῖσιν ἀπείροις κλιθείς,
100
εἴπ´, ὦ κρατιστεύων κατ´ ὄμμα.
Ποθουμένᾳ γὰρ φρενὶ πυνθάνομαι
τὰν ἀμφινεικῆ Δηϊάνειραν ἀεί,
οἷά τιν´ ἄθλιον ὄρνιν, 105
οὔποτ´ εὐνάζειν ἀδακρύτων
βλεφάρων πόθον, ἀλλ´ εὔμναστον
ἀνδρὸς δεῖμα τρέφουσαν ὁδοῦ
ἐνθυμίοις εὐναῖς ἀνανδρώτοισι τρύχεσθαι κακὰν
110
δύστανον ἐλπίζουσαν αἶσαν.
Πολλὰ γὰρ ὥστ´ ἀκάμαντος
ἢ νότου ἢ βορέα τις
κύματ´ 〈ἂν〉 εὐρέϊ πόντῳ
βάντ´ ἐπιόντα τ´ ἴδοι· 115
οὕτω δὲ τὸν Καδμογενῆ
τρέφει, τὸ δ´ αὔξει βιότου
πολύπονον ὥσπερ πέλαγος
Κρήσιον· ἀλλά τις θεῶν
αἰὲν ἀναμπλάκητον Ἅιδα σφε δόμων ἐρύκει.
Ὧν ἐπιμεμφομένα ς´ αἰδοῖα μέν, ἀντία δ´ οἴσω·
φαμὶ γὰρ οὐκ ἀποτρύειν
ἐλπίδα τὰν ἀγαθὰν 125
χρῆναί ς´· ἀνάλγητα γὰρ οὐδ´
ὁ πάντα κραίνων βασιλεὺς
ἐπέβαλε θνατοῖς Κρονίδας·
ἀλλ´ ἐπὶ πῆμα καὶ χαρὰ
πᾶσι κυκλοῦσιν, οἷον Ἄρ– 130
κτου στροφάδες κέλευθοι.
Μένει γὰρ οὔτ´ αἰόλα
νὺξ βροτοῖσιν οὔτε Κῆρες οὔτε πλοῦτος,
ἀλλ´ ἄφαρ βέβακε, τῷ δ´ ἐπέρχεται
χαίρειν τε καὶ στέρεσθαι. 135
Ἃ καὶ σὲ τὰν ἄνασσαν ἐλπίσιν λέγω
τάδ´ αἰὲν ἴσχειν· ἐπεὶ τίς ὧδε
τέκνοισι Ζῆν´ ἄβουλον εἶδεν; 140
ΔΗΙΑΝΕΙΡΑ
Πεπυσμένη μέν, ὡς ἀπεικάσαι, πάρει
πάθημα τοὐμόν· ὡς δ´ ἐγὼ θυμοφθορῶ
μήτ´ ἐκμάθοις παθοῦσα, νῦν δ´ ἄπειρος εἶ.
Τὸ γὰρ νεάζον ἐν τοιοῖσδε βόσκεται
χώροισιν αὑτοῦ, καί νιν οὐ θάλπος θεοῦ,
145
οὐδ´ ὄμβρος, οὐδὲ πνευμάτων οὐδὲν κλονεῖ,
ἀλλ´ ἡδοναῖς ἄμοχθον ἐξαίρει βίον
ἐς τοῦθ´ ἕως τις ἀντὶ παρθένου γυνὴ
κληθῇ λάβῃ τ´ ἐν νυκτὶ φροντίδων μέρος
ἤτοι πρὸς ἀνδρὸς ἢ τέκνων φοβουμένη· 150
τότ´ ἄν τις εἰσίδοιτο, τὴν αὑτοῦ σκοπῶν
πρᾶξιν, κακοῖσιν οἷς ἐγὼ βαρύνομαι.
Πάθη μὲν οὖν δὴ πόλλ´ ἔγωγ´ ἐκλαυσάμην·
ἓν δ´, οἷον οὔπω πρόσθεν, αὐτίκ´ ἐξερῶ.
Ὁδὸν γὰρ ἦμος τὴν τελευταίαν ἄναξ 155
ὡρμᾶτ´ ἀπ´ οἴκων Ἡρακλῆς, τότ´ ἐν δόμοις
λείπει παλαιὰν δέλτον ἐγγεγραμμένην
ξυνθήμαθ´ ἁμοὶ πρόσθεν οὐκ ἔτλη ποτὲ
πολλοὺς ἀγῶνας ἐξιὼν οὕτω φράσαι,
ἀλλ´ ὥς τι δράσων εἷρπε κοὐ θανούμενος.
160
Νῦν δ´, ὡς ἔτ´ οὐκ ὤν, εἶπε μὲν λέχους ὅ τι
χρείη μ´
ἑλέσθαι
κτῆσιν, εἶπε δ´
ἣν τέκνοις
μοῖραν πατρῴας γῆς διαιρετὸν νέμοι,
χρόνον προτάξας, ὡς τρίμηνος ἡνίκα
χώρας ἀπείη κἀνιαύσιος βεβώς, 165
τότ´ ἢ θανεῖν χρείη σφε τῷδε τῷ χρόνῳ,
ἢ τοῦθ´ ὑπεκδραμόντα τοῦ χρόνου τέλος
τὸ λοιπὸν ἤδη ζῆν ἀλυπήτῳ βίῳ.
Τοιαῦτ´ ἔφραζε πρὸς θεῶν εἱμαρμένα
τῶν Ἡρακλείων ἐκτελευτᾶσθαι πόνων, 170
ὡς τὴν παλαιὰν φηγὸν αὐδῆσαί ποτε
Δωδῶνι δισσῶν ἐκ πελειάδων ἔφη.
Καὶ τῶνδε ναμέρτεια συμβαίνει χρόνου
τοῦ νῦν παρόντος, ὡς τελεσθῆναι χρεών·
ὥσθ´ ἡδέως εὕδουσαν ἐκπηδᾶν ἐμὲ 175
φόβῳ, φίλαι, ταρβοῦσαν, εἴ με χρὴ μένειν
πάντων ἀρίστου φωτὸς ἐστερημένην.
ΧΟΡΟΣ
Εὐφημίαν νῦν ἴσχ´, ἐπεὶ καταστεφῆ
στείχονθ´ ὁρῶ τιν´ ἄνδρα πρὸς χαρὰν λόγων.
ΑΓΓΕΛΟΣ
Δέσποινα Δῃάνειρα, πρῶτος ἀγγέλων 180
ὄκνου σε λύσω· τὸν γὰρ Ἀλκμήνης τόκον
καὶ ζῶντ´ ἐπίστω καὶ κρατοῦντα κἀκ μάχης
ἄγοντ´ ἀπαρχὰς θεοῖσι τοῖς ἐγχωρίοις.
ΔΗΙΑΝΕΙΡΑ
Τίν´ εἶπας, ὦ γεραιέ, τόνδε μοι λόγον;
ΑΓΓΕΛΟΣ
Τάχ´ ἐς δόμους σοὺς τὸν πολύζηλον πόσιν
185
192 Tr.186 : ἥξειν, φανέντα σὺν κράτει νικηφόρῳ.
ΔΗΙΑΝΕΙΡΑ
Καὶ τοῦ τόδ´ ἀστῶν ἢ ξένων μαθὼν λέγεις;
ΑΓΓΕΛΟΣ
Ἐν βουθερεῖ λειμῶνι πρόσπολος θροεῖ,
Λίχας ὁ κῆρυξ, ταῦτα· τοῦ δ´ ἐγὼ κλύων
ἀπῇξ´, ὅπως τοι πρῶτος ἀγγείλας τάδε 190
πρὸς σοῦ τι κερδάναιμι καὶ κτῴμην χάριν.
ΔΗΙΑΝΕΙΡΑ
Αὐτὸς δὲ πῶς ἄπεστιν, εἴπερ εὐτυχεῖ;
ΑΓΓΕΛΟΣ
Οὐκ εὐμαρείᾳ χρώμενος πολλῇ, γύναι·
κύκλῳ γὰρ αὐτὸν Μηλιεὺς ἅπας λεὼς
κρίνει παραστάς, οὐδ´ ἔχει βῆναι πρόσω·
195
τὸ γὰρ ποθοῦν ἕκαστος ἐκμαθεῖν θέλων
οὐκ ἂν μεθεῖτο, πρὶν καθ´ ἡδονὴν κλύειν.
Οὕτως ἐκεῖνος οὐχ ἑκών, ἑκοῦσι δὲ
ξύνεστιν· ὄψει δ´ αὐτὸν αὐτίκ´ ἐμφανῆ.
ΔΗΙΑΝΕΙΡΑ
Ὦ Ζεῦ, τὸν Οἴτης ἄτομον ὃς λειμῶν´ ἔχεις,
200
ἔδωκας ἡμῖν ἀλλὰ σὺν χρόνῳ χαράν.
Φωνήσατ´, ὦ γυναῖκες, αἵ τ´ εἴσω στέγης
αἵ τ´ ἐκτὸς αὐλῆς, ὡς ἄελπτον ὄμμ´ ἐμοὶ
φήμης ἀνασχὸν τῆσδε νῦν καρπούμεθα.
ΧΟΡΟΣ
Ἀνολολύξεται δόμος ἐφεστίοι– 205
σιν ἀλαλαῖς ὁ μελλόνυμ–
φος, ἐν δὲ κοινὸς ἀρσένων
ἴτω κλαγγὰ τὸν εὐφαρέτραν
Ἀπόλλω προστάταν· ὁμοῦ δὲ 210
παιᾶνα, παιᾶν´ ἀνάγετ´, ὦ παρθένοι,
βοᾶτε τὰν ὁμόσπορον
Ἄρτεμιν Ὀρτυγίαν,
ἐλαφαβόλον, ἀμφίπυρον,
γείτονάς τε Νύμφας. 215
Ἀείρομ´ οὐδ´ ἀπώσομαι
τὸν αὐλόν, ὦ τύραννε τᾶς ἐμᾶς φρενός.
Ἰδού μ´ ἀναταράσσει
〈εὐοῖ〉 εὐοῖ μ´
ὁ κισσὸς ἄρτι βακχίαν 220
ὑποστρέφων ἅμιλλαν.
Ἰὼ ἰὼ Παιάν· ἴδ´, ὦ φίλα γύναι.
τάδ´ ἀντίπρῳρα δή σοι
βλέπειν πάρεστ´ ἐναργῆ.
ΔΗΙΑΝΕΙΡΑ
Ὁρῶ, φίλαι γυναῖκες, οὐδέ μ´ ὄμματος
225
φρουρὰ παρῆλθε τόνδε μὴ λεύσσειν στόλον·
χαίρειν δὲ τὸν κήρυκα προὐννέπω, χρόνῳ
πολλῷ φανέντα, χαρτὸν εἴ τι καὶ φέρεις.
ΛΙΧΑΣ
Ἀλλ´ εὖ μὲν ἵγμεθ´, εὖ δὲ προσφωνούμεθα,
γύναι, κατ´ ἔργου κτῆσιν· ἄνδρα γὰρ καλῶς
230
πράσσοντ´ ἀνάγκη χρηστὰ κερδαίνειν ἔπη.
ΔΗΙΑΝΕΙΡΑ
Ὦ φίλτατ´ ἀνδρῶν, πρῶθ´ ἃ πρῶτα βούλομαι
ίδαξον, εἰ ζῶνθ´ Ἡρακλέα προσδέξομαι.
ΛΙΧΑΣ
Ἔγωγέ τοί σφ´ ἔλειπον ἰσχύοντά τε
καὶ ζῶντα καὶ θάλλοντα κοὐ νόσῳ βαρύν.
235
ΔΗΙΑΝΕΙΡΑ
Ποῦ γῆς; πατρῴας εἴτε βαρβάρου; λέγε.
ΛΙΧΑΣ
Ἀκτή τις ἔστ´ Εὐβοιίς, ἔνθ´ ὁρίζεται
βωμοὺς τέλη τ´ ἔγκαρπα Κηναίῳ Διί.
ΔΗΙΑΝΕΙΡΑ
Εὐκταῖα φαίνων ἢ ´πὸ μαντείας τινός;
ΛΙΧΑΣ
Εὐχαῖς, ὅθ´ ᾕρει τῶνδ´ ἀνάστατον δορὶ
240
χώραν γυναικῶν ὧν ὁρᾷς ἐν ὄμμασιν.
ΔΗΙΑΝΕΙΡΑ
Αὗται δέ, πρὸς θεῶν, τοῦ ποτ´ εἰσὶ καὶ τίνες;
οἰκτραὶ γάρ, εἰ μὴ ξυμφοραὶ κλέπτουσί με.
ΛΙΧΑΣ
Ταύτας ἐκεῖνος Εὐρύτου πέρσας πόλιν
ἐξείλεθ´ αὑτῷ κτῆμα καὶ θεοῖς κριτόν.
245
ΔΗΙΑΝΕΙΡΑ
Ἦ κἀπὶ ταύτῃ τῇ πόλει τὸν ἄσκοπον
χρόνον βεβὼς ἦν ἡμερῶν ἀνήριθμον;
ΛΙΧΑΣ
Οὔκ, ἀλλὰ τὸν μὲν πλεῖστον ἐν Λυδοῖς χρόνον
κατείχεθ´, ὥς φης´ αὐτός, οὐκ ἐλεύθερος,
ἀλλ´ ἐμποληθείς· τοῦ λόγου δ´ οὐ χρὴ φθόνον,
250
γύναι, προσεῖναι, Ζεὺς ὅτου πράκτωρ φανῇ.
Κεῖνος δὲ πραθεὶς Ὀμφάλῃ τῇ βαρβάρῳ
ἐνιαυτὸν ἐξέπλησεν, ὡς αὐτὸς λέγει,
χοὔτως ἐδήχθη τοῦτο τοὔνειδος λαβὼν
ὥσθ´ ὅρκον αὑτῷ προσβαλὼν διώμοσεν 255
ἦ μὴν τὸν ἀγχιστῆρα τοῦδε τοῦ πάθους
ξὺν παιδὶ καὶ γυναικὶ δουλώσειν ἔτι.
Κοὐχ ἡλίωσε τοὔπος, ἀλλ´ ὅθ´ ἁγνὸς ἦν,
στρατὸν λαβὼν ἐπακτὸν ἔρχεται πόλιν
τὴν Εὐρυτείαν· τόνδε γὰρ μεταίτιον 260
μόνον βροτῶν ἔφασκε τοῦδ´ εἶναι πάθους·
ὃς αὐτὸν ἐλθόντ´ ἐς δόμους ἐφέστιον,
ξένον παλαιὸν ὄντα, πολλὰ μὲν λόγοις
ἐπερρόθησε, πολλὰ δ´ ἀτηρᾷ φρενί,
λέγων χεροῖν μὲν ὡς ἄφυκτ´ ἔχων βέλη 265
τῶν ὧν τέκνων λείποιτο πρὸς τόξου κρίσιν,
φώνει δὲ δοῦλος ἀνδρὸς ὡς ἐλευθέρου
ῥαίοιτο· δείπνοις δ´ ἡνίκ´ ἦν ᾠνωμένος,
ἔρριψεν ἐκτὸς αὐτόν. Ὧν ἔχων χόλον,
ὡς ἵκετ´ αὖθις Ἴφιτος Τιρυνθίαν 270
πρὸς κλιτὺν ἵππους νομάδας ἐξιχνοσκοπῶν,
τότ´ ἄλλος´ αὐτὸν ὄμμα, θἀτέρᾳ δὲ νοῦν
ἔχοντ´, ἀπ´ ἄκρας ἦκε πυργώδους πλακός.
Ἔργου δ´ ἕκατι τοῦδε μηνίσας ἄναξ,
ὁ τῶν ἁπάντων Ζεὺς πατὴρ Ὀλύμπιος, 275
πρατόν νιν ἐξέπεμψεν, οὐδ´ ἠνέσχετο
ὁθούνεκ´ αὐτὸν μοῦνον ἀνθρώπων δόλῳ
ἔκτεινεν· εἰ γὰρ ἐμφανῶς ἠμύνατο,
Ζεύς τἂν συνέγνω ξὺν δίκῃ χειρουμένῳ·
ὕβριν γὰρ οὐ στέργουσιν οὐδὲ δαίμονες.
280
Κεῖνοι δ´ ὑπερχλίοντες ἐκ γλώσσης κακῆς,
αὐτοὶ μὲν Ἅιδου πάντες εἴς´ οἰκήτορες,
πόλις δὲ δούλη· τάσδε δ´ ἅσπερ εἰσορᾷς
ἐξ ὀλβίων ἄζηλον εὑροῦσαι βίον
χωροῦσι πρὸς σέ· ταῦτα γὰρ πόσις τε σὸς
285
ἐφεῖτ´, ἐγὼ δὲ πιστὸς ὢν κείνῳ τελῶ.
Αὐτὸν δ´ ἐκεῖνον, εὖτ´ ἂν ἁγνὰ θύματα
ῥέξῃ πατρῴῳ Ζηνὶ τῆς ἁλώσεως,
φρόνει νιν ὡς ἥξοντα· τοῦτο γὰρ λόγου
πολλοῦ καλῶς λεχθέντος ἥδιστον κλύειν.
290
ΧΟΡΟΣ
Ἄνασσα, νῦν σοι τέρψις ἐμφανὴς κυρεῖ,
τῶν μὲν παρόντων, τὰ δὲ πεπυσμένῃ λόγῳ.
ΔΗΙΑΝΕΙΡΑ
Πῶς δ´ οὐκ ἐγὼ χαίροιμ´ ἄν, ἀνδρὸς εὐτυχῆ
κλύουσα πρᾶξιν τήνδε, πανδίκῳ φρενί;
πολλή ´στ´ ἀνάγκη τῇδε τοῦτο συντρέχειν.
295
Ὅμως δ´ ἔνεστι τοῖσιν εὖ σκοπουμένοις
ταρβεῖν τὸν εὖ πράσσοντα μὴ σφαλῇ ποτε.
Ἐμοὶ γὰρ οἶκτος δεινὸς εἰσέβη, φίλαι,
ταύτας ὁρώσῃ δυσπότμους ἐπὶ ξένης
χώρας ἀοίκους ἀπάτοράς τ´ ἀλωμένας, 300
αἳ πρὶν μὲν ἦσαν ἐξ ἐλευθέρων ἴσως
ἀνδρῶν, τανῦν δὲ δοῦλον ἴσχουσιν βίον.
Ὦ Ζεῦ Τροπαῖε, μή ποτ´ εἰσίδοιμί σε
πρὸς τοὐμὸν οὕτω σπέρμα χωρήσαντά ποι,
μηδ´, εἴ τι δράσεις, τῆσδέ γε ζώσης ἔτι·
305
οὕτως ἐγὼ δέδοικα τάσδ´ ὁρωμένη.
Ὦ δυστάλαινα, τίς ποτ´ εἶ νεανίδων;
ἄνανδρος, ἢ τεκνοῦσσα; πρὸς μὲν γὰρ φύσιν
πάντων ἄπειρος τῶνδε, γενναία δέ τις.
Λίχα, τίνος ποτ´ ἐστὶν ἡ ξένη βροτῶν; 310
τίς ἡ τεκοῦσα, τίς δ´ ὁ φιτύσας πατήρ;
ἔξειπ´· ἐπεί νιν τῶνδε πλεῖστον ᾤκτισα
βλέπους´, ὅσῳπερ καὶ φρονεῖν οἶδεν μόνη.
ΛΙΧΑΣ
Τί δ´ οἶδ´ ἐγώ; τί δ´ ἄν με καὶ κρίνοις; ἴσως
γέννημα τῶν ἐκεῖθεν οὐκ ἐν ὑστάτοις. 315
ΔΗΙΑΝΕΙΡΑ
Μὴ τῶν τυράννων; Εὐρύτου σπορά τις ἦν;
ΛΙΧΑΣ
Οὐκ οἶδα· καὶ γὰρ οὐδ´ ἀνιστόρουν μακράν.
ΔΗΙΑΝΕΙΡΑ
Οὐδ´ ὄνομα πρός του τῶν ξυνεμπόρων ἔχεις;
ΛΙΧΑΣ
Ἥκιστα· σιγῇ τοὐμὸν ἔργον ἤνυτον.
ΔΗΙΑΝΕΙΡΑ
Εἴπ´, ὦ τάλαιν´, ἀλλ´ ἡμὶν ἐκ σαυτῆς· ἐπεὶ
320
καὶ ξυμφορά τοι μὴ εἰδέναι σέ γ´ ἥτις εἶ.
ΛΙΧΑΣ
Οὔ τἄρα τῷ γε πρόσθεν οὐδὲν ἐξ ἴσου
χρόνῳ διοίσει γλῶσσαν, ἥτις οὐδαμὰ
προὔφηνεν οὔτε μείζον´ οὔτ´ ἐλάσσονα,
ἀλλ´ αἰὲν ὠδίνουσα συμφορᾶς βάρος 325
δακρυρροεῖ δύστηνος, ἐξ ὅτου πάτραν
διήνεμον λέλοιπεν. Ἡ δέ τοι τύχη
κακὴ μὲν αὐτῇ γ´, ἀλλὰ συγγνώμην ἔχει.
ΔΗΙΑΝΕΙΡΑ
Ἡ δ´ οὖν ἐάσθω, καὶ πορευέσθω στέγας
οὕτως ὅπως ἥδιστα, μηδὲ πρὸς κακοῖς 330
τοῖς οὖσι λύπην πρός γ´ ἐμοῦ διπλῆν λάβοι·
ἅλις γὰρ ἡ παροῦσα. Πρὸς δὲ δώματα
χωρῶμεν ἤδη πάντες, ὡς σύ θ´ οἷ θέλεις
σπεύδῃς, ἐγώ τε τἄνδον ἐξαρκῆ τιθῶ.
ΑΓΓΕΛΟΣ
Αὐτοῦ γε πρῶτον βαιὸν ἀμμείνας´, ὅπως
335
μάθῃς ἄνευ τῶνδ´ οὕστινάς τ´ ἄγεις ἔσω,
ὧν τ´ οὐδὲν εἰσήκουσας ἐκμάθῃς γ´ ἃ δεῖ·
τούτων ἔχω γὰρ πάντ´ ἐπιστήμην ἐγώ.
ΔΗΙΑΝΕΙΡΑ
Τί δ´ ἐστί; τοῦ με τήνδ´ ἐφίστασαι βάσιν;
ΑΓΓΕΛΟΣ
Σταθεῖς´ ἄκουσον· καὶ γὰρ οὐδὲ τὸν πάρος
340
μῦθον μάτην ἤκουσας, οὐδὲ νῦν δοκῶ.
ΔΗΙΑΝΕΙΡΑ
Πότερον ἐκείνους δῆτα δεῦρ´ αὖθις πάλιν
351 Tr.343 : καλῶμεν, ἢ ´μοὶ ταῖσδέ τ´ ἐξειπεῖν θέλεις;
ΑΓΓΕΛΟΣ
Σοὶ ταῖσδέ τ´ οὐδὲν εἴργεται, τούτους δ´ ἔα.
ΔΗΙΑΝΕΙΡΑ
Καὶ δὴ βεβᾶσι, χὠ λόγος σημαινέτω. 345
ΑΓΓΕΛΟΣ
Ἁνὴρ ὅδ´ οὐδὲν ὧν ἔλεξεν ἀρτίως
φωνεῖ δίκης ἐς ὀρθόν, ἀλλ´ ἢ νῦν κακός,
ἢ πρόσθεν οὐ δίκαιος ἄγγελος παρῆν.
ΔΗΙΑΝΕΙΡΑ
Τί φῄς; σαφῶς μοι φράζε πᾶν ὅσον νοεῖς·
ἃ μὲν γὰρ ἐξείρηκας ἀγνοία μ´ ἔχει. 350
ΑΓΓΕΛΟΣ
Τούτου λέγοντος τἀνδρὸς εἰσήκους´ ἐγώ,
πολλῶν παρόντων μαρτύρων, ὡς τῆς κόρης
ταύτης ἕκατι κεῖνος Εὔρυτόν θ´ ἕλοι
τήν θ´ ὑψίπυργον Οἰχαλίαν, Ἔρως δέ νιν
μόνος θεῶν θέλξειεν αἰχμάσαι τάδε, 355
οὐ τἀπὶ Λυδοῖς οὐδ´ ὑπ´ Ὀμφάλῃ πόνων
λατρεύματ´, οὐδ´ ὁ ῥιπτὸς Ἰφίτου μόρος,
ὃν νῦν παρώσας οὗτος ἔμπαλιν λέγει.
Ἀλλ´ ἡνίκ´ οὐκ ἔπειθε τὸν φυτοσπόρον
τὴν παῖδα δοῦναι, κρύφιον ὡς ἔχοι λέχος,
360
ἔγκλημα μικρὸν αἰτίαν θ´ ἑτοιμάσας,
ἐπιστρατεύει πατρίδα τὴν ταύτης, ἐν ᾗ
τὸν Εὔρυτον τῶνδ´ εἶπε δεσπόζειν θρόνων,
κτείνει τ´ ἄνακτα πατέρα τῆσδε καὶ πόλιν
ἔπερσε. Καί νιν, ὡς ὁρᾷς, ἥκει δόμους 365
ὡς τούσδε πέμπων οὐκ ἀφροντίστως, γύναι,
οὐδ´ ὥστε δούλην· μηδὲ προσδόκα τόδε·
οὐδ´ εἰκός, εἴπερ ἐντεθέρμανται πόθῳ.
Ἔδοξεν οὖν μοι πρὸς σὲ δηλῶσαι τὸ πᾶν,
δέσποιν´, ὃ τοῦδε τυγχάνω μαθὼν πάρα. 370
Καὶ ταῦτα πολλοὶ πρὸς μέσῃ Τραχινίων
ἀγορᾷ συνεξήκουον ὡσαύτως ἐμοί,
ὥστ´ ἐξελέγχειν· εἰ δὲ μὴ λέγω φίλα,
οὐχ ἥδομαι, τὸ δ´ ὀρθὸν ἐξείρηχ´ ὅμως.
ΔΗΙΑΝΕΙΡΑ
Οἴμοι τάλαινα, ποῦ ποτ´ εἰμὶ πράγματος;
375
τίν´ εἰσδέδεγμαι πημονὴν ὑπόστεγον
λαθραῖον, ὤ, δύστηνος· ἆρ´ ἀνώνυμος
πέφυκεν, ὥσπερ οὑπάγων διώμνυτο;
ΑΓΓΕΛΟΣ
Ἦ κάρτα λαμπρὰ καὶ κατ´ ὄνομα καὶ φύσιν,
πατρὸς μὲν οὖσα γένεσιν Εὐρύτου ποτὲ 380
Ἰόλη ´καλεῖτο, τῆς ἐκεῖνος οὐδαμὰ
βλάστας ἐφώνει, δῆθεν οὐδὲν ἱστορῶν.
ΧΟΡΟΣ
Ὄλοιντο μή τι πάντες οἱ κακοί, τὰ δὲ
λαθραῖ´ ὃς ἀσκεῖ μὴ πρέποντ´ αὐτῷ κακά.
ΔΗΙΑΝΕΙΡΑ
Τί χρὴ ποεῖν, γυναῖκες; ὡς ἐγὼ λόγοις
385
τοῖς νῦν παροῦσιν ἐκπεπληγμένη κυρῶ.
ΧΟΡΟΣ
Πεύθου μολοῦσα τἀνδρός, ὡς τάχ´ ἂν σαφῆ
λέξειεν, εἴ νιν πρὸς βίαν κρίνειν θέλοις.
ΔΗΙΑΝΕΙΡΑ
Ἀλλ´ εἶμι· καὶ γὰρ οὐκ ἀπὸ γνώμης λέγεις.
ΑΓΓΕΛΟΣ
Ἡμεῖς δὲ προσμένωμεν; ἢ τί χρὴ ποεῖν;
390
ΔΗΙΑΝΕΙΡΑ
Μίμν´, ὡς ὅδ´ ἁνὴρ οὐκ ἐμῶν ὑπ´ ἀγγέλων,
ἀλλ´ αὐτόκλητος ἐκ δόμων πορεύεται.
ΛΙΧΑΣ
Τί χρή, γύναι, μολόντα μ´ Ἡρακλεῖ λέγειν;
δίδαξον, ὡς ἕρποντος, εἰσορᾷς, ἐμοῦ.
ΔΗΙΑΝΕΙΡΑ
Ὡς ἐκ ταχείας σὺν χρόνῳ βραδεῖ μολὼν
395
ᾄσσεις, πρὶν ἡμᾶς κἀννεώσασθαι λόγους.
ΛΙΧΑΣ
Ἀλλ´ εἴ τι χρῄζεις ἱστορεῖν, πάρειμ´ ἐγώ.
ΔΗΙΑΝΕΙΡΑ
Ἦ καὶ τὸ πιστὸν τῆς ἀληθείας νεμεῖς;
ΛΙΧΑΣ
Ἴστω μέγας Ζεύς, ὧν γ´ ἂν ἐξειδὼς κυρῶ.
ΔΗΙΑΝΕΙΡΑ
Τίς ἡ γυνὴ δῆτ´ ἐστὶν ἣν ἥκεις ἄγων; 400
ΛΙΧΑΣ
Εὐβοιίς· ὧν δ´ ἔβλαστεν οὐκ ἔχω λέγειν.
ΑΓΓΕΛΟΣ
Οὗτος, βλέφ´ ὧδε. Πρὸς τίν´ ἐννέπειν δοκεῖς;
ΛΙΧΑΣ
Σὺ δ´ εἰς τί δή με τοῦτ´ ἐρωτήσας ἔχεις;
ΑΓΓΕΛΟΣ
Τόλμησον εἰπεῖν, εἰ φρονεῖς, ὅ ς´ ἱστορῶ.
ΛΙΧΑΣ
Πρὸς τὴν κρατοῦσαν Δῃάνειραν, Οἰνέως 405
κόρην, δάμαρτά θ´ Ἡρακλέους, εἰ μὴ κυρῶ
λεύσσων μάταια, δεσπότιν τε τὴν ἐμήν.
ΑΓΓΕΛΟΣ
Τοῦτ´ αὔτ´ ἔχρῃζον, τοῦτό σου μαθεῖν· λέγεις
δέσποιναν εἶναι τήνδε σήν;
ΛΙΧΑΣ
Δίκαια γάρ.
ΑΓΓΕΛΟΣ
Τί δῆτα; ποίαν ἀξιοῖς δοῦναι δίκην, 410
ἤν γ´ εὑρεθῇς ἐς τήνδε μὴ δίκαιος ὤν;
ΛΙΧΑΣ
Πῶς μὴ δίκαιος; τί ποτε ποικίλας ἔχεις;
ΑΓΓΕΛΟΣ
Οὐδέν· σὺ μέντοι κάρτα τοῦτο δρῶν κυρεῖς.
ΛΙΧΑΣ
Ἄπειμι· μῶρος δ´ ἦ πάλαι κλύων σέθεν.
ΑΓΓΕΛΟΣ
Οὔ, πρίν γ´ ἂν εἴπῃς ἱστορούμενος βραχύ.
415
ΛΙΧΑΣ
Λέγ´, εἴ τι χρῄζεις· καὶ γὰρ οὐ σιγηλὸς εἶ.
ΑΓΓΕΛΟΣ
Τὴν αἰχμάλωτον, ἣν ἔπεμψας ἐς δόμους,
κάτοισθα δήπου;
ΛΙΧΑΣ
Φημί, πρὸς τί δ´ ἱστορεῖς;
ΑΓΓΕΛΟΣ
Οὔκουν σὺ ταύτην, ἣν ὑπ´ ἀγνοίας ὁρᾷς,
Ἰόλην ἔφασκες Εὐρύτου σπορὰν ἄγειν;
420
ΛΙΧΑΣ
Ποίοις ἐν ἀνθρώποισι; τίς πόθεν μολὼν
σοὶ μαρτυρήσει ταῦτ´ ἐμοῦ κλύειν παρών;
ΑΓΓΕΛΟΣ
Πολλοῖσιν ἀστῶν· ἐν μέσῃ Τραχινίων
ἀγορᾷ πολύς σου ταῦτά γ´ εἰσήκους´ ὄχλος.
ΛΙΧΑΣ
Ναί,
κλύειν γ´ ἔφασκον· ταὐτὸ δ´ οὐχὶ γίγνεται
425
δόκησιν εἰπεῖν κἀξακριβῶσαι λόγον.
ΑΓΓΕΛΟΣ
Ποίαν δόκησιν; οὐκ ἐπώμοτος λέγων
δάμαρτ´ ἔφασκες Ἡρακλεῖ ταύτην ἄγειν;
ΛΙΧΑΣ
Ἐγὼ δάμαρτα; Πρὸς θεῶν, φράσον, φίλη
δέσποινα, τόνδε τίς ποτ´ ἐστὶν ὁ ξένος.
430
ΑΓΓΕΛΟΣ
Ὃς σοῦ παρὼν ἤκουσεν ὡς ταύτης πόθῳ
πόλις δαμείη πᾶσα, κοὐχ ἡ Λυδία
πέρσειεν αὐτήν, ἀλλ´ ὁ τῆσδ´ ἔρως φανείς.
ΛΙΧΑΣ
Ἅνθρωπος, ὦ δέσποιν´, ἀποστήτω. Τὸ γὰρ
νοσοῦντι ληρεῖν ἀνδρὸς οὐχὶ σώφρονος.
435
ΔΗΙΑΝΕΙΡΑ
Μή, πρός σε τοῦ κατ´ ἄκρον Οἰταῖον νάπος
Διὸς καταστράπτοντος, ἐκκλέψῃς λόγον.
Οὐ γὰρ γυναικὶ τοὺς λόγους ἐρεῖς κακῇ,
οὐδ´ ἥτις οὐ κάτοιδε τἀνθρώπων ὅτι
χαίρειν πέφυκεν οὐχὶ τοῖς αὐτοῖς ἀεί.
440
Ἔρωτι μὲν γοῦν ὅστις ἀντανίσταται
πύκτης ὅπως ἐς χεῖρας οὐ καλῶς φρονεῖ.
Οὗτος γὰρ ἄρχει καὶ θεῶν ὅπως θέλει,
κἀμοῦ γε· πῶς δ´ οὐ χἀτέρας οἵας γ´ ἐμοῦ.
Ὥστ´ εἴ τι τὠμῷ τ´ ἀνδρὶ τῇδε τῇ νόσῳ
445
ληφθέντι μεμπτός εἰμι, κάρτα μαίνομαι,
ἢ τῇδε τῇ γυναικί, τῇ μεταιτίᾳ
τοῦ μηδὲν αἰσχροῦ μηδ´ ἐμοὶ κακοῦ τινος.
Οὐκ ἔστι ταῦτ´. Ἀλλ´ εἰ μὲν ἐκ κείνου μαθὼν
ψεύδῃ, μάθησιν οὐ καλὴν ἐκμανθάνεις· 450
εἰ δ´ αὐτὸς αὑτὸν ὧδε παιδεύεις, ὅταν
θέλῃς γενέσθαι χρηστός, ὀφθήσῃ κακός.
Ἀλλ´ εἰπὲ πᾶν τἀληθές· ὡς ἐλευθέρῳ
ψευδεῖ καλεῖσθαι κὴρ πρόσεστιν οὐ καλή.
Ὅπως δὲ λήσεις, οὐδὲ τοῦτο γίγνεται·
455
πολλοὶ γάρ, οἷς εἴρηκας, οἳ φράσους´ ἐμοί.
Κεἰ μὲν δέδοικας, οὐ καλῶς ταρβεῖς, ἐπεὶ
τὸ μὴ πυθέσθαι, τοῦτό μ´ ἀλγύνειεν ἄν·
τὸ δ´ εἰδέναι τί δεινόν; οὐχὶ χἀτέρας
πλείστας ἀνὴρ εἷς Ἡρακλῆς ἔγημε δή; 460
κοὔπω τις αὐτῶν ἔκ γ´ ἐμοῦ λόγον κακὸν
ἠνέγκατ´ οὐδ´ ὄνειδος ἥδε τ´ οὐδ´ ἂν εἰ
κάρτ´ ἐντακείη τῷ φιλεῖν, ἐπεί σφ´ ἐγὼ
ᾤκτιρα δὴ μάλιστα προσβλέψας´, ὅτι
τὸ κάλλος αὐτῆς τὸν βίον διώλεσεν, 465
καὶ γῆν πατρῴαν οὐχ ἑκοῦσα δύσμορος
ἔπερσε κἀδούλωσεν. Ἀλλὰ ταῦτα μὲν
ῥείτω κατ´ οὖρον· σοὶ δ´ ἐγὼ φράζω κακὸν
πρὸς ἄλλον εἶναι, πρὸς δ´ ἔμ´ ἀψευδεῖν ἀεί.
ΧΟΡΟΣ
Πείθου λεγούσῃ χρηστά, κοὐ μέμψῃ χρόνῳ
470
γυναικὶ τῇδε, κἀπ´ ἐμοῦ κτήσῃ χάριν.
ΛΙΧΑΣ
Ἀλλ´, ὦ φίλη δέσποιν´, ἐπεί σε μανθάνω
θνητὴν φρονοῦσαν θνητὰ κοὐκ ἀγνώμονα,
πᾶν σοι φράσω τἀληθὲς οὐδὲ κρύψομαι.
Ἔστιν γὰρ οὕτως ὥσπερ οὗτος ἐννέπει·
475
ταύτης ὁ δεινὸς ἵμερός ποθ´ Ἡρακλῆ
διῆλθε, καὶ τῆσδ´ οὕνεχ´ ἡ πολύφθορος
καθῃρέθη πατρῷος Οἰχαλία δορί.
Καὶ ταῦτα, δεῖ γὰρ καὶ τὸ πρὸς κείνου λέγειν,
οὔτ´ εἶπε κρύπτειν οὔτ´ ἀπηρνήθη ποτέ·
480
ἀλλ´ αὐτός, ὦ δέσποινα, δειμαίνων τὸ σὸν
μὴ στέρνον ἀλγύνοιμι τοῖσδε τοῖς λόγοις,
ἥμαρτον, εἴ τι τήνδ´ ἁμαρτίαν νέμεις.
Ἐπεί γε μὲν δὴ πάντ´ ἐπίστασαι λόγον
κείνου τε καὶ σὴν ἐξ ἴσου κοινὴν χάριν,
485
καὶ στέργε τὴν γυναῖκα καὶ βούλου λόγους
οὓς εἶπας ἐς τήνδ´ ἐμπέδως εἰρηκέναι·
ὡς τἄλλ´ ἐκεῖνος πάντ´ ἀριστεύων χεροῖν
τοῦ τῆσδ´ ἔρωτος εἰς ἅπανθ´ ἥσσων ἔφυ.
ΔΗΙΑΝΕΙΡΑ
Ἀλλ´ ὧδε καὶ φρονοῦμεν ὥστε ταῦτα δρᾶν,
490
κοὔτοι νόσον γ´ ἐπακτὸν ἐξαρούμεθα
θεοῖσι δυσμαχοῦντες. Ἀλλ´ εἴσω στέγης
χωρῶμεν, ὡς λόγων τ´ ἐπιστολὰς φέρῃς,
ἅ τ´ ἀντὶ δώρων δῶρα χρὴ προσαρμόσαι,
καὶ ταῦτ´ ἄγῃς. Κενὸν γὰρ οὐ δίκαιά σε
495
χωρεῖν προσελθόνθ´ ὧδε σὺν πολλῷ στόλῳ.
ΧΟΡΟΣ
Μέγα τι σθένος ἁ Κύπρις ἐκφέρεται νίκας ἀεί·
καὶ τὰ μὲν θεῶν
παρέβαν, καὶ ὅπως Κρονίδαν ἀπάτασεν οὐ λέγω,
500
οὐδὲ τὸν ἔννυχον Ἅιδαν,
ἢ Ποσειδάωνα τινάκτορα γαίας·
ἀλλ´ ἐπὶ τάνδ´ ἄρ´ ἄκοιτιν
〈τίνες〉 ἀμφίγυοι κατέβαν πρὸ γάμων;
τίνες πάμπληκτα παγκόνιτά τ´ ἐξ– 505
ῆλθον ἄεθλ´ ἀγώνων;
Ὁ μὲν ἦν ποταμοῦ σθένος, ὑψίκερω τετραόρου
φάσμα ταύρου,
Ἀχελῷος ἀπ´ Οἰνιαδᾶν, ὁ δὲ Βακχίας ἄπο
510
ἦλθε παλίντονα Θήβας
τόξα καὶ λόγχας ῥόπαλόν τε τινάσσων,
παῖς Διός· οἳ τότ´ ἀολλεῖς
ἴσαν ἐς μέσον ἱέμενοι λεχέων·
μόνα δ´ εὔλεκτρος ἐν μέσῳ Κύπρις 515
ῥαβδονόμει ξυνοῦσα.
Τότ´ ἦν χερός, ἦν δὲ τόξων πάταγος,
ταυρείων τ´ ἀνάμιγδα κεράτων·
ἦν δ´ ἀμφίπλεκτοι κλίμακες, 520
ἦν δὲ μετώπων ὀλόεντα πλήγματα
καὶ στόνος ἀμφοῖν.
Ἁ δ´ εὐῶπις ἁβρὰ
τηλαυγεῖ παρ´ ὄχθῳ
ἧστο, τὸν ὃν προσμένους´ ἀκοίταν. 525
Ἐγὼ δὲ θατὴρ μὲν οἷα φράζω·
τὸ δ´ ἀμφινείκητον ὄμμα νύμφας
ἐλεινὸν ἀμμένει·
κἀπὸ ματρὸς ἄφαρ βέβαχ´
ὥστε πόρτις ἐρήμα. 530
ΔΗΙΑΝΕΙΡΑ
Ἦμος, φίλαι, κατ´ οἶκον ὁ ξένος θροεῖ
ταῖς αἰχμαλώτοις παισὶν ὡς ἐπ´ ἐξόδῳ,
ῆμος θυραῖος ἦλθον ὡς ὑμᾶς λάθρᾳ,
τὰ μὲν φράσουσα χερσὶν ἁτεχνησάμην,
τὰ δ´ οἷα πάσχω συγκατοικτιουμένη.
535
Κόρην γάρ, οἶμαι δ´ οὐκέτ´, ἀλλ´ ἐζευγμένην,
παρεισδέδεγμαι, φόρτον ὥστε ναυτίλος,
λωβητὸν ἐμπόλημα τῆς ἐμῆς φρενός·
καὶ νῦν δύ´ οὖσαι μίμνομεν μιᾶς ὑπὸ
χλαίνης ὑπαγκάλισμα· τοιάδ´ Ἡρακλῆς, 540
ὁ πιστὸς ἡμῖν κἀγαθὸς καλούμενος,
οἰκούρι´ ἀντέπεμψε τοῦ μακροῦ χρόνου.
Ἐγὼ δὲ θυμοῦσθαι μὲν οὐκ ἐπίσταμαι
νοσοῦντι κείνῳ πολλὰ τῇδε τῇ νόσῳ·
τὸ δ´ αὖ ξυνοικεῖν τῇδ´ ὁμοῦ τίς ἂν γυνὴ
545
δύναιτο, κοινωνοῦσα τῶν αὐτῶν γάμων;
Ὁρῶ γὰρ ἥβην τὴν μὲν ἕρπουσαν πρόσω,
τὴν δὲ φθίνουσαν· ὧν ἀφαρπάζειν φιλεῖ
ὀφθαλμὸς ἄνθος, τῶν δ´ ὑπεκτρέπει πόδα·
ταῦτ´ οὖν φοβοῦμαι μὴ πόσις μὲν Ἡρακλῆς
550
ἐμὸς καλῆται, τῆς νεωτέρας δ´ ἀνήρ.
Ἀλλ´ οὐ γάρ, ὥσπερ εἶπον, ὀργαίνειν καλὸν
γυναῖκα νοῦν ἔχουσαν· ᾗ δ´ ἔχω, φίλαι,
λυτήριον λώφημα, τῇδ´ ὑμῖν φράσω.
Ἦν μοι παλαιὸν δῶρον ἀρχαίου ποτὲ
555
θηρός, λέβητι χαλκέῳ κεκρυμμένον,
ὃ παῖς ἔτ´ οὖσα τοῦ δασυστέρνου παρὰ
Νέσσου φθίνοντος ἐκ φονῶν ἀνειλόμην,
ὃς τὸν βαθύρρουν ποταμὸν Εὔηνον βροτοὺς
μισθοῦ πόρευε χερσίν, οὔτε πομπίμοις
560
κώπαις ἐρέσσων οὔτε λαίφεσιν νεώς.
Ὃς κἀμέ, τὸν πατρῷον ἡνίκα στόλον
ξὺν Ἡρακλεῖ τὸ πρῶτον εὖνις ἑσπόμην,
5φέρων ἐπ´ ὤμοις, ἡνίκ´ ἦν μέσῳ πόρῳ,
ψαύει ματαίαις χερσίν· ἐκ δ´ ἤϋς´ ἐγώ,
565
χὠ Ζηνὸς εὐθὺς παῖς ἐπιστρέψας χεροῖν
ἧκεν κομήτην ἰόν· ἐς δὲ πλεύμονας
στέρνων διερροίζησεν· ἐκθνῄσκων δ´ ὁ θὴρ
τοσοῦτον εἶπε· «Παῖ γέροντος Οἰνέως,
τοσόνδ´ ὀνήσῃ τῶν ἐμῶν, ἐὰν πίθῃ,
570
πορθμῶν, ὁθούνεχ´ ὑστάτην ς´ ἔπεμψ´ ἐγώ·
ἐὰν γὰρ ἀμφίθρεπτον αἷμα τῶν ἐμῶν
σφαγῶν ἐνέγκῃ χερσὶν ᾗ μελαγχόλους
ἔβαψεν ἰοὺς θρέμμα Λερναίας ὕδρας,
ἔσται φρενός σοι τοῦτο κηλητήριον
575
τῆς Ἡρακλείας, ὥστε μήτιν´ εἰσιδὼν
στέρξει γυναῖκα κεῖνος ἀντὶ σοῦ πλέον.»
Τοῦτ´ ἐννοήσας´, ὦ φίλαι, δόμοις γὰρ ἦν
κείνου θανόντος ἐγκεκλῃμένον καλῶς,
χιτῶνα τόνδ´ ἔβαψα, προσβαλοῦς´ ὅσα
580
ζῶν κεῖνος εἶπε· καὶ πεπείρανται τάδε.
Κακὰς δὲ τόλμας μήτ´ ἐπισταίμην ἐγὼ
μήτ´ ἐκμάθοιμι, τάς τε τολμώσας στυγῶ.
Φίλτροις δ´ ἐάν πως τήνδ´ ὑπερβαλώμεθα
τὴν παῖδα καὶ θέλκτροισι τοῖς ἐφ´ Ἡρακλεῖ,
585
μεμηχάνηται τοὔργον, εἴ τι μὴ δοκῶ
πράσσειν μάταιον· εἰ δὲ μή, πεπαύσομαι.
ΧΟΡΟΣ
Ἀλλ´ εἴ τις ἐστὶ πίστις ἐν τοῖς δρωμένοις,
δοκεῖς παρ´ ἡμῖν οὐ βεβουλεῦσθαι κακῶς.
ΔΗΙΑΝΕΙΡΑ
Οὕτως ἔχει γ´ ἡ πίστις, ὡς τὸ μὲν δοκεῖν
590
ἔνεστι, πείρᾳ δ´ οὐ προσωμίλησά πω.
ΧΟΡΟΣ
Ἀλλ´ εἰδέναι χρὴ δρῶσαν, ὡς οὐδ´ εἰ δοκεῖς
ἔχειν ἔχοις ἂν γνῶμα, μὴ πειρωμένη.
ΔΗΙΑΝΕΙΡΑ
Ἀλλ´ αὐτίκ´ εἰσόμεσθα, τόνδε γὰρ βλέπω
θυραῖον ἤδη· διὰ τάχους δ´ ἐλεύσεται.
595
Μόνον παρ´ ὑμῶν εὖ στεγοίμεθ´· ὡς σκότῳ
κἂν αἰσχρὰ πράσσῃς, οὔποτ´ αἰσχύνῃ πεσῇ.
ΛΙΧΑΣ
Τί χρὴ ποεῖν; σήμαινε, τέκνον Οἰνέως,
ὡς ἐσμὲν ἤδη τῷ μακρῷ χρόνῳ βραδεῖς.
ΔΗΙΑΝΕΙΡΑ
Ἀλλ´ αὐτὰ δή σοι ταῦτα καὶ πράσσω, Λίχα,
ἕως σὺ ταῖς ἔσωθεν ἠγορῶ ξέναις,
ὅπως φέρῃς μοι τόνδε ταναϋφῆ πέπλον
δώρημ´ ἐκείνῳ τἀνδρὶ τῆς ἐμῆς χερός.
Διδοὺς δὲ τόνδε φράζ´ ὅπως μηδεὶς βροτῶν
κείνου πάροιθεν ἀμφιδύσεται χροΐ,
605
μηδ´ ὄψεταί νιν μήτε φέγγος ἡλίου
μήθ´ ἕρκος ἱερὸν μήτ´ ἐφέστιον σέλας,
πρὶν κεῖνος αὐτὸν φανερὸς ἐμφανῶς σταθεὶς
δείξῃ θεοῖσιν ἡμέρᾳ ταυροσφάγῳ.
Οὕτω γὰρ ηὔγμην, εἴ ποτ´ αὐτὸν ἐς δόμους
610
ἴδοιμι σωθέντ´ ἢ κλύοιμι πανδίκως,
στελεῖν χιτῶνι τῷδε καὶ φανεῖν θεοῖς
θυτῆρα καινῷ καινὸν ἐν πεπλώματι.
Καὶ τῶνδ´ ἀποίσεις σῆμ´, ὃ κεῖνος εὐμαθὲς
σφραγῖδος ἕρκει τῷδ´ ἐπὸν μαθήσεται.
615
Ἀλλ´ ἕρπε καὶ φύλασσε πρῶτα μὲν νόμον,
τὸ μὴ ´πιθυμεῖν πομπὸς ὢν περισσὰ δρᾶν·
ἔπειθ´ ὅπως ἂν ἡ χάρις κείνου τέ σοι
κἀμοῦ ξυνελθοῦς´ ἐξ ἁπλῆς διπλῆ φανῇ.
ΛΙΧΑΣ
Ἀλλ´ εἴπερ Ἑρμοῦ τήνδε πομπεύω τέχνην
620
βέβαιον, οὔ τοι μὴ σφαλῶ γ´ ἐν σοί ποτε,
τὸ μὴ οὐ τόδ´ ἄγγος ὡς ἔχει δεῖξαι φέρων
λόγων τε πίστιν ὧν ἔχεις ἐφαρμόσαι.
ΔΗΙΑΝΕΙΡΑ
Στείχοις ἂν ἤδη· καὶ γὰρ ἐξεπίστασαι
τά γ´ ἐν δόμοισιν ὡς ἔχοντα τυγχάνει.
625
ΛΙΧΑΣ
Ἐπίσταμαί τε καὶ φράσω σεσωσμένα.
ΔΗΙΑΝΕΙΡΑ
Ἀλλ´ οἶσθα μὲν δὴ καὶ τὰ τῆς ξένης ὁρῶν
προσδέγματ´, αὐτὴν ὡς ἐδεξάμην φίλως.
ΛΙΧΑΣ
Ὥστ´ ἐκπλαγῆναι τοὐμὸν ἡδονῇ κέαρ.
ΔΗΙΑΝΕΙΡΑ
Τί δῆτ´ ἂν ἄλλο γ´ ἐννέποις; δέδοικα γὰρ
630
μὴ πρῲ λέγοις ἂν τὸν πόθον τὸν ἐξ ἐμοῦ,
πρὶν εἰδέναι τἀκεῖθεν εἰ ποθούμεθα.
ΧΟΡΟΣ
Ὦ ναύλοχα καὶ πε`