RETOUR À L’ENTRÉE DU SITE

ALLER à LA TABLE DES MATIERES D'EURIPIDE

ΗΕΡΑΚΛΗΣ

Ἀμφιτρύων
Τίς τὸν Διὸς σύλλεκτρον οὐκ οἰ̂δεν βροτω̂ν,
ργει̂ον Ἀμφιτρύων', ὃν  Ἀλκαι̂ός ποτε
ἔτιχθ' ὁ Περσέως, πατέρα τόνδ'  Ἡρακλέους;
ὃς τάσδε Θήβας ἔσχον, ἔνθ' ὁ γηγενὴς 
σπαρτω̂ν στάχυς ἔβλαστεν, ὡ̂ν γένους Ἀρης 5
ἔσωσ' ἀριθμὸν ὀλίγον, οἳ Κάδμου πόλιν
τεκνου̂σι παίδων παισίν. ἔνθεν ἐξέφυ
Κρέων Μενοικέως παι̂ς, ἄναξ τη̂σδε χθονός.
Κρέων δὲ Μεγάρας τη̂σδε γίγνεται πατήρ, 
ἣν πάντες ὑμεναίοισι Καδμει̂οί ποτε 10
λωτῳ̂ συνηλάλαξαν, ἡνίκ' εἰς ἐμοὺς
δόμους ὁ κλεινὸς Ἡρακλη̂ς νιν ἤγετο.
Λιπὼν δὲ Θήβας, οὑ̂ κατῳκίσθην ἐγώ,
Μεγάραν τε τήνδε πενθερούς τε παι̂ς ἐμὸς 
Ἀργει̂α τείχη καὶ Κυκλωπίαν πόλιν 15
ὠρέξατ' οἰκει̂ν, ἣν ἐγὼ φεύγω κτανὼν
Ἠλεκτρύωνα· συμφορὰς δὲ τὰς ἐμὰς
ἐξευμαρίζων καὶ πάτραν οἰκει̂ν θέλων,
καθόδου δίδωσι μισθὸν Εὐρυσθει̂ μέγαν, 
ἐξημερω̂σαι γαι̂αν, εἰθ'  ̔́Ηρας ὕπο 20
κέντροις δαμασθεὶς εἰτε του̂ χρεὼν μέτα.
Καὶ τοὺς μὲν ἄλλους ἐξεμόχθησεν πόνους,
τὸ λοίσθιον δὲ Ταινάρου διὰ στόμα
βέβηκ' ἐς  Ἀιδου, τὸν τρισώματον κύνα 
ἐς φω̂ς ἀνάξων, ἔνθεν οὐχ ἥκει πάλιν. 25
Γέρων δὲ δή τις ἔστι Καδμείων λόγος
ὡς ἠ̂ν πάρος Δίρκης τις εὐνήτωρ Λύκος
τὴν ἑπτάπυργον τήνδε δεσπόζων πόλιν,
τὼ λευκοπώλω πρὶν τυραννη̂σαι χθονὸς 
Ἀμφίον' ἠδὲ Ζη̂θον, ἐκγόνω Διός. 30
Οὑ̂ ταὐτὸν ὄνομα παι̂ς πατρὸς κεκλημένος,
Καδμει̂ος οὐκ ὤν, ἀλλ' ἀπ' Εὐβοίας μολών,
κτείνει Κρέοντα καὶ κτανὼν ἄρχει χθονός,
στάσει νοσου̂σαν τήνδ' ἐπεσπεσὼν πόλιν. 
̔μι̂ν δὲ κη̂δος ἐς Κρέοντ' ἀνημμένον 35
κακὸν μέγιστον, ὡς ἔοικε, γίγνεται.
τοὐμου̂ γὰρ ὄντος παιδὸς ἐν μυχοι̂ς χθονὸς
ὁ καινὸς οὑ̂τος τη̂σδε γη̂ς ἄρχων Λύκος
τοὺς Ἡρακλείους παι̂δας ἐξελει̂ν θέλει 
κτανὼν δάμαρτά <θ'>, ὡς φόνῳ σβέσῃ φόνον, 40
κἄμ' -- εἰ τι δὴ χρὴ κἄμ' ἐν ἀνδράσιν λέγειν
γέροντ' ἀχρει̂ον -- μή ποθ' οἵδ' ἠνδρωμένοι
μήτρωσιν ἐκπράξωσιν αἵματος δίκην.
̓γὼ δέ -- λείπει γάρ με τοι̂σδ' ἐν δώμασιν 
τροφὸν τέκνων οἰκουρόν, ἡνίκα χθονὸς 45
μέλαιναν ὄρφνην εἰσέβαινε, παι̂ς ἐμός --
σὺν μητρί, τέκνα μὴ θάνωσ' Ἡρακλέους,
βωμὸν καθίζω τόνδε σωτη̂ρος Διός,
ὃν καλλινίκου δορὸς ἄγαλμ' ἱδρύσατο 
Μινύας κρατήσας οὑμὸς εὐγενὴς τόκος. 50
Πάντων δὲ χρει̂οι τάσδ' ἕδρας φυλάσσομεν,
σίτων ποτω̂ν ἐσθη̂τος, ἀστρώτῳ πέδῳ
πλευρὰς τιθέντες· ἐκ γὰρ ἐσφραγισμένοι
δόμων καθήμεθ' ἀπορίᾳ σωτηρίας. 
Φίλων δὲ τοὺς μὲν οὐ σαφει̂ς ὁρω̂ φίλους, 55
οἳ δ' ὄντες ὀρθω̂ς ἀδύνατοι προσωφελει̂ν.
Τοιου̂τον ἀνθρώποισιν ἡ δυσπραξία·
ἡ̂ς μήποθ' ὅστις καὶ μέσως εὔνους ἐμοὶ
τύχοι, φίλων ἔλεγχον ἀψευδέστατον.

Μεγάρα 
̓̂ πρέσβυ, Ταφίων ὅς ποτ' ἐξει̂λες πόλιν 60
στρατηλατήσας κλεινὰ Καδμείων δορός,
ὡς οὐδὲν ἀνθρώποισι τω̂ν θείων σαφές.
̓γὼ γὰρ οὔτ' ἐς πατέρ' ἀπηλάθην τύχης,
ὃς οὕνεκ' ὄλβου μέγας ἐκομπάσθη ποτέ, 
ἔχων τυραννίδ', ἡ̂ς μακραὶ λόγχαι πέρι 65
πηδω̂σ' ἔρωτι σώματ' εἰς εὐδαίμονα,
ἔχων δὲ τέκνα· κἄμ' ἔδωκε παιδὶ σῳ̂
ἐπίσημον εὐνὴν Ἡρακλει̂ συνοικίσας.
Καὶ νυ̂ν ἐκει̂να μὲν θανόντ' ἀνέπτατο, 
ἐγὼ δὲ καὶ σὺ μέλλομεν θνῄσκειν, γέρον, 70
Οἵ θ' Ἡράκλειοι παι̂δες, οὓς ὑπὸ πτεροι̂ς
σῴζω νεοσσοὺς ὄρνις ὣς ὑφειμένη.
οἳ δ' εἰς ἔλεγχον ἄλλος ἄλλοθεν πίτνων,
μη̂τερ, αὐδᾳ̂, ποι̂ πατὴρ ἄπεστι γη̂ς; 
τί δρᾳ̂, πόθ' ἥξει; τῳ̂ νέῳ δ' ἐσφαλμένοι 75
ζητου̂σι τὸν τεκόντ'· ἐγὼ δὲ διαφέρω
λόγοισι, μυθεύουσα. Θαυμάζων δ' ὅταν
πύλαι ψοφω̂σι, πα̂ς ἀνίστησιν πόδα,
ὡς πρὸς πατρῳ̂ον προσπεσούμενοι γόνυ. 
Νυ̂ν οὐ̂ν τίν' ἐλπίδ' ἢ πέδον σωτηρίας 80
ἐξευμαρίζῃ, πρέσβυ; πρὸς σὲ γὰρ βλέπω.
ὡς οὔτε γαίας ὅρι' ἂν ἐκβαι̂μεν λάθρᾳ·
φυλακαὶ γὰρ ἡμω̂ν κρείσσονες κατ' ἐξόδους·
οὔτ' ἐν φίλοισιν ἐλπίδες σωτηρίας 
ἔτ' εἰσὶν ἡμι̂ν. ̔́ντιν' οὐ̂ν γνώμην ἔχεις 85
λέγ' ἐς τὸ κοινόν, μὴ θανει̂ν ἕτοιμον ᾐ̂.
Ἀμφιτρύων 88
̓̂̓̂ θύγατερ, οὔτοι ῥᾴδιον τὰ τοιάδε
φαύλως παραινει̂ν, σπουδάσαντ' ἄνευ πόνου· 
χρόνον δὲ μηκύνωμεν ὄντες ἀσθενει̂ς. 87
Μεγάρα 
Λύπης τι προσδει̂ς ἢ φιλει̂ς οὕτω φάος; 90
Ἀμφιτρύων
Καὶ τῳ̂δε χαίρω καὶ φιλω̂ τὰς ἐλπίδας.
Μεγάρα
Κἀγώ· δοκει̂ν δὲ τἀδόκητ' οὐ χρή, γέρον.
Ἀμφιτρύων
ν ται̂ς ἀναβολαι̂ς τω̂ν κακω̂ν ἔνεστ' ἄκη.
Μεγάρα
̔ δ' ἐν μέσῳ με λυπρὸς ὢν δάκνει χρόνος.
Ἀμφιτρύων 
Γένοιτο ἂν, ὠ̂ θύγατερ, οὔριος δρόμος 95
ἐκ τω̂ν παρόντων τω̂νδ' ἐμοὶ καὶ σοὶ κακω̂ν,
ἔλθοι τ' ἔτ' ἂν παι̂ς οὑμός, εὐνήτωρ δὲ σός.
̓λλ' ἡσύχαζε καὶ δακρυρρόους τέκνων
πηγὰς ἀφαίρει καὶ παρευκήλει λόγοις, 
κλέπτουσα μύθοις ἀθλίους κλοπὰς ὅμως. 100
Κάμνουσι γάρ τοι καὶ βροτω̂ν αἱ συμφοραί,
καὶ πνεύματ' ἀνέμων οὐκ ἀεὶ ῥώμην ἔχει·
οἵ τ' εὐτυχου̂ντες διὰ τέλους οὐκ εὐτυχει̂ς.
̓ξίσταται γὰρ πάντ' ἀπ' ἀλλήλων δίχα. 
οὑ̂τος δ' ἀνὴρ ἄριστος ὅστις ἐλπίσι 105
πέποιθεν αἰεί· τὸ δ' ἀπορει̂ν ἀνδρὸς κακου̂.
Χορός
̔πώροφα μέλαθρα καὶ
γεραιὰ δέμνι', ἀμφὶ βάκτροις
ἔρεισμα θέμενος, ἐστάλην 
ἰηλέμων γόων ἀοι- 110
δὸς ὥστε πολιὸς ὄρνις,
ἔπεα μόνον καὶ δόκη-
μα νυκτερωπὸν ἐννύχων ὀνείρων,
τρομερὰ μέν, ἀλλ' ὅμως πρόθυμ'.
̓̂ τέκεα, τέκεα πατρὸς ἀπάτορ', 
ὠ̂ γεραιὲ σύ τε τάλαινα μα̂- 115
τερ, ἃ τὸν Ἀίδα δόμοις
πόσιν ἀναστενάζεις. 
Μὴ προκάμητε πόδα βαρύ τε 
κω̂λον ὥστε πρὸς πετραι̂ον 120
λέπας † ζυγηφόρον πω̂λον
ἀνέντες ὡς βάρος φέρον
τροχηλάτοιο πώλου †.
Λαβου̂ χερω̂ν καὶ πέπλων,
ὅτου λέλοιπε ποδὸς ἀμαυρὸν ἰχνος· 125
γέρων γέροντα παρακόμιζ', 
ᾡ̂ ξύνοπλα δόρατα νέα νέῳ 127
τὸ πάρος ἐν ἡλίκων πόνοις 126
ξυνη̂ν ποτ', εὐκλεεστάτας 128
πατρίδος οὐκ ὀνείδη.
δετε, πατέρος ὡς γορ-
γω̂πες αἵδε προσφερει̂ς
ὀμμάτων αὐγαί,
τὸ δὲ κακοτυχὲς οὐ λέλοιπεν ἐκ τέκνων
οὐδ' ἀποίχεται χάρις. 135
Ἑλλὰς ὠ̂ ξυμμάχους
οἵους οἵους ὀλέσα-
σα τούσδ' ἀποστερήσῃ. 
λλ' εἰσορω̂ γὰρ τη̂σδε κοίρανον χθονὸς
Λύκον περω̂ντα τω̂νδε δωμάτων πέλας.
Λύκος
Τὸν Ἡράκλειον πατέρα καὶ ξυνάορον, 140
εἰ χρή μ', ἐρωτω̂· χρὴ δ', ἐπεί γε δεσπότης
ὑμω̂ν καθέστηχ', ἱστορει̂ν ἃ βούλομαι.
Vίν' ἐς χρόνον ζητει̂τε μηκυ̂ναι βίον;
τίν' ἐλπίδ' ἀλκήν τ' εἰσορα̂τε μὴ θανει̂ν;
ἢ τὸν παρ' ̔́Αιδῃ πατέρα τω̂νδε κείμενον 145
πιστεύεθ' ἥξειν; ὡς ὑπὲρ τὴν ἀξίαν
τὸ πένθος αἰρεσθ', εἰ θανει̂ν ὑμα̂ς χρεών,
σὺ μὲν καθ' Ἑλλάδ' ἐκβαλὼν κόμπους κενούς,
ὡς σύγγαμός σοι Ζεὺς τέκ<νου τε κ>οινεών,
σὺ δ' ὡς ἀρίστου φωτὸς ἐκλήθης δάμαρ. 150
Τί δὴ τὸ σεμνὸν σῳ̂ κατείργασται πόσει,
ὕδραν ἕλειον εἰ διώλεσε κτανὼν
ἢ τὸν Νέμειον θη̂ρα; ὃν ἐν βρόχοις ἑλὼν
βραχίονός φησ' ἀγχόναισιν ἐξελει̂ν.
Τοι̂σδ' ἐξαγωνίζεσθε; τω̂νδ' ἄρ' οὕνεκα 155
τοὺς Ἡρακλείους παι̂δας οὐ θνῄσκειν χρεών;
ὃς ἔσχε δόξαν οὐδὲν ὢν εὐψυχίας
θηρω̂ν ἐν αἰχμῃ̂, τἄλλα δ' οὐδὲν ἄλκιμος,
ὃς οὔποτ' ἀσπίδ' ἔσχε πρὸς λαιᾳ̂ χερὶ
οὐδ' ἠ̂λθε λόγχης ἐγγύς, ἀλλὰ τόξ' ἔχων,160
κάκιστον ὅπλον, τῃ̂ φυγῃ̂ πρόχειρος ἠ̂ν.
̓νδρὸς δ' ἔλεγχος οὐχὶ τόξ' εὐψυχίας,
ἀλλ' ὃς μένων βλέπει τε κἀντιδέρκεται
δορὸς ταχει̂αν ἄλοκα τάξιν ἐμβεβώς.
̓́χει δὲ τοὐμὸν οὐκ ἀναίδειαν, γέρον,165
ἀλλ' εὐλάβειαν· οἰ̂δα γὰρ κατακτανὼν
Κρέοντα πατέρα τη̂σδε καὶ θρόνους ἔχων.
Οὔκουν τραφέντων τω̂νδε τιμωροὺς ἐμοὺς
χρῄζω λιπέσθαι τω̂ν δεδραμένων δίκην.
 Ἀμφιτρύων
Τῳ̂ του̂ Διὸς μὲν Ζεὺς ἀμυνέτω μέρει 170
παιδός· τὸ δ' εἰς ἔμ', Ἡράκλεις, ἐμοὶ μέλει
λόγοισι τὴν του̂δ' ἀμαθίαν ὑπὲρ σέθεν
δει̂ξαι· κακω̂ς γάρ σ' οὐκ ἐατέον κλύειν.
Πρω̂τον μὲν οὐ̂ν τἄρρητ' -- ἐν ἀρρήτοισι γὰρ
τὴν σὴν νομίζω δειλίαν, Ἡράκλεες -- 175
σὺν μάρτυσιν θεοι̂ς δει̂ μ' ἀπαλλάξαι σέθεν.
Διὸς κεραυνόν τ' ἠρόμην τέθριππά τε,
ἐν οἱ̂ς βεβηκὼς τοι̂σι γη̂ς βλαστήμασιν
Γίγασι πλευροι̂ς πτήν' ἐναρμόσας βέλη
τὸν καλλίνικον μετὰ θεω̂ν ἐκώμασεν· 180
τετρασκελές θ' ὕβρισμα, Κενταύρων γένος,
Φολόην ἐπελθών, ὠ̂ κάκιστε βασιλέων,
ἐρου̂ τίν' ἄνδρ' ἄριστον ἐγκρίνειαν ἄν,
ἢ οὐ παι̂δα τὸν ἐμόν, ὃν σὺ φῂς εἰ̂ναι δοκει̂ν.
Δίρφυν τ' ἐρωτω̂ν ἥ σ' ἔθρεψ' Ἀβαντίδα, 185
οὐκ ἄν σ' ἐπαινέσειεν· οὐ γὰρ ἔσθ' ὅπου
ἐσθλόν τι δράσας μάρτυρ' ἂν λάβοις πάτραν.
Τὸ πάνσοφον δ' εὕρημα, τοξήρη σαγήν,
μέμφῃ· κλύων νυ̂ν τἀπ' ἐμου̂ σοφὸς γενου̂.
νὴρ ὁπλίτης δου̂λός ἐστι τω̂ν ὅπλων 190
καὶ τοι̂σι συνταχθει̂σιν οὐ̂σι μὴ ἀγαθοι̂ς
αὐτὸς τέθνηκε δειλίᾳ τῃ̂ τω̂ν πέλας,
θραύσας τε λόγχην οὐκ ἔχει τῳ̂ σώματι
θάνατον ἀμυ̂ναι, μίαν ἔχων ἀλκὴν μόνον·
ὅσοι δὲ τόξοις χει̂ρ' ἔχουσιν εὔστοχον, 195
ἓν μὲν τὸ λῳ̂στον, μυρίους οἰστοὺς ἀφεὶς
ἄλλοις τὸ σω̂μα ῥύεται μὴ κατθανει̂ν,
ἑκὰς δ' ἀφεστὼς πολεμίους ἀμύνεται
τυφλοι̂ς ὁρω̂ντας οὐτάσας τοξεύμασιν
τὸ σω̂μά τ' οὐ δίδωσι τοι̂ς ἐναντίοις, ͅ200
ἐν εὐφυλάκτῳ δ' ἐστί· του̂το δ' ἐν μάχη
σοφὸν μάλιστα, δρω̂ντα πολεμίους κακω̂ς
σῴζειν τὸ σω̂μα, μὴ 'κ τύχης ὡρμισμένον.
Λόγοι μὲν οἵδε τοι̂σι σοι̂ς ἐναντίαν
γνώμην ἔχουσι τω̂ν καθεστώτων πέρι. 205
Παι̂δας δὲ δὴ τί τούσδ' ἀποκτει̂ναι θέλεις;
τί σ' οἵδ' ἔδρασαν; ἕν τί σ' ἡγου̂μαι σοφόν,
εἰ τω̂ν ἀρίστων τἄκγον' αὐτὸς ὢν κακὸς
δέδοικας. ̓λλὰ του̂θ' ὅμως ἡμι̂ν βαρύ,
εἰ δειλίας ση̂ς κατθανούμεθ' εἵνεκα, 210
ὃ χρη̂ν σ' ὑφ' ἡμω̂ν τω̂ν ἀμεινόνων παθει̂ν,
εἰ Ζεὺς δικαίας εἰ̂χεν εἰς ἡμα̂ς φρένας.
εἰ δ' οὐ̂ν ἔχειν γη̂ς σκη̂πτρα τη̂σδ' αὐτὸς θέλεις,
ἔασον ἡμα̂ς φυγάδας ἐξελθει̂ν χθονός·
βίᾳ δὲ δράσῃς μηδέν, ἢ πείσῃ βίαν,215
ὅταν θεου̂ σοι πνευ̂μα μεταβαλὸν τύχη.
Φευ̂·
ὠ̂ γαι̂α Κάδμου· καὶ γὰρ ἐς σὲ ἀφίξομαι
λόγους ὀνειδιστη̂ρας ἐνδατούμενος·
τοιαυ̂τ' ἀμύνεθ' Ἡρακλει̂ τέκνοισί τε;
ὃς εἱ̂ς Μινύαισι πα̂σι διὰ μάχης μολὼν 220
Θήβαις ἔθηκεν ὄμμ' ἐλεύθερον βλέπειν.
Οὐδ' Ἑλλάδ' ᾔνεσ', οὐδ' ἀνέξομαί ποτε
σιγω̂ν, κακίστην λαμβάνων ἐς παι̂δ' ἐμόν,
ἣν χρη̂ν νεοσσοι̂ς τοι̂σδε πυ̂ρ λόγχας ὅπλα
φέρουσαν ἐλθει̂ν, ποντίων καθαρμάτων 225
χέρσου τ' ἀμοιβάς, ̔̂ν ἐμόχθησας χάριν.
Τὰ δ', ὠ̂ τέκν', ὑμι̂ν οὔτε Θηβαίων πόλις
οὔθ' Ἑλλὰς ἀρκει̂· πρὸς δ' ἔμ' ἀσθενη̂ φίλον
δεδόρκατ', οὐδὲν ὄντα πλὴν γλώσσης ψόφον.
ῥώμη γὰρ ἐκλέλοιπεν ἣν πρὶν εἰχομεν, 230
γήρᾳ δὲ τρομερὰ γυι̂α κἀμαυρὸν σθένος.
εἰ δ' ἠ̂ νέος τε κἄτι σώματος κρατω̂ν,
λαβὼν ἂν ἔγχος του̂δε τοὺς ξανθοὺς πλόκους
καθῃμάτωσ' ἄν, ὥστ' Ἀτλαντικω̂ν πέραν
φεύγειν ὅρων ἂν δειλίᾳ τοὐμὸν δόρυ. 235
Χορός
ρ' οὐκ ἀφορμὰς τοι̂ς λόγοισιν ἁγαθοὶ
θνητω̂ν ἔχουσι, κἂν βραδύς τις ᾐ̂ λέγειν;
Λύκος
Σὺ μὲν λέγ' ἡμα̂ς οἱ̂ς πεπύργωσαι λόγοις,
ἐγὼ δὲ δράσω σ' ἀντὶ τω̂ν λόγων κακω̂ς.
̓́γ', οἳ μὲν Ἑλικω̂ν', οἳ δὲ Παρνασου̂ πτυχὰς 240
τέμνειν ἄνωχθ' ἐλθόντες ὑλουργοὺς δρυὸς
κορμούς· ἐπειδὰν δ' ἐσκομισθω̂σιν πόλει,
βωμὸν πέριξ νήσαντες ἀμφήρη ξύλα
ἐμπίμπρατ' αὐτω̂ν καὶ πυρου̂τε σώματα
πάντων, ἵν' εἰδω̂σ' οὕνεκ' οὐχ ὁ κατθανὼν 245
κρατει̂ χθονὸς τη̂σδ', ἀλλ' ἐγὼ τὰ νυ̂ν τάδε.
̔μει̂ς δέ, πρέσβεις, ται̂ς ἐμαι̂ς ἐναντίοι
γνώμαισιν ὄντες, οὐ μόνον στενάξετε
τοὺς Ἡρακλείους παι̂δας, ἀλλὰ καὶ δόμου
τύχας, ὅταν πάσχῃ τι, μεμνήσεσθε δὲ 250
δου̂λοι γεγω̂τες τη̂ς ἐμη̂ς τυραννίδος.
Χορός
γῆς λοχεύμαθ', οὓς ῎Αρης σπείρει ποτὲ
λάβρον δράκοντος ἐξερημώσας γένυν,
οὐ σκῆπτρα, χειρὸς δεξιᾶς ἐρείσματα,
ἀρεῖτε καὶ τοῦδ' ἀνδρὸς ἀνόσιον κάρα 255
καθαιματώσεθ', ὅστις οὐ Καδμεῖος ὢν
ἄρχει κάκιστος τῶν νέων ἔπηλυς ὤν;
λλ' οὐκ ἐμοῦ γε δεσπόσεις χαίρων ποτέ.
οὐδ' ἁπόνησα πόλλ' ἐγὼ καμὼν χερὶ
ἕξεις. ἀπέρρων δ' ἔνθεν ἦλθες ἐνθάδε, 260
ὕβριζ'. ἐμοῦ γὰρ ζῶντος οὐ κτενεῖς ποτε
τοὺς ῾Ηρακλείους παῖδας. οὐ τοσόνδε γῆς
ἔνερθ' ἐκεῖνος κρύπτεται λιπὼν τέκνα.
πεὶ σὺ μὲν γῆν τήνδε διολέσας ἔχεις,
ὃ δ' ὠφελήσας ἀξίων οὐ τυγχάνει. 265
κἄπειτα πράσσω πόλλ' ἐγώ, φίλους ἐμοὺς
θανόντας εὖ δρῶν, οὗ φίλων μάλιστα δεῖ;
δεξιὰ χείρ, ὡς ποθεῖς λαβεῖν δόρυ,
ἐν δ' ἀσθενείᾳ τὸν πόθον διώλεσας.
πεί σ' ἔπαυσ' ἂν δοῦλον ἐννέποντά με 270
καὶ τάσδε Θήβας εὐκλεῶς ᾠκήσαμεν.
ἐν αἷς σὺ χαίρεις· οὐ γὰρ εὖ φρονεῖ πόλις
στάσει νοσοῦσα καὶ κακοῖς βουλεύμασιν.
οὐ γάρ ποτ' ἂν σὲ δεσπότην ἐκτήσατο.

Μεγάρα
Γέροντες, αἰνῶ· τῶν φίλων γὰρ οὕνεκα 275
ὀργὰς δικαίας τοὺς φίλους ἔχειν χρεών·
ἡμῶν δ' ἕκατι δεσπόταις θυμούμενοι
πάθητε μηδέν. Τῆς δ' ἐμῆς, ᾿Αμφιτρύων,
γνώμης ἄκουσον, ἤν τί σοι δοκῶ λέγειν.
γὼ φιλῶ μὲν τέκνα· πῶς γὰρ οὐ φιλῶ 280
ἅτικτον, ἁμόχθησα; καὶ τὸ κατθανεῖν
δεινὸν νομίζω· τῷ δ' ἀναγκαίῳ τρόπῳ
ὃς ἀντιτείνει σκαιὸν ἡγοῦμαι βροτόν.
μᾶς δ', ἐπειδὴ δεῖ θανεῖν, θνῄσκειν χρεὼν
μὴ πυρὶ καταξανθέντας, ἐχθροῖσιν γέλων 285
διδόντας, οὑμοὶ τοῦ θανεῖν μεῖζον κακόν.
φείλομεν γὰρ πολλὰ δώμασιν καλά·
σὲ μὲν δόκησις ἔλαβεν εὐκλεὴς δορός,
ὥστ' οὐκ ἀνεκτὸν δειλίας θανεῖν σ' ὕπο·
οὑμὸς δ' ἀμαρτύρητος εὐκλεὴς πόσις, 290
ὡς τούσδε παῖδας οὐκ ἂν ἐκσῶσαι θέλοι
δόξαν κακὴν λαβόντας· οἱ γὰρ εὐγενεῖς
κάμνουσι τοῖς αἰσχροῖσι τῶν τέκνων ὕπερ,
ἐμοί τε μίμημ' ἀνδρὸς οὐκ ἀπωστέον.
Σκέψαι δὲ τὴν σὴν ἐλπίδ' ᾗ λογίζομαι· 295
ξειν νομίζεις παῖδα σὸν γαίας ὕπο;
καὶ τίς θανόντων ἦλθεν ἐξ ῞Αιδου πάλιν;
ἀλλ' ὡς λόγοισι τόνδε μαλθάξαιμεν ἄν;
ἥκιστα· φεύγειν σκαιὸν ἄνδρ' ἐχθρὸν χρεών,
σοφοῖσι δ' εἴκειν καὶ τεθραμμένοις καλῶς· 300
ῥᾷον γὰρ αἰδοῦς ὑπολαβὼν φίλ' ἂν τέμοις.
δη δ' ἐσῆλθέ μ' εἰ παραιτησαίμεθα
φυγὰς τέκνων τῶνδ'· ἀλλὰ καὶ τόδ' ἄθλιον,
πενίᾳ σὺν οἰκτρᾷ περιβαλεῖν σωτηρίαν·
ὡς τὰ ξένων πρόσωπα φεύγουσιν φίλοις 305
ἓν ἦμαρ ἡδὺ βλέμμ' ἔχειν φασὶν μόνον.
Τόλμα μεθ' ἡμῶν θάνατον, ὃς μένει σ' ὅμως.
προκαλούμεθ' εὐγένειαν, ὦ γέρον, σέθεν.
Τὰς τῶν θεῶν γὰρ ὅστις ἐκμοχθεῖ τύχας,
πρόθυμός ἐστιν, ἡ προθυμία δ' ἄφρων· 310
ὃ χρὴ γὰρ οὐδεὶς μὴ χρεὼν θήσει ποτέ.
Χορός
Εἰ μὲν σθενόντων τῶν ἐμῶν βραχιόνων
ἦν τίς σ' ὑβρίζων, ῥᾳδίως ἐπαύσατ' ἄν·
νῦν δ' οὐδέν ἐσμεν. Σὸν δὲ τοὐντεῦθεν σκοπεῖν
ὅπως διώσῃ τὰς τύχας, ᾿Αμφιτρύων. 315
᾿Αμφιτρύων
Οὔτοι τὸ δειλὸν οὐδὲ τοῦ βίου πόθος
θανεῖν ἐρύκει μ', ἀλλὰ παιδὶ βούλομαι
σῷσαι τέκν'· ἄλλως δ' ἀδυνάτων ἔοικ' ἐρᾶν.
δοὺ πάρεστιν ἥδε φασγάνῳ δέρη
κεντεῖν φονεύειν, ἱέναι πέτρας ἄπο. 320
Μίαν δὲ νῷν δὸς χάριν, ἄναξ, ἱκνούμεθα·
κτεῖνόν με καὶ τήνδ' ἀθλίαν παίδων πάρος,
ὡς μὴ τέκν' εἰσίδωμεν, ἀνόσιον θέαν,
ψυχορραγοῦντα καὶ καλοῦντα μητέρα
πατρός τε πατέρα. Τἄλλα δ', εἰ πρόθυμος εἶ, 325
πρᾶσσ'· οὐ γὰρ ἀλκὴν ἔχομεν ὥστε μὴ θανεῖν.
Μεγάρα
Κἀγώ σ' ἱκνοῦμαι χάριτι προσθεῖναι χάριν,
<ἡμῖν> ἵν' ἀμφοῖν εἷς ὑπουργήσῃς διπλᾶ·
κόσμον πάρες μοι παισὶ προσθεῖναι νεκρῶν,
δόμους ἀνοίξας -- νῦν γὰρ ἐκκεκλῄμεθα -- 330
ὡς ἀλλὰ ταῦτά γ' ἀπολάχωσ' οἴκων πατρός.
Λύκος
σται τάδ'· οἴγειν κλῇθρα προσπόλοις λέγω.
κοσμεῖσθ' ἔσω μολόντες· οὐ φθονῶ πέπλων.
ταν δὲ κόσμον περιβάλησθε σώμασιν,
ἥξω πρὸς ὑμᾶς νερτέρᾳ δώσων χθονί. 335
Μεγάρα
ὦ τέκν', ὁμαρτεῖτ' ἀθλίῳ μητρὸς ποδὶ
πατρῷον ἐς μέλαθρον, οὗ τῆς οὐσίας
ἄλλοι κρατοῦσι, τὸ δ' ὄνομ' ἔσθ' ἡμῶν ἔτι.
᾿Αμφιτρύων
Ζεῦ, μάτην ἄρ' ὁμόγαμόν σ' ἐκτησάμην,
μάτην δὲ παιδὸς κοινεῶν' ἐκλῄζομεν· 340
σὺ δ' ἦσθ' ἄρ' ἥσσων ἢ 'δόκεις εἶναι φίλος.
ρετῇ σε νικῶ θνητὸς ὢν θεὸν μέγαν·
παῖδας γὰρ οὐ προύδωκα τοὺς ῾Ηρακλέους.
Σὺ δ' ἐς μὲν εὐνὰς κρύφιος ἠπίστω μολεῖν,
τἀλλότρια λέκτρα δόντος οὐδενὸς λαβών, 345
σῴζειν δὲ τοὺς σοὺς οὐκ ἐπίστασαι φίλους.
μαθής τις εἶ θεός, ἢ δίκαιος οὐκ ἔφυς.
Χορός
Αἲλινον μὲν ἐπ' εὐτυχεῖ
μολπᾷ Φοῖβος ἰαχεῖ
τὸν κάλλει φθιτόν, κιθάραν 350
ἐλαύνων πλήκτρῳ χρυσέῳ·
ἐγὼ δὲ τὸν γᾶς ἐνέρων τ'
ἐς ὄρφναν μολόντα, παῖδ'
εἴτε Διός νιν εἴπω,
εἴτ' ᾿Αμφιτρύωνος ἶνιν,
ὑμνῆσαι στεφάνωμα μό- 355
χθων δι' εὐλογίας θέλω.
Γενναίων δ' ἀρεταὶ πόνων
τοῖς θανοῦσιν ἄγαλμα. 

Πρῶτον μὲν Διὸς ἄλσος
ἠρήμωσε λέοντος, 360
πυρσῷ δ' ἀμφεκαλύφθη
ξανθὸν κρᾶτ' ἐπινωτίσας
δεινῷ χάσματι θηρός. 

Τάν τ' ὀρεινόμον ἀγρίων
Κενταύρων ποτὲ γένναν 365
ἔστρωσεν τόξοις φονίοις,
ἐναίρων πτανοῖς βέλεσιν.
Ξύνοιδε Πηνειὸς ὁ καλ-
λιδίνας μακραί τ' ἄρου-
ραι πεδίων ἄκαρποι
καὶ Πηλιάδες θεράπναι 370
σύγχορτοί τ' ᾿Ομόλας ἔναυ-
λοι, πεύκαισιν ὅθεν χέρας
πληροῦντες χθόνα Θεσσαλῶν
ἱππείαις ἐδάμαζον. 

Τάν τε χρυσοκάρανον 375
δόρκαν ποικιλόνωτον
συλήτειραν ἀγρωστᾶν
κτείνας, θηροφόνον θεὰν
Οἰνωᾶτιν ἀγάλλει. 

Τεθρίππων τ' ἐπέβα 380
καὶ ψαλίοις ἐδάμασε πώλους
Διομήδεος, αἳ φονίαισι φάτναις ἀχάλιν' ἐθόαζον 
κάθαιμα σῖτα γένυσι, χαρμοναῖσιν ἀν-
δροβρῶσι δυστράπεζοι·  385
πέραν δ' ἀργυρορρύτων ῞Εβρου
διεπέρασεν ὄχθων,
Μυκηναίῳ πονῶν τυράννῳ. 
ν τε Πηλιάδ' ἀκτὰν
᾿Αναύρου παρὰ πηγὰς 390
Κύκνον ξεινοδαΐκταν
τόξοις ὤλεσεν, ᾿Αμφαναί-
ας οἰκήτορ' ἄμεικτον. 

μνῳδούς τε κόρας
ἤλυθεν ἑσπέριον ἐς αὐλάν, χρυσέων πετά- 395
λων ἄπο μηλοφόρον χερὶ καρπὸν ἀμέρξων, 
δράκοντα πυρσόνωτον, ὅς <σφ'> ἄπλατον ἀμ-
φελικτὸς ἕλικ' ἐφρούρει, 
κτανών· ποντίας θ' ἁλὸς μυχοὺς 400
εἰσέβαινε, θνατοῖς
γαλανείας τιθεὶς ἐρετμοῖς. 
Οὐρανοῦ θ' ὑπὸ μέσσαν
ἐλαύνει χέρας ἕδραν,
῎Ατλαντος δόμον ἐλθών, 405
ἀστρωπούς τε κατέσχεν οἴ-
κους εὐανορίᾳ θεῶν. 

Τὸν ἱππευτάν τ' ᾿Αμαζόνων στρατὸν 
Μαιῶτιν ἀμφὶ πολυπόταμον 
ἔβα δι' ῎Αξεινον οἶδμα λίμνας, 410
τίν' οὐκ ἀφ' ῾Ελλανίας
ἄγορον ἁλίσας φίλων,
κόρας ᾿Αρείας πέπλων
χρυσεόστολον φάρος, 
ζωστῆρος ὀλεθρίους ἄγρας. 415
Τὰ κλεινὰ δ' ῾Ελλὰς ἔλαβε βαρβάρου κόρας 
λάφυρα, καὶ σῴζεται Μυκήναις. 

Τάν τε μυριόκρανον
πολύφονον κύνα Λέρνας 420
ὕδραν ἐξεπύρωσεν,
βέλεσί τ' ἀμφέβαλ' <ἰόν>,
τὸν τρισώματον οἷσιν ἔ-
κτα βοτῆρ' ᾿Ερυθείας. 

Δρόμων τ' ἄλλων ἀγάλματ' εὐτυχῆ  425
διῆλθε· τόν τε πολυδάκρυον 
ἔπλευσ' ἐς ῞Αιδαν, πόνων τελευτάν,
ἵν' ἐκπεραίνει τάλας
βίοτον, οὐδ' ἔβα πάλιν.
στέγαι δ' ἔρημοι φίλων, 430
τὰν δ' ἀνόστιμον τέκνων
Χάρωνος ἐπιμένει πλάτα
βίου κέλευθον ἄθεον ἄδικον· ἐς δὲ σὰς 
χέρας βλέπει δώματ' οὐ παρόντος. 435 

Εἰ δ' ἐγὼ σθένος ἥβων
δόρυ τ' ἔπαλλον ἐν αἰχμᾷ,
Καδμείων τε σύνηβοι,
τέκεσιν ἂν προπαρέσταν
ἀλκᾷ· νῦν δ' ἀπολείπομαι 440
τᾶς εὐδαίμονος ἥβας. 

λλ' ἐσορῶ γὰρ τούσδε φθιμένων
ἔνδυτ' ἔχοντας, τοὺς τοῦ μεγάλου
δή ποτε παῖδας τὸ πρὶν ῾Ηρακλέους,
ἄλοχόν τε φίλην ὑπὸ σειραίοις  445
ποσὶν ἕλκουσαν τέκνα, καὶ γεραιὸν
πατέρ' ῾Ηρακλέους.
Δύστηνος ἐγώ,
δακρύων ὡς οὐ δύναμαι κατέχειν
γραίας ὄσσων ἔτι πηγάς. 450 
Μεγάρα
Εἶἑν· τίς ἱερεύς, τίς σφαγεὺς τῶν δυσπότμων
ἢ τῆς ταλαίνης τῆς ἐμῆς ψυχῆς φονεύς;
ἕτοιμ' ἄγειν τὰ θύματ' εἰς ῞Αιδου τάδε.
τέκν', ἀγόμεθα ζεῦγος οὐ καλὸν νεκρῶν,
ὁμοῦ γέροντες καὶ νέοι καὶ μητέρες. 455
μοῖρα δυστάλαιν' ἐμή τε καὶ τέκνων
τῶνδ', οὓς πανύστατ' ὄμμασιν προσδέρκομαι. 
τεκον μὲν ὑμᾶς, πολεμίοις δ' ἐθρεψάμην
ὕβρισμα κἀπίχαρμα καὶ διαφθοράν.
Φεῦ·
ἦ πολύ με δόξης ἐξέπαισαν ἐλπίδες, 460
ἣν πατρὸς ὑμῶν ἐκ λόγων ποτ' ἤλπισα.
Σοὶ μὲν γὰρ ῎Αργος ἔνεμ' ὁ κατθανὼν πατήρ,
Εὐρυσθέως δ' ἔμελλες οἰκήσειν δόμους
τῆς καλλικάρπου κράτος ἔχων Πελασγίας,
στολήν τε θηρὸς ἀμφέβαλλε σῷ κάρᾳ 465
λέοντος, ᾗπερ αὐτὸς ἐξωπλίζετο.
Σὺ δ' ἦσθα Θηβῶν τῶν φιλαρμάτων ἄναξ,
ἔγκληρα πεδία τἀμὰ γῆς κεκτημένος,
ὡς ἐξέπειθες τὸν κατασπείραντά σε·
ἐς δεξιάν τε σὴν ἀλεξητήριον 470
ξύλον καθίει δαίδαλον, ψευδῆ δόσιν.
Σοὶ δ' ἣν ἔπερσε τοῖς ἑκηβόλοις ποτὲ
τόξοισι δώσειν Οἰχαλίαν ὑπέσχετο.
Τρεῖς δ' ὄντας <ὑμᾶς> τριπτύχοις τυραννίσι
πατὴρ ἐπύργου, μέγα φρονῶν εὐανδρίᾳ. 475
γὼ δὲ νύμφας ἠκροθινιαζόμην,
κήδη συνάψουσ', ἔκ τ' ᾿Αθηναίων χθονὸς
Σπάρτης τε Θηβῶν θ', ὡς ἀνημμένοι κάλῳς
πρυμνησίοισι βίον ἔχοιτ' εὐδαίμονα.
Καὶ ταῦτα φροῦδα· μεταβαλοῦσα δ' ἡ τύχη 480
νύμφας μὲν ὑμῖν Κῆρας ἀντέδωκ' ἔχειν,
ἐμοὶ δὲ δάκρυα λουτρά -- δύστηνος φρενῶν.
Πατὴρ δὲ πατρὸς ἑστιᾷ γάμους ὅδε,
῞Αιδην νομίζων πενθερόν, κῆδος πατρός.
μοι, τίν' ὑμῶν πρῶτον ἢ τίν' ὕστατον 485
πρὸς στέρνα θῶμαι; τῷ προσαρμόσω στόμα;
τίνος λάβωμαι; πῶς ἂν ὡς ξουθόπτερος
μέλισσα συνενέγκαιμ' ἂν ἐκ πάντων γόους,
ἐς ἓν δ' ἐνεγ