ALLER à LA TABLE DES MATIERES D'EURIPIDE

 

HÉCUBE,

 

TRAGÉDIE.

 

traduction française

si vous voulez allez à un vers cliquez sur le chiffre entre []

 

Πολυδώρου εἴδωλον

Ἥκω νεκρῶν κευθμῶνα καὶ σκότου πύλας
λιπών, ἵν' Ἅιδης χωρὶς ᾤκισται θεῶν,
Πολύδωρος, Ἑκάβης παῖς γεγὼς τῆς Κισσέως
Πριάμου τε πατρός, ὅς μ', ἐπεὶ Φρυγῶν πόλιν
[5] κίνδυνος ἔσχε δορὶ πεσεῖν Ἑλληνικῷ,
δείσας ὑπεξέπεμψε Τρωικῆς χθονὸς
Πολυμήστορος πρὸς δῶμα Θρῃκίου ξένου,
ὃς τήν<δ'> ἀρίστην Χερσονησίαν πλάκα
σπείρει, φίλιππον λαὸν εὐθύνων δορί.
[10] Πολὺν δὲ σὺν ἐμοὶ χρυσὸν ἐκπέμπει λάθρᾳ
πατήρ, ἵν', εἴ ποτ' Ἰλίου τείχη πέσοι,
τοῖς ζῶσιν εἴη παισὶ μὴ σπάνις βίου.
Νεώτατος δ' ἦ Πριαμιδῶν, ὃ καί με γῆς
ὑπεξέπεμψεν· οὔτε γὰρ φέρειν ὅπλα
[15] οὔτ' ἔγχος οἷός τ' ἦ νέῳ βραχίονι.
[16] Ἕως μὲν οὖν γῆς ὄρθ' ἔκειθ' ὁρίσματα
πύργοι τ' ἄθραυστοι Τρωικῆς ἦσαν χθονὸς
Ἕκτωρ τ' ἀδελφὸς οὑμὸς εὐτύχει δορί,
καλῶς παρ' ἀνδρὶ Θρῃκὶ πατρῴῳ ξένῳ
[20] τροφαῖσιν ὥς τις πτόρθος ηὐξόμην, τάλας·
ἐπεὶ δὲ Τροία θ' Ἕκτορός τ' ἀπόλλυται
ψυχή, πατρῴα θ' ἑστία κατεσκάφη,
αὐτὸς δὲ βωμῷ πρὸς θεοδμήτῳ πίτνει
σφαγεὶς Ἀχιλλέως παιδὸς ἐκ μιαιφόνου,
[25] κτείνει με χρυσοῦ τὸν ταλαίπωρον χάριν
ξένος πατρῷος καὶ κτανὼν ἐς οἶδμ' ἁλὸς
μεθῆχ', ἵν' αὐτὸς χρυσὸν ἐν δόμοις ἔχῃ.
[28] Κεῖμαι δ' ἐπ' ἀκταῖς, ἄλλοτ' ἐν πόντου σάλῳ,
πολλοῖς διαύλοις κυμάτων φορούμενος,
[30] ἄκλαυτος ἄταφος· νῦν δ' ὑπὲρ μητρὸς φίλης
Ἑκάβης ἀίσσω, σῶμ' ἐρημώσας ἐμόν,
τριταῖον ἤδη φέγγος αἰωρούμενος,
ὅσονπερ ἐν γῇ τῇδε Χερσονησίᾳ
μήτηρ ἐμὴ δύστηνος ἐκ Τροίας πάρα.

[35] Πάντες δ' Ἀχαιοὶ ναῦς ἔχοντες ἥσυχοι
θάσσουσ' ἐπ' ἀκταῖς τῆσδε Θρῃκίας χθονός·
ὁ Πηλέως γὰρ παῖς ὑπὲρ τύμβου φανεὶς
κατέσχ' Ἀχιλλεὺς πᾶν στράτευμ' Ἑλληνικόν,
πρὸς οἶκον εὐθύνοντας ἐναλίαν πλάτην·
[40] αἰτεῖ δ' ἀδελφὴν τὴν ἐμὴν Πολυξένην
τύμβῳ φίλον πρόσφαγμα καὶ γέρας λαβεῖν.
Καὶ τεύξεται τοῦδ', οὐδ' ἀδώρητος φίλων
ἔσται πρὸς ἀνδρῶν· ἡ πεπρωμένη δ' ἄγει
θανεῖν ἀδελφὴν τῷδ' ἐμὴν ἐν ἤματι.
[45] Δυοῖν δὲ παίδοιν δύο νεκρὼ κατόψεται
μήτηρ, ἐμοῦ τε τῆς τε δυστήνου κόρης.
Φανήσομαι γάρ, ὡς τάφου τλήμων τύχω,
δούλης ποδῶν πάροιθεν ἐν κλυδωνίῳ.
Τοὺς γὰρ κάτω σθένοντας ἐξῃτησάμην
[50] τύμβου κυρῆσαι κἀς χέρας μητρὸς πεσεῖν.
Τοὐμὸν μὲν οὖν ὅσονπερ ἤθελον τυχεῖν
ἔσται· γεραιᾷ δ' ἐκποδὼν χωρήσομαι
Ἑκάβῃ· περᾷ γὰρ ἥδ' ὑπὸ σκηνῆς πόδα
Ἀγαμέμνονος, φάντασμα δειμαίνουσ' ἐμόν.
[54β] Φεῦ·
[55] ὦ μῆτερ ἥτις ἐκ τυραννικῶν δόμων
δούλειον ἦμαρ εἶδες, ὡς πράσσεις κακῶς
ὅσονπερ εὖ ποτ'· ἀντισηκώσας δέ σε
φθείρει θεῶν τις τῆς πάροιθ' εὐπραξίας.

Ἑκάβη

[59] ἄγετ', ὦ παῖδες, τὴν γραῦν πρὸ δόμων,
[60] ἄγετ' ὀρθοῦσαι τὴν ὁμόδουλον,
Τρῳάδες, ὑμῖν, πρόσθε δ' ἄνασσαν·
λάβετε φέρετε πέμπετ' ἀείρετέ μου
γεραιᾶς χειρὸς προσλαζύμεναι·
[65] κἀγὼ σκολιῷ σκίπωνι χερὸς
διερειδομένα σπεύσω βραδύπουν
ἤλυσιν ἄρθρων προτιθεῖσα.
Ὦ στεροπὰ Διός, ὦ σκοτία νύξ,
τί ποτ' αἴρομαι ἔννυχος οὕτω
[70] δείμασι, φάσμασιν; Ὦ πότνια Χθών,
μελανοπτερύγων μῆτερ ὀνείρων,
ἀποπέμπομαι ἔννυχον ὄψιν,
ἣν περὶ παιδὸς ἐμοῦ τοῦ σῳζομένου κατὰ Θρῄκην
[75] ἀμφὶ Πολυξείνης τε φίλης θυγατρὸς δι' ὀνείρων
εἶδον γὰρ φοβερὰν ὄψιν ἔμαθον ἐδάην.
Ὦ χθόνιοι θεοί, σώσατε παῖδ' ἐμόν,
[80] ὃς μόνος οἴκων ἄγκυρ' ἔτ' ἐμῶν
τὴν χιονώδη Θρῄκην κατέχει
ξείνου πατρίου φυλακαῖσιν.

[83] Ἔσται τι νέον·
ἥξει τι μέλος γοερὸν γοεραῖς.
[85] Οὔποτ' ἐμὰ φρὴν ὧδ' ἀλίαστος
φρίσσει, ταρβεῖ.
Ποῦ ποτε θείαν Ἑλένου ψυχὰν
καὶ Κασάνδραν ἐσίδω, Τρῳάδες,
ὥς μοι κρίνωσιν ὀνείρους;
[90] Εἶδον γὰρ βαλιὰν ἔλαφον λύκου αἵμονι χαλᾷ
σφαζομέναν, ἀπ' ἐμῶν γονάτων σπασθεῖσαν ἀνοίκτως.
Καὶ τόδε δεῖμά μοι· ἦλθ' ὑπὲρ ἄκρας
τύμβου κορυφᾶς
φάντασμ' Ἀχιλέως· ᾔτει δὲ γέρας
[95] τῶν πολυμόχθων τινὰ Τρωιάδων.
Ἀπ' ἐμᾶς ἀπ' ἐμᾶς οὖν τόδε παιδὸς
πέμψατε, δαίμονες, ἱκετεύω.

Χορός

[98] Ἑκάβη, σπουδῇ πρός σ' ἐλιάσθην
τὰς δεσποσύνους σκηνὰς προλιποῦσ',
[100] ἵν' ἐκληρώθην καὶ προσετάχθην
δούλη, πόλεως ἀπελαυνομένη
τῆς Ἰλιάδος, λόγχης αἰχμῇ
δοριθήρατος πρὸς Ἀχαιῶν,
οὐδὲν παθέων ἀποκουφίζουσ',
[105] ἀλλ' ἀγγελίας βάρος ἀραμένη
μέγα σοί τε, γύναι, κῆρυξ ἀχέων.
Ἐν γὰρ Ἀχαιῶν πλήρει ξυνόδῳ
λέγεται δόξαι σὴν παῖδ' Ἀχιλεῖ
σφάγιον θέσθαι· τύμβου δ' ἐπιβὰς
[110] οἶσθ' ὅτε χρυσέοις ἐφάνη σὺν ὅπλοις,
τὰς ποντοπόρους δ' ἔσχε σχεδίας
λαίφη προτόνοις ἐπερειδομένας,
τάδε θωύ̈σσων·
Ποῖ δή, Δαναοί, τὸν ἐμὸν τύμβον
[115] στέλλεσθ' ἀγέραστον ἀφέντες;
Πολλῆς δ' ἔριδος συνέπαισε κλύδων,
δόξα δ' ἐχώρει δίχ' ἀν' Ἑλλήνων
στρατὸν αἰχμητήν, τοῖς μὲν διδόναι
τύμβῳ σφάγιον, τοῖς δ' οὐχὶ δοκοῦν.
[120] Ἦν δ' ὁ τὸ μὲν σὸν σπεύδων ἀγαθὸν
τῆς μαντιπόλου Βάκχης ἀνέχων
λέκτρ' Ἀγαμέμνων·
τὼ Θησείδα δ', ὄζω Ἀθηνῶν,
δισσῶν μύθων ῥήτορες ἦσαν·
[125] γνώμῃ δὲ μιᾷ συνεχωρείτην,
τὸν Ἀχίλλειον τύμβον στεφανοῦν
αἵματι χλωρῷ, τὰ δὲ Κασάνδρας
λέκτρ' οὐκ ἐφάτην τῆς Ἀχιλείας
πρόσθεν θήσειν ποτὲ λόγχης.
Σπουδαὶ δὲ λόγων κατατεινομένων
ἦσαν ἴσαι πως, πρὶν ὁ ποικιλόφρων
κόπις ἡδυλόγος δημοχαριστὴς
Λαερτιάδης πείθει στρατιὰν
μὴ τὸν ἄριστον Δαναῶν πάντων
[135] δούλων σφαγίων εἵνεκ' ἀπωθεῖν,
μηδέ τιν' εἰπεῖν παρὰ Φερσεφόνῃ
στάντα φθιμένων
ὡς ἀχάριστοι Δαναοὶ Δαναοῖς
τοῖς οἰχομένοις ὑπὲρ Ἑλλήνων
[140] Τροίας πεδίων ἀπέβησαν.
Ἥξει δ' Ὀδυσεὺς ὅσον οὐκ ἤδη,
πῶλον ἀφέλξων σῶν ἀπὸ μαστῶν
ἔκ τε γεραιᾶς χερὸς ὁρμήσων.
Ἀλλ' ἴθι ναούς, ἴθι πρὸς βωμούς,
[145] ἵζ' Ἀγαμέμνονος ἱκέτις γονάτων,
κήρυσσε θεοὺς τούς τ' οὐρανίδας
τούς θ' ὑπὸ γαῖαν.
Ἢ γάρ σε λιταὶ διακωλύσουσ'
ὀρφανὸν εἶναι παιδὸς μελέας,
[150] ἢ δεῖ σ' ἐπιδεῖν τύμβου προπετῆ
φοινισσομένην αἵματι παρθένον
ἐκ χρυσοφόρου
δειρῆς νασμῷ μελαναυγεῖ.

Ἑκάβη

[154] Οἲ ἐγὼ μελέα, τί ποτ' ἀπύσω;
[155] Ποίαν ἀχώ, ποῖον ὀδυρμόν,
δειλαία δειλαίου γήρως,
δουλείας τᾶς οὐ τλατᾶς,
τᾶς οὐ φερτᾶς; Οἴμοι.
Τίς ἀμύνει μοι; Ποία γέννα,
[160] ποία δὲ πόλις; Φροῦδος πρέσβυς,
φροῦδοι παῖδες.
Ποίαν ἢ ταύταν ἢ κείναν
στείχω; Ποῖ δ' ἥσω; Ποῦ τις θεῶν
ἢ δαιμόνων ἐπαρωγός;
[165] Ὦ κάκ' ἐνεγκοῦσαι,
Τρῳάδες ὦ κάκ' ἐνεγκοῦσαι
πήματ', ἀπωλέσατ' ὠλέσατ'· οὐκέτι μοι βίος
ἀγαστὸς ἐν φάει.
Ὦ τλάμων ἅγησαί μοι πούς,
[170] ἅγησαι τᾷ γηραιᾷ
πρὸς τάνδ' αὐλάν· ὦ τέκνον, ὦ παῖ,
δυστανοτάτας ματέρος ἔξελθ' ἔξελθ'
[174] οἴκων ἄιε ματέρος αὐδάν.
[175] Ὦ τέκνον ὡς εἰδῇς οἵαν οἵαν
ἀίω φάμαν περὶ σᾶς ψυχᾶς.

Πολυξένη

[177] Ἰώ·
μᾶτερ μᾶτερ τί βοᾷς; Τί νέον
καρύξασ' οἴκων μ' ὥστ' ὄρνιν
θάμβει τῷδ' ἐξέπταξας;

Ἑκάβη

[180] οἴμοι τέκνον.

Πολυξένη

Τί με δυσφημεῖς; Φροίμιά μοι κακά.

Ἑκάβη

Αἰαῖ σᾶς ψυχᾶς.

Πολυξένη

Ἐξαύδα· μὴ κρύψῃς δαρόν.
Δειμαίνω δειμαίνω, μᾶτερ,
[185] τί ποτ' ἀναστένεις . . .

Ἑκάβη

Ὦ τέκνον τέκνον μελέας ματρὸς . . .

Πολυξένη

Τί <δὲ> τόδ' ἀγγελεῖς;

Ἑκάβη

σφάξαι σ' Ἀργείων κοινὰ
συντείνει πρὸς τύμβον γνώμα
[190] Πηλείᾳ γέννᾳ.

Πολυξένη

[191] Οἴμοι μᾶτερ, πῶς φθέγγῃ
ἀμέγαρτα κακῶν; Μάνυσόν μοι,
μάνυσον, μᾶτερ.

Ἑκάβη

Αὐδῶ, παῖ, δυσφήμους φήμας·
[195] ἀγγέλλουσ' Ἀργείων δόξαι
ψήφῳ τᾶς σᾶς περί μοι ψυχᾶς.

Πολυξένη

Ὦ δεινὰ παθοῦσ', ὦ παντλάμων,
ὦ δυστάνου μᾶτερ βιοτᾶς
οἵαν οἵαν αὖ σοι λώβαν
[200] ἐχθίσταν ἀρρήταν τ'
ὦρσέν τις δαίμων;
Οὐκέτι σοι παῖς ἅδ' οὐκέτι δὴ
γήρᾳ δειλαίῳ δειλαία
συνδουλεύσω.
[205] Σκύμνον γάρ μ' ὥστ' οὐριθρέπταν
μόσχον δειλαία δειλαίαν
. . . . . ἐσόψῃ,
χειρὸς ἀναρπαστὰν
σᾶς ἄπο λαιμότομόν τ' Ἀίδᾳ
γᾶς ὑποπεμπομέναν σκότον, ἔνθα νεκρῶν μέτα
[210] τάλαινα κείσομαι.
Καὶ σοῦ μέν, μᾶτερ, δυστάνου
κλαίω πανδύρτοις θρήνοις,
τὸν ἐμὸν δὲ βίον λώβαν λύμαν τ'
οὐ μετακλαίομαι, ἀλλὰ θανεῖν μοι
[215] ξυντυχία κρείσσων ἐκύρησεν.

Χορός

[216] Καὶ μὴν Ὀδυσσεὺς ἔρχεται σπουδῇ ποδός,
Ἑκάβη, νέον τι πρὸς σὲ σημανῶν ἔπος.

Ὀδυσσεύς

Γύναι, δοκῶ μέν σ' εἰδέναι γνώμην στρατοῦ
ψῆφόν τε τὴν κρανθεῖσαν· ἀλλ' ὅμως φράσω.
[220] Ἔδοξ' Ἀχαιοῖς παῖδα σὴν Πολυξένην
σφάξαι πρὸς ὀρθὸν χῶμ' Ἀχιλλείου τάφου.
Ἡμᾶς δὲ πομποὺς καὶ κομιστῆρας κόρης
τάσσουσιν εἶναι· θύματος δ' ἐπιστάτης
ἱερεύς τ' ἐπέσται τοῦδε παῖς Ἀχιλλέως.
[225] Οἶσθ' οὖν ὃ δρᾶσον; Μήτ' ἀποσπασθῇς βίᾳ
μήτ' ἐς χερῶν ἅμιλλαν ἐξέλθῃς ἐμοί·
γίγνωσκε δ' ἀλκὴν καὶ παρουσίαν κακῶν
τῶν σῶν. Σοφόν τοι κἀν κακοῖς ἃ δεῖ φρονεῖν.

Ἑκάβη

[229] Αἰαῖ· παρέστηχ', ὡς ἔοικ', ἀγὼν μέγας,
[230] πλήρης στεναγμῶν οὐδὲ δακρύων κενός.
Κἄγωγ' ἄρ' οὐκ ἔθνῃσκον οὗ μ' ἐχρῆν θανεῖν,
οὐδ' ὤλεσέν με Ζεύς, τρέφει δ', ὅπως ὁρῶ
κακῶν κάκ' ἄλλα μείζον' ἡ τάλαιν' ἐγώ.
Εἰ δ' ἔστι τοῖς δούλοισι τοὺς ἐλευθέρους
[235] μὴ λυπρὰ μηδὲ καρδίας δηκτήρια
ἐξιστορῆσαι, σοὶ μὲν εἰρῆσθαι χρεών,
ἡμᾶς δ' ἀκοῦσαι τοὺς ἐρωτῶντας τάδε.

Ὀδυσσεύς

Ἔξεστ', ἐρώτα· τοῦ χρόνου γὰρ οὐ φθονῶ.

Ἑκάβη

Οἶσθ' ἡνίκ' ἦλθες Ἰλίου κατάσκοπος,
[240] δυσχλαινίᾳ τ' ἄμορφος, ὀμμάτων τ' ἄπο
φόνου σταλαγμοὶ σὴν κατέσταζον γένυν;

Ὀδυσσεύς

Οἶδ'· οὐ γὰρ ἄκρας καρδίας ἔψαυσέ μου.

Ἑκάβη

Ἔγνω δέ σ' Ἑλένη καὶ μόνῃ κατεῖπ' ἐμοί;

Ὀδυσσεύς

Μεμνήμεθ' ἐς κίνδυνον ἐλθόντες μέγαν.

Ἑκάβη

[245] Ἥψω δὲ γονάτων τῶν ἐμῶν ταπεινὸς ὤν;

Ὀδυσσεύς

Ὥστ' ἐνθανεῖν γε σοῖς πέπλοισι χεῖρ' ἐμήν.

Ἑκάβη

Ἔσωσα δῆτά σ' ἐξέπεμψά τε χθονός;

Ὀδυσσεύς

Ὥστ' εἰσορᾶν γε φέγγος ἡλίου τόδε.

Ἑκάβη

Τί δῆτ' ἔλεξας δοῦλος ὢν ἐμὸς τότε;

Ὀδυσσεύς

[250] Πολλῶν λόγων εὑρήμαθ', ὥστε μὴ θανεῖν.

Ἑκάβη

[251] Οὔκουν κακύνῃ τοῖσδε τοῖς βουλεύμασιν,
ὃς ἐξ ἐμοῦ μὲν ἔπαθες οἷα φῂς παθεῖν,
δρᾷς δ' οὐδὲν ἡμᾶς εὖ, κακῶς δ' ὅσον δύνῃ;
Ἀχάριστον ὑμῶν σπέρμ', ὅσοι δημηγόρους
[255] ζηλοῦτε τιμάς· μηδὲ γιγνώσκοισθέ μοι,
οἳ τοὺς φίλους βλάπτοντες οὐ φροντίζετε,
ἢν τοῖσι πολλοῖς πρὸς χάριν λέγητέ τι.
Ἀτὰρ τί δὴ σόφισμα τοῦθ' ἡγούμενοι
ἐς τήνδε παῖδα ψῆφον ὥρισαν φόνου;
[260] Πότερα τὸ χρῆν σφ' ἐπήγαγ' ἀνθρωποσφαγεῖν
πρὸς τύμβον, ἔνθα βουθυτεῖν μᾶλλον πρέπει;
Ἢ τοὺς κτανόντας ἀνταποκτεῖναι θέλων
ἐς τήνδ' Ἀχιλλεὺς ἐνδίκως τείνει φόνον;
Ἀλλ' οὐδὲν αὐτὸν ἥδε γ' εἴργασται κακόν.
[265] Ἑλένην νιν αἰτεῖν χρῆν τάφῳ προσφάγματα·
κείνη γὰρ ὤλεσέν νιν ἐς Τροίαν τ' ἄγει.
Εἰ δ' αἰχμαλώτων χρή τιν' ἔκκριτον θανεῖν
κάλλει θ' ὑπερφέρουσαν, οὐχ ἡμῶν τόδε·
ἡ Τυνδαρὶς γὰρ εἶδος ἐκπρεπεστάτη,
[270] ἀδικοῦσά θ' ἡμῶν οὐδὲν ἧσσον ηὑρέθη.
Τῷ μὲν δικαίῳ τόνδ' ἁμιλλῶμαι λόγον·
ἃ δ' ἀντιδοῦναι δεῖ σ' ἀπαιτούσης ἐμοῦ,
ἄκουσον. Ἥψω τῆς ἐμῆς, ὡς φῄς, χερὸς
καὶ τῆσδε γραίας προσπίτνων παρηίδος·
[275] ἀνθάπτομαί σου τῶνδε τῶν αὐτῶν ἐγὼ
χάριν τ' ἀπαιτῶ τὴν τόθ' ἱκετεύω τέ σε,
μή μου τὸ τέκνον ἐκ χερῶν ἀποσπάσῃς,
μηδὲ κτάνητε· τῶν τεθνηκότων ἅλις.
Ταύτῃ γέγηθα κἀπιλήθομαι κακῶν·
[280] ἥδ' ἀντὶ πολλῶν ἐστί μοι παραψυχή,
πόλις, τιθήνη, βάκτρον, ἡγεμὼν ὁδοῦ.
Οὐ τοὺς κρατοῦντας χρὴ κρατεῖν ἃ μὴ χρεών,
οὐδ' εὐτυχοῦντας εὖ δοκεῖν πράξειν ἀεί·
κἀγὼ γὰρ ἦ ποτ', ἀλλὰ νῦν οὐκ εἴμ' ἔτι,
[285] τὸν πάντα δ' ὄλβον ἦμαρ ἕν μ' ἀφείλετο.
Ἀλλ', ὦ φίλον γένειον, αἰδέσθητί με,
οἴκτιρον· ἐλθὼν δ' εἰς Ἀχαιικὸν στρατὸν
παρηγόρησον, ὡς ἀποκτείνειν φθόνος
γυναῖκας, ἃς τὸ πρῶτον οὐκ ἐκτείνατε
[290] βωμῶν ἀποσπάσαντες, ἀλλ' ᾠκτίρατε.
Νόμος δ' ἐν ὑμῖν τοῖς τ' ἐλευθέροις ἴσος
καὶ τοῖσι δούλοις αἵματος κεῖται πέρι.
Τὸ δ' ἀξίωμα, κἂν κακῶς λέγῃ, τὸ σὸν
πείσει· λόγος γὰρ ἔκ τ' ἀδοξούντων ἰὼν
[295] κἀκ τῶν δοκούντων αὑτὸς οὐ ταὐτὸν σθένει.

Χορός

[296] Οὐκ ἔστιν οὕτω στερρὸς ἀνθρώπου φύσις,
ἥτις γόων σῶν καὶ μακρῶν ὀδυρμάτων
κλύουσα θρήνους οὐκ ἂν ἐκβάλοι δάκρυ.

Ὀδυσσεύς

Ἑκάβη, διδάσκου, μηδὲ τῷ θυμουμένῳ
[300] τὸν εὖ λέγοντα δυσμενῆ ποιοῦ φρενός.
Ἐγὼ τὸ μὲν σὸν σῶμ' ὑφ' οὗπερ εὐτύχουν
σῴζειν ἕτοιμός εἰμι κοὐκ ἄλλως λέγω·
ἃ δ' εἶπον εἰς ἅπαντας οὐκ ἀρνήσομαι,
Τροίας ἁλούσης ἀνδρὶ τῷ πρώτῳ στρατοῦ
[305] σὴν παῖδα δοῦναι σφάγιον ἐξαιτουμένῳ.
Ἐν τῷδε γὰρ κάμνουσιν αἱ πολλαὶ πόλεις,
ὅταν τις ἐσθλὸς καὶ πρόθυμος ὢν ἀνὴρ
μηδὲν φέρηται τῶν κακιόνων πλέον.
Ἡμῖν δ' Ἀχιλλεὺς ἄξιος τιμῆς, γύναι,
[310] θανὼν ὑπὲρ γῆς Ἑλλάδος κάλλιστ' ἀνήρ.
Οὔκουν τόδ' αἰσχρόν, εἰ βλέποντι μὲν φίλῳ
χρώμεσθ', ἐπεὶ δ' ὄλωλε, μὴ χρώμεσθ' ἔτι;
Εἶεν· τί δῆτ' ἐρεῖ τις, ἤν τις αὖ φανῇ
στρατοῦ τ' ἄθροισις πολεμίων τ' ἀγωνία;
[315] Πότερα μαχούμεθ' ἢ φιλοψυχήσομεν,
τὸν κατθανόνθ' ὁρῶντες οὐ τιμώμενον;
Καὶ μὴν ἔμοιγε ζῶντι μέν, καθ' ἡμέραν
κεἰ σμίκρ' ἔχοιμι, πάντ' ἂν ἀρκούντως ἔχοι·
τύμβον δὲ βουλοίμην ἂν ἀξιούμενον
[320] τὸν ἐμὸν ὁρᾶσθαι· διὰ μακροῦ γὰρ ἡ χάρις.
Εἰ δ' οἰκτρὰ πάσχειν φῄς, τάδ' ἀντάκουέ μου·
εἰσὶν παρ' ἡμῖν οὐδὲν ἧσσον ἄθλιαι
γραῖαι γυναῖκες ἠδὲ πρεσβῦται σέθεν,
νύμφαι τ' ἀρίστων νυμφίων τητώμεναι,
[325] ὧν ἥδε κεύθει σώματ' Ἰδαία κόνις.
Τόλμα τάδ'. Ἡμεῖς δ', εἰ κακῶς νομίζομεν
τιμᾶν τὸν ἐσθλόν, ἀμαθίαν ὀφλήσομεν·
οἱ βάρβαροι δὲ μήτε τοὺς φίλους φίλους
ἡγεῖσθε, μήτε τοὺς καλῶς τεθνηκότας
[330] θαυμάζεθ', ὡς ἂν ἡ μὲν Ἑλλὰς εὐτυχῇ,
ὑμεῖς δ' ἔχηθ' ὅμοια τοῖς βουλεύμασιν.

Χορός

[332] Αἰαῖ· τὸ δοῦλον ὡς κακὸν πέφυκ' ἀεὶ
τολμᾷ θ' ἃ μὴ χρή, τῇ βίᾳ νικώμενον.

Ἑκάβη

Ὦ θύγατερ, οὑμοὶ μὲν λόγοι πρὸς αἰθέρα
[335] φροῦδοι μάτην ῥιφέντες ἀμφὶ σοῦ φόνου·
σὺ δ', εἴ τι μείζω δύναμιν ἢ μήτηρ ἔχεις,
σπούδαζε πάσας ὥστ' ἀηδόνος στόμα
φθογγὰς ἱεῖσα, μὴ στερηθῆναι βίου.
Πρόσπιπτε δ' οἰκτρῶς τοῦδ' Ὀδυσσέως γόνυ
[340] καὶ πεῖθ' ἔχεις δὲ πρόφασιν· ἔστι γὰρ τέκνα
καὶ τῷδε τὴν σὴν ὥστ' ἐποικτῖραι τύχην.

Πολυξένη

[342] Ὁρῶ σ', Ὀδυσσεῦ, δεξιὰν ὑφ' εἵματος
κρύπτοντα χεῖρα καὶ πρόσωπον ἔμπαλιν
στρέφοντα, μή σου προσθίγω γενειάδος.
[345] Θάρσει· πέφευγας τὸν ἐμὸν Ἱκέσιον Δία·
ὡς ἕψομαί γε τοῦ τ' ἀναγκαίου χάριν
θανεῖν τε χρῄζουσ'· εἰ δὲ μὴ βουλήσομαι,
κακὴ φανοῦμαι καὶ φιλόψυχος γυνή.
Τί γάρ με δεῖ ζῆν; ᾟ πατὴρ μὲν ἦν ἄναξ
[350] Φρυγῶν ἁπάντων· τοῦτό μοι πρῶτον βίου·
ἔπειτ' ἐθρέφθην ἐλπίδων καλῶν ὕπο
βασιλεῦσι νύμφη, ζῆλον οὐ σμικρὸν γάμων
ἔχουσ', ὅτου δῶμ' ἑστίαν τ' ἀφίξομαι·
δέσποινα δ' ἡ δύστηνος Ἰδαίαισιν ἦ
[355] γυναιξὶ παρθένοις τ' ἀπόβλεπτος μέτα,
ἴση θεοῖσι πλὴν τὸ κατθανεῖν μόνον·
νῦν δ' εἰμὶ δούλη. Πρῶτα μέν με τοὔνομα
θανεῖν ἐρᾶν τίθησιν οὐκ εἰωθὸς ὄν·
ἔπειτ' ἴσως ἂν δεσποτῶν ὠμῶν φρένας
[360] τύχοιμ' ἄν, ὅστις ἀργύρου μ' ὠνήσεται,
τὴν Ἕκτορός τε χἁτέρων πολλῶν κάσιν,
προσθεὶς δ' ἀνάγκην σιτοποιὸν ἐν δόμοις,
σαίρειν τε δῶμα κερκίσιν τ' ἐφεστάναι
λυπρὰν ἄγουσαν ἡμέραν μ' ἀναγκάσει·
[365] λέχη δὲ τἀμὰ δοῦλος ὠνητός ποθεν
χρανεῖ, τυράννων πρόσθεν ἠξιωμένα.
Οὐ δῆτ'· ἀφίημ' ὀμμάτων ἐλευθέρων
φέγγος τόδ', Ἅιδῃ προστιθεῖσ' ἐμὸν δέμας.
Ἄγου μ', Ὀδυσσεῦ, καὶ διέργασαί μ' ἄγων·
[370] οὔτ' ἐλπίδος γὰρ οὔτε του δόξης ὁρῶ
θάρσος παρ' ἡμῖν ὥς ποτ' εὖ πρᾶξαί με χρή.
Μῆτερ, σὺ δ' ἡμῖν μηδὲν ἐμποδὼν γένῃ,
λέγουσα μηδὲ δρῶσα· συμβούλου δέ μοι
θανεῖν πρὶν αἰσχρῶν μὴ κατ' ἀξίαν τυχεῖν.
[375] Ὅστις γὰρ οὐκ εἴωθε γεύεσθαι κακῶν,
φέρει μέν, ἀλγεῖ δ' αὐχέν' ἐντιθεὶς ζυγῷ·
θανὼν δ' ἂν εἴη μᾶλλον εὐτυχέστερος
ἢ ζῶν· τὸ γὰρ ζῆν μὴ καλῶς μέγας πόνος.

Χορός

[379] Δεινὸς χαρακτὴρ κἀπίσημος ἐν βροτοῖς
[380] ἐσθλῶν γενέσθαι, κἀπὶ μεῖζον ἔρχεται
τῆς εὐγενείας ὄνομα τοῖσιν ἀξίοις.

Ἑκάβη

Καλῶς μὲν εἶπας, θύγατερ, ἀλλὰ τῷ καλῷ
λύπη πρόσεστιν. Εἰ δὲ δεῖ τῷ Πηλέως
χάριν γενέσθαι παιδὶ καὶ ψόγον φυγεῖν
[385] ὑμᾶς, Ὀδυσσεῦ, τήνδε μὲν μὴ κτείνετε,
ἡμᾶς δ' ἄγοντες πρὸς πυρὰν Ἀχιλλέως
κεντεῖτε, μὴ φείδεσθ'· ἐγὼ ̓́τεκον Πάριν,
ὃς παῖδα Θέτιδος ὤλεσεν τόξοις βαλών.

Ὀδυσσεύς

Οὐ σ', ὦ γεραιά, κατθανεῖν Ἀχιλλέως
[390] φάντασμ' Ἀχαιούς, ἀλλὰ τήνδ', ᾐτήσατο.

Ἑκάβη

[391] Ὑμεῖς δέ μ' ἀλλὰ θυγατρὶ συμφονεύσατε,
καὶ δὶς τόσον πῶμ' αἵματος γενήσεται
γαίᾳ νεκρῷ τε τῷ τάδ' ἐξαιτουμένῳ.

Ὀδυσσεύς

Ἅλις κόρης σῆς θάνατος, οὐ προσοιστέος
[395] ἄλλος πρὸς ἄλλῳ· μηδὲ τόνδ' ὠφείλομεν.

Ἑκάβη

Πολλή γ' ἀνάγκη θυγατρὶ συνθανεῖν ἐμέ.

Ὀδυσσεύς

Πῶς; Οὐ γὰρ οἶδα δεσπότας κεκτημένος.

Ἑκάβη

Ὁποῖα κισσὸς δρυός, ὅπως τῆσδ' ἕξομαι.

Ὀδυσσεύς

Οὔκ, ἤν γε πείθῃ τοῖσι σοῦ σοφωτέροις.

Ἑκάβη

[400] Ὡς τῆσδ' ἑκοῦσα παιδὸς οὐ μεθήσομαι.

Ὀδυσσεύς

Ἀλλ' οὐδ' ἐγὼ μὴν τήνδ' ἄπειμ' αὐτοῦ λιπών.

Πολυξένη

[402] Μῆτερ, πιθοῦ μοι· καὶ σύ, παῖ Λαερτίου,
χάλα τοκεῦσιν εἰκότως θυμουμένοις,
σύ τ', ὦ τάλαινα, τοῖς κρατοῦσι μὴ μάχου.
[405] Βούλῃ πεσεῖν πρὸς οὖδας ἑλκῶσαί τε σὸν
γέροντα χρῶτα πρὸς βίαν ὠθουμένη,
ἀσχημονῆσαί τ' ἐκ νέου βραχίονος
σπασθεῖσ', ἃ πείσῃ; Μὴ σύ γ'· οὐ γὰρ ἄξιον.
Ἀλλ', ὦ φίλη μοι μῆτερ, ἡδίστην χέρα
[410] δὸς καὶ παρειὰν προσβαλεῖν παρηίδι·
ὡς οὔποτ' αὖθις, ἀλλὰ νῦν πανύστατον
ἀκτῖνα κύκλον θ' ἡλίου προσόψομαι.
Τέλος δέχῃ δὴ τῶν ἐμῶν προσφθεγμάτων.
Ὦ μῆτερ, ὦ τεκοῦσ', ἄπειμι δὴ κάτω.

Ἑκάβη

[415] Ὦ θύγατερ, ἡμεῖς δ' ἐν φάει δουλεύσομεν.

Πολυξένη

Ἀνυμφος ἀνυμέναιος ὧν μ' ἐχρῆν τυχεῖν.

Ἑκάβη

Οἰκτρὰ σύ, τέκνον, ἀθλία δ' ἐγὼ γυνή.

Πολυξένη

[418] Ἐκεῖ δ' ἐν Ἅιδου κείσομαι χωρὶς σέθεν.

Ἑκάβη

Οἴμοι· τί δράσω; Ποῖ τελευτήσω βίον;

Πολυξένη

[420] Δούλη θανοῦμαι, πατρὸς οὖσ' ἐλευθέρου.

Ἑκάβη

Ἡμεῖς δὲ πεντήκοντά γ' ἄμμοροι τέκνων.

Πολυξένη

Τί σοι πρὸς Ἕκτορ' ἢ γέροντ' εἴπω πόσιν;

Ἑκάβη

Ἀγγελλε πασῶν ἀθλιωτάτην ἐμέ.

Πολυξένη

Ὦ στέρνα μαστοί θ', οἵ μ' ἐθρέψαθ' ἡδέως.

Ἑκάβη

[425] Ὦ τῆς ἀώρου θύγατερ ἀθλίας τύχης.

Πολυξένη

Χαῖρ', ὦ τεκοῦσα, χαῖρε Κασάνδρα τ' ἐμοί,

Ἑκάβη

χαίρουσιν ἄλλοι, μητρὶ δ' οὐκ ἔστιν τόδε.

Πολυξένη

Ὅ τ' ἐν φιλίπποις Θρῃξὶ Πολύδωρος κάσις.

Ἑκάβη

Εἰ ζῇ γ'· ἀπιστῶ δ'· ὧδε πάντα δυστυχῶ.

Πολυξένη

[430] Ζῇ καὶ θανούσης ὄμμα συγκλῄσει τὸ σόν.

Ἑκάβη

Τέθνηκ' ἔγωγε πρὶν θανεῖν κακῶν ὕπο.

Πολυξένη

[432] Κόμιζ', Ὀδυσσεῦ, μ' ἀμφιθεὶς κάρα πέπλοις
ὡς πρὶν σφαγῆναί γ' ἐκτέτηκα καρδίαν
θρήνοισι μητρὸς τήνδε τ' ἐκτήκω γόοις.
[435] )῀Ω φῶς· προσειπεῖν γὰρ σὸν ὄνομ' ἔξεστί μοι,
μέτεστι δ' οὐδὲν πλὴν ὅσον χρόνον ξίφους
βαίνω μεταξὺ καὶ πυρᾶς Ἀχιλλέως.

Ἑκάβη

Οἲ 'γώ, προλείπω· λύεται δέ μου μέλη.
Ὦ θύγατερ, ἅψαι μητρός, ἔκτεινον χέρα,
[440] δός· μὴ λίπῃς μ' ἄπαιδ'. Ἀπωλόμην, φίλαι. . . .
Ὣς τὴν Λάκαιναν σύγγονον Διοσκόροιν
Ἑλένην ἴδοιμι· διὰ καλῶν γὰρ ὀμμάτων
αἴσχιστα Τροίαν εἷλε τὴν εὐδαίμονα.

Χορός

Αὔρα, ποντιὰς αὔρα,
[445] ἅτε ποντοπόρους κομί-
ζεις θοὰς ἀκάτους ἐπ' οἶδμα λίμνας,
ποῖ με τὰν μελέαν πορεύ-
σεις; Τῷ δουλόσυνος πρὸς οἶ-
κον κτηθεῖσ' ἀφίξομαι; Ἢ
[450] Δωρίδος ὅρμον αἴας;
Ἢ Φθιάδος, ἔνθα τὸν
καλλίστων ὑδάτων πατέρα
[454] φασὶν Ἀπιδανὸν πεδία λιπαίνειν;
[455] Ἢ νάσων, ἁλιήρει
κώπᾳ πεμπομέναν τάλαι-
ναν, οἰκτρὰν βιοτὰν ἔχουσαν οἴκοις,
ἔνθα πρωτόγονός τε φοῖ-
νιξ δάφνα θ' ἱεροὺς ἀνέ-
[460] σχε πτόρθους Λατοῖ φίλᾳ ὠ-
δῖνος ἄγαλμα Δίας;
[463] Σὺν Δηλιάσιν τε κού-
ραισιν Ἀρτέμιδος θεᾶς
[465] χρυσέαν ἄμπυκα τόξα τ' εὐλογήσω;
Ἢ Παλλάδος ἐν πόλει
τὰς καλλιδίφρους Ἀθα-
ναίας ἐν κροκέῳ πέπλῳ
ζεύξομαι ἆρα πώλους ἐν
[470] δαιδαλέαισι ποικίλλουσ'
ἀνθοκρόκοισι πήναις, ἢ
Τιτάνων γενεὰν
τὰν Ζεὺς ἀμφιπύρῳ κοιμί-
ζει φλογμῷ Κρονίδας;
[475] Ὤ μοι τεκέων ἐμῶν,
ὤ μοι πατέρων χθονός θ',
ἃ καπνῷ κατερείπεται,
τυφομένα, δορίκτητος
Ἀργεί̈ων· ἐγὼ δ' ἐν ξεί-
[480] νᾳ χθονὶ δὴ κέκλημαι δού-
λα, λιποῦσ' Ἀσίαν,
Εὐρώπας θεραπνᾶν ἀλλά-
ξασ' Ἅιδα θαλάμους.

Ταλθύβιος

[484] Ποῦ τὴν ἄνασσαν δή ποτ' οὖσαν Ἰλίου
[485] Ἑκάβην ἂν ἐξεύροιμι, Τρῳάδες κόραι;

Χορός

Αὕτη πέλας σου νῶτ' ἔχουσ' ἐπὶ χθονί,
Ταλθύβιε, κεῖται ξυγκεκλῃμένη πέπλοις.

Ταλθύβιος

Ὦ Ζεῦ, τί λέξω; Πότερά σ' ἀνθρώπους ὁρᾶν;
Ἢ δόξαν ἄλλως τήνδε κεκτῆσθαι μάτην,
[490] ψευδῆ, δοκοῦντας δαιμόνων εἶναι γένος
τύχην δὲ πάντα τἀν βροτοῖς ἐπισκοπεῖν;
Οὐχ ἥδ' ἄνασσα τῶν πολυχρύσων Φρυγῶν,
οὐχ ἥδε Πριάμου τοῦ μέγ' ὀλβίου δάμαρ;
Καὶ νῦν πόλις μὲν πᾶσ' ἀνέστηκεν δορί,
[495] αὐτὴ δὲ δούλη γραῦς ἄπαις ἐπὶ χθονὶ
κεῖται, κόνει φύρουσα δύστηνον κάρα.
Φεῦ φεῦ· γέρων μέν εἰμ', ὅμως δέ μοι θανεῖν
εἴη πρὶν αἰσχρᾷ περιπεσεῖν τύχῃ τινί.
Ἀνίστασ', ὦ δύστηνε, καὶ μετάρσιον
[500] πλευρὰν ἔπαιρε καὶ τὸ πάλλευκον κάρα.

Ἑκάβη

[501] Ἔα· τίς οὗτος σῶμα τοὐμὸν οὐκ ἐᾷ
κεῖσθαι; Τί κινεῖς μ', ὅστις εἶ, λυπουμένην;

Ταλθύβιος

Ταλθύβιος ἥκω Δαναϊδῶν ὑπηρέτης,
Ἀγαμέμνονος πέμψαντος, ὦ γύναι, μέτα.

Ἑκάβη

[505] Ὦ φίλτατ', ἆρα κἄμ' ἐπισφάξαι τάφῳ
δοκοῦν Ἀχαιοῖς ἦλθες; Ὡς φίλ' ἂν λέγοις.
Σπεύδωμεν, ἐγκονῶμεν· ἡγοῦ μοι, γέρον.

Ταλθύβιος

Σὴν παῖδα κατθανοῦσαν ὡς θάψῃς, γύναι,
ἥκω μεταστείχων σε· πέμπουσιν δέ με
[510] δισσοί τ' Ἀτρεῖδαι καὶ λεὼς Ἀχαιικός.

Ἑκάβη

[511] Οἴμοι, τί λέξεις; Οὐκ ἄρ' ὡς θανουμένους
μετῆλθες ἡμᾶς, ἀλλὰ σημανῶν κακά;
Ὄλωλας, ὦ παῖ, μητρὸς ἁρπασθεῖσ' ἄπο·
ἡμεῖς δ' ἄτεκνοι τοὐπὶ σ'· ὦ τάλαιν' ἐγώ.
[515] Πῶς καί νιν ἐξεπράξατ'; Ἆρ' αἰδούμενοι;
Ἢ πρὸς τὸ δεινὸν ἤλθεθ' ὡς ἐχθράν, γέρον,
κτείνοντες; Εἰπέ, καίπερ οὐ λέξων φίλα.

Ταλθύβιος

[518] Διπλᾶ με χρῄζεις δάκρυα κερδᾶναι, γύναι,
σῆς παιδὸς οἴκτῳ· νῦν τε γὰρ λέγων κακὰ
[520] τέγξω τόδ' ὄμμα, πρὸς τάφῳ θ' ὅτ' ὤλλυτο.
Παρῆν μὲν ὄχλος πᾶς Ἀχαιικοῦ στρατοῦ
πλήρης πρὸ τύμβου σῆς κόρης ἐπὶ σφαγάς·
λαβὼν δ' Ἀχιλλέως παῖς Πολυξένην χερὸς
ἔστησ' ἐπ' ἄκρου χώματος, πέλας δ' ἐγώ·
[525] λεκτοί τ' Ἀχαιῶν ἔκκριτοι νεανίαι,
σκίρτημα μόσχου σῆς καθέξοντες χεροῖν,
ἕσποντο. Πλῆρες δ' ἐν χεροῖν λαβὼν δέπας
πάγχρυσον αἴρει χειρὶ παῖς Ἀχιλλέως
χοὰς θανόντι πατρί· σημαίνει δέ μοι
[530] σιγὴν Ἀχαιῶν παντὶ κηρῦξαι στρατῷ.
Κἀγὼ καταστὰς εἶπον ἐν μέσοις τάδε·
Σιγᾶτ', Ἀχαιοί, σῖγα πᾶς ἔστω λεώς,
σίγα σιώπα· νήνεμον δ' ἔστησ' ὄχλον.
Ὃ δ' εἶπεν· Ὦ παῖ Πηλέως, πατὴρ δ' ἐμός,
[535] δέξαι χοάς μοι τάσδε κηλητηρίους,
νεκρῶν ἀγωγούς· ἐλθὲ δ', ὡς πίῃς μέλαν
κόρης ἀκραιφνὲς αἷμ', ὅ σοι δωρούμεθα
στρατός τε κἀγώ· πρευμενὴς δ' ἡμῖν γενοῦ
λῦσαί τε πρύμνας καὶ χαλινωτήρια
[540] νεῶν δὸς ἡμῖν πρευμενοῦς τ' ἀπ' Ἰλίου
νόστου τυχόντας πάντας ἐς πάτραν μολεῖν.
Τοσαῦτ' ἔλεξε, πᾶς δ' ἐπηύξατο στρατός.
Εἶτ' ἀμφίχρυσον φάσγανον &#