ΕΛΕΓΕΙΩΝ
Ὦ ἄνα, Λητοῦς υἱέ, Διὸς τέκος, οὔποτε σεῖο 1
λήσομαι ἀρχόμενος οὐδ´ ἀποπαυόμενος,
ἀλλ´ αἰεὶ πρῶτόν τε καὶ ὕστατον ἔν τε μέσοισιν
ἀείσω· σὺ δέ μοι κλῦθι καὶ ἐσθλὰ δίδου.
Φοῖβε ἄναξ, ὅτε μέν σε θεὰ τέκε πότνια
Λητώ 5
φοίνικος ῥαδινῆις χερσὶν ἐφαψαμένη
ἀθανάτων κάλλιστον ἐπὶ τροχοειδέι λίμνηι,
πᾶσα μὲν ἐπλήσθη Δῆλος ἀπειρεσίη
ὀδμῆς ἀμβροσίης, ἐγέλασσε δὲ Γαῖα πελώρη,
γήθησεν δὲ βαθὺς πόντος ἁλὸς πολιῆς. 10
Ἄρτεμι θηροφόνη, θύγατερ Διός, ἣν
Ἀγαμέμνων 11
εἵσαθ´, ὅτ´ ἐς Τροίην ἔπλεε νηυσὶ θοῆις,
εὐχομένωι μοι κλῦθι, κακὰς δ´ ἀπὸ κῆρας ἄλαλκε·
σοὶ μὲν τοῦτο, θεά, σμικρόν, ἐμοὶ δὲ μέγα.
Μοῦσαι καὶ Χάριτες, κοῦραι Διός, αἵ ποτε
Κάδμου 15
ἐς γάμον ἐλθοῦσαι καλὸν ἀείσατ´ ἔπος,
«
Ὅττι καλόν, φίλον ἐστί· τὸ
δ´ οὐ καλὸν οὐ φίλον ἐστί,
»
τοῦτ´ ἔπος ἀθανάτων ἦλθε διὰ στομάτων.
Κύρνε, σοφιζομένωι μὲν ἐμοὶ σφρηγὶς
ἐπικείσθω 19
τοῖσδ´ ἔπεσιν, λήσει δ´ οὔποτε κλεπτόμενα, 20
οὐδέ τις ἀλλάξει κάκιον τοὐσθλοῦ παρεόντος·
ὧδε δὲ πᾶς τις ἐρεῖ·
«
Θεύγνιδός ἐστιν ἔπη
τοῦ Μεγαρέως· πάντας δὲ κατ´ ἀνθρώπους ὀνομαστός.
»
Ἀστοῖσιν δ´ οὔπω πᾶσιν ἁδεῖν δύναμαι·
οὐδὲν θαυμαστόν, Πολυπαΐδη· οὐδὲ γὰρ ὁ Ζεύς 25
οὔθ´ ὕων πάντεσ´ ἁνδάνει οὔτ´ ἀνέχων.
Σοὶ δ´ ἐγὼ εὖ φρονέων ὑποθήσομαι, οἷά περ
αὐτός, 27
Κύρν´, ἀπὸ τῶν ἀγαθῶν παῖς ἔτ´ ἐὼν ἔμαθον·
πέπνυσο, μηδ´ αἰσχροῖσιν ἐπ´ ἔργμασι μηδ´ ἀδίκοισιν
τιμὰς μηδ´ ἀρετὰς ἕλκεο μηδ´ ἄφενος. 30
Ταῦτα μὲν οὕτως ἴσθι· κακοῖσι δὲ μὴ προσομίλει
ἀνδράσιν, ἀλλ´ αἰεὶ τῶν ἀγαθῶν ἔχεο·
καὶ μετὰ τοῖσιν πῖνε καὶ ἔσθιε, καὶ μετὰ τοῖσιν
ἵζε, καὶ ἅνδανε τοῖσ , ὧν μεγάλη δύναμις.
ἐσθλῶν μὲν γὰρ ἄπ´ ἐσθλὰ μαθήσεαι· ἢν δὲ κακοῖσιν 35
συμμίσγηις, ἀπολεῖς καὶ τὸν ἐόντα νόον.
Ταῦτα μαθὼν ἀγαθοῖσιν ὁμίλεε, καί ποτε φήσεις
εὖ συμβουλεύειν τοῖσι φίλοισιν ἐμέ.
Κύρνε, κύει πόλις ἥδε, δέδοικα δὲ μὴ
τέκηι ἄνδρα 39
εὐθυντῆρα κακῆς ὕβριος ἡμετέρης. 40
Ἀστοὶ μὲν γὰρ ἔθ´ οἵδε σαόφρονες, ἡγεμόνες δέ
τετράφαται πολλὴν εἰς κακότητα πεσεῖν.
Οὐδεμίαν πω, Κύρν´, ἀγαθοὶ πόλιν ὤλεσαν
ἄνδρες, 43
ἀλλ´ ὅταν ὑβρίζειν τοῖσι κακοῖσιν ἅδηι
δῆμόν τε φθείρουσι δίκας τ´ ἀδίκοισι διδοῦσιν 45
οἰκείων κερδέων εἵνεκα καὶ κράτεος·
ἔλπεο μὴ δηρὸν κείνην πόλιν ἀτρεμέ´ ἧσθαι,
μηδ´ εἰ νῦν κεῖται πολλῆι ἐν ἡσυχίηι,
εὖτ´ ἂν τοῖσι κακοῖσι φίλ´ ἀνδράσι ταῦτα γένηται,
κέρδεα δημοσίωι σὺν κακῶι ἐρχόμενα. 50
Ἐκ τῶν γὰρ στάσιές τε καὶ ἔμφυλοι φόνοι ἀνδρῶν·
μούναρχοι δὲ πόλει μήποτε τῆιδε ἅδοι.
Κύρνε, πόλις μὲν ἔθ´ ἥδε πόλις, λαοὶ δὲ
δὴ ἄλλοι, 53
οἳ πρόσθ´ οὔτε δίκας ἤιδεσαν οὔτε νόμους,
ἀλλ´ ἀμφὶ πλευραῖσι δορὰς αἰγῶν κατέτριβον, 55
ἔξω δ´ ὥστ´ ἔλαφοι τῆσδ´ ἐνέμοντο πόλεος.
Καὶ νῦν εἰσ´ ἀγαθοί, Πολυπαΐδη· οἱ δὲ πρὶν ἐσθλοί
νῦν δειλοί. τίς κεν ταῦτ´ ἀνέχοιτ´ ἐσορῶν;
Ἀλλήλους δ´ ἀπατῶσιν ἐπ´ ἀλλήλοισι γελῶντες,
οὔτε κακῶν γνώμας εἰδότες οὔτ´ ἀγαθῶν. 60
Μηδένα τῶνδε φίλον ποιεῦ, Πολυπαΐδη,
ἀστῶν 61
ἐκ θυμοῦ χρείης οὕνεκα μηδεμιῆς·
ἀλλὰ δόκει μὲν πᾶσιν ἀπὸ γλώσσης φίλος εἶναι,
χρῆμα δὲ συμμείξηις μηδενὶ μηδ´ ὁτιοῦν
σπουδαῖον· γνώσηι γὰρ ὀιζυρῶν φρένας ἀνδρῶν, 65
ὥς σφιν ἐπ´ ἔργοισιν πίστις ἔπ´ οὐδεμία,
ἀλλὰ δόλους ἀπάτας τε πολυπλοκίας τ´ ἐφίλησαν
οὕτως ὡς ἄνδρες μηκέτι σωιζόμενοι.
Μήποτε, Κύρνε, κακῶι πίσυνος βούλευε σὺν
ἀνδρί, 69
εὖτ´ ἂν σπουδαῖον πρῆγμ´ ἐθέληις τελέσαι, 70
ἀλλὰ μετ´ ἐσθλὸν ἰὼν βούλευ καὶ πολλὰ μογῆσαι
καὶ μακρὴν ποσσίν, Κύρν´, ὁδὸν ἐκτελέσαι.
Πρῆξιν μηδὲ φίλοισιν ὅλως ἀνακοινέο
πᾶσιν· 73
παῦροί τοι πολλῶν πιστὸν ἔχουσι νόον.
Παύροισιν πίσυνος μεγάλ´ ἀνδράσιν ἔργ´
ἐπιχείρει, 75
μή ποτ´ ἀνήκεστον, Κύρνε, λάβηις ἀνίην.
Πιστὸς ἀνὴρ χρυσοῦ τε καὶ ἀργύρου
ἀντερύσασθαι 77
ἄξιος ἐν χαλεπῆι, Κύρνε, διχοστασίηι.
Παύρους εὑρήσεις, Πολυπαΐδη, ἄνδρας
ἑταίρους 79
πιστοὺς ἐν χαλεποῖς πρήγμασι γινομένους, 80
οἵτινες ἂν τολμῶιεν ὁμόφρονα θυμὸν ἔχοντες
ἶσον τῶν ἀγαθῶν τῶν τε κακῶν μετέχειν.
Τούτους οὔ χ´ εὕροις διζήμενος οὐδ´ ἐπὶ πάντας
ἀνθρώπους, οὓς ναῦς μὴ μία πάντας ἄγοι,
οἷσιν ἐπὶ γλώσσηι τε καὶ ὀφθαλμοῖσιν ἔπεστιν 85
αἰδώς, οὐδ´ αἰσχρὸν χρῆμ´ ἔπι κέρδος ἄγει.
Μή μ´ ἔπεσιν μὲν στέργε, νόον δ´ ἔχε καὶ
φρένας ἄλληι, 87
εἴ με φιλεῖς καί σοι πιστὸς ἔνεστι νόος.
Ἥ με φίλει καθαρὸν θέμενος νόον, ἤ μ´
ἀποειπών 89
ἔχθαιρ´ ἀμφαδίην νεῖκος ἀειράμενος. 90
Ὃς δὲ μιῆι γλώσσηι δίχ´ ἔχει νόον, οὗτος ἑταῖρος
δεινός, Κύρν´, ἐχθρὸς βέλτερος ἢ φίλος ὤν.
Ἄν τις ἐπαινήσηι σε τόσον χρόνον ὅσσον
ὁρώιης, 93
νοσφισθεὶς δ´ ἄλλην γλῶσσαν ἱῆισι κακήν,
τοιοῦτός τοι ἑταῖρος ἀνὴρ φίλος οὔ τι μάλ´ ἐσθλός, 95
96 ὅς κ´ εἴπηι γλώσσηι λῶια, φρονῆι δ´ ἕτερα.
Ἀλλ´ εἴη τοιοῦτος ἐμοὶ φίλος, Ὃς τὸν ἑταῖρον
γινώσκων ὀργὴν καὶ βαρὺν ὄντα φέρει
ἀντὶ κασιγνήτου. σὺ δέ μοι, φίλε, ταῦτ´ ἐνὶ θυμῶι
φράζεο, καί ποτέ μου μνήσεαι ἐξοπίσω. 100
Μηδείς ς´ ἀνθρώπων πείσηι κακὸν ἄνδρα
φιλῆσαι, 101
Κύρνε· τί δ´ ἔστ´ ὄφελος δειλὸς ἀνὴρ φίλος ὤν;
Οὔτ´ ἄν σ´ ἐκ χαλεποῖο πόνου ῥύσαιτο καὶ ἄτης,
οὔτε κεν ἐσθλὸν ἔχων τοῦ μεταδοῦν ἐθέλοι.
Δειλοὺς εὖ ἕρδοντι ματαιοτάτη χάρις ἐστίν· 105
ἶσον καὶ σπείρειν πόντον ἁλὸς πολιῆς.
Οὔτε γὰρ ἂν πόντον σπείρων βαθὺ λήιον ἀμῶις,
οὔτε κακοὺς εὖ δρῶν εὖ πάλιν ἀντιλάβοις·
ἄπληστον γὰρ ἔχουσι κακοὶ νόον· ἢν δ´ ἓν ἁμάρτηις,
τῶν πρόσθεν πάντων ἐκκέχυται φιλότης·
οἱ δ´ ἀγαθοὶ τὸ μέγιστον ἐπαυρίσκουσι παθόντες,
μνῆμα δ´ ἔχους´ ἀγαθῶν καὶ χάριν ἐξοπίσω.
Μήποτε τὸν κακὸν ἄνδρα φίλον ποιεῖσθαι
ἑταῖρον, 113
ἀλλ´ αἰεὶ φεύγειν ὥστε κακὸν λιμένα.
Πολλοί τοι πόσιος καὶ βρώσιός εἰσιν
ἑταῖροι, 115
ἐν δὲ σπουδαίωι πρήγματι παυρότεροι.
Κιβδήλου δ´ ἀνδρὸς γνῶναι χαλεπώτερον
οὐδέν, 117
Κύρν´, οὐδ´ εὐλαβίης ἐστὶ περὶ πλέονος.
Χρυσοῦ κιβδήλοιο καὶ ἀργύρου ἀνσχετὸς
ἄτη, 119
Κύρνε, καὶ ἐξευρεῖν ῥάιδιον ἀνδρὶ σοφῶι. 120
Εἰ δὲ φίλου νόος ἀνδρὸς ἐνὶ στήθεσσι λελήθηι
ψυδρὸς ἐών, δόλιον δ´ ἐν φρεσὶν ἦτορ ἔχηι,
τοῦτο θεὸς κιβδηλότατον ποίησε βροτοῖσιν,
καὶ γνῶναι πάντων τοῦτ´ ἀνιηρότατον.
Οὐδὲ γὰρ εἰδείης ἀνδρὸς νόον οὐδὲ γυναικός, 125
πρὶν πειρηθείης ὥσπερ ὑποζυγίου,
οὐδέ κεν εἰκάσσαις ὥσπερ ποτ´ ἐς ὥριον ἐλθών·
πολλάκι γὰρ γνώμην ἐξαπατῶσ´ ἰδέαι.
Μήτ´ ἀρετὴν εὔχου, Πολυπαΐδη, ἔξοχος
εἶναι 129
μήτ´ ἄφενος· μοῦνον δ´ ἀνδρὶ γένοιτο τύχη.
Οὐδὲν ἐν ἀνθρώποισι πατρὸς καὶ μητρὸς
ἄμεινον 131
ἔπλετο, οἷσ´ ὁσίη, Κύρνε, μέμηλε δίκη.
Οὐδείς, Κύρν´, ἄτης καὶ κέρδεος αἴτιος
αὐτός, 133
ἀλλὰ θεοὶ τούτων δώτορες ἀμφοτέρων·
οὐδέ τις ἀνθρώπων ἐργάζεται ἐν φρεσὶν εἰδώς, 135
ἐς τέλος εἴτ´ ἀγαθὸν γίνεται εἴτε κακόν.
Πολλάκι γὰρ δοκέων θήσειν κακὸν ἐσθλὸν ἔθηκεν,
καί τε δοκῶν θήσειν ἐσθλὸν ἔθηκε κακόν.
Οὐδέ τωι ἀνθρώπων παραγίνεται, ὅσσα θέληισιν·
ἴσχει γὰρ χαλεπῆς πείρατ´ ἀμηχανίης.
Ἀνθρωποι δὲ μάταια νομίζομεν εἰδότες οὐδέν·
θεοὶ δὲ κατὰ σφέτερον πάντα τελοῦσι νόον.
Οὐδείς πω ξεῖνον, Πολυπαΐδη, ἐξαπατήσας
143
οὐδ´ ἱκέτην θνητῶν ἀθανάτους ἔλαθεν.
Βούλεο δ´ εὐσεβέων ὀλίγοις σὺν χρήμασιν
οἰκεῖν 145
ἢ πλουτεῖν ἀδίκως χρήματα πασάμενος.
Ἐν δὲ δικαιοσύνηι συλλήβδην πᾶσ´ ἀρετή ´στι,
πᾶς δέ τ´ ἀνὴρ ἀγαθός, Κύρνε, δίκαιος ἐών.
Χρήματα μὲν δαίμων καὶ παγκάκωι ἀνδρὶ
δίδωσιν, 149
Κύρν´· ἀρετῆς δ´ ὀλίγοις´ ἀνδράσι μοῖρ´ ἕπεται. 150
Ὕβριν, Κύρνε, θεὸς πρῶτον κακῶι ὤπασεν
ἀνδρί, 151
οὗ μέλλει χώρην μηδεμίην θέμεναι.
Τίκτει τοι κόρος ὕβριν, ὅταν κακῶι ὄλβος
ἕπηται 153
ἀνθρώπωι καὶ ὅτωι μὴ νόος ἄρτιος ἦι.
Μήποτέ τοι πενίην θυμοφθόρον ἀνδρὶ
χολωθείς 155
μηδ´ ἀχρημοσύνην οὐλομένην πρόφερε·
Ζεὺς γάρ τοι τὸ τάλαντον ἐπιρρέπει ἄλλοτε ἄλλωι,
ἄλλοτε μὲν πλουτεῖν, ἄλλοτε μηδὲν ἔχειν.
Μήποτε, Κύρν´, ἀγορᾶσθαι ἔπος μέγα· οἶδε
γὰρ οὐδείς 159
ἀνθρώπων ὅ τι νὺξ χἠμέρη ἀνδρὶ τελεῖ.
Πολλοί τοι χρῶνται δειλαῖς φρεσί, δαίμονι
δ´ ἐσθλῶι, 161
οἷς τὸ κακὸν δοκέον γίνεται εἰς ἀγαθόν.
Εἰσὶν δ´ οἳ βουλῆι τ´ ἀγαθῆι καὶ δαίμονι δειλῶι
μοχθίζουσι, τέλος δ´ ἔργμασιν οὐχ ἕπεται.
Οὐδεὶς ἀνθρώπων οὔτ´ ὄλβιος οὔτε πενιχρός
165
οὔτε κακὸς νόσφιν δαίμονος οὔτ´ ἀγαθός.
Ἄλλ´ ἄλλωι κακόν ἐστι, τὸ δ´ ἀτρεκὲς
ὄλβιος οὐδείς 167
ἀνθρώπων ὁπόσους ἠέλιος καθορᾶι.
Ὃν δὲ θεοὶ τιμῶσιν, ὁ καὶ μωμεύμενος
αἰνεῖ· 169
ἀνδρὸς δὲ σπουδὴ γίνεται οὐδεμία. 170
Θεοῖσ´ εὔχου, θεοῖς´ οἷσιν ἔπι κράτος·
οὔτοι ἄτερ θεῶν 171
γίνεται ἀνθρώποις´ οὔτ´ ἀγάθ´ οὔτε κακά.
Ἄνδρ´ ἀγαθὸν πενίη πάντων δάμνησι
μάλιστα, 173
καὶ γήρως πολιοῦ, Κύρνε, καὶ ἠπιάλου.
Ἣν δὴ χρὴ φεύγοντα καὶ ἐς βαθυκήτεα πόντον 175
ῥιπτεῖν καὶ πετρέων, Κύρνε, κατ´ ἠλιβάτων.
Καὶ γὰρ ἀνὴρ πενίηι δεδμημένος οὔτε τι εἰπεῖν
οὔθ´ ἕρξαι δύναται, γλῶσσα δέ οἱ δέδεται.
Χρὴ γὰρ ὁμῶς ἐπὶ γῆν τε καὶ εὐρέα νῶτα
θαλάσσης 179
δίζησθαι χαλεπῆς, Κύρνε, λύσιν πενίης. 180
Τεθνάμεναι, φίλε Κύρνε, πενιχρῶι βέλτερον
ἀνδρί 181
ἢ ζώειν χαλεπῆι τειρόμενον πενίηι.
Κριοὺς μὲν καὶ ὄνους διζήμεθα, Κύρνε, καὶ
ἵππους 183
εὐγενέας, καί τις βούλεται ἐξ ἀγαθῶν
βήσεσθαι· γῆμαι δὲ κακὴν κακοῦ οὐ μελεδαίνει 185
ἐσθλὸς ἀνήρ, ἤν οἱ χρήματα πολλὰ διδῶι,
οὐδὲ γυνὴ κακοῦ ἀνδρὸς ἀναίνεται εἶναι ἄκοιτις
πλουσίου, ἀλλ´ ἀφνεὸν βούλεται ἀντ´ ἀγαθοῦ.
Χρήματα μὲν τιμῶσι· καὶ ἐκ κακοῦ ἐσθλὸς ἔγημε
καὶ κακὸς ἐξ ἀγαθοῦ· πλοῦτος ἔμειξε γένος. 190
Οὕτω μὴ θαύμαζε γένος, Πολυπαΐδη, ἀστῶν
μαυροῦσθαι· σὺν γὰρ μίσγεται ἐσθλὰ κακοῖς.
Αὐτός τοι ταύτην εἰδὼς κακόπατριν ἐοῦσαν
193
εἰς οἴκους ἄγεται χρήμασι πειθόμενος
εὔδοξος κακόδοξον, ἐπεὶ κρατερή μιν ἀνάγκη 195
ἐντύνει, ἥτ´ ἀνδρὸς τλήμονα θῆκε νόον.
Χρῆμα δ´ ὃ μὲν Διόθεν καὶ σὺν δίκηι ἀνδρὶ
γένηται 197
καὶ καθαρῶς, αἰεὶ παρμόνιμον τελέθει.
Εἰ δ´ ἀδίκως παρὰ καιρὸν ἀνὴρ φιλοκερδέι θυμῶι
κτήσεται, εἴθ´ ὅρκωι πὰρ τὸ δίκαιον ἑλών, 200
αὐτίκα μέν τι φέρειν κέρδος δοκεῖ, ἐς δὲ τελευτήν
202 αὖθις ἔγεντο κακόν, θεῶν δ´ ὑπερέσχε νόος.
ἀλλὰ τάδ´ ἀνθρώπων ἀπατᾶι νόον· οὐ γὰρ ἔτ´ αὔτως
τίνονται μάκαρες πρήγματος ἀμπλακίας·
ἀλλ´ ὁ μὲν αὐτὸς ἔτεισε κακὸν χρέος οὐδὲ φίλοισιν 205
ἄτην ἐξοπίσω παισὶν ἐπεκρέμασεν·
ἄλλον δ´ οὐ κατέμαρψε δίκη· θάνατος γὰρ ἀναιδής
πρόσθεν ἐπὶ βλεφάροις´ ἕζετο κῆρα φέρων.
Οὐδείς τοι φεύγοντι φίλος καὶ πιστὸς
ἑταῖρος· 209
τῆς δὲ φυγῆς ἐστιν τοῦτ´ ἀνιηρότερον. 210
Οἶνόν τοι πίνειν πουλὺν κακόν· ἢν δέ τις
αὐτόν 211
πίνηι ἐπισταμένως, οὐ κακός, ἀλλ´ ἀγαθός.
Θυμέ, φίλους κατὰ πάντας ἐπίστρεφε
ποικίλον ἦθος, 213
ὀργὴν συμμίσγων ἥντιν´ ἕκαστος ἔχει·
πουλύπου ὀργὴν ἴσχε πολυπλόκου, ὃς ποτὶ πέτρηι, 215
τῆι προσομιλήσηι, τοῖος ἰδεῖν ἐφάνη.
Νῦν μὲν τῆιδ´ ἐφέπου, τοτὲ δ´ ἀλλοῖος χρόα γίνου.
Κρέσσων τοι σοφίη γίνεται ἀτροπίης.
Μηδὲν ἄγαν ἄσχαλλε ταρασσομένων
πολιητέων, 219
Κύρνε, μέσην δ´ ἔρχευ τὴν ὁδὸν ὥσπερ ἐγώ. 220
Ὅστις τοι δοκέει τὸν πλησίον ἴδμεναι
οὐδέν, 221
ἀλλ´ αὐτὸς μοῦνος ποικίλα δήνε´ ἔχειν,
κεῖνός γ´ ἄφρων ἐστί, νόου βεβλαμμένος ἐσθλοῦ·
ἴσως γὰρ πάντες ποικίλ´ ἐπιστάμεθα·
ἀλλ´ ὁ μὲν οὐκ ἐθέλει κακοκερδείηισιν ἕπεσθαι, 225
τῶι δὲ δολοπλοκίαι μᾶλλον ἄπιστοι ἅδον.
Πλούτου δ´ οὐδὲν τέρμα πεφασμένον
ἀνθρώποισιν· 227
οἳ γὰρ νῦν ἡμῶν πλεῖστον ἔχουσι βίον,
διπλάσιον σπεύδουσι. τίς ἂν κορέσειεν ἅπαντας;
Χρήματά τοι θνητοῖς γίνεται ἀφροσύνη, 230
ἄτη δ´ ἐξ αὐτῆς ἀναφαίνεται, ἣν ὁπότε Ζεύς
πέμψηι τειρομένοισ´, ἄλλοτε ἄλλος ἔχει.
Ἀκρόπολις καὶ πύργος ἐὼν κενεόφρονι
δήμωι, 233
Κύρν´, ὀλίγης τιμῆς ἔμμορεν ἐσθλὸς ἀνήρ.
Οὐδὲν ἐπιπρέπει ἧμιν ἅτ´ ἀνδράσι
σωιζομένοισιν, 235
ἀλλ´ ὡς πάγχυ πόλει, Κύρνε, ἁλωσομένηι.
Σοὶ μὲν ἐγὼ πτέρ´ ἔδωκα, σὺν οἷσ´ ἐπ´
ἀπείρονα πόντον 237
πωτήσηι, κατὰ γῆν πᾶσαν ἀειρόμενος
ῥηϊδίως· θοίνηις δὲ καὶ εἰλαπίνηισι παρέσσηι
ἐν πάσαις πολλῶν κείμενος ἐν στόμασιν,240
καί σε σὺν αὐλίσκοισι λιγυφθόγγοις νέοι ἄνδρες
εὐκόσμως ἐρατοὶ καλά τε καὶ λιγέα
ἄισονται. Καὶ ὅταν δνοφερῆς ὑπὸ κεύθεσι γαίης
βῆις πολυκωκύτους εἰς Ἀίδαο δόμους,
οὐδέποτ´ οὐδὲ θανὼν ἀπολεῖς κλέος, ἀλλὰ μελήσεις 245
ἄφθιτον ἀνθρώποις´ αἰὲν ἔχων ὄνομα,
Κύρνε, καθ´ Ἑλλάδα γῆν στρωφώμενος, ἠδ´ ἀνὰ νήσους
ἰχθυόεντα περῶν πόντον ἐπ´ ἀτρύγετον,
οὐχ ἵππων νώτοισιν ἐφήμενος· ἀλλά σε πέμψει
ἀγλαὰ Μουσάων δῶρα ἰοστεφάνων. 250
Πᾶσι δ´, ὅσοισι μέμηλε, καὶ ἐσσομένοισιν ἀοιδή
ἔσσηι ὁμῶς, ὄφρ´ ἂν γῆ τε καὶ ἠέλιος.
Αὐτὰρ ἐγὼν ὀλίγης παρὰ σεῦ οὐ τυγχάνω αἰδοῦς,
ἀλλ´ ὥσπερ μικρὸν παῖδα λόγοις μ´ ἀπατᾶις.
Κάλλιστον τὸ δικαιότατον· λῶιστον δ´
ὑγιαίνειν· 255
πρᾶγμα δὲ τερπνότατον, τοῦ τις ἐρᾶι, τὸ τυχεῖν.
Ἵππος ἐγὼ καλὴ καὶ ἀεθλίη, ἀλλὰ κάκιστον
257
ἄνδρα φέρω, καί μοι τοῦτ´ ἀνιηρότατον.
πολλάκι δ´ ἠμέλλησα διαρρήξασα χαλινόν
φεύγεν ἀπωσαμένη τὸν κακὸν ἡνίοχον. 260
Οὔ μοι πίνεται οἶνος, ἐπεὶ παρὰ παιδὶ
τερείνηι 261
ἄλλος ἀνὴρ κατέχει πολλὸν ἐμοῦ κακίων.
Ψυχρόν μοι παρὰ τῆιδε φίλοι πίνουσι τοκῆες,
ὥσθ´ ἅμα θ´ ὑδρεύει καί με γοῶσα φέρει,
ἔνθα μέσην περὶ παῖδα λαβὼν ἀγκῶν´ ἐφίλησα 265
δειρήν, ἡ δὲ τέρεν φθέγγετ´ ἀπὸ στόματος.
Γνωτή τοι πενίη γε καὶ ἀλλοτρίη περ
ἐοῦσα· 267
οὔτε γὰρ εἰς ἀγορὴν ἔρχεται οὔτε δίκας·
πάντηι γὰρ τοὔλασσον ἔχει, πάντηι δ´ ἐπίμυκτος,
πάντηι δ´ ἐχθρὴ ὁμῶς γίνεται, ἔνθα περ ἦι. 270
Ἴσως τοι τὰ μὲν ἄλλα θεοὶ θνητοῖς´
ἀνθρώποις
271
γῆράς τ´ οὐλόμενον καὶ νεότητ´ ἔδοσαν.
Τῶν πάντων δὲ κάκιστον ἐν ἀνθρώποις - θανάτου τε
καὶ πασέων νούσων ἐστὶ πονηρότατον -
παῖδας ἐπεὶ θρέψαιο καὶ ἄρμενα πάντα παράσχοις, 275
χρήματα δ´ ἐγκαταθῆις πόλλ´ ἀνιηρὰ παθών,
τὸν πατέρ´ ἐχθαίρουσι, καταρῶνται δ´ ἀπολέσθαι
καὶ στυγέους´ ὥσπερ πτωχὸν ἐσερχόμενον.
Εἰκὸς τὸν κακὸν ἄνδρα κακῶς τὰ δίκαια
νομίζειν, 279
μηδεμίαν κατόπισθ´ ἁζόμενον νέμεσιν· 280
δειλῶι γάρ τ´ ἀπάλαμνα βροτῶι πάρα πόλλ´ ἀνελέσθαι
πὰρ ποδός, ἡγεῖσθαί θ´ ὡς καλὰ πάντα τιθεῖ.
Ἀστῶν μηδενὶ πιστὸς ἐὼν πόδα τῶνδε
πρόβαινε 283
μήθ´ ὅρκωι πίσυνος μήτε φιλημοσύνηι,
μηδ´ εἰ Ζῆν´ ἐθέληι παρέχειν βασιλῆα μέγιστον 285
ἔγγυον ἀθανάτων πιστὰ τιθεῖν ἐθέλων.
Ἐν γάρ τοι πόλει ὧδε κακοψόγωι ἁνδάνει
οὐδέν· 287
{ωσδετοσωσαιεὶ} πολλοὶ ἀνολβότεροι.
Νῦν δὲ τὰ τῶν ἀγαθῶν κακὰ γίνεται ἐσθλὰ
κακοῖσιν 289
ἀνδρῶν· ἡγέονται δ´ ἐκτραπέλοισι νόμοις· 290
αἰδὼς μὲν γὰρ ὄλωλεν, ἀναιδείη δὲ καὶ ὕβρις
νικήσασα δίκην γῆν κατὰ πᾶσαν ἔχει.
Οὐδὲ λέων αἰεὶ κρέα δαίνυται, ἀλλά μιν
ἔμπης 293
καὶ κρατερόν περ ἐόνθ´ αἱρεῖ ἀμηχανίη.
Κωτίλωι ἀνθρώπωι σιγᾶν χαλεπώτατον ἄχθος,
295
φθεγγόμενος δ´ ἀδαὴς οἷσι παρῆι μελετᾶι,
ἐχθαίρουσι δὲ πάντες· ἀναγκαίη δ´ ἐπίμειξις
ἀνδρὸς τοιούτου συμποσίωι τελέθει.
Οὐδεὶς λῆι φίλος εἶναι, ἐπὴν κακὸν ἀνδρὶ
γένηται, 299
οὐδ´ ὧι κ´ ἐκ γαστρός, Κύρνε, μιᾶς γεγόνηι. 300
Πικρὸς καὶ γλυκὺς ἴσθι καὶ ἁρπαλέος καὶ
ἀπηνής 301
λάτρισι καὶ δμωσὶν γείτοσί τ´ ἀγχιθύροις.
Οὐ χρὴ κιγκλίζειν ἀγαθὸν βίον, ἀλλ´
ἀτρεμίζειν, 303
τὸν δὲ κακὸν κινεῖν, ἔστ´ ἂν ἐς ὀρθὰ λάβηις.
Τοὶ κακοὶ οὐ πάντες κακοὶ ἐκ γαστρὸς
γεγόνασιν, 305
ἀλλ´ ἄνδρεσσι κακοῖς συνθέμενοι φιλίην
ἔργα τε δείλ´ ἔμαθον καὶ ἔπη δύσφημα καὶ ὕβριν
ἐλπόμενοι κείνους πάντα λέγειν ἔτυμα.
Ἐν μὲν συσσίτοισιν ἀνὴρ πεπνυμένος εἶναι.
- 309
πάντα δέ μιν λήθειν ὡς ἀπεόντα δοκεῖ. 310
Εἰς δὲ φέροι τὰ γελοῖα - θύρηφιν καρτερὸς εἴη -
γινώσκων ὀργὴν ἥντιν´ ἕκαστος ἔχει.
Ἐν μὲν μαινομένοις μάλα μαίνομαι, ἐν δὲ
δικαίοις 313
πάντων ἀνθρώπων εἰμὶ δικαιότατος.
Πολλοί τοι πλουτοῦσι κακοί, ἀγαθοὶ δὲ
πένονται, 315
ἀλλ´ ἡμεῖς τούτοισ´ οὐ διαμειψόμεθα
τῆς ἀρετῆς τὸν πλοῦτον, ἐπεὶ τὸ μὲν ἔμπεδον αἰεί,
χρήματα δ´ ἀνθρώπων ἄλλοτε ἄλλος ἔχει.
Κύρν´, ἀγαθὸς μὲν ἀνὴρ γνώμην ἔχει
ἔμπεδον αἰεί, 319
τολμᾶι δ´ ἔν τε κακοῖς κείμενος ἔν τ´ ἀγαθοῖς. 320
Εἰ δὲ θεὸς κακῶι ἀνδρὶ βίον καὶ πλοῦτον ὀπάσσηι,
ἀφραίνων κακίην οὐ δύναται κατέχειν.
Μήποτ´ ἐπὶ σμικρᾶι προφάσει φίλον ἄνδρ´
ἀπολέσσαι 323
πειθόμενος χαλεπῆι, Κύρνε, διαβολίηι.
Εἴ τις ἁμαρτωλῆισι φίλων ἐπὶ παντὶ χολῶιτο, 325
οὔποτ´ ἂν ἀλλήλοις´ ἄρθμιοι οὐδὲ φίλοι
εἶεν· ἁμαρτωλαὶ γὰρ ἐν ἀνθρώποισιν ἕπονται
θνητοῖς, Κύρνε· θεοὶ δ´ οὐκ ἐθέλουσι φέρειν.
Καὶ βραδὺς εὔβουλος εἷλεν ταχὺν ἄνδρα
διώκων, 329
Κύρνε, σὺν εὐθείηι θεῶν δίκηι ἀθανάτων. 330
Ἥσυχος ὥσπερ ἐγὼ μέσσην ὁδὸν ἔρχεο
ποσσίν, 331
μηδ´ ἑτέροισι διδούς, Κύρνε, τὰ τῶν ἑτέρων.
Μήποτε φεύγοντ´ ἄνδρα ἐπ´ ἐλπίδι, Κύρνε,
φιλήσηις· 333
οὐδὲ γὰρ οἴκαδε βὰς γίνεται αὐτὸς ἔτι.
Μηδὲν ἄγαν σπεύδειν· πάντων μές´ ἄριστα·
καὶ οὕτως, 335
Κύρν´, ἕξεις ἀρετήν, ἥντε λαβεῖν χαλεπόν.
Ζεύς μοι τῶν τε φίλων δοίη τίσιν, οἵ με
φιλεῦσιν, 337
τῶν τ´ ἐχθρῶν μεῖζον, Κύρνε, δυνησόμενον.
Χοὔτως ἂν δοκέοιμι μετ´ ἀνθρώπων θεὸς εἶναι,
εἴ μ´ ἀποτεισάμενον μοῖρα κίχηι θανάτου. 340
Ἀλλά, Ζεῦ, τέλεσόν μοι, Ὀλύμπιε, καίριον
εὐχήν· 341
δὸς δέ μοι ἀντὶ κακῶν καί τι παθεῖν ἀγαθόν.
Τεθναίην δ´, εἰ μή τι κακῶν ἄμπαυμα μεριμνέων
εὑροίμην, δοίην δ´ ἀντ´ ἀνιῶν ἀνίας. 345
Αἶσα γὰρ οὕτως ἐστί. τίσις δ´ οὐ φαίνεται ἡμῖν
ἀνδρῶν, οἳ τἀμὰ χρήματ´ ἔχουσι βίηι
συλήσαντες· ἐγὼ δὲ κύων ἐπέρησα χαράδρην
χειμάρρωι ποταμῶι πάντ´ ἀποσεισάμενος·
τῶν εἴη μέλαν αἷμα πιεῖν· ἐπί τ´ ἐσθλὸς ὄροιτο 350
δαίμων, ὃς κατ´ ἐμὸν νοῦν τελέσειε τάδε.
Ἆ δειλὴ πενίη, τί μένεις προλιποῦσα παρ´
ἄλλον 352
ἄνδρ´ ἰέναι; μὴ ὦν δὴν οὐκ ἐθέλοντα φίλει·
ἀλλ´ ἴθι καὶ δόμον ἄλλον ἐποίχεο, μηδὲ μεθ´ ἡμέων
αἰεὶ δυστήνου τοῦδε βίου μέτεχε.
Τόλμα, Κύρνε, κακοῖσιν, ἐπεὶ κἀσθλοῖσιν
ἔχαιρες, 355
εὖτέ σε καὶ τούτων μοῖρ´ ἐπέβαλλεν ἔχειν.
Ὡς δέ περ ἐξ ἀγαθῶν ἔλαβες κακόν, ὣς δὲ καὶ αὖθις
ἐκδῦναι πειρῶ θεοῖσιν ἐπευχόμενος.
Μηδὲ λίην ἐπίφαινε· κακὸν δέ τε, Κύρν´,
ἐπιφαίνειν. 359
Παύρους κηδεμόνας σῆς κακότητος ἔχεις. 360
Ἀνδρός τοι κραδίη μινύθει μέγα πῆμα
παθόντος, 361
Κύρν´· ἀποτεινυμένου δ´ αὔξεται ἐξοπίσω.
Εὖ κώτιλλε τὸν ἐχθρόν· ὅταν δ´ ὑποχείριος
ἔλθηι, 363
τεῖσαί νιν πρόφασιν μηδεμίαν θέμενος.
Ἴσχε νόωι, γλώσσης δὲ τὸ μείλιχον αἰὲν
ἐπέστω· 365
δειλῶν τοι τελέθει καρδίη ὀξυτέρη.
Οὐ δύναμαι γνῶναι νόον ἀστῶν ὅντιν´
ἔχουσιν· 367
οὔτε γὰρ εὖ ἕρδων ἁνδάνω οὔτε κακῶς·
Μωμεῦνται δέ με πολλοί, ὁμῶς κακοὶ ἠδὲ
καὶ ἐσθλοί· 369
μιμεῖσθαι δ´ οὐδεὶς τῶν ἀσόφων δύναται. 370
Μή μ´ ἀέκοντα βίηι κεντῶν ὑπ´ ἄμαξαν
ἔλαυνε 371
εἰς φιλότητα λίην, Κύρνε, προσελκόμενος.
Ζεῦ φίλε, θαυμάζω σε· σὺ γὰρ πάντεσσιν
ἀνάσσεις 373
τιμὴν αὐτὸς ἔχων καὶ μεγάλην δύναμιν·
ἀνθρώπων δ´ εὖ οἶσθα νόον καὶ θυμὸν ἑκάστου· 375
σὸν δὲ κράτος πάντων ἔσθ´ ὕπατον, βασιλεῦ.
πῶς δή σευ, Κρονίδη, τολμᾶι νόος ἄνδρας ἀλιτρούς
ἐν ταὐτῆι μοίρηι τόν τε δίκαιον ἔχειν,
ἤν τ´ ἐπὶ σωφροσύνην τρεφθῆι νόος ἤν τε πρὸς ὕβριν
ἀνθρώπων ἀδίκοις´ ἔργμασι πειθομένων; 380
Οὐδέ τι κεκριμένον πρὸς δαίμονός ἐστι
βροτοῖσιν, 381
οὐδ´ ὁδὸν ἥντιν´ ἰὼν ἀθανάτοισιν ἅδοι.
Ἔμπης δ´ ὄλβον ἔχουσιν ἀπήμονα· τοὶ δ´
ἀπὸ δειλῶν 383
ἔργων ἴσχοντες θυμὸν ὅμως πενίην
μητέρ´ ἀμηχανίης ἔλαβον τὰ δίκαια φιλεῦντες, 385
ἥτ´ ἀνδρῶν παράγει θυμὸν ἐς ἀμπλακίην
βλάπτουσ´ ἐν στήθεσσι φρένας κρατερῆς ὑπ´ ἀνάγκης·
τολμᾶι δ´ οὐκ ἐθέλων αἴσχεα πολλὰ φέρειν
χρημοσύνηι εἴκων, ἣ δὴ κακὰ πολλὰ διδάσκει,
ψεύδεά τ´ ἐξαπάτας τ´ οὐλομένας τ´ ἔριδας, 390
ἄνδρα καὶ οὐκ ἐθέλοντα· κακὸν δέ οἱ οὐδὲν ἔοικεν·
ἡ γὰρ καὶ χαλεπὴν τίκτει ἀμηχανίην.
Ἐν πενίηι δ´ ὅ τε δειλὸς ἀνὴρ ὅ τε πολλὸν
ἀμείνων 393
φαίνεται, εὖτ´ ἂν δὴ χρημοσύνη κατέχηι·
τοῦ μὲν γὰρ τὰ δίκαια φρονεῖ νόος, οὗτέ περ αἰεί 395
ἰθεῖα γνώμη στήθεσιν ἐμπεφύηι·
τοῦ δ´ αὖτ´ οὔτε κακοῖς´ ἕπεται νόος οὔτ´ ἀγαθοῖσιν.
τὸν δ´ ἀγαθὸν τολμᾶν χρὴ τά τε καὶ τὰ φέρειν.
Αἰδεῖσθαι δὲ φίλους φεύγειν τ´ ὀλεσήνορας
ὅρκους, 399
ἐντράπελ´ ἀθανάτων μῆνιν ἀλευάμενον.
Μηδὲν ἄγαν σπεύδειν· καιρὸς δ´ ἐπὶ πᾶσιν
ἄριστος 401
ἔργμασιν ἀνθρώπων· πολλάκι δ´ εἰς ἀρετήν
σπεύδει ἀνὴρ κέρδος διζήμενος, ὅντινα δαίμων
πρόφρων εἰς μεγάλην ἀμπλακίην παράγει,
καί οἱ ἔθηκε δοκεῖν, ἃ μὲν ἦι κακά, ταῦτ´ ἀγάθ´ εἶναι 405
εὐμαρέως, ἃ δ´ ἂν ἦι χρήσιμα, ταῦτα κακά.
Φίλτατος ὢν ἥμαρτες· ἐγὼ δέ σοι αἴτιος
οὐδέν, 407
ἀλλ´ αὐτὸς γνώμης οὐκ ἀγαθῆς ἔτυχες.
Οὐδένα θησαυρὸν παισὶν καταθήσει ἀμείνω
αἰδοῦς, ἥτ´ ἀγαθοῖς´ ἀνδράσι, Κύρν´, ἕπεται. 410
Οὐδενὸς ἀνθρώπων κακίων δοκεῖ εἶναι
ἑταῖρος, 411
ὧι γνώμη θ´ ἕπεται, Κύρνε, καὶ ὧι δύναμις.
Πίνων δ´ οὐχ οὕτως θωρήξομαι, οὐδ´ ἐμέ τ´
οἶνος 413
ἐξάγει, ὥστ´ εἰπεῖν δεινὸν ἔπος περὶ σοῦ.
Οὐδέν´ ὁμοῖον ἐμοὶ δύναμαι διζήμενος
εὑρεῖν [415]
πιστὸν ἑταῖρον, ὅτωι μή τις ἔνεστι δόλος·
ἐς βάσανον δ´ ἐλθὼν παρατρίβομαι ὥστε μολύβδωι
χρυσός, ὑπερτερίης δ´ ἄμμιν ἔνεστι λόγος.
Πολλά με καὶ συνιέντα παρέρχεται· ἀλλ´
ὑπ´ ἀνάγκης 419
σιγῶ, γινώσκων ἡμετέρην δύναμιν. 420
Πολλοῖσ´ ἀνθρώπων γλώσσηι θύραι οὐκ
ἐπίκεινται 421
ἁρμόδιαι, καί σφιν πόλλ´ ἀμέλητα μέλει.
Πολλάκι γὰρ τὸ κακὸν κατακείμενον ἔνδον ἄμεινον,
ἐσθλὸν δ´ ἐξελθὸν λώιον ἢ τὸ κακόν.
Πάντων μὲν μὴ φῦναι ἐπιχθονίοισιν ἄριστον
425
μηδ´ ἐσιδεῖν αὐγὰς ὀξέος ἠελίου,
φύντα δ´ ὅπως ὤκιστα πύλας Ἀίδαο περῆσαι
καὶ κεῖσθαι πολλὴν γῆν ἐπαμησάμενον.
Φῦσαι καὶ θρέψαι ῥᾶιον βροτὸν ἢ φρένας
ἐσθλάς 429
ἐνθέμεν· οὐδείς πω τοῦτό γ´ ἐπεφράσατο, 430
ὧι τις σώφρον´ ἔθηκε τὸν ἄφρονα κἀκ κακοῦ ἐσθλόν.
Εἰ δ´ Ἀσκληπιάδαις τοῦτό γ´ ἔδωκε θεός,
ἰᾶσθαι κακότητα καὶ ἀτηρὰς φρένας ἀνδρῶν,
πολλοὺς ἂν μισθοὺς καὶ μεγάλους ἔφερον.
Εἰ δ´ ἦν ποιητόν τε καὶ ἔνθετον ἀνδρὶ νόημα, 435
οὔποτ´ ἂν ἐξ ἀγαθοῦ πατρὸς ἔγεντο κακός,
πειθόμενος μύθοισι σαόφροσιν· ἀλλὰ διδάσκων
οὔποτε ποιήσει τὸν κακὸν ἄνδρ´ ἀγαθόν.
Νήπιος, ὃς τὸν ἐμὸν μὲν ἔχει νόον ἐν
φυλακῆισιν, 439
τῶν δ´ αὐτοῦ ἰδίων οὐδὲν ἐπιστρέφεται. 440
Οὐδεὶς γὰρ πάντ´ ἐστὶ πανόλβιος· ἀλλ´ ὁ
μὲν ἐσθλός 441
τολμᾶι ἔχων τὸ κακόν, κοὐκ ἐπίδηλος ὁμῶς,
δειλὸς δ´ οὔτ´ ἀγαθοῖσιν ἐπίσταται οὔτε κακοῖσιν
θυμὸν ἔχων μίμνειν. Ἀθανάτων τε δόσεις
παντοῖαι θνητοῖσιν ἐπέρχοντ´. ἀλλ´ ἐπιτολμᾶν 445
χρὴ δῶρ´ ἀθανάτων, οἷα διδοῦσιν, ἔχειν.
Εἴ μ´ ἐθέλεις πλύνειν, κεφαλῆς ἀμίαντον
ἀπ´ ἄκρης 447
αἰεὶ λευκὸν ὕδωρ ῥεύσεται ἡμετέρης,
εὑρήσεις δέ με πᾶσιν ἐπ´ ἔργμασιν ὥσπερ ἄπεφθον
χρυσὸν ἐρυθρὸν ἰδεῖν τριβόμενον βασάνωι, 450
τοῦ χροιῆς καθύπερθε μέλας οὐχ ἅπτεται ἰός
οὐδ´ εὐρώς, αἰεὶ δ´ ἄνθος ἔχει καθαρόν.
Ὤνθρωπ´, εἰ γνώμης ἔλαχες μέρος ὥσπερ
ἀνοίης 453
καὶ σώφρων οὕτως ὥσπερ ἄφρων ἐγένου,
πολλοῖς´ ἂν ζηλωτὸς ἐφαίνεο τῶνδε πολιτῶν 455
οὕτως ὥσπερ νῦν οὐδενὸς ἄξιος εἶ.
Οὔ τοι σύμφορόν ἐστι γυνὴ νέα ἀνδρὶ
γέροντι· 457
οὐ γὰρ πηδαλίωι πείθεται ὡς ἄκατος,
οὐδ´ ἄγκυραι ἔχουσιν· ἀπορρήξασα δὲ δεσμά
πολλάκις ἐκ νυκτῶν ἄλλον ἔχει λιμένα. 460
Μήποτ´ ἐπ´ ἀπρήκτοισι νόον ἔχε μηδὲ
μενοίνα 461
χρήμασι, τῶν ἄνυσις γίνεται οὐδεμία.
Εὐμαρέ´ οἷς τοι χρῆμα θεοὶ δόσαν οὔτε τι
δειλόν 463
οὔτ´ ἀγαθόν· χαλεπῶι δ´ ἔργματι κῦδος ἔπι.
Ἀμφ´ ἀρετῆι τρίβου καί τοι τὰ δίκαια φίλ´
ἔστω, 465
μηδέ σε νικάτω κέρδος, ὅ τ´ αἰσχρὸν ἔηι.
Μηδένα τῶνδ´ ἀέκοντα μένειν κατέρυκε παρ´
ἡμῖν, 467
μηδὲ θύραζε κέλευ´ οὐκ ἐθέλοντ´ ἰέναι,
μηδ´ εὕδοντ´ ἐπέγειρε, Σιμωνίδη, ὅντιν´ ἂν ἡμῶν
θωρηχθέντ´ οἴνωι μαλθακὸς ὕπνος ἕληι, 470
μηδὲ τὸν ἀγρυπνέοντα κέλευ´ ἀέκοντα καθεύδειν.
Πᾶν γὰρ ἀναγκαῖον χρῆμ´ ἀνιηρὸν ἔφυ.
τῶι πίνειν δ´ ἐθέλοντι παρασταδὸν οἰνοχοείτω·
οὐ πάσας νύκτας γίνεται ἁβρὰ παθεῖν.
Αὐτὰρ ἐγώ - μέτρον γὰρ ἔχω μελιηδέος οἴνου - 475
ὕπνου λυσικάκου μνήσομαι οἴκαδ´ ἰών.
Ἥξω δ´ ὡς οἶνος χαριέστατος ἀνδρὶ πεπόσθαι·
οὔτε τι γὰρ νήφω οὔτε λίην μεθύω.
Ὃς δ´ ἂν ὑπερβάλληι πόσιος μέτρον, οὐκέτι κεῖνος
τῆς αὐτοῦ γλώσσης καρτερὸς οὐδὲ νόου· 480
μυθεῖται δ´ ἀπάλαμνα, τὰ νήφοσι γίνεται αἰσχρά,
αἰδεῖται δ´ ἕρδων οὐδέν, ὅταν μεθύηι,
τὸ πρὶν ἐὼν σώφρων, τότε νήπιος. Ἀλλὰ σὺ ταῦτα
γινώσκων μὴ πῖν´ οἶνον ὑπερβολάδην,
ἀλλ´ ἢ πρὶν μεθύειν ὑπανίστασο - μή σε βιάσθω 485
γαστὴρ ὥστε κακὸν λάτριν ἐφημέριον -
ἢ παρεὼν μὴ πῖνε. Σὺ δ´ ‘ἔγχεε’ τοῦτο μάταιον
κωτίλλεις αἰεί· τοὔνεκά τοι μεθύεις·
ἡ μὲν γὰρ ‘φέρεται φιλοτήσιοσ’, ἡ δὲ ‘πρόκειται,
τὴν δὲ θεοῖς σπένδεις, τὴν δ´ ἐπὶ χειρὸς ἔχεις· 490
Αἰνεῖσθαι δ´ οὐκ οἶδας. Ἀνίκητος δέ τοι οὗτος,
ὃς πολλὰς πίνων μή τι μάταιον ἐρεῖ·
ὑμεῖς δ´ εὖ μυθεῖσθε παρὰ κρητῆρι μένοντες,
ἀλλήλων ἔριδος δὴν ἀπερυκόμενοι,
εἰς τὸ μέσον φωνεῦντες ὁμῶς ἑνὶ καὶ συνάπασιν· 495
χοὔτως συμπόσιον γίνεται οὐκ ἄχαρι.
Ἄφρονος ἀνδρὸς ὁμῶς καὶ σώφρονος οἶνος,
ὅταν δή 497
πίνηι ὑπὲρ μέτρον, κοῦφον ἔθηκε νόον.
Ἐμ πυρὶ μὲν χρυσόν τε καὶ ἄργυρον ἴδριες ἄνδρες
499
γινώσκουσ´, ἀνδρὸς δ´ οἶνος ἔδειξε νόον 500
καὶ μάλα περ πινυτοῦ, τὸν ὑπὲρ μέτρον ἤρατο πίνων,
ὥστε καταισχῦναι καὶ πρὶν ἐόντα σοφόν.
Οἰνοβαρέω κεφαλήν, Ὀνομάκριτε, καί με
βιᾶται 503
οἶνος, ἀτὰρ γνώμης οὐκέτ´ ἐγὼ ταμίης
ἡμετέρης, τὸ δὲ δῶμα περιτρέχει. Ἀλλ´ ἄγ´ ἀναστάς 505
πειρηθῶ, μή πως καὶ πόδας οἶνος ἔχει
καὶ νόον ἐν στήθεσσι· δέδοικα δὲ μή τι μάταιον
ἕρξω θωρηχθεὶς καὶ μέγ´ ὄνειδος ἔχω.
[509]
Οἶνος πινόμενος πουλὺς κακόν· ἢν δέ τις αὐτόν 509
πίνηι ἐπισταμένως, οὐ κακόν, ἀλλ´ ἀγαθόν. 510
Ἦλθες δή, Κλεάριστε, βαθὺν διὰ πόντον
ἀνύσσας 511
ἐνθάδ´ ἐπ´ οὐδὲν ἔχοντ´, ὦ τάλαν, οὐδὲν ἔχων.
νηός τοι πλευρῆισιν ὑπὸ ζυγὰ θήσομεν ἡμεῖς,
Κλεάρισθ´, οἷ´ ἔχομεν χοἶα διδοῦσι θεοί.
Τῶν δ´ ὄντων τἄριστα παρέξομεν· ἢν δέ τις ἔλθηι 515
σεῦ φίλος ὤν, † κατάκεισ´, † ὡς φιλότητος ἔχεις.
Οὔτε τι τῶν ὄντων ἀποθήσομαι, οὔτε τι μείζω
σῆς ἕνεκα ξενίης ἄλλοθεν οἰσόμεθα·
Ἣν δέ τί ς´ εἰρωτᾶι τὸν ἐμὸν βίον, ὧδέ οἱ εἰπεῖν·
«
Ὡς εὖ μὲν χαλεπῶς, ὡς
χαλεπῶς δὲ μάλ´ εὖ, 520
ὥσθ´ ἕνα μὲν ξεῖνον πατρώιον οὐκ ἀπολείπειν,
ξείνια δὲ πλέον´ ἔστ´ οὐ δυνατὸς παρέχειν.
»
Οὔ σε μάτην, ὦ Πλοῦτε, βροτοὶ τιμῶσι
μάλιστα· 523
ἦ γὰρ ῥηϊδίως τὴν κακότητα φέρεις.
Καὶ γάρ τοι πλοῦτον μὲν ἔχειν ἀγαθοῖσιν
ἔοικεν, 525
ἡ πενίη δὲ κακῶι σύμφορος ἀνδρὶ φέρειν.
Ὤ μοι ἐγὼν ἥβης καὶ γήραος οὐλομένοιο,
527
τοῦ μὲν ἐπερχομένου, τῆς δ´ ἀπονισομένης.
Οὐδὲ ἕνα προὔδωκα φίλον καὶ πιστὸν
ἑταῖρον, 529
οὐδ´ ἐν ἐμῆι ψυχῆι δούλιον οὐδὲν ἔνι.
Αἰεί μοι φίλον ἦτορ ἰαίνεται, ὁππότ´
ἀκούσω 531
αὐλῶν φθεγγομένων ἱμερόεσσαν ὄπα.
Χαίρω δ´ εὖ πίνων καὶ ὑπ´ αὐλητῆρος
ἀκούων, 533
χαίρω δ´ εὔφθογγον χερσὶ λύρην ὀχέων.
Οὔποτε δουλείη κεφαλὴ ἰθεῖα πέφυκεν,
535
ἀλλ´ αἰεὶ σκολιὴ καὐχένα λοξὸν ἔχει.
οὔτε γὰρ ἐκ σκίλλης ῥόδα φύεται οὔθ´ ὑάκινθος,
οὐδέ ποτ´ ἐκ δούλης τέκνον ἐλευθέριον.
Οὗτος ἀνήρ, φίλε Κύρνε, πέδας χαλκεύεται
αὑτῶι, 539
εἰ μὴ ἐμὴν γνώμην ἐξαπατῶσι θεοί. 540
Δειμαίνω, μὴ τήνδε πόλιν, Πολυπαΐδη,
ὕβρις 541
ἥ περ Κενταύρους ὠμοφάγους ὄλεσεν.
Χρή με παρὰ στάθμην καὶ γνώμονα τήνδε
δικάσσαι, 543
Κύρνε, δίκην, ἶσόν τ´ ἀμφοτέροισι δόμεν,
μάντεσί τ(οι) οἰωνοῖς τε καὶ αἰθομένοισ´ ἱεροῖσιν,
ὄφρα μὴ ἀμπλακίης αἰσχρὸν ὄνειδος ἔχω.
Μηδένα πω κακότητι βιάζεο· τῶι δὲ δικαίωι
547
τῆς εὐεργεσίης οὐδὲν ἀρειότερον.
Ἄγγελος ἄφθογγος πόλεμον πολύδακρυν
ἐγείρει, 549
Κύρν´, ἀπὸ τηλαυγέος φαινόμενος σκοπιῆς. 550
Ἀλλ´ ἵπποισ´ ἔμβαλλε ταχυπτέρνοισι χαλινούς·
δήιων γάρ σφ´ ἀνδρῶν ἀντιάσειν δοκέω.
οὐ πολλὸν τὸ μεσηγύ· διαπρήξουσι κέλευθον,
εἰ μὴ ἐμὴν γνώμην ἐξαπατῶσι θεοί.
Χρὴ τολμᾶν χαλεποῖσιν ἐν ἄλγεσι κείμενον
ἄνδρα 555
πρός τε θεῶν αἰτεῖν ἔκλυσιν ἀθανάτων.
Φράζεο· κίνδυνός τοι ἐπὶ ξυροῦ ἵσταται
ἀκμῆς· 557
ἄλλοτε πόλλ´ ἕξεις, ἄλλοτε παυρότερα.
Ὥστε σε μήτε λίην ἀφνεὸν κτεάτεσσι
γενέσθαι, 559
μήτε σέ γ´ ἐς πολλὴν χρημοσύνην ἐλάσαι. 560
Εἴη μοι τὰ μὲν αὐτὸν ἔχειν, τὰ δὲ πόλλ´
ἐπιδοῦναι 561
χρήματα τῶν ἐχθρῶν τοῖσι φίλοισιν ἔχειν.
Κεκλῆσθαι δ´ ἐς δαῖτα, παρέζεσθαι δὲ παρ´
ἐσθλόν 563
ἄνδρα χρεὼν σοφίην πᾶσαν ἐπιστάμενον.
Τοῦ συνιεῖν, ὁπόταν τι λέγηι σοφόν, ὄφρα διδαχθῆις 565
καὶ τοῦτ´ εἰς οἶκον κέρδος ἔχων ἀπίηις.
Ἥβηι τερπόμενος παίζω· δηρὸν γὰρ ἔνερθεν
567
γῆς ὀλέσας ψυχὴν κείσομαι ὥστε λίθος
ἄφθογγος, λείψω δ´ ἐρατὸν φάος ἠελίοιο·
ἔμπης δ´ ἐσθλὸς ἐὼν ὄψομαι οὐδὲν ἔτι. 570
Δόξα μὲν ἀνθρώποισι κακὸν μέγα, πεῖρα δ´
ἄριστον· 571
πολλοὶ ἀπείρητοι δόξαν ἔχους´ ἀγαθῶν.
Εὖ ἕρδων εὖ πάσχε· τί κ´ ἄγγελον ἄλλον
ἰάλλοις; 573
Τῆς εὐεργεσίης ῥηιδίη ἀγγελίη.
Οἵ με φίλοι προδιδοῦσιν, ἐπεὶ τόν γ´
ἐχθρὸν ἀλεῦμαι 575
ὥστε κυβερνήτης χοιράδας εἰναλίας.
‘Ῥήιον ἐξ ἀγαθοῦ θεῖναι κακὸν ἢ ´κ κακοῦ
ἐσθλόν. 577
Μή με δίδασκ´· οὔ τοι τηλίκος εἰμὶ μαθεῖν.
[579]
Ἐχθαίρω κακὸν ἄνδρα, καλυψαμένη δὲ πάρειμι 579
σμικρῆς ὄρνιθος κοῦφον ἔχουσα νόον. - 580
Ἐχθαίρω δὲ γυναῖκα περίδρομον ἄνδρα τε
μάργον, 581
ὃς τὴν ἀλλοτρίαν βούλετ´ ἄρουραν ἀροῦν.
Ἀλλὰ τὰ μὲν προβέβηκεν, ἀμήχανόν ἐστι
γενέσθαι 583
ἀεργά· τὰ δ´ ἐξοπίσω, τῶν φυλακὴ μελέτω.
Πᾶσίν τοι κίνδυνος ἐπ´ ἔργμασιν, οὐδέ τις
οἶδεν 585
πῆι σχήσειν μέλλει πρήγματος ἀρχομένου.
Ἀλλ´ ὁ μὲν εὐδοκιμεῖν πειρώμενος οὐ προνοήσας
εἰς μεγάλην ἄτην καὶ χαλεπὴν ἔπεσεν·
τῶι δὲ καλῶς ποιεῦντι θεὸς περὶ πάντα τίθησιν
συντυχίην ἀγαθήν, ἔκλυσιν ἀφροσύνης. 590
Τολμᾶν χρή, τὰ διδοῦσι θεοὶ θνητοῖσι
βροτοῖσιν, 591
ῥηϊδίως δὲ φέρειν ἀμφοτέρων τὸ λάχος.
Μήτε κακοῖσιν ἀσῶντα λίην φρένα, μήτ´
ἀγαθοῖσιν 593
τερφθῆις ἐξαπίνης, πρὶν τέλος ἄκρον ἰδεῖν.
Ἄνθρωπ´, ἀλλήλοισιν ἀπόπροθεν ὦμεν
ἑταῖροι· 595
πλὴν πλούτου παντὸς χρήματός ἐστι κόρος.
Δὴν δὴ καὶ φίλοι ὦμεν’· ἀτάρ τ´ ἄλλοισιν
ὁμίλει 597
ἀνδράσιν, οἳ τὸν σὸν μᾶλλον ἴσασι νόον.
Οὔ μ´ ἔλαθες φοιτῶν κατ´ ἀμαξιτόν, ἣν ἄρα
καὶ πρίν 599
ἠλάστρεις κλέπτων ἡμετέρην φιλίην. 600
Ἔρρε, θεοῖσίν τ´ ἐχθρὲ καὶ ἀνθρώποισιν ἄπιστε,
ψυχρὸν ὃς ἐν κόλπωι ποικίλον εἶχες ὄφιν.
Τοιάδε καὶ Μάγνητας ἀπώλεσεν ἔργα καὶ
ὕβρις, 603
οἷα τὰ νῦν ἱερὴν τήνδε πόλιν κατέχει.
Πολλῶι τοι πλέονας λιμοῦ κόρος ὤλεσεν ἤδη
605
ἄνδρας, ὅσοι μοίρης πλεῖον ἔχειν ἔθελον.
Ἀρχῆι ἔπι ψεύδους μικρὰ χάρις· εἰς δὲ τελευτήν
607
αἰσχρὸν δὴ κέρδος καὶ κακόν, ἀμφότερον,
γίνεται. οὐδέ τι καλόν, ὅτωι ψεῦδος προσαμαρτῆι
ἀνδρὶ καὶ ἐξέλθηι πρῶτον ἀπὸ στόματος.
610
Οὐ χαλεπὸν ψέξαι τὸν πλησίον, οὐδὲ μὲν αὐτόν
611
αἰνῆσαι· δειλοῖσ´ ἀνδράσι ταῦτα μέλει.
Σιγᾶν δ´ οὐκ ἐθέλουσι κακοὶ κακὰ λεσχάζοντες,
οἱ δ´ ἀγαθοὶ πάντων μέτρον ἴσασιν ἔχειν.
Οὐδένα παμπήδην ἀγαθὸν καὶ μέτριον ἄνδρα
615
τῶν νῦν ἀνθρώπων ἠέλιος καθορᾶι.
Οὔ τι μάλ´ ἀνθρώποις καταθύμια πάντα τελεῖται·
617
πολλὸν γὰρ θνητῶν κρέσσονες ἀθάνατοι.
Πόλλ´ ἐν ἀμηχανίηισι κυλίνδομαι ἀχνύμενος κῆρ·
619
ἄκρην γὰρ πενίην οὐχ ὑπερεδράμομεν.
620
Πᾶς τις πλούσιον ἄνδρα τίει, ἀτίει δὲ πενιχρόν
621
πᾶσιν δ´ ἀνθρώποισ´ αὐτὸς ἔνεστι νόος.
Παντοῖαι κακότητες ἐν ἀνθρώποισιν ἔασιν,
623
παντοῖαι δ´ ἀρεταὶ καὶ βιότου παλάμαι.
Ἀργαλέον φρονέοντα παρ´ ἄφροσι πόλλ´ ἀγορεύειν
625
καὶ σιγᾶν αἰεί· τοῦτο γὰρ οὐ δυνατόν.
Αἰσχρόν τοι μεθύοντα παρ´ ἀνδράσι νήφοσιν εἶναι,
627
αἰσχρὸν δ´ εἰ νήφων πὰρ μεθύουσι μένει.
Ἥβη καὶ νεότης ἐπικουφίζει νόον ἀνδρός,
629
πολλῶν δ´ ἐξαίρει θυμὸν ἐς ἀμπλακίην.
630
Ὧιτινι μὴ θυμοῦ κρέσσων νόος, αἰὲν ἐν ἄταις,
631
Κύρν´. ἦ καὶ μεγάλαις κεῖται ἐν ἀμπλακίαις.
Βουλεύου δὶς καὶ τρίς, ὅ τοί κ´ ἐπὶ τὸν νόον ἔλθηι·
633
ἀτηρὸς γάρ τοι λάβρος ἀνὴρ τελέθει.
Ἀνδράσι τοῖς´ ἀγαθοῖσ´ ἕπεται γνώμη τε καὶ αἰδώς·
635
οἳ νῦν ἐν πολλοῖς´ ἀτρεκέως ὀλίγοι.
Ἐλπὶς καὶ κίνδυνος ἐν ἀνθρώποισιν ὁμοῖοι·
637
οὗτοι γὰρ χαλεποὶ δαίμονες ἀμφότεροι.
Πολλάκι πὰρ δόξαν τε καὶ ἐλπίδα γίνεται εὖ ῥεῖν
639
ἔργ´ ἀνδρῶν, βουλαῖς δ´ οὐκ ἐπέγεντο τέλος.
640
Οὔ τοί κ´ εἰδείης οὔτ´ εὔνουν οὔτε τὸν ἐχθρόν,
641
εἰ μὴ σπουδαίου πράγματος ἀντιτύχοις.
Πολλοὶ πὰρ κρητῆρι φίλοι γίνονται ἑταῖροι,
643
ἐν δὲ σπουδαίωι πράγματι παυρότεροι.
Παύρους κηδεμόνας πιστοὺς εὕροις κεν ἑταίρους
645
κείμενος ἐν μεγάληι θυμὸν ἀμηχανίηι.
Ἦ δὴ νῦν αἰδὼς μὲν ἐν ἀνθρώποισιν ὄλωλεν,
647
αὐτὰρ ἀναιδείη γαῖαν ἐπιστρέφεται.
Ἆ δειλὴ πενίη, τί ἐμοῖς´ ἐπικειμένη ὤμοις
649
σῶμα καταισχύνεις καὶ νόον ἡμέτερον;
650
Αἰσχρὰ δέ μ´ οὐκ ἐθέλοντα βίηι καὶ πολλὰ διδάσκεις
ἐσθλὰ μετ´ ἀνθρώπων καὶ κάλ´ ἐπιστάμενον.
Εὐδαίμων εἴην καὶ θεοῖς φίλος ἀθανάτοισιν,
653
Κύρν´· ἀρετῆς δ´ ἄλλης οὐδεμιῆς ἔραμαι.
Σὺν τοί, Κύρνε, παθόντι κακῶς ἀνιώμεθα πάντες·
655
ἀλλὰ τοὶ ἀλλότριον κῆδος ἐφημέριον.
Μηδὲν ἄγαν χαλεποῖσιν ἀσῶ φρένα μηδ´ ἀγαθοῖσιν
657
χαῖρ´, ἐπεὶ ἔστ´ ἀνδρὸς πάντα φέρειν ἀγαθοῦ.
Οὐδ´ ὀμόσαι χρὴ τοῦτο. - τί
«
Μήποτε πρᾶγμα τόδ´ ἔσται
;
»
659
θεοὶ γάρ τοι νεμεσῶς´, οἷσιν ἔπεστι τέλος·
660
{καιπρηξαι} μέντοι τι· καὶ ἐκ κακοῦ ἐσθλὸν ἔγεντο
καὶ κακὸν ἐξ ἀγαθοῦ. καί τε πενιχρὸς ἀνήρ
αἶψα μάλ´ ἐπλούτησε καὶ ὃς μάλα πολλὰ πέπαται
ἐξαπίνης ἀπό τ(οι) οὖν ὤλεσε νυκτὶ μιῆι.
Καὶ σώφρων ἥμαρτε, καὶ ἄφρονι πολλάκι δόξα
ἕσπετο, καὶ τιμῆς καὶ κακὸς ὢν ἔλαχεν.
Εἰ μὲν χρήματ´ ἔχοιμι, Σιμωνίδη, οἷά περ ἤδη
667
οὐκ ἂν ἀνιώιμην τοῖς´ ἀγαθοῖσι συνών.
Νῦν δέ με γινώσκοντα παρέρχεται, εἰμὶ δ´ ἄφωνος
χρημοσύνηι, πολλῶν {γνοῦσαν} ἄμεινον ἔτι
οὕνεκα νῦν φερόμεσθα καθ´ ἱστία λευκὰ βαλόντες
672 Μηλίου ἐκ πόντου νύκτα διὰ δνοφερήν·
ἀντλεῖν δ´ οὐκ ἐθέλουσιν· ὑπερβάλλει δὲ θάλασσα
ἀμφοτέρων τοίχων.
Ἦ μάλα τις χαλεπῶς
σώιζεται. οἱ δ´ ἕρδουσι· κυβερνήτην μὲν ἔπαυσαν
ἐσθλόν, ὅτις φυλακὴν εἶχεν ἐπισταμένως·
χρήματα δ´ ἁρπάζουσι βίηι, κόσμος δ´ ἀπόλωλεν,
δασμὸς δ´ οὐκέτ´ ἴσος γίνεται ἐς τὸ μέσον·
φορτηγοὶ δ´ ἄρχουσι, κακοὶ δ´ ἀγαθῶν καθύπερθεν.
δειμαίνω, μή πως ναῦν κατὰ κῦμα πίηι.
680
Ταῦτά μοι ἠινίχθω κεκρυμμένα τοῖς´ ἀγαθοῖσιν·
γινώσκοι δ´ ἄν τις καὶ κακόν, ἂν σοφὸς ἦι.
Πολλοὶ πλοῦτον ἔχουσιν ἀίδριες· οἱ δὲ τὰ καλά
683
ζητοῦσιν χαλεπῆι τειρόμενοι πενίηι.
Ἕρδειν δ´ ἀμφοτέροισιν ἀμηχανίη παράκειται·
685
εἴργει γὰρ τοὺς μὲν χρήματα, τοὺς δὲ νόος.
Οὐκ ἔστι θνητοῖσι πρὸς ἀθανάτους μαχέσασθαι
687
οὐδὲ δίκην εἰπεῖν· οὐδενὶ τοῦτο θέμις.
Οὐ χρὴ πημαίνειν ὅ τε μὴ πημαντέον εἴη,
689
οὐδ´ ἕρδειν ὅ τι μὴ λώιον ἦι τελέσαι.
Χαίρων εὖ τελέσειας ὁδὸς μεγάλου διὰ πόντου,
691
καί σε Ποσειδάων χάρμα φίλοισ´ ἀγάγοι.
Πολλούς τοι κόρος ἄνδρας ἀπώλεσεν ἀφραίνοντας·
693
γνῶναι γὰρ χαλεπὸν μέτρον, ὅτ´ ἐσθλὰ παρῆι.
Οὐ δύναμαί σοι, θυμέ, παρασχεῖν ἄρμενα πάντα·
695
τέτλαθι· τῶν δὲ καλῶν οὔ τι σὺ μοῦνος ἐρᾶις.
Εὖ μὲν ἔχοντος ἐμοῦ πολλοὶ φίλοι· ἢν δέ τι δεινόν
697
συγκύρσηι, παῦροι πιστὸν ἔχουσι νόον.
Πλήθει δ´ ἀνθρώπων ἀρετὴ μία γίνεται ἥδε,
699
πλουτεῖν· τῶν δ´ ἄλλων οὐδὲν ἄρ´ ἦν ὄφελος,
700
οὐδ´ εἰ σωφροσύνην μὲν ἔχοις Ῥαδαμάνθυος αὐτοῦ,
πλείονα δ´ εἰδείης Σισύφου Αἰολίδεω,
ὅστε καὶ ἐξ Ἀίδεω πολυϊδρίηισιν ἀνῆλθεν
πείσας Περσεφόνην αἱμυλίοισι λόγοις,
ἥτε βροτοῖς παρέχει λήθην βλάπτουσα νόοιο -
705
ἄλλος δ´ οὔπω τις τοῦτο γ´ ἐπεφράσατο,
ὅντινα δὴ θανάτοιο μέλαν νέφος ἀμφικαλύψηι,
ἔλθηι δ´ ἐς σκιερὸν χῶρον ἀποφθιμένων,
κυανέας τε πύλας παραμείψεται, αἵτε θανόντων
ψυχὰς εἴργουσιν καίπερ ἀναινομένας·
710
ἀλλ´ ἄρα κἀκεῖθεν πάλιν ἤλυθε Σίσυφος ἥρως
ἐς φάος ἠελίου σφῆισι πολυφροσύναις -
οὐδ´ εἰ ψεύδεα μὲν ποιοῖς ἐτύμοισιν ὁμοῖα,
γλῶσσαν ἔχων ἀγαθὴν Νέστορος ἀντιθέου,
ὠκύτερος δ´ εἴησθα πόδας ταχεῶν Ἁρπυιῶν
715
καὶ παίδων Βορέω, τῶν ἄφαρ εἰσὶ πόδες.
ἀλλὰ χρὴ πάντας γνώμην ταύτην καταθέσθαι,
ὡς πλοῦτος πλείστην πᾶσιν ἔχει δύναμιν.
Ἶσόν τοι πλουτοῦσιν, ὅτωι πολὺς ἄργυρός ἐστιν
719
καὶ χρυσὸς καὶ γῆς πυροφόρου πεδία
720
ἵπποι θ´ ἡμίονοί τε, καὶ ὧι - τὰ δέοντα πάρεστι
γαστρί τε καὶ πλευραῖς καὶ ποσὶν ἁβρὰ παθεῖν,
παιδός τ´ ἠδὲ γυναικός· ὅταν δέ κε τῶν ἀφίκηται
ὥρη, σὺν δ´ ἥβη γίνεται ἁρμοδία,
ταῦτ´ ἄφενος θνητοῖσι· τὰ γὰρ περιώσια πάντα
725
χρήματ´ ἔχων οὐδεὶς ἔρχεται εἰς Ἀίδεω,
οὐδ´ ἂν ἄποινα διδοὺς θάνατον φύγοι οὐδὲ βαρείας
νούσους οὐδὲ κακὸν γῆρας ἐπερχόμενον.
Φροντίδες ἀνθρώπων ἔλαχον πτερὰ ποικίλ´ ἔχουσαι,
729
μυρόμεναι ψυχῆς εἵνεκα καὶ βιότου.
Ζεῦ πάτερ, εἴθε γένοιτο θεοῖς φίλα τοῖς μὲν ἀλιτροῖς
731
ὕβριν ἁδεῖν, καί σφιν τοῦτο γένοιτο φίλον
θυμῶι, σχέτλια ἔργα διατά φρεσὶ δ´ ὅστις ἀθήνης
ἐργάζοιτο θεῶν μηδὲν ὀπιζόμενος,
αὐτὸν ἔπειτα πάλιν τεῖσαι κακά, μηδ´ ἔτ´ ὀπίσσω
735
πατρὸς ἀτασθαλίαι παισὶ γένοιντο κακόν·
παῖδες δ´ οἵτ´ ἀδίκου πατρὸς τὰ δίκαια νοεῦντες
ποιῶσιν, Κρονίδη, σὸν χόλον ἁζόμενοι,
ἐξ ἀρχῆς τὰ δίκαια μετ´ ἀστοῖσιν φιλέοντες,
μή τιν´ ὑπερβασίην ἀντιτίνειν πατέρων.
740
Ταῦτ´ εἴη μακάρεσσι θεοῖς φίλα· νῦν δ´ ὁ μὲν ἕρδων
ἐκφεύγει, τὸ κακὸν δ´ ἄλλος ἔπειτα φέρει.
Καὶ τοῦτ´, ἀθανάτων βασιλεῦ, πῶς ἐστι δίκαιον,
743
ἔργων ὅστις ἀνὴρ ἐκτὸς ἐὼν ἀδίκων,
μή τιν´ ὑπερβασίην κατέχων μήθ´ ὅρκον ἀλιτρόν,
745
ἀλλὰ δίκαιος ἐών, μὴ τὰ δίκαια πάθηι;
Τίς δή κεν βροτὸς ἄλλος ὁρῶν πρὸς τοῦτον ἔπειτα
ἅζοιτ´ ἀθανάτους, καὶ τίνα θυμὸν ἔχων,
ὁππότ´ ἀνὴρ ἄδικος καὶ ἀτάσθαλος, οὔτε τευ ἀνδρός
οὔτε τευ ἀθανάτων μῆνιν ἀλευόμενος,
750
ὑβρίζηι πλούτωι κεκορημένος, οἱ δὲ δίκαιοι
τρύχονται χαλεπῆι τειρόμενοι πενίηι;
Ταῦτα μαθών, φίλ´ ἑταῖρε, δικαίως χρήματα ποιοῦ,
753
σώφρονα θυμὸν ἔχων ἐκτὸς ἀτασθαλίης,
ἀεὶ τῶνδ´ ἐπέων μεμνημένος· εἰς δὲ τελευτήν
755
αἰνήσεις μύθωι σώφρονι πειθόμενος.
Ζεὺς μὲν τῆσδε πόληος ὑπειρέχοι αἰθέρι ναίων
757
αἰεὶ δεξιτερὴν χεῖρ´ ἐπ´ ἀπημοσύνηι,
ἄλλοι τ´ ἀθάνατοι μάκαρες θεοί· αὐτὰρ Ἀπόλλων
ὀρθώσαι γλῶσσαν καὶ νόον ἡμέτερον.
760
Φόρμιγξ δ´ αὖ φθέγγοιθ´ ἱερὸν μέλος ἠδὲ καὶ αὐλός·
ἡμεῖς δὲ σπονδὰς θεοῖσιν ἀρεσσάμενοι
πίνωμεν, χαρίεντα μετ´ ἀλλήλοισι λέγοντες,
μηδὲν τὸν Μήδων δειδιότες πόλεμον.
Ὧδ´ εἶναι. καὶ ἄμεινον ἐύφρονα θυμὸν ἔχοντας
765
νόσφι μεριμνάων εὐφροσύνως διάγειν
τερπομένους, τηλοῦ δὲ κακὰς ἀπὸ κῆρας ἀμῦναι
γῆράς τ´ οὐλόμενον καὶ θανάτοιο τέλος.
Χρὴ Μουσῶν θεράποντα καὶ ἄγγελον, εἴ τι περισσόν
769
εἰδείη, σοφίης μὴ φθονερὸν τελέθειν,
770
ἀλλὰ τὰ μὲν μῶσθαι, τὰ δὲ δεικνύεν, ἄλλα δὲ ποιεῖν·
τί σφιν χρήσηται μοῦνος ἐπιστάμενος;
Φοῖβε ἄναξ, αὐτὸς μὲν ἐπύργωσας πόλιν ἄκρην,
773
Ἀλκαθόωι Πέλοπος παιδὶ χαριζόμενος·
αὐτὸς δὲ στρατὸν ὑβριστὴν Μήδων ἀπέρυκε
775
τῆσδε πόλευς, ἵνα σοι λαοὶ ἐν εὐφροσύνηι
ἦρος ἐπερχομένου κλειτὰς πέμπωσ´ ἑκατόμβας
τερπόμενοι κιθάρηι καὶ ἐρατῆι θαλίηι
παιάνων τε χοροῖς´ ἰαχῆισί τε σὸν περὶ βωμόν·
ἦ γὰρ ἔγωγε δέδοικ´ ἀφραδίην ἐσορῶν
780
καὶ στάσιν Ἑλλήνων λαοφθόρον. ἀλλὰ σύ, Φοῖβε,
ἵλαος ἡμετέρην τήνδε φύλασσε πόλιν.
Ἦλθον μὲν γὰρ ἔγωγε καὶ εἰς Σικελήν ποτε γαῖαν,
783
ἦλθον δ´ Εὐβοίης ἀμπελόεν πεδίον
Σπάρτην δ´ Εὐρώτα δονακοτρόφου ἀγλαὸν ἄστυ·
785
καί μ´ ἐφίλευν προφρόνως πάντες ἐπερχόμενον·
ἀλλ´ οὔτις μοι τέρψις ἐπὶ φρένας ἦλθεν ἐκείνων.
Οὕτως οὐδὲν ἄρ´ ἦν φίλτερον ἄλλο πάτρης.
Μήποτέ μοι μελέδημα νεώτερον ἄλλο φανείη
789
ἀντ´ ἀρετῆς σοφίης τ´, ἀλλὰ τόδ´ αἰὲν ἔχων
790
τερποίμην φόρμιγγι καὶ ὀρχηθμῶι καὶ ἀοιδῆι,
καὶ μετὰ τῶν ἀγαθῶν ἐσθλὸν ἔχοιμι νόον.
Μήτε τινὰ ξείνων δηλεύμενος ἔργμασι λυγροῖς
793
μήτε τιν´ ἐνδήμων, ἀλλὰ δίκαιος ἐών,
τὴν σαυτοῦ φρένα τέρπε· δυσηλεγέων δὲ πολιτῶν
795
ἄλλος τοί σε κακῶς, ἄλλος ἄμεινον ἐρεῖ. 796
Τοὺς ἀγαθοὺς ἄλλος μάλα μέμφεται, ἄλλος ἐπαινεῖ,
797
τῶν δὲ κακῶν μνήμη γίνεται οὐδεμία.
Ἀνθρώπων δ´ ἄψεκτος ἐπὶ χθονὶ γίνεται οὐδείς·
799
{ἀλλὡσειλώϊον} μὴ πλεόνεσσι μέλοι.
Οὐδεὶς ἀνθρώπων οὔτ´ ἔσσεται οὔτε πέφυκεν
801
ὅστις πᾶσιν ἁδὼν δύσεται εἰς Ἀίδεω·
οὐδὲ γὰρ ὃς θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει,
Ζεὺς Κρονίδης, θνητοῖς πᾶσιν ἁδεῖν δύναται.
Τόρνου καὶ στάθμης καὶ γνώμονος ἄνδρα θεωρόν
805
εὐθύτερον χρὴ ἔμεν, Κύρνε, φυλασσόμενον,
ὧιτινί κεν Πυθῶνι θεοῦ χρήσασ´ ἱέρεια
ὀμφὴν σημήνηι πίονος ἐξ ἀδύτου·
οὔτε τι γὰρ προσθεὶς οὐδέν κ´ ἔτι φάρμακον εὕροις,
οὐδ´ ἀφελὼν πρὸς θεῶν ἀμπλακίην προφύγοις.
Χρῆμ´ ἔπαθον θανάτου μὲν ἀεικέος οὔτι κάκιον,
811
τῶν δ´ ἄλλων πάντων, Κύρν´, ἀνιηρότατον·
οἵ με φίλοι προὔδωκαν· ἐγὼ δ´ ἐχθροῖσι πελασθείς
εἰδήσω καὶ τῶν ὅντιν´ ἔχουσι νόον.
Βοῦς μοι ἐπὶ γλώσσηι κρατερῶι ποδὶ λὰξ ἐπιβαίνων
815
ἴσχει κωτίλλειν καίπερ ἐπιστάμενον.
Κύρν´, ἔμπης δ´ ὅ τι μοῖρα παθεῖν, οὐκ ἔσθ´ ὑπαλύξαι·
817
ὅττι δὲ μοῖρα παθεῖν, οὔτι δέδοικα παθεῖν.
Ἐς πολυάρητον κακὸν ἥκομεν, ἔνθα μάλιστα,
819
820 Κύρνε, συναμφοτέρους μοῖρα λάβοι θανάτου.
Οἵ κ´ ἀπογηράσκοντας ἀτιμάζωσι τοκῆας,
821
τούτων τοι χώρη, Κύρν´, ὀλίγη τελέθει.
Μήτε τιν´ αὖξε τύραννον ἐπ´ ἐλπίσι, κέρδεσιν εἴκων,
823
μήτε κτεῖνε θεῶν ὅρκια συνθέμενος.
Πῶς ὑμῖν τέτληκεν ὑπ´ αὐλητῆρος ἀείδειν
825
θυμός; Γῆς δ´ οὖρος φαίνεται ἐξ ἀγορῆς,
ἥτε τρέφει καρποῖσιν ἐν εἰλαπίναις φορέοντας
ξανθῆισίν τε κόμαις πορφυρέους στεφάνους.
Ἀλλ´ ἄγε δή, Σκύθα, κεῖρε κόμην, ἀπόπαυε δὲ κῶμον,
πένθει δ´ εὐώδη χῶρον ἀπολλύμενον.
830
Πίστει χρήματ´ ὄλεσσα, ἀπιστίηι δ´ ἐσάωσα·
831
γνώμη δ´ ἀργαλέη γίνεται ἀμφοτέρων.
Πάντα τάδ´ ἐν κοράκεσσι καὶ ἐν φθόρωι· οὐδέ τις ἡμῖν
833
αἴτιος ἀθανάτων, Κύρνε, θεῶν μακάρων,
ἀλλ´ ἀνδρῶν τε βίη καὶ κέρδεα δειλὰ καὶ ὕβρις
πολλῶν ἐξ ἀγαθῶν ἐς κακότητ´ ἔβαλεν.
Δισσαί τοι πόσιος κῆρες δειλοῖσι βροτοῖσιν,
837
δίψα τε λυσιμελὴς καὶ μέθυσις χαλεπή·
τούτων δ´ ἂν τὸ μέσον στρωφήσομαι, οὐδέ με πείσεις
οὔτε τι μὴ πίνειν οὔτε λίην μεθύειν.
Οἶνος ἐμοὶ τὰ μὲν ἄλλα χαρίζεται, ἓν δ´ ἀχάριστον,
841
εὖτ´ ἂν θωρήξας μ´ ἄνδρα πρὸς ἐχθρὸν ἄγηι.
Ἀλλ´ ὁπόταν καθύπερθεν ἐὼν ὑπένερθε γένηται,
843
τουτάκις οἴκαδ´ ἴμεν παυσάμενοι πόσιος.
Εὖ μὲν κείμενον ἄνδρα κακῶς θέμεν εὐμαρές ἐστιν,
845
εὖ δὲ θέμεν τὸ κακῶς κείμενον ἀργαλέον.
Λὰξ ἐπίβα δήμωι κενεόφρονι, τύπτε δὲ κέντρωι
847
ὀξέι καὶ ζεύγλην δύσλοφον ἀμφιτίθει·
οὐ γὰρ ἔθ´ εὑρήσεις δῆμον φιλοδέσποτον ὧδε
ἀνθρώπων, ὁπόσους ἠέλιος καθορᾶι.
Ζεὺς ἄνδρ´ ἐξολέσειεν Ὀλύμπιος, ὃς τὸν ἑταῖρον
851
μαλθακὰ κωτίλλων ἐξαπατᾶν ἐθέλει·
Ἡδέα μὲν καὶ πρόσθεν, ἀτὰρ πολὺ λώια δὴ
νῦν. 853
Τοὔνεκα τοῖς δειλοῖς´ οὐδεμί´ ἐστὶ χάρις.
Πολλάκις ἡ πόλις ἥδε δι´ ἡγεμόνων κακότητα
855
ὥσπερ κεκλιμένη ναῦς παρὰ γῆν ἔδραμεν.
Τῶν δὲ φίλων εἰ μέν τις ὁρᾶι μέ τι δειλὸν ἔχοντα,
857
αὐχέν´ ἀποστρέψας οὐδ´ ἐσορᾶν ἐθέλει·
ἢν δέ τί μοί ποθεν ἐσθλόν, ἃ παυράκι γίνεται ἀνδρί,
πολλοὺς ἀσπασμοὺς καὶ φιλότητας ἔχω.
860
Οἵ με φίλοι προδιδοῦσι καὶ οὐκ ἐθέλουσί τι δοῦναι
861
ἀνδρῶν φαινομένων· ἀλλ´ ἐγὼ αὐτομάτη
ἑσπερίη τ´ ἔξειμι καὶ ὀρθρίη αὖθις ἔσειμι,
ἦμος ἀλεκτρυόνων φθόγγος ἐγειρομένων.
Πολλοῖσ´ ἀχρήστοισι θεὸς διδοῖ ἀνδράσιν ὄλβον
865
ἐσθλόν, ὃς οὔτ´ αὐτῶι βέλτερος, οὐδὲν ἐών,
οὔτε φίλοις´. ἀρετῆς δὲ μέγα κλέος οὔποτ´ ὀλεῖται·
αἰχμητὴς γὰρ ἀνὴρ γῆν τε καὶ ἄστυ σαοῖ.
Ἔν μοι ἔπειτα πέσοι μέγας οὐρανὸς εὐρὺς ὕπερθεν
869
χάλκεος, ἀνθρώπων δεῖμα χαμαιγενέων,
870
εἰ μὴ ἐγὼ τοῖσιν μὲν ἐπαρκέσω οἵ με φιλεῦσιν,
τοῖς δ´ ἐχθροῖς´ ἀνίη καὶ μέγα πῆμ´ ἔσομαι.
Οἶνε, τὰ μέν ς´ αἰνῶ, τὰ δὲ μέμφομαι· οὐδέ σε πάμπαν
873
οὔτε ποτ´ ἐχθαίρειν οὔτε φιλεῖν δύναμαι.
Ἐσθλὸν καὶ κακόν ἐσσι. τίς ἄν σέ τε μωμήσαιτο,
875
τίς δ´ ἂν ἐπαινήσηι μέτρον ἔχων σοφίης;
Ἥβα μοι, φίλε θυμέ· τάχ´ αὖ τινες ἄλλοι ἔσονται
877
ἄνδρες, ἐγὼ δὲ θανὼν γαῖα μέλαιν´ ἔσομαι.
Πῖν´ οἶνον, τὸν ἐμοὶ κορυφῆς ἄπο Τηϋγέτοιο
879
ἄμπελοι ἤνεγκαν, τὰς ἐφύτευσ´ ὁ γέρων
880
οὔρεος ἐν βήσσηισι θεοῖσι φίλος Θεότιμος,
ἐκ Πλατανιστοῦντος ψυχρὸν ὕδωρ ἐπάγων.
Τοῦ πίνων ἀπὸ μὲν χαλεπὰς σκεδάσεις μελεδῶνας,
θωρηχθεὶς δ´ ἔσεαι πολλὸν ἐλαφρότερος.
Εἰρήνη καὶ πλοῦτος ἔχοι πόλιν, ὄφρα μετ´ ἄλλων
885
κωμάζοιμι· κακοῦ δ´ οὐκ ἔραμαι πολέμου.
Μηδὲ λίην κήρυκος ἀν´ οὖς ἔχε μακρὰ βοῶντος·
887
οὐ γὰρ πατρώιας γῆς πέρι μαρνάμεθα.
Ἀλλ´ αἰσχρὸν παρεόντα καὶ ὠκυπόδων ἐπιβάντα
889
ἵππων μὴ πόλεμον δακρυόεντ´ ἐσιδεῖν.
890
Οἴ μοι ἀναλκίης· ἀπὸ μὲν Κήρινθος ὄλωλεν,
891
Ληλάντου δ´ ἀγαθὸν κείρεται οἰνόπεδον·
οἱ δ´ ἀγαθοὶ φεύγουσι, πόλιν δὲ κακοὶ διέπουσιν.
ὡς δὴ Κυψελιδῶν Ζεὺς ὀλέσειε γένος.
Γνώμης δ´ οὐδὲν ἄμεινον ἀνὴρ ἔχει αὐτὸς
ἐν αὐτῶι 895
οὐδ´ ἀγνωμοσύνης, Κύρν´, ὀδυνηρότερον.
Κύρν´, εἰ πάντ´ ἄνδρεσσι καταθνητοῖς
{χαλεπαίνειν} 897
γινώσκειν, ὡς νοῦν οἷον ἕκαστος ἔχει
αὐτὸς ἐνὶ στήθεσσι καὶ ἔργματα, τῶι δὲ δικαίωι
τῶι τ´ ἀδίκωι μέγα κεμ πῆμα βροτοῖσιν ἐπῆν. 900
Ἔστιν ὁ μὲν χείρων, ὁ δ´ ἀμείνων ἔργον
ἑκάστου· 901
οὐδεὶς δ´ ἀνθρώπων αὐτὸς ἅπαντα σοφός.
Ὅστις ἀνάλωσιν τηρεῖ κατὰ χρήματα θηρῶν,
903
κυδίστην ἀρετὴν τοῖς συνιεῖσιν ἔχει.
Εἰ μὲν γὰρ κατιδεῖν βιότου τέλος ἦν, ὁπόσον τι 905
ἤμελλ´ ἐκτελέσας εἰς Ἀίδαο περᾶν,
εἰκὸς ἂν ἦν, ὃς μὲν πλείω χρόνον αἶσαν ἔμιμνεν,
φείδεσθαι μᾶλλον τοῦτον ἵν´ εἶχε βίον.
νῦν δ´ οὐκ ἔστιν. Ὃ δὴ καὶ ἐμοὶ μέγα πένθος ὄρωρεν
καὶ δάκνομαι ψυχὴν καὶ δίχα θυμὸν ἔχω. 910
Ἐν τριόδωι δ´ ἕστηκα. δύ´ εἰσὶ τὸ πρόσθεν ὁδοί μοι·
φροντίζω τούτων ἥντιν´ ἴω προτέρην·
ἢ μηδὲν δαπανῶν τρύχω βίον ἐν κακότητι,
ἢ ζώω τερπνῶς ἔργα τελῶν ὀλίγα.
Εἶδον μὲν γὰρ ἔγωγ´, ὃς ἐφείδετο κοὔποτε γαστρί 915
σῖτον ἐλευθέριον πλούσιος ὢν ἐδίδου·
ἀλλὰ πρὶν ἐκτελέσαι κατέβη δόμον Ἄιδος εἴσω,
χρήματα δ´ ἀνθρώπων οὑπιτυχὼν ἔλαβεν,
ὥστ´ ἐς ἄκαιρα πονεῖν καὶ μὴ δόμεν ὧι κε θέληι τις.
εἶδον δ´ ἄλλον, ὃς ἧι γαστρὶ χαριζόμενος
χρήματα μὲν διέτριψεν, ἔφη δ´· Ὑπάγω φρένα τέρψας· 920
πτωχεύει δὲ φίλους πάντας, ὅπου τιν´ ἴδηι.
οὕτω, Δημόκλεις, κατὰ χρήματ´ ἄριστον ἁπάντων
τὴν δαπάνην θέσθαι καὶ μελέτην ἐχέμεν.
οὔτε γὰρ ἂν προκαμὼν ἄλλωι κάματον μεταδοίης,
οὔτ´ ἂν πτωχεύων δουλοσύνην τελέοις·
οὐδ´, εἰ γῆρας ἵκοιο, τὰ χρήματα πάντ´ ἀποδραίη.
ἐν δὲ τοιῶιδε γένει χρήματ´ ἄριστον ἔχειν.
ἢν μὲν γὰρ πλουτῆις, πολλοὶ φίλοι, ἢν δὲ πένηαι,
παῦροι, κοὐκέθ´ ὁμῶς αὐτὸς ἀνὴρ ἀγαθός.
φείδεσθαι μὲν ἄμεινον, ἐπεὶ οὐδὲ θανόντ´
ἀποκλαίει 931
οὐδείς, ἢν μὴ ὁρᾶι χρήματα λειπόμενα.
Παύροισ´ ἀνθρώπων ἀρετὴ καὶ κάλλος
ὀπηδεῖ· 933
ὄλβιος, ὃς τούτων ἀμφοτέρων ἔλαχεν.
Πάντες μιν τιμῶσιν· ὁμῶς νέοι οἵ τε κατ´ αὐτόν 935
χώρης εἴκουσιν τοί τε παλαιότεροι.
γηράσκων ἀστοῖσι μεταπρέπει, οὐδέ τις αὐτόν
βλάπτειν οὔτ´ αἰδοῦς οὔτε δίκης ἐθέλει.
Οὐ δύναμαι φωνῆι λίγ´ ἀειδέμεν ὥσπερ
ἀηδών· 939
καὶ γὰρ τὴν προτέρην νύκτ´ ἐπὶ κῶμον ἔβην. 940
Οὐδὲ τὸν αὐλητὴν προφασίζομαι· ἀλλά μ´ ἑταῖρος
ἐκλείπει σοφίης οὐκ ἐπιδευόμενος.
Ἐγγύθεν αὐλητῆρος ἀείσομαι ὧδε καταστάς
943
δεξιὸς ἀθανάτοις θεοῖσιν ἐπευχόμενος.
Εἶμι παρὰ στάθμην ὀρθὴν ὁδόν, οὐδετέρωσε
945
κλινόμενος· χρὴ γάρ μ´ ἄρτια πάντα νοεῖν.
Πατρίδα κοσμήσω, λιπαρὴν πόλιν, οὔτ´ ἐπὶ
δήμωι 947
τρέψας οὔτ´ ἀδίκοις´ ἀνδράσι πειθόμενος.
Νεβρὸν ὑπὲξ ἐλάφοιο λέων ὣς ἀλκὶ πεποιθώς
949
ποσσὶ καταμάρψας αἵματος οὐκ ἔπιον· 950
τειχέων δ´ ὑψηλῶν ἐπιβὰς πόλιν οὐκ ἀλάπαξα·
ζευξάμενος δ´ ἵππους ἅρματος οὐκ ἐπέβην·
πρήξας δ´ οὐκ ἔπρηξα, καὶ οὐκ ἐτέλεσσα τελέσσας·
δρήσας δ´ οὐκ ἔδρης´, ἤνυσα δ´ οὐκ ἀνύσας.
Δειλοὺς εὖ ἕρδοντι δύω κακά· τῶν τε γὰρ
αὐτοῦ 955
χηρώσει πολλῶν καὶ χάρις οὐδεμία.
Εἴ τι παθὼν ἀπ´ ἐμεῦ ἀγαθὸν μέγα μὴ χάριν
οἶδας, 957
χρήιζων ἡμετέρους αὖθις ἵκοιο δόμους.
Ἔστε μὲν αὐτὸς ἔπινον ἀπὸ κρήνης
μελανύδρου, 959
ἡδύ τί μοι ἐδόκει καὶ καλὸν ἦμεν ὕδωρ.
Νῦν δ´ ἤδη τεθόλωται, ὕδωρ δ´ ἀναμίσγεται οὔδει·
ἄλλης δὴ κρήνης πίομαι ἢ ποταμοῦ.
Μήποτ´ ἐπαινήσηις, πρὶν ἂν εἰδῆις ἄνδρα
σαφηνῶς, 963
ὀργὴν καὶ ῥυθμὸν καὶ τρόπον ὅστις ἂν ἦι.
Πολλοί τοι κίβδηλον ἐπίκλοπον ἦθος ἔχοντες 965
κρύπτουσ´ ἐνθέμενοι θυμὸν ἐφημέριον.
Τούτων δ´ ἐκφαίνει πάντων χρόνος ἦθος ἑκάστου.
καὶ γὰρ ἐγὼ γνώμης πολλὸν ἄρ´ ἐκτὸς ἔβην·
ἔφθην αἰνήσας πρὶν σοῦ κατὰ πάντα δαῆναι
ἤθεα· νῦν δ´ ἤδη νηῦς ἅθ´ ἑκὰς διέχω. 970
Τίς δ´ ἀρετὴ πίνοντ´ ἐπιοίνιον ἆθλον
ἑλέσθαι; 971
Πολλάκι τοι νικᾶι καὶ κακὸς ἄνδρ´ ἀγαθόν.
Οὐδεὶς ἀνθρώπων, ὃν πρῶτ´ ἐπὶ γαῖα
καλύψηι 973
εἴς τ´ Ἔρεβος καταβῆι, δώματα Περσεφόνης,
τέρπεται οὔτε λύρης οὔτ´ αὐλητῆρος ἀκούων 975
οὔτε Διωνύσου δῶρ´ ἐσαειράμενος.
Ταῦτ´ ἐσορῶν κραδίην εὖ πείσομαι, ὄφρα τ´ ἐλαφρά
γούνατα καὶ κεφαλὴν ἀτρεμέως προφέρω.
Μή μοι ἀνὴρ εἴη γλώσσηι φίλος, ἀλλὰ καὶ
ἔργωι. 979
Χερσίν τε σπεύδου χρήμασί τ´, ἀμφότερα·
μηδὲ παρὰ κλητῆρι λόγοισιν ἐμὴν φρένα θέλγοις.
Ἀλλ´ ἕρδων φαίνοιτ´, εἴ τι δύναιτ´, ἀγαθόν.
Ἡμεῖς δ´ ἐν θαλίηισι φίλον καταθώμεθα
θυμόν, 983
ὄφρ´ ἔτι τερπωλῆς ἔργ´ ἐρατεινὰ φέρηι.
Αἶψα γὰρ ὥστε νόημα παρέρχεται ἀγλαὸς ἥβη· 985
οὐδ´ ἵππων ὁρμὴ γίνεται ὠκυτέρη,
αἵτε ἄνακτα φέρουσι δορυσσόον ἐς πόνον ἀνδρῶν
λάβρως, πυροφόρωι τερπόμεναι πεδίωι.
Πῖν´ ὁπόταν πίνωσιν· ὅταν δέ τι θυμὸν
ἀσηθῆις, 989
μηδεὶς ἀνθρώπων γνῶι σε βαρυνόμενον.
Ἄλλοτέ τοι πάσχων ἀνιήσεαι, ἄλλοτε δ´
ἕρδων 991
χαιρήσεις· δύναται δ´ ἄλλοτε ἄλλος ἀνήρ.
Εἰ θείης, Ἀκάδημε, ἐφήμερον ὕμνον
ἀείδειν, 993
ἆθλον δ´ ἐν μέσσωι παῖς καλὸν ἄνθος ἔχων
σοί τ´ εἴη καὶ ἐμοὶ σοφίης πέρι δηρισάντοιν,
γνοίης χ´ ὅσσον ὄνων κρέσσονες ἡμίονοι.
Τῆμος δ´ ἠέλιος μὲν ἐν αἰθέρι μώνυχας
ἵππους 997
ἄρτι παραγγέλλοι μέσσατον ἦμαρ ἔχων,
δείπνου δὲ λήγοιμεν, ὅπου τινὰ θυμὸς ἀνώγοι,
παντοίων ἀγαθῶν γαστρὶ χαριζόμενοι, 1000
χέρνιβα δ´ αἶψα θύραζε φέροι, στεφανώματα δ´ εἴσω
εὐειδὴς ῥαδιναῖς χερσὶ Λάκαινα κόρη.
Ἥδ´ ἀρετή, τόδ´ ἄεθλον ἐν ἀνθρώποισιν
ἄριστον 1003
κάλλιστόν τε φέρειν γίνεται ἀνδρὶ’ - σοφῶι.
Ξυνὸν δ´ ἐσθλὸν τοῦτο πόληί τε παντί τε δήμωι, 1005
ὅστις ἀνὴρ διαβὰς ἐν προμάχοισι μένει.
Ξυνὸν δ´ ἀνθρώποισ´ ὑποθήσομαι, ὄφρα τις
ἥβης 1007
ἀγλαὸν ἄνθος ἔχων καὶ φρεσὶν ἐσθλὰ νοῆι,
τῶν αὐτοῦ κτεάνων εὖ πασχέμεν· οὐ γὰρ ἀνηβᾶν
δὶς πέλεται πρὸς θεῶν οὐδὲ λύσις θανάτου 1010
θνητοῖσ´ ἀνθρώποισι. κακὸν δ´ ἐπὶ γῆρας ἐλέγχει
οὐλόμενον, κεφαλῆς δ´ ἅπτεται ἀκροτάτης.
Ἆ μάκαρ εὐδαίμων τε καὶ ὄλβιος, ὅστις
ἄπειρος 1013
ἄθλων εἰς Ἀίδου δῶμα μέλαν κατέβη,
πρίν τ´ ἐχθροὺς πτῆξαι καὶ ὑπερβῆναί περ ἀνάγκηι,
ἐξετάσαι τε φίλους, ὅντιν´ ἔχουσι νόον.
Αὐτίκα μοι κατὰ μὲν χροιὴν ῥέει ἄσπετος
ἱδρώς, 1017
πτοιῶμαι δ´ ἐσορῶν ἄνθος ὁμηλικίης
τερπνὸν ὁμῶς καὶ καλόν, ἐπεὶ πλέον ὤφελεν εἶναι·
ἀλλ´ ὀλιγοχρόνιον γίνεται ὥσπερ ὄναρ 1020
ἥβη τιμήεσσα· τὸ δ´ οὐλόμενον καὶ ἄμορφον
αὐτίχ´ ὑπὲρ κεφαλῆς γῆρας ὑπερκρέμαται.
Οὔποτε τοῖς´ ἐχθροῖσιν ὑπὸ ζυγὸν αὐχένα
θήσω 1023
δύσλοφον, οὐδ´ εἴ μοι Τμῶλος ἔπεστι κάρηι.
Δειλοί τοι κακότητι ματαιότεροι νόον
εἰσίν, 1025
τῶν δ´ ἀγαθῶν αἰεὶ πρήξιες ἰθύτεραι.
Ῥηϊδίη τοι πρῆξις ἐν ἀνθρώποις κακότητος,
1027
τοῦ δ´ ἀγαθοῦ χαλεπή, Κύρνε, πέλει παλάμη.
Τόλμα, θυμέ, κακοῖσιν ὅμως ἄτλητα
πεπονθώς· 1029
δειλῶν τοι κραδίη γίνεται ὀξυτέρη. 1030
Μὴ δὲ σύ τ´ ἀπρήκτοισιν ἐπ´ ἔργμασιν ἄλγος ἀέξων
{εχθει μηδ´ εχθει}, μηδὲ φίλους ἀνία,
μηδ´ ἐχθροὺς εὔφραινε. Θεῶν δ´ εἱμαρμένα δῶρα
οὐκ ἂν ῥηϊδίως θνητὸς ἀνὴρ προφύγοι,
οὔτ´ ἂν πορφυρέης καταδὺς ἐς πυθμένα λίμνης,
οὔθ´ ὅταν αὐτὸν ἔχηι Τάρταρος ἠερόεις.
Ἄνδρα τοί ἐστ´ ἀγαθὸν χαλεπώτατον
ἐξαπατῆσαι, 1037
ὡς ἐν ἐμοὶ γνώμη, Κύρνε, πάλαι κέκριται.
Ἄφρονες ἄνθρωποι καὶ νήπιοι, οἵτινες
οἶνον 1039
μὴ πίνουσ´ ἄστρου καὶ κυνὸς ἀρχομένου.
Δεῦρο σὺν αὐλητῆρι· παρὰ κλαίοντι
γελῶντες 1041
πίνωμεν, κείνου κήδεσι τερπόμενοι.
Εὕδωμεν· φυλακὴ δὲ πόλεως φυλάκεσσι
μελήσει 1043
ἀστυφέλης ἐρατῆς πατρίδος ἡμετέρης.
Ναὶ μὰ Δί´, εἴ τις τῶνδε καὶ
ἐγκεκαλυμμένος εὕδει, 1045
ἡμέτερον κῶμον δέξεται ἁρπαλέως.
Νῦν μὲν πίνοντες τερπώμεθα, καλὰ
λέγοντες· 1047
ἅσσα δ´ ἔπειτ´ ἔσται, ταῦτα θεοῖσι μέλει.
Σοὶ δ´ ἐγὼ οἷά τε παιδὶ πατὴρ ὑποθήσομαι
αὐτός 1049
ἐσθλά· σὺ δ´ ἐν θυμῶι καὶ φρεσὶ ταῦτα βάλευ· 1050
μήποτ´ ἐπειγόμενος πράξηις κακόν, ἀλλὰ βαθείηι
σῆι φρενὶ βούλευσαι σῶι τ´ ἀγαθῶι τε νόωι.
Τῶν γὰρ μαινομένων πέτεται θυμός τε νόος τε,
βουλὴ δ´ εἰς ἀγαθὸν καὶ νόον ἐσθλὸν ἄγει.
Ἀλλὰ λόγον μὲν τοῦτον ἐάσομεν, αὐτὰρ ἐμοὶ
σύ 1055
αὔλει, καὶ Μουσῶν μνησόμεθ´ ἀμφότεροι.
Αὗται γὰρ τάδ´ ἔδωκαν ἔχειν κεχαρισμένα δῶρα
σοὶ καὶ ἐμοί, μελέμεν δ´ ἀμφιπερικτίοσιν.
Τιμαγόρα, πολλῶν ὀργὴν ἀπάτερθεν ὁρῶντι
1059
γινώσκειν χαλεπόν, καίπερ ἐόντι σοφῶι. 1060
Οἱ μὲν γὰρ κακότητα κατακρύψαντες ἔχουσιν
πλούτωι, τοὶ δ´ ἀρετὴν οὐλομένηι πενίηι.
Ἐν δ´ ἥβηι πάρα μὲν ξὺν ὁμήλικι πάννυχον
εὕδειν, 1063
ἱμερτῶν ἔργων ἐξ ἔρον ἱέμενον·
ἔστι δὲ κωμάζοντα μετ´ αὐλητῆρος ἀείδειν·
τούτων οὐδὲν ἔην ἄλλ´ ἐπιτερπνότερον
ἀνδράσιν ἠδὲ γυναιξί. Τί μοι πλοῦτός τε καὶ αἰδώς;
Τερπωλὴ νικᾶι πάντα σὺν εὐφροσύνηι.
Ἄφρονες ἄνθρωποι καὶ νήπιοι, οἵτε
θανόντας 1069
κλαίουσ´, οὐ δ´ ἥβης ἄνθος ἀπολλύμενον. 1070
Κύρνε, φίλους πρὸς πάντας ἐπίστρεφε
ποικίλον ἦθος, 1071
συμμίσγων ὀργὴν οἷος ἕκαστος ἔφυ.
Νῦν μὲν τῶιδ´ ἐφέπου, τοτὲ δ´ ἀλλοῖος πέλευ ὀργήν.
Κρεῖσσόν τοι σοφίη καὶ μεγάλης ἀρετῆς.
Πρήγματος ἀπρήκτου χαλεπώτατόν ἐστι
τελευτήν 1075
γνῶναι, ὅπως μέλλει τοῦτο θεὸς τελέσαι·
ὄρφνη γὰρ τέταται· πρὸ δὲ τοῦ μέλλοντος ἔσεσθαι
οὐ ξυνετὰ θνητοῖς πείρατ´ ἀμηχανίης.
Οὐδένα τῶν ἐχθρῶν μωμήσομαι ἐσθλὸν ἐόντα,
1079
οὐδὲ μὲν αἰνήσω δειλὸν ἐόντα φίλον. 1080
Κύρνε, κύει πόλις ἥδε, δέδοικα δὲ μὴ
τέκηι ἄνδρα 1081
ὑβριστήν, χαλεπῆς ἡγεμόνα στάσιος·
Οὕτω χρὴ τόν γ´ ἐσθλὸν ἐπιστρέψαντα νόημα
1083
ἔμπεδον αἰὲν ἔχειν ἐς τέλος ἀνδρὶ φίλωι.
Δημῶναξ, σοὶ πολλὰ φέρειν βαρύ· οὐ γὰρ
ἐπίστηι 1085
τοῦθ´ ἕρδειν, ὅ τι σοὶ μὴ καταθύμιον ἦι.
Κάστορ καὶ Πολύδευκες, οἳ ἐν Λακεδαίμονι
δίηι 1087
ναίετ´ ἐπ´ Εὐρώτα καλλιρόωι ποταμῶι,
εἴ ποτε βουλεύσαιμι φίλωι κακόν, αὐτὸς ἔχοιμι·
εἰ δέ τι κεῖνος ἐμοί, δὶς τόσον αὐτὸς ἔχοι. 1090
Ἀργαλέως μοι θυμὸς ἔχει περὶ σῆς
φιλότητος· 1091
οὔτε γὰρ ἐχθαίρειν οὔτε φιλεῖν δύναμαι,
γινώσκων χαλεπὸν μέν, ὅταν φίλος ἀνδρὶ γένηται,
ἐχθαίρειν, χαλεπὸν δ´ οὐκ ἐθέλοντα φιλεῖν.
Σκέπτεο δὴ νῦν ἄλλον· ἐμοί γε μὲν οὔ τις
ἀνάγκη 1095
τοῦθ´ ἕρδειν· τῶν μοι πρόσθε χάριν τίθεσο.
Ἤδη καὶ πτερύγεσσιν ἐπαίρομαι, ὥστε πετεινόν
ἐκ λίμνης μεγάλης, ἄνδρα κακὸν προφυγών,
βρόχον ἀπορρήξας· σὺ δ´ ἐμῆς φιλότητος ἁμαρτών
ὕστερον ἡμετέρην γνώσηι ἐπιφροσύνην.
Ὅστις σοι βούλευσεν ἐμεῦ πέρι, καί σ´
ἐκέλευσεν 1101
οἴχεσθαι προλιπόνθ´ ἡμετέρην φιλίην -
Ὕβρις καὶ Μάγνητας ἀπώλεσε καὶ Κολοφῶνα
1103
καὶ Σμύρνην. πάντως, Κύρνε, καὶ ὔμμ´ ἀπολεῖ.
Εἰς βάσανον δ´ ἐλθὼν παρατριβόμενός τε
μολύβδωι 1105
χρυσὸς ἄπεφθος ἐὼν καλὸς ἅπασιν ἔσηι.
Οἴ μοι ἐγὼ δειλός· καὶ δὴ κατάχαρμα μὲν
ἐχθροῖς, 1107
τοῖς δὲ φίλοισι πόνος δειλὰ παθὼν γενόμην.
Κύρν´, οἱ πρόσθ´ ἀγαθοὶ νῦν αὖ κακοί, οἱ
δὲ κακοὶ πρίν 1109
νῦν ἀγαθοί. τίς κεν ταῦτ´ ἀνέχοιτ´ ἐσορῶν, 1110
τοὺς ἀγαθοὺς μὲν ἀτιμοτέρους, κακίους δὲ λαχόντας
τιμῆς; Μνηστεύει δ´ ἐκ κακοῦ ἐσθλὸς ἀνήρ.
Ἀλλήλους δ´ ἀπατῶντες ἐπ´ ἀλλήλοισι γελῶσιν,
οὔτ´ ἀγαθῶν μνήμην εἰδότες οὔτε κακῶν.
Χρήματ´ ἔχων πενίην μ´ ὠνείδισας· ἀλλὰ τὰ
μέν μοι 1115
ἔστι, τὰ δ´ ἐργάσομαι θεοῖσιν ἐπευξάμενος.
Πλοῦτε, θεῶν κάλλιστε καὶ ἱμεροέστατε
πάντων, 1117
σὺν σοὶ καὶ κακὸς ὢν γίνεται ἐσθλὸς ἀνήρ.
Ἥβης μέτρον ἔχοιμι, φιλοῖ δέ με Φοῖβος
Ἀπόλλων 1119
Λητοΐδης καὶ Ζεύς, ἀθανάτων βασιλεύς, 1120
ὄφρα δίκηι ζώοιμι κακῶν ἔκτοσθεν ἁπάντων
ἥβηι καὶ πλούτωι θυμὸν ἰαινόμενος.
Μή με κακῶν μίμνησκε· πέπονθά τοι οἷά τ´
Ὀδυσσεύς, 1123
ὅστ´ Ἀίδεω μέγα δῶμ´ ἤλυθεν ἐξαναδύς,
ὃς δὴ καὶ μνηστῆρας ἀνείλατο νηλέι θυμῶι, 1125
Πηνελόπης εὔφρων κουριδίης ἀλόχου,
ἥ μιν δήθ´ ὑπέμεινε φίλωι παρὰ παιδὶ μένουσα,
ὄφρα τε γῆς ἐπέβη δείλ´ ἁλίους τε μυχούς.
Ἐμπίομαι, πενίης θυμοφθόρου οὐ μελεδαίνων
1129
οὐδ´ ἀνδρῶν ἐχθρῶν, οἵ με λέγουσι κακῶς.
Ἀλλ´ ἥβην ἐρατὴν ὀλοφύρομαι, ἥ μ´ ἐπιλείπει,
κλαίω δ´ ἀργαλέον γῆρας ἐπερχόμενον.
Κύρνε, παροῦσι φίλοισι κακοῦ καταπαύσομεν
ἀρχήν, 1133
ζητῶμεν δ´ ἕλκει φάρμακα φυομένωι.
Ἐλπὶς ἐν ἀνθρώποισι μόνη θεὸς ἐσθλὴ
ἔνεστιν, 1135
ἄλλοι δ´ Οὔλυμπόνδ´ ἐκπρολιπόντες ἔβαν·
ὤιχετο μὲν Πίστις, μεγάλη θεός, ὤιχετο δ´ ἀνδρῶν
Σωφροσύνη, Χάριτές τ´, ὦ φίλε, γῆν ἔλιπον·
ὅρκοι δ´ οὐκέτι πιστοὶ ἐν ἀνθρώποισι δίκαιοι,
οὐδὲ θεοὺς οὐδεὶς ἅζεται ἀθανάτους. 1140
Εὐσεβέων δ´ ἀνδρῶν γένος ἔφθιτο, οὐδὲ θέμιστας
οὐκέτι γινώσκους´ οὐδὲ μὲν εὐσεβίας.
Ἀλλ´ ὄφρα τις ζώει καὶ ὁρᾶι φῶς ἠελίοιο,
εὐσεβέων περὶ θεοὺς Ἐλπίδα προσμενέτω·
εὐχέσθω δὲ θεοῖσι, καὶ ἀγλαὰ μηρία καίων 1145
Ἐλπίδι τε πρώτηι καὶ πυμάτηι θυέτω.
Φραζέσθω δ´ ἀδίκων ἀνδρῶν σκολιὸν λόγον αἰεί,
οἳ θεῶν ἀθανάτων οὐδὲν ὀπιζόμενοι
αἰὲν ἐπ´ ἀλλοτρίοις κτεάνοις´ ἐπέχουσι νόημα,
αἰσχρὰ κακοῖσ´ ἔργοις σύμβολα θηκάμενοι. 1150
Μήποτε τὸν παρεόντα μεθεὶς φίλον ἄλλον
ἐρεύνα 1151
δειλῶν ἀνθρώπων ῥήμασι πειθόμενος.
Εἴη μοι πλουτοῦντι κακῶν ἀπάτερθε
μεριμνέων 1153
ζώειν ἀβλαβέως μηδὲν ἔχοντι κακόν.
Οὐκ ἔραμαι πλουτεῖν οὐδ´ εὔχομαι, ἀλλά
μοι εἴη 1155
ζῆν ἀπὸ τῶν ὀλίγων μηδὲν ἔχοντι κακόν.
Πλοῦτος καὶ σοφίη θνητοῖς´ ἀμαχώτατον
αἰεί· 1157
οὔτε γὰρ ἂν πλούτου θυμὸν ὑπερκορέσαις·
ὣς δ´ αὔτως σοφίην ὁ σοφώτατος οὐκ ἀποφεύγει,
ἀλλ´ ἔραται, θυμὸν δ´ οὐ δύναται τελέσαι. 1160
Οὐδένα θησαυρὸν παισὶν καταθήσει ἄμεινον·
1161
αἰτοῦσιν δ´ ἀγαθοῖς´ ἀνδράσι, Κύρνε, δίδου.
Ὀφθαλμοὶ καὶ γλῶσσα καὶ οὔατα καὶ νόος
ἀνδρῶν 1163
ἐν μέσσωι στηθέων ἐν συνετοῖς φύεται.
Τοῖσ´ ἀγαθοῖς σύμμισγε, κακοῖσι δὲ μήποθ´
ὁμάρτει, 1165
εὖτ´ ἂν ὁδοῦ τελέηις τέρματ´ ἐπ´ ἐμπορίην.
Τῶν ἀγαθῶν ἐσθλὴ μὲν ἀπόκρισις, ἐσθλὰ δὲ
ἔργα· 1167
τῶν δὲ κακῶν ἄνεμοι δειλὰ φέρουσιν ἔπη.
Ἐκ καχεταιρίης κακὰ γίνεται· εὖ δὲ καὶ
αὐτός 1169
γνώσηι, ἐπεὶ μεγάλους ἤλιτες ἀθανάτους.
Γνώμην, Κύρνε, θεοὶ θνητοῖσι διδοῦσιν
ἀρίστην· 1171
ἄνθρωπος γνώμηι πείρατα παντὸς ἔχει.
Ὢ μάκαρ, ὅστις δή μιν ἔχει φρεσίν· ἦ πολὺ κρείσσων
ὕβριος οὐλομένης λευγαλέου τε κόρου·
ἔστι κακὸν δὲ βροτοῖσι κόρος, τῶν οὔ τι κάκιον· 1175
πᾶσα γὰρ ἐκ τούτων, Κύρνε, πέλει κακότης.
Εἴ κ´ εἴης ἔργων αἰσχρῶν ἀπαθὴς καὶ
ἀεργός, 1177
Κύρνε, μεγίστην κεν πεῖραν ἔχοις ἀρετῆς.
Κύρνε, θεοὺς αἰδοῦ καὶ δείδιθι· τοῦτο γὰρ
ἄνδρα 1179
εἴργει μήθ´ ἕρδειν μήτε λέγειν ἀσεβῆ.
Δημοφάγον δὲ τύραννον ὅπως ἐθέλεις
κατακλῖναι 1181
οὐ νέμεσις πρὸς θεῶν γίνεται οὐδεμία.
Νοῦς ἀγαθὸν καὶ γλῶσσα· τὰ δ´ ἐν παύροισι
πέφυκεν 1183
ἀνδράσιν, οἳ τούτων ἀμφοτέρων ταμίαι.
Οὐδένα, Κύρν´, αὐγαὶ φαεσιμβρότου ἠελίοιο
1185
ἄνδρ´ ἐφορῶσ´, ὧι μὴ μῶμος ἐπικρέμαται.
Οὔτις ἄποινα διδοὺς θάνατον φύγοι οὐδὲ
βαρεῖαν 1187
δυστυχίην, εἰ μὴ μοῖρ´ ἐπὶ τέρμα βάλοι.
οὐδ´ ἂν δυσφροσύνας, ὅτε δὴ θεὸς ἄλγεα πέμπηι,
θνητὸς ἀνὴρ δώροις βουλόμενος προφύγηι.
Οὐκ ἔραμαι κλισμῶι βασιληίωι
ἐγκατακεῖσθαι 1191
τεθνεώς, ἀλλά τί μοι ζῶντι γένοιτ´ ἀγαθόν.
ἀσπάλαθοι δὲ τάπησιν ὁμοῖον στρῶμα θανόντι·
{τοξύλον· ἠ σκληρον γινεται. η μαλακόν}
Μήτι θεοὺς ἐπίορκος ἐπόμνυθι· οὐ γὰρ
ἀνεκτόν 1195
ἀθανάτους κρύψαι χρεῖος ὀφειλόμενον.
Ὄρνιθος φωνήν, Πολυπαΐδη, ὀξὺ βοώσης
1197
ἤκουσ´, ἥτε βροτοῖς´ ἄγγελος ἦλθ´ ἀρότου
ὡραίου· καί μοι κραδίην ἐπάταξε μέλαιναν,
ὅττι μοι εὐανθεῖς ἄλλοι ἔχουσιν ἀγρούς, 1200
οὐδέ μοι ἡμίονοι κυφὸν ἕλκουσιν ἄροτρον
τῆς ἄλλης {μνηστῆς} εἵνεκα ναυτιλίης.
Οὐκ εἶμ´, οὐδ´ ὑπ´ ἐμοῦ κεκλήσεται οὐδ´
ἐπὶ τύμβωι 1203
οἰμωχθεὶς ὑπὸ γῆν εἶσι τύραννος ἀνήρ.
Οὐδ´ ἂν ἐκεῖνος ἐμοῦ τεθνηότος οὔτ´ ἀνιῶιτο
οὔτε κατὰ βλεφάρων θερμὰ βάλοι δάκρυα.
Οὔτε σε κωμάζειν ἀπερύκομεν οὔτε
καλοῦμεν· 1207
ἀργαλέος γὰρ ἐὼν καὶ φίλος εὖτ´ ἂν ἀπῆις.
Αἴθων μὲν γένος εἰμί, πόλιν δ´ εὐτείχεα
Θήβην 1209
οἰκῶ πατρώιας γῆς ἀπερυκόμενος.
Μή μ´ ἀφελῶς παίζουσα φίλους δένναζε
τοκῆας, 1211
Ἄργυρι· σοὶ μὲν γὰρ δούλιον ἦμαρ ἔπι,
ἡμῖν δ´ ἄλλα μέν ἐστι, γύναι, κακὰ πόλλ´, ἐπεὶ ἐκ γῆς
φεύγομεν, ἀργαλέη δ´ οὐκ ἔπι δουλοσύνη,
οὔθ´ ἡμᾶς περνᾶσι· πόλις γε μέν ἐστι καὶ ἡμῖν
καλή, Ληθαίωι κεκλιμένη πεδίωι.
Μήποτε πὰρ κλαίοντα καθεζόμενοι γελάσωμεν
1217
τοῖσ´ αὐτῶν ἀγαθοῖς, Κύρν´, ἐπιτερπόμενοι.
Ἐχθρὸν μὲν χαλεπὸν καὶ δυσμενεῖ
ἐξαπατῆσαι, 1219
Κύρνε· φίλον δὲ φίλωι ῥάιδιον ἐξαπατᾶν. 1220
Πολλὰ φέρειν εἴωθε λόγος θνητοῖσι
βροτοῖσιν 1221
πταίσματα τῆς γνώμης, Κύρνε, ταρασσομένης.
Οὐδέν, Κύρν´, ὀργῆς ἀδικώτερον, ἣ τὸν
ἔχοντα 1223
πημαίνει θυμῶι δειλὰ χαριζομένη.
Οὐδέν, Κύρν´, ἀγαθῆς γλυκερώτερόν ἐστι
γυναικός. 1225
Μάρτυς ἐγώ, σὺ δ´ ἐμοὶ γίνου ἀληθοσύνης.
Ἤδη γάρ με κέκληκε θαλάσσιος οἴκαδε
νεκρός, 1229
τεθνηκὼς ζωιῶι φθεγγόμενος στόματι.
|