Diels

HERMANN DIELS

 

DIE FRAGMENTE DER VORSOKRATIKER

29 OINOPIDES.

 

28 Polyclète - 30. Hippocrate de Cos

 

Oinopidès

 

29.  OINOPIDES. 

A 1 = Proklos, In primum Euclidis elementorum librum comm.; p. 65,21 Friedlein

μετὰ δὲ τοῦτον ᾿Αναξαγόρας ὁ Κλαζομένιος πολλῶν ἐφήψατο τῶν κατὰ γεωμετρίαν καὶ Οἰνοπίδης ὁ Χῖος ὀλίγωι νεώτερος ὢν ᾿Αναξαγόρου.

A 1a = Vita Ptolem. Neapol. (Rohde Kl. Schr. I,1234 Oinopides Ch.)

ἐγνωρίζετο δὲ κατὰ τέλος τοῦ Πελοποννησιακοῦ πολέμου, καθ᾿ ὃν καιρὸν καὶ Γοργίας ὁ ῥήτωρ ἦν καὶ Ζήνων ὁ ᾿Ελεάτης καὶ ῾Ηρόδοτος, ὡς ἔνιοί φασιν, ὁ ἱστορικὸς ῾Αλικαρνασσεύς.

A 2 = Pseudo-Platón, Erast. 132a

... δύο τῶν μειρακίων ἐρίζοντε, περὶ ὅτου δέ, οὐ σφόδρα κατήκουον. ἐφαινέσθην μέντοι ἢ περὶ ᾿Αναξαγόρου ἢ περὶ Οἰνοπίδου ἐρίζεινῥ κύκλους γοῦν γράφειν ἐφαινέσθην καὶ ἐγκλίσεις τινὰς ἐμιμοῦντο τοῖν χεροῖν ἐπικλίνοντε καὶ μάλ᾿ ἐσπουδακότε. κἀγώ῍καθήμην γὰρ παρὰ τὸν ἐραστὴν τοῦ ἑτέρου αὐτοῖν῍κινήσας οὖν αὐτὸν τῷ ἀγκῶνι ἠρόμην ὅτι ποτὲ οὕτως ἐσπουδακότε τὼ μειρακίω εἴτην, καὶ εἶπον· ῏Η που μέγα τι καὶ καλόν ἐστι περὶ ὃ τοσαύτην σπουδὴν πεποιημένω ἐστόν; ῾Ο δ᾿ εἶπε, Ποῖον, ἔφη, μέγα καὶ καλόν; ἀδολεσχοῦσι μὲν οὖν οὗτοί γε περὶ τῶν μετεώρων καὶ φλυαροῦσι φιλοσοφοῦντες.

A 3 = Diogenés Laertios, Vitae philosophorum IX, 41

εἴη ἂν οὖν κατ᾿ ᾿Αρχέλαον τὸν ᾿Αναξαγόρου μαθητὴν καὶ τοὺς περὶ Οἰνοπίδην. καὶ γὰρ τούτου μέμνηται.

A 4 = Gnomologium Vaticanum, ed. Sternbach n. 420

Οἰνοπίδης ὁρῶν μειράκιον ἀπαίδευτον πολλὰ βιβλία κτώμενον ἔφη·

μὴ τῶι κιβωτῶι, ἀλλὰ τῶι στήθει.

A 5 = Sextos Empeirikos, Pyrrhoniae hypotyposes III, 30 Mutschmann

Οἰνοπίδης δὲ ὁ Χῖος πῦρ καὶ ἀέρα [ἀρχὰς εἶναι].

A 6 = Aetios I, 7, 17 (Dox. 302)

Διογένης καὶ Κλεάνθης καὶ Οἰνοπίδης τὴν τοῦ κόσμου ψυχήν [θεὸν εἶναι].

A 7 /1 = Theón ze Smyrny, De utilitate mathematicae; p. 198,14 Hiller

Εὔδημος (fr. 94 Sp.) ἱστορεῖ ἐν ταῖς ᾿Αστρολογίαις ὅτι Οἰνοπίδης εὗρε πρῶτος τὴν τοῦ ζωιδιακοῦ διάζωσιν καὶ τὴν τοῦ μεγάλου ἐνιαυτοῦ περίστασιν.

A 7 /2 = Aetios. II, 12, 2 (Dox. 340)

Πυθαγόρας πρῶτος ἐπινενοηκέναι λέγεται τὴν λόξωσιν τοῦ ζωιδιακοῦ κύκλου, ἥντινα Οἰνοπίδης ὁ Χῖος ὡς ἰδίαν ἐπίνοιαν σφετερίζεται.

A 7 /3 = Diodóros Sik., Bibliotheca historica I, 98, 2 Vogel-Fischer

Πυθαγόραν τε τὰ κατὰ τὸν ῾Ιερὸν λόγον καὶ τὰ κατὰ γεωμετρίαν θεωρήματα καὶ τὰ περὶ τοὺς ἀριθμοὺς ... μαθεῖν παρὰ Αἰγυπτίων. ὑπολαμβάνουσι δὲ καὶ Δημόκριτον παρ᾿ αὐτοῖς ἔτη διατρῖψαι πέντε καὶ πολλὰ διδαχθῆναι τῶν κατὰ τὴν ἀστρολογίαν. τόν τε Οἰνοπίδην ὁμοίως συνδιατρίψαντα τοῖς ἱερεῦσι καὶ ἀστρολόγοις μαθεῖν ἄλλα τε καὶ μάλιστα τὸν ἡλιακὸν κύκλον ὡς λοξὴν μὲν ἔχει τὴν πορείαν, ἐναντίαν δὲ τοῖς ἄλλοις ἄστροις τὴν φορὰν ποιεῖται.

A 7 /4 = Macrobius, Sat. I, 17, 31

Λοξίας cognominatur [Apollo], ut ait Oenopides, ὅτι ἐκπορεύεται τὸν λοξὸν κύκλον ἀπὸ δυσμῶν ἐπ᾿ ἀνατολὰς κινούμενος, id est quod obliquum circulum ab occasu ad orientem pergit.

A 8 = Censorinus 19, 2

Oenopides [annum naturalem dies habere prodidit] CCCLXV et dierum duum et viginti partem undesexagesimam.

A 9 /1 = Aelianos Klaudios, Varia Historia X, 7 Hercher

Οἰνοπίδης ὁ Χῖος ἀστρολόγος ἀνέθηκεν ἐν ᾿Ολυμπίοις τὸ χαλκοῦν γραμματεῖον ἐγγράψας ἐν αὐτῶι τὴν ἀστρολογίαν τῶν ἑνὸς δεόντων ἑξήκοντα ἐτῶν φήσας τὸν μέγαν ἐνιαυτὸν εἶναι τοῦτον. ὅτι Μέτων ὁ Λευκονοεὺς ἀστρολόγος ἀνέστησε στήλας καὶ τὰς τοῦ ἡλίου τροπὰς κατεγράψατο καὶ τὸν μέγαν ἐνιαυτὸν ὡς ἔλεγεν εὗρε καὶ ἔφατο αὐτὸν ἑνὸς δέοντα εἴκοσιν ἐτῶν.

A 9 /2 = Aetios II, 32, 2 (Dox. 363)

τὸν δὲ μέγαν ἐνιαυτὸν οἱ μὲν ἐν τῆι ὀκταετηρίδι τίθενται, οἱ δὲ ἐν τῆι ἐννεακαιδεκαετηρίδι, οἱ δ᾿ ἐν τοῖς τετραπλασίοις ἔτεσιν, οἱ δὲ ἐν τοῖς ἑξήκοντα ἑνὸς δέουσιν, ἐν οἷς Οἰνοπίδης καὶ Πυθαγόρας. οἱ δ᾿ ἐν τῆι λεγομένηι κεφαλῆι τοῦ κόσμου· αὕτη δ᾿ ἐστὶ τῶν ἑπτὰ πλανητῶν ἐπὶ ταὐτὰ σημεῖα τῆς ἐξ ἀρχῆς [?] φορᾶς ἐπάνοδος.

A 10 /1 = Aristotelés, Meteorologica I, 8; 345a13

τῶν μὲν οὖν καλουμένων Πυθαγορείων φασί τινες ὁδὸν εἶναι ταύτην [τὸ γάλα] οἱ μὲν τῶν ἐκπεσόντων τινὸς ἄστρων κατὰ τὴν λεγομένην ἐπὶ Φαέθοντος φθοράν, οἱ δὲ τὸν ἥλιον τοῦτον τὸν κύκλον φέρεσθαί ποτέ φασιν· οἷον οὖν διακεκαῦσθαι τὸν τόπον τοῦτον ἤ τι τοιοῦτον ἄλλο πεπονθέναι πάθος ὑπὸ τῆς φθορᾶς αὐτοῦ.

A 10 /2 = Achillés Tat., Isagoga excerpta; p. 55, 18 = 24, 11 Maass

ἕτεροι δέ φασιν, ὧν ἐστι καὶ Οἰνοπίδης ὁ Χῖος, ὅτι πρότερον διὰ τούτου [γάλακτος] ἐφέρετο ὁ ἥλιος, διὰ δὲ τὰ Θυέστεια δεῖπνα ἀπεστράφη καὶ τὴν ἐναντίαν τούτωι πεποίηται περιφοράν, ἣν νῦν περιγράφει ὁ ζωιδιακός.

A 11 = Diodóros Sik., Bibliotheca historica I, 41, 1 Vogel-Fischer

Οἰνοπίδης δὲ ὁ Χῖός φησι κατὰ μὲν τὴν θερινὴν ὥραν τὰ ὕδατα κατὰ τὴν γῆν εἶναι ψυχρά, τοῦ δὲ χειμῶνος τοὐναντίον θερμά, καὶ τοῦτο εὔδηλον ἐπὶ τῶν βαθέων φρεάτων γίνεσθαι· κατὰ μὲν γὰρ τὴν ἀκμὴν τοῦ χειμῶνος ἥκιστα τὸ ὕδωρ ἐν αὐτοῖς ὑπάρχειν ψυχρόν, κατὰ δὲ τὰ μέγιστα καύματα ψυχρότατον ἐξ αὐτῶν ὑγρὸν ἀναφέρεσθαι. διὸ καὶ τὸν Νεῖλον εὐλόγως κατὰ μὲν τὸν χειμῶνα μικρὸν εἶναι καὶ συστέλλεσθαι, διὰ τὸ τὴν μὲν κατὰ γῆν θερμασίαν τὸ πολὺ τῆς ὑγρᾶς οὐσίας ἀναλίσκειν, ὄμβρους δὲ κατὰ τὴν Αἴγυπτον μὴ γίνεσθαι· κατὰ δὲ τὸ θέρος μηκέτι τῆς κατὰ γῆν ἀπαναλώσεως γινομένης ἐν τοῖς κατὰ βάθος τόποις πληροῦσθαι τὴν κατὰ φύσιν αὐτοῦ ῥύσιν ἀνεμποδίστως.

A 12 = Proklos, In primum Euclidis elem. lib. comm.; p. 80, 15 Friedlein

οἱ δὲ περὶ Ζηνόδοτον τὸν προσήκοντα μὲν τῆι Οἰνοπίδου διαδοχῆι, τῶν μαθητῶν δὲ ῎Ανδρωνος, διώριζον τὸ θεώρημα τοῦ προβλήματος ἧι τὸ μὲν θεώρημα ζητεῖ, τί ἐστι τὸ σύμπτωμα τὸ κατηγορούμενον τῆς ἐν αὐτῶι ὕλης, τὸ δὲ πρόβλημα, τίνος ὄντος τί ἐστιν.

A 13 = Proklos, In primum Euclidis elem. lib. comm.; p. 283, 4 (ad prop. 12, probl. 7)

ἐπὶ τὴν δοθεῖσαν εὐθεῖαν ἄπειρον ἀπὸ τοῦ δοθέντος σημείου ὃ μή ἐστιν ἐπ᾿ αὐτῆς, κάθετον εὐθεῖαν γραμμὴν ἀγαγεῖν. τοῦτο τὸ πρόβλημα Οἰνοπίδης ἐζήτησεν χρήσιμον αὐτὸ πρὸς ἀστρολογίαν οἰόμενος. ὀνομάζει δὲ τὴν κάθετον ἀρχαϊκῶς κατὰ γνώμονα, διότι καὶ ὁ γνώμων πρὸς ὀρθάς ἐστι τῶι ὁρίζοντι.

A 14 = Proklos, In primum Euclidis elem. lib. comm.; p. 333, 1 (ad prop. 23, probl. 9)

πρὸς τῆι δοθείσηι εὐθείαι καὶ τῶι πρὸς αὐτῆι σημείωι τῆι δοθείσηι εὐθυγράμμωι γωνίαι ἴσην γωνίαν εὐθύγραμμον συστήσασθαι. πρόβλημα καὶ τοῦτο Οἰνοπίδου μὲν εὕρημα μᾶλλον. ὥς φησιν Εὔδημος (fr. 86 Sp.).