Diels

HERMANN DIELS

 

DIE FRAGMENTE DER VORSOKRATIKER

44 LYCON (LYCOS)

 

43. Simos, Myonidès, Kyphranor - 45. Ecole pythagoricienne

 

Lycon

 

 

 

 

44.  LYCON. 

A 1 /1 = Iamblichos, Vita Pyrhag. 267, 21; p. 190, 4

Ταραντῖνοι ... Λύκων.

A 1 /2 = Diogenés Laertios, Vitae philosophorum V, 69

γεγόνασι δὲ Λύκωνες καὶ ἄλλοι· πρῶτος Πυθαγορικός.

A 2 = Athénaios, Deipnosophistae II, 69E = II, 80, 27 Kaibel

Λύκος(?) δ᾿ ὁ Πυθαγόρειος τὴν ἔκ<λυσιν ποιοῦσαν> γεννήσεώς φησι θρίδακα πλατύφυλλον τετανὴν ἄκαυλον ὑπὸ μὲν τῶν Πυθαγορείων λέγεσθαι εὐνοῦχον, ὑπὸ δὲ τῶν γυναικῶν ἀστύτιδα· διουρητικοὺς γὰρ παρασκευάζει καὶ ἐκλύτους πρὸς τὰ ἀφροδίσια· ἔστι δὲ κρατίστη ἐσθίεσθαι.

A 3 = Athénaios, Deipnosophistae X, 418e = X, 13, 5 Kaibel

καὶ Πυθαγόρας δ᾿ ὁ Σάμιος μετρίαι τροφῆι ἐχρῆτο, ὡς ἱστορεῖ Λύκων ὁ ᾿Ιασεὺς ἐν τῶι Περὶ Πυθαγορείου <βίου>.

A 4 = Aristoklés (fr. 2, 45 Heilad) in: Eusebios, Preparatio Evang. XV, 2, 8

πάντα δ᾿ ὑπερπαίει μωρίαι τὰ ὑπὸ Λύκωνος εἰρημένα τοῦ λέγοντος εἶναι Πυθαγορικὸν ἑαυτόν. φησὶ γὰρ θύειν ᾿Αριστοτέλη θυσίαν τετελευτηκυίαι τῆι γυναικὶ τοιαύτην, ὁποίαν ᾿Αθηναῖοι τῆι Δήμητρι, καὶ ἐν ἐλαίωι θερμῶι λουόμενον τοῦτο δὴ πιπράσκειν· ἡνίκα δὲ εἰς Χαλκίδα ἀπήιει, τοὺς τελώνας εὑρεῖν ἐν τῶι πλοίωι λοπάδια χαλκᾶ τέτταρα καὶ ἑβδομήκοντα.

A 5 = Schol. Nicandr. Ther. 585

Δημήτριος ὁ Χλωρὸς τὴν βούπλευρον δένδρον εἶναί φησιν· οὐκ ἔστι δέ, ἀλλὰ λάχανον ... ᾿Αντίγονος δέ φησι καὶ Λύκωνα μεμνῆσθαι τοῦ λαχάνου.