Diogène Laërce
Βιβλίον Β'
ΣΤΙΛΠΩΝ
pour avoir la traduction française d'un chapitre, cliquer sur le chapitre.
ΣΤΙΛΠΩΝ [113] Στίλπων Μεγαρεὺς τῆς Ἑλλάδος διήκουσε μὲν τῶν ἀπ' Εὐκλείδου τινῶν· οἱ δὲ καὶ αὐτοῦ Εὐκλείδου ἀκοῦσαί φασιν αὐτόν, ἀλλὰ καὶ Θρασυμάχου τοῦ Κορινθίου, ὃς ἦν Ἰχθύα γνώριμος, καθά φησιν Ἡρακλείδης. Τοσοῦτον δ' εὑρεσιλογίᾳ καὶ σοφιστείᾳ προῆγε τοὺς ἄλλους ὥστε μικροῦ δεῆσαι πᾶσαν τὴν Ἑλλάδα ἀφορῶσαν εἰς αὐτὸν μεγαρίσαι. Περὶ τούτου φησὶ Φίλιππος ὁ Μεγαρικὸς κατὰ λέξιν οὕτω· « Παρὰ μὲν γὰρ Θεοφράστου Μητρόδωρον τὸν θεωρηματικὸν καὶ Τιμαγόραν τὸν Γελῶον ἀπέσπασεν, παρ' Ἀριστοτέλους δὲ τοῦ Κυρηναϊκοῦ Κλείταρχον καὶ Σιμμίαν· ἀπὸ δὲ τῶν διαλεκτικῶν Παιώνειον μὲν ἀπ' Ἀριστείδου, Δίφιλον δὲ τὸν Βοσποριανὸν Εὐφάντου καὶ Μύρμηκα τὸν Ἐξαινέτου παραγενομένους ὡς ἐλέγξοντας ἀμφοτέρους ζηλως ἔσχε. » [114] Χωρὶς τοίνυν τούτων Φρασίδημον μὲν τὸν περιπατητικὸν καὶ φυσικῶν ἔμπειρον ὄντα προσηγάγετο, καὶ τὸν ῥητορικὸν Ἄλκιμον, ἁπάντων πρωτεύοντα τῶν ἐν τῇ Ἑλλάδι ῥητόρων, Κράτητά τε καὶ ἄλλους πλείστους ὅσους ἐθήρασεν· καὶ δὴ καὶ Ζήνωνα τὸν Φοίνικα μετὰ τούτων ἀφείλετο. Ἦν δὲ καὶ πολιτικώτατος. Καὶ γυναῖκα ἠγάγετο· καὶ ἑταίρᾳ συνῆν Νικαρέτῃ, ὥς φησί που καὶ Ὀνήτωρ. Καὶ θυγατέρα ἀκόλαστον ἐγέννησεν, ἣν ἔγημε γνώριμός τις αὐτοῦ Σιμμίας Συρακόσιος. Ταύτης οὐ κατὰ τρόπον βιούσης εἶπέ τις πρὸς τὸν Στίλπωνα ὡς καταισχύνοι αὐτόν· ὁ δέ, « Οὐ μᾶλλον », εἶπεν, «ἢ ἐγὼ ταύτην κοσμῶ. » [115] Ἀπεδέχετο δ' αὐτόν, φασί, καὶ Πτολεμαῖος ὁ Σωτήρ. Καὶ ἐγκρατὴς Μεγάρων γενόμενος ἐδίδου τε ἀργύριον αὐτῷ καὶ παρεκάλει εἰς Αἴγυπτον συμπλεῖν· ὁ δὲ μέτριον μέν τι τἀργυριδίου προσήκατο, ἀρνησάμενος δὲ τὴν ὁδὸν μετῆλθεν εἰς Αἴγιναν, ἕως ἐκεῖνος ἀπέπλευσεν. Ἀλλὰ καὶ Δημήτριος ὁ Ἀντιγόνου καταλαβὼν τὰ Μέγαρα τήν τε οἰκίαν αὐτῷ φυλαχθῆναι καὶ πάντα τὰ ἁρπασθέντα προὐνόησεν ἀποδοθῆναι. Ὅτε καὶ βουλομένῳ παρ' αὐτοῦ τῶν ἀπολωλότων ἀναγραφὴν λαβεῖν ἔφη μηδὲν τῶν οἰκείων ἀπολωλεκέναι· παιδείαν γὰρ μηδένα ἐξενηνοχέναι, τόν τε λόγον ἔχειν καὶ τὴν ἐπιστήμην. [116] Καὶ αὐτῷ διαλεχθεὶς περὶ ἀνθρώπων εὐεργεσίας οὕτως εἷλεν ὥστε προσέχειν αὐτῷ. Τοῦτόν φασιν περὶ τῆς Ἀθηνᾶς τῆς τοῦ Φειδίου τοιοῦτόν τινα λόγον ἐρωτῆσαι· « Ἆρά γε ἡ τοῦ Διὸς Ἀθηνᾶ θεός ἐστι; » φήσαντος δέ, « Ναί, » « Αὕτη δέ γε, » εἶπεν, « οὐκ ἔστι Διός, ἀλλὰ Φειδίου· » Συγχωρουμένου δέ, « Οὐκ ἄρα, » εἶπε, « θεός ἐστιν. » Ἐν ᾧ καὶ εἰς Ἄρειον πάγον προσκληθέντα μὴ ἀρνήσασθαι, φάσκειν δ' ὀρθῶς διειλέχθαι· μὴ γὰρ εἶναι αὐτὴν θεόν, ἀλλὰ θεάν· θεοὺς δὲ εἶναι τοὺς ἄρρενας. Καὶ μέντοι τοὺς Ἀρεοπαγίτας εὐθέως αὐτὸν κελεῦσαι τῆς πόλεως ἐξελθεῖν. Ὅτε καὶ Θεόδωρον τὸν ἐπίκλην θεὸν ἐπισκώπτοντα εἰπεῖν, « Πόθεν δὲ τοῦτ' ᾔδει Στίλπων; ἢ ἀνασύρας αὐτῆς τὸν κῆπον ἐθεάσατο; » Ἦν δ' ἀληθῶς οὗτος μὲν θρασύτατος· Στίλπων δὲ κομψότατος. [117] Κράτητος γοῦν αὐτὸν ἐρωτήσαντος εἰ οἱ θεοὶ χαίρουσι ταῖς προσκυνήσεσι καὶ εὐχαῖς, φασὶν εἰπεῖν, « Περὶ τούτων μὴ ἐρώτα, ἀνόητε, ἐν ὁδῷ, ἀλλὰ μόνον. » Τὸ δ' αὐτὸ καὶ Βίωνα ἐρωτηθέντα εἰ θεοί εἰσιν εἰπεῖν· οὐκ ἀπ' ἐμοῦ σκεδάσεις ὄχλον, ταλαπείριε πρέσβυ; Ἦν δ' οὖν ὁ Στίλπων καὶ ἀφελὴς καὶ ἀνεπίπλαστος πρός τε τὸν ἰδιώτην εὔθετος. Κράτητος γοῦν ποτε τοῦ κυνικοῦ πρὸς μὲν τὸ ἐρωτηθὲν οὐκ ἀποκριναμένου, ἀποπαρδόντος δέ, « ᾜδειν, » ἔφη, « ὡς πάντα μᾶλλον φθέγξῃ ἢ ἃ δεῖ. » [118] Ἀλλὰ καὶ ἰσχάδα προτείναντος αὐτῷ ποτε καὶ ἐρώτημα, δεξάμενον καταφαγεῖν· τοῦ δέ, « Ὦ Ἡράκλεις, » εἰπόντος, « ἀπολώλεκα τὴν ἰσχάδα· » « Οὐ μόνον, » ἔφη, « ἀλλὰ καὶ τὸ ἐρώτημα, οὗ ἦν ἀρραβὼν ἡ ἰσχάς. » Πάλιν δὲ ἰδὼν τὸν Κράτητα χειμῶνος συγκεκαυμένον, « Ὦ Κράτης », ἔφη, « δοκεῖς μοι χρείαν ἔχειν ἱματίου καινοῦ. » [Ὅπερ ἦν νοῦ καὶ ἱματίου.] καὶ τὸν ἀχθεσθέντα παρῳδῆσαι εἰς αὐτὸν οὕτω·
Καὶ μὴν Στίλπων' εἰσεῖδον χαλέπ' ἄλγε' ἔχοντα [119] Λέγεται δ' οὕτως Ἀθήνησιν ἐπιστρέψαι τοὺς ἀνθρώπους ὥστ' ἀπὸ τῶν ἐργαστηρίων συνθεῖν ἵνα αὐτὸν θεάσαιντο. Καί τινος εἰπόντος, « Στίλπων, θαυμάζουσί σε ὡς θηρίον, » « Οὐ μὲν οὖν, » εἰπεῖν, « ἀλλ' ὡς ἄνθρωπον ἀληθινόν » δεινὸς δ' ἄγαν ὢν ἐν τοῖς ἐριστικοῖς ἀνῄρει καὶ τὰ εἴδη· καὶ ἔλεγε τὸν λέγοντα ἄνθρωπον εἶναι μηδένα· οὔτε γὰρ τόνδε λέγειν οὔτε τόνδε. Τί γὰρ μᾶλλον τόνδε ἢ τόνδε; οὐδ' ἄρα τόνδε. Καὶ πάλιν· τὸ λάχανον οὐκ ἔστι τὸ δεικνύμενον· λάχανον μὲν γὰρ ἦν πρὸ μυρίων ἐτῶν· οὐκ ἄρα ἐστὶ τοῦτο λάχανον. Φασὶ δ' αὐτὸν ὁμιλοῦντα Κράτητι μεταξὺ σπεῦσαι ἰχθῦς πρίασθαι· τοῦ δ' ἐπισπωμένου καὶ φάσκοντος, « Καταλείπεις τὸν λόγον; » « Οὐκ ἔγωγε, » ἔφη, « ἀλλὰ τὸν μὲν λόγον ἔχω, σὲ δὲ καταλείπω· ὁ μὲν γὰρ λόγος περιμενεῖ, τὸ δ' ὄψον πεπράσεται. »
[120]
Φέρονται δ' αὐτοῦ διάλογοι ἐννέα ψυχροί· Μόσχος, Ἀρίστιππος ἢ
Καλλίας, Πτολεμαῖος, Χαιρεκράτης, Μητροκλῆς, Ἀναξιμένης, Ἐπιγένης,
Πρὸς τὴν ἑαυτοῦ θυγατέρα, Ἀριστοτέλης. Τούτου φησὶν Ἡρακλείδης καὶ
τὸν Ζήνωνα ἀκοῦσαι τὸν τῆς στοᾶς κτίστην. Γηραιὸν δὲ τελευτῆσαί
φησιν Ἕρμιππος, οἶνον προσενεγκάμενον ὅπως θᾶττον ἀποθάνῃ.
Τὸν
Μεγαρέα Στίλπωνα, γιγνώσκεις δ' ἴσως, Προσεσκώφθη δὲ ὑπὸ Σωφίλου τοῦ κωμικοῦ ἐν δράματι Γάμῳ·
Στίλπωνός ἐστι βύσμαθ' ὁ Χαρίνου λόγος. |