table des matières de DIOGENE LAERCE
Diogène Laërce
ΣΟΛΩΝ
pour avoir la traduction française d'un chapitre, cliquer sur ce chapitre ΣΟΛΩΝ
[45] Σόλων
Ἐξηκεστίδου Σαλαμίνιος πρῶτον μὲν τὴν σεισάχθειαν εἰσηγήσατο
Ἀθηναίοις· τὸ δὲ ἦν λύτρωσις σωμάτων τε καὶ κτημάτων. Καὶ γὰρ ἐπὶ
σώμασιν ἐδανείζοντο καὶ πολλοὶ δι' ἀπορίαν ἐθήτευον. Ἑπτὰ δὴ
ταλάντων ὀφειλομένων αὑτῷ πατρῴων συνεχώρησε πρῶτος καὶ τοὺς λοιποὺς
τὸ ὅμοιον προὔτρεψε πρᾶξαι. Καὶ οὗτος ὁ νόμος ἐκλήθη σεισάχθεια·
φανερὸν δὲ
[46] Τὸ δὲ
μέγιστον, τῆς πατρίδος αὐτοῦ [Σαλαμῖνος] ἀμφισβητουμένης ὑπό τε
Ἀθηναίων καὶ Μεγαρέων καὶ πολλάκις τῶν Ἀθηναίων ἐπταικότων ἐν τοῖς
πολέμοις καὶ ψηφισαμένων εἴ τις ἔτι συμβουλεύσοι περὶ Σαλαμῖνος
μάχεσθαι, θανάτῳ ζημιοῦσθαι, οὗτος μαίνεσθαι προσποιησάμενος καὶ
στεφανωσάμενος εἰσέπαισεν εἰς τὴν ἀγοράν· ἔνθα τοῖς Ἀθηναίοις ἀνέγνω
διὰ τοῦ κήρυκος τὰ συντείνοντα περὶ Σαλαμῖνος ἐλεγεῖα καὶ παρώρμησεν
αὐτούς. Καὶ αὖθις πρὸς τοὺς Μεγαρέας ἐπολέμησαν καὶ ἐνίκων διὰ
Σόλωνα.
Εἴην δὴ τότ' ἐγὼ Φολεγάνδριος ἢ Σικινίτης Εἶτα·
Ἴομεν ἐς Σαλαμῖνα μαχησόμενοι περὶ νήσου
Ἔπεισε δὲ αὐτοὺς καὶ τὴν ἐν Θρᾴκῃ χερρόνησον
προσκτήσασθαι.
Αἴας δ' ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας- [49] Τοῦ δὴ λοιποῦ προσεῖχον αὐτῷ ὁ δῆμος καὶ ἡδέως καὶ τυραννεῖσθαι ἤθελον πρὸς αὐτοῦ· ὁ δ' οὐχ εἵλετο, ἀλλὰ καὶ Πεισίστρατον τὸν συγγενῆ, καθά φησι Σωσικράτης, προαισθόμενος τὸ ἐφ' ἑαυτῷ διεκώλυσεν. Ἄξας γὰρ εἰς τὴν ἐκκλησίαν μετὰ δόρατος καὶ ἀσπίδος προεῖπεν αὐτοῖς τὴν ἐπίθεσιν τοῦ Πεισιστράτου· καὶ οὐ μόνον, ἀλλὰ καὶ βοηθεῖν ἕτοιμος εἶναι, λέγων ταῦτα· ἄνδρες Ἀθηναῖοι, τῶν μὲν σοφώτερος, τῶν δὲ ἀνδρειότερός εἰμι· σοφώτερος μὲν τῶν τὴν ἀπάτην Πεισιστράτου μὴ συνιέντων, ἀνδρειότερος δὲ τῶν ἐπισταμένων μέν, διὰ δέος δὲ σιωπώντων. Καὶ ἡ βουλή, Πεισιστρατίδαι ὄντες, μαίνεσθαι ἔλεγον αὐτόν· ὅθεν εἶπε ταυτί·
Δείξει δὴ μανίην μὲν ἐμὴν βαιὸς χρόνος ἀστοῖς, [50] Τὰ δὲ περὶ τῆς τοῦ Πεισιστράτου τυραννίδος ἐλεγεῖα προλέγοντος αὐτοῦ ταῦτα ἦν·
Ἐκ νεφέλης φέρεται χιόνος μένος ἠδὲ χαλάζης· Ἤδη δὲ αὐτοῦ κρατοῦντος οὐ πείθων ἔθηκε τὰ ὅπλα πρὸ τοῦ στρατηγείου καὶ εἰπών, « Ὦ πατρίς, βεβοήθηκά σοι καὶ λόγῳ καὶ ἔργῳ, » ἀπέπλευσεν εἰς Αἴγυπτον καὶ εἰς Κύπρον, καὶ πρὸς Κροῖσον ἦλθεν, ὅτε καὶ ἐρωτηθεὶς ὑπ' αὐτοῦ, « Τίς σοι δοκεῖ εὐδαίμων; » « Τέλλος, » ἔφη, « Ἀθηναῖος καὶ Κλέοβις καὶ Βίτων » καὶ τὰ θρυλούμενα.
[51] Φασὶ δέ
τινες ὅτι κοσμήσας ἑαυτὸν ὁ Κροῖσος παντοδαπῶς καὶ καθίσας εἰς τὸν
θρόνον ἤρετο αὐτὸν εἴ τι θέαμα κάλλιον τεθέαται· ὁ δέ « ἀλεκτρυόνας,
» εἶπε, « <καὶ> φασιανοὺς καὶ ταώς· φυσικῷ γὰρ ἄνθει κεκόσμηνται καὶ
μυρίῳ καλλίονι » ἐκεῖθέν τε ἀπαλλαγεὶς ἐγένετο ἐν Κιλικίᾳ, καὶ πόλιν
συνῴκισεν ἣν ἀφ' ἑαυτοῦ Σόλους ἐκάλεσεν· ὀλίγους τέ τινας τῶν
Ἀθηναίων ἐγκατῴκισεν, οἳ τῷ χρόνῳ τὴν φωνὴν ἀποξενωθέντες
σολοικίζειν ἐλέχθησαν.
[52] Εἰ δὲ
πεπόνθατε δεινὰ δι' ὑμετέρην κακότητα, Καὶ οὗτος μὲν ταῦτα. Πεισίστρατος δ' αὐτῷ φεύγοντι τοῦτον ἐπέστειλε τὸν τρόπον. Πεισίστρατος Σόλωνι [53] Οὔτε μόνος Ἑλλήνων τυραννίδι ἐπεθέμην, οὔτε οὐ προσῆκόν μοι, γένους ὄντι τῶν Κοδριδῶν. Ἀνέλαβον γὰρ ἐγὼ ἃ ὀμόσαντες Ἀθηναῖοι παρέξειν Κόδρῳ τε καὶ τῷ ἐκείνου γένει, ἀφείλοντο. Τά τε ἄλλα ἁμαρτάνω οὐδὲν ἢ περὶ θεοὺς ἢ περὶ ἀνθρώπους· ἀλλὰ καθότι σὺ διέθηκας τοὺς θεσμοὺς Ἀθηναίοις, ἐπιτρέπω πολιτεύειν. Καὶ ἄμεινόν γε πολιτεύουσιν ἢ κατὰ δημοκρατίαν· ἐῶ γὰρ οὐδένα ὑβρίζειν· καὶ ὁ τύραννος ἐγὼ οὐ πλέον τι φέρομαι τἀξιώματος καὶ τῆς τιμῆς· ὁποῖα δὲ καὶ τοῖς πρόσθεν βασιλεῦσιν ἦν τὰ ῥητὰ γέρα. Ἀπάγει δὲ ἕκαστος Ἀθηναίων τοῦ αὐτοῦ κλήρου δεκάτην, οὐκ ἐμοί, ἀλλ' ὁπόθεν ἔσται ἀναλοῦν εἴς τε θυσίας δημοτελεῖς καὶ εἴ τι ἄλλο τῶν κοινῶν καὶ ἢν [ὁ] πόλεμος ἡμᾶς καταλάβῃ. [54] Σοὶ δ' ἐγὼ οὔτι μέμφομαι μηνύσαντι τὴν ἐμὴν διάνοιαν. Εὐνοίᾳ γὰρ τῆς πόλεως μᾶλλον ἢ κατὰ τὸ ἐμὸν ἔχθος ἐμήνυες· ἔτι τε ἀμαθίᾳ τῆς ἀρχῆς, ὁποίαν τινὰ ἐγὼ καταστήσομαι. Ἐπεὶ μαθὼν τάχ' ἂν ἠνέσχου καθισταμένου, οὐδ' ἔφυγες. Ἐπάνιθι τοίνυν οἴκαδε, πιστεύων μοι καὶ ἀνωμότῳ, ἄχαρι μηδὲν πείσεσθαι Σόλωνα ἐκ Πεισιστράτου. Ἴσθι γὰρ μηδ' ἄλλον τινὰ πεπονθέναι τῶν ἐμοὶ ἐχθρῶν. Ἢν δὲ ἀξιώσῃς τῶν ἐμῶν φίλων εἷς εἶναι, ἔσῃ ἀνὰ πρώτους· οὐ γάρ τι ἐν σοὶ ἐνορῶ δολερὸν ἢ ἄπιστον· εἴτε ἄλλως Ἀθήνησιν οἰκεῖν, ἐπιτετράψεται. Ἡμῶν δὲ εἵνεκα μὴ ἐστέρησο τῆς πατρίδος.
[55] Ταῦτα μὲν
Πεισίστρατος. Σόλων δὲ ὅρον ἀνθρωπίνου βίου φησὶν ἔτη ἑβδομήκοντα. [56] Ὅθεν καὶ ἐζήλουν πολλοὶ καλοὶ κἀγαθοὶ γίνεσθαι κατὰ πόλεμον· ὡς Πολύζηλος, ὡς Κυνέγειρος, ὡς Καλλίμαχος, ὡς σύμπαντες οἱ Μαραθωνομάχαι· ἔτι δ' Ἁρμόδιος καὶ Ἀριστογείτων καὶ Μιλτιάδης καὶ μυρίοι ὅσοι. Ἀθληταὶ δὲ καὶ ἀσκούμενοι πολυδάπανοι, καὶ νικῶντες ἐπιζήμιοι καὶ στεφανοῦνται κατὰ τῆς πατρίδος μᾶλλον ἢ κατὰ τῶν ἀνταγωνιστῶν· γέροντές τε γενόμενοι κατὰ τὸν Εὐριπίδην Τρίβωνες ἐκλιπόντες οἴχονται κρόκας.
Ὅπερ συνιδὼν ὁ Σόλων μετρίως αὐτοὺς ἀπεδέξατο.
Κάλλιστον δὲ κἀκεῖνο· τὸν ἐπίτροπον τῇ τῶν ὀρφανῶν μητρὶ μὴ
συνοικεῖν, μηδ' ἐπιτροπεύειν, εἰς ὃν ἡ οὐσία ἔρχεται τῶν ὀρφανῶν
τελευτησάντων. [57] Κἀκεῖνο·
δακτυλιογλύφῳ μὴ ἐξεῖναι σφραγῖδα φυλάττειν τοῦ πραθέντος δακτυλίου·
καὶ ἐὰν ἕνα ὀφθαλμὸν ἔχοντος ἐκκόψῃ τις, ἀντεκκόπτειν τοὺς δύο. Ἃ μὴ
ἔθου, μὴ ἀνέλῃ· εἰ δὲ μή, θάνατος ἡ ζημία. Τῷ ἄρχοντι, ἐὰν μεθύων
ληφθῇ, θάνατον εἶναι τὴν ζημίαν.
[58] Πρῶτος δὲ
Σόλων τὴν τριακάδα ἔνην καὶ νέαν ἐκάλεσεν. Καὶ πρῶτος τὴν συναγωγὴν
τῶν ἐννέα ἀρχόντων ἐποίησεν εἰς τὸ συνειπεῖν, ὡς Ἀπολλόδωρός φησιν
ἐν δευτέρῳ Περὶ νομοθετῶν. Ἀλλὰ καὶ τῆς στάσεως γενομένης οὔτε μετὰ
τῶν ἐξ ἄστεως, οὔτε μετὰ τῶν πεδιέων, ἀλλ' οὐδὲ μετὰ τῶν παράλων
ἐτάχθη.
Αἲ γὰρ ἄτερ νούσων τε καὶ ἀργαλέων μελεδωνέων [61] ἐπιτιμῶντα αὐτῷ εἰπεῖν·
Ἀλλ' εἴ μοι κἂν νῦν ἔτι πείσεαι, ἔξελε τοῦτον· Τῶν δὲ ᾀδομένων αὐτοῦ ἐστι τάδε·
Πεφυλαγμένος ἄνδρα ἕκαστον, ὅρα Γέγραφε δὲ δῆλον μὲν ὅτι τοὺς νόμους, καὶ δημηγορίας καὶ εἰς ἑαυτὸν ὑποθήκας, ἐλεγεῖα, καὶ τὰ περὶ Σαλαμῖνος καὶ τῆς Ἀθηναίων πολιτείας ἔπη πεντακισχίλια, καὶ ἰάμβους καὶ ἐπῳδούς. [62] Ἐπὶ δὲ τῆς εἰκόνος αὐτοῦ ἐπιγέγραπται τάδε·
Ἡ Μήδων ἄδικον παύσασ' ὕβριν, ἥδε Σόλωνα Ἤκμαζε μὲν οὖν περὶ τὴν τεσσαρακοστὴν ἕκτην Ὀλυμπιάδα, ἧς τῷ τρίτῳ ἔτει ἦρξεν Ἀθήνησι, καθά φησι Σωσικράτης· ὅτε καὶ τίθησι τοὺς νόμους. Ἐτελεύτησε δ' ἐν Κύπρῳ βιοὺς ἔτη ὀγδοήκοντα, τοῦτον ἐπισκήψας τοῖς ἰδίοις τὸν τρόπον, ἀποκομίσαι αὐτοῦ τὰ ὀστᾶ εἰς Σαλαμῖνα καὶ τεφρώσαντας εἰς τὴν χώραν σπεῖραι. Ὅθεν καὶ Κρατῖνος ἐν τοῖς Χείρωσί φησιν, αὐτὸν ποιῶν λέγοντα·
Οἰκῶ δὲ νῆσον, ὡς μὲν ἀνθρώπων λόγος, [63] Ἔστι δὲ καὶ ἡμέτερον ἐπίγραμμα ἐν τῇ προειρημένῃ Παμμέτρῳ, ἔνθα καὶ περὶ πάντων τῶν τελευτησάντων ἐλλογίμων διείλεγμαι παντὶ μέτρῳ καὶ ῥυθμῷ, ἐπιγράμμασι καὶ μέλεσιν, ἔχον οὕτως·
Σῶμα μὲν ἦρε Σόλωνος ἐν ἀλλοδαπῇ Κύπριον πῦρ·
Ἀπεφθέγξατο δέ, φασί, Μηδὲν ἄγαν. Καὶ αὐτόν φησι
Διοσκουρίδης ἐν τοῖς Ἀπομνημονεύμασιν, ἐπειδὴ δακρύει τὸν παῖδα
τελευτήσαντα, ὃν ἡμεῖς οὐ παρειλήφαμεν, πρὸς τὸν εἰπόντα, « Ἀλλ'
οὐδὲν ἀνύτεις, » εἰπεῖν, « δι' αὐτὸ δὲ τοῦτο δακρύω, ὅτι οὐδὲν
ἀνύτω. » Σόλων Περιάνδρῳ [64] Ἐπαγγέλλεις μοι πολλούς τοι ἐπιβουλεύειν. Σὺ δὲ εἰ μὲν μέλλεις ἐκποδὼν ἅπαντας ποιήσεσθαι, οὐκ ἂν φθάνοις. Ἐπιβουλεύσειε δ' ἄν τις καὶ τῶν ἀνυπόπτων, ὁ μὲν δεδιὼς περὶ αὑτῷ, ὁ δὲ σοῦ καταγνούς, οὐκ ἔσθ' ὅ τι οὐκ ὀρρωδοῦντος· κἂν τῇ πόλει χάριν κατάθοιτο ἐξευρών, ἢν μὴ ὕποπτος εἴης. Ἄριστον μὲν οὖν ἀπέχεσθαι, ἵνα τῆς αἰτίας ἀπαλλαγῇς. Εἰ δὲ πάντως τυραννητέον, φροντίζειν ὅπως τὴν ἀλλοδαπὴν δύναμιν πλείονα ἕξεις τῶν ἐν τῇ πόλει, καὶ οὐδεὶς ἔτι τοι δεινός, μηδὲ σὺ ἐκποδών τινα ποιοῦ. Σόλων Ἐπιμενίδῃ Οὔτε οἱ ἐμοὶ θεσμοὶ ἄρα Ἀθηναίους ἐπιπολὺ ὀνήσειν ἔμελλον, οὔτε σὺ καθήρας τὴν πόλιν ὤνησας. Τό τε γὰρ θεῖον καὶ οἱ νομοθέται οὐ καθ' ἑαυτὰ δύνανται ὀνῆσαι τὰς πόλεις, οἱ δὲ ἀεὶ τὸ πλῆθος ἄγοντες ὅπως ἂν γνώμης ἔχωσιν. Οὕτω δὲ καὶ τὸ θεῖον καὶ οἱ νόμοι, εὖ μὲν ἀγόντων, εἰσὶν ὠφέλιμοι· κακῶς δὲ ἀγόντων, οὐδὲν ὠφελοῦσιν.
[65] Οὐδ' οἱ ἐμοὶ ἀμείνους εἰσὶ
καὶ ὅσα ἐγὼ ἐνομοθέτησα. Οἱ δ' ἐπιτρέποντες τὸ ξυνὸν ἔβλαπτον, οἳ
οὐκ ἐγένοντο ἐμποδὼν Πεισιστράτῳ ἐπιθέσθαι τυραννίδι. Οὐδ' ἐγὼ
προλέγων πιστὸς ἦν. Ἐκεῖνος δὲ πιστότερος κολακεύων Ἀθηναίους ἐμοῦ
ἀληθεύοντος. Ἐγὼ δὴ θέμενος πρὸ τοῦ στρατηγείου τὰ ὅπλα εἶπον τῶν
μὲν μὴ αἰσθανομένων Πεισίστρατον τυραννησείοντα εἶναι ξυνετώτερος,
τῶν δὲ ὀκνούντων ἀμύνεσθαι ἀλκιμώτερος. Οἱ δὲ μανίαν Σόλωνος
κατεγίγνωσκον. Τελευτῶν δὲ ἐμαρτυράμην· ὦ πατρίς, οὗτος μὲν Σόλων
ἕτοιμός τοι καὶ λόγῳ καὶ ἔργῳ ἀμύνειν· τοῖς δ' αὖ καὶ μαίνεσθαι
δοκῶ. Ὥστε ἄπειμί τοι ἐκ μέσου ὁ μόνος ἐχθρὸς Πεισιστράτου· οἱ δὲ
καὶ δορυφορούντων αὐτόν, εἴ τι βούλονται. Ἴσθι γὰρ τὸν ἄνδρα, ὦ
ἑταῖρε, δεινότατα ἁψάμενον τῆς τυραννίδος. Σόλων Πεισιστράτῳ Πιστεύω μηδὲν κακὸν ἐκ σοῦ πείσεσθαι. Καὶ γὰρ πρὸ τῆς τυραννίδος φίλος σοὶ ἦν, καὶ νῦν οὐ μᾶλλον διάφορος ἢ τῶν ἄλλων τις Ἀθηναίων ὅτῳ μὴ ἀρέσκει τυραννίς. Εἴτε δὲ ὑφ' ἑνὸς ἄρχεσθαι ἄμεινον αὐτοῖς, εἴτε δὴ δημοκρατεῖσθαι, πεπείσθω ᾗ ἑκάτερος γιγνώσκει. [67] Καὶ σὲ φημὶ πάντων τυράννων εἶναι βέλτιστον. Ἐπανήκειν δέ μοι Ἀθήναζε οὐ καλῶς ἔχον ὁρῶ, μή μέ τις μέμψηται, εἰ διαθεὶς Ἀθηναίοις ἰσοπολιτείαν, καὶ παρὸν τυραννεῖν αὐτὸς οὐκ ἀξιώσας, νῦν ἐπανελθὼν ἀρεσκοίμην οἷς σὺ πράσσεις. Σόλων Κροίσῳ Ἄγαμαί σε τῆς περὶ ἡμᾶς φιλοφροσύνης· καὶ νὴ τὴν Ἀθηνᾶν, εἰ μὴ περὶ παντός μοι ἦν οἰκεῖν ἐν δημοκρατίᾳ, ἐδεξάμην ἂν μᾶλλον τὴν δίαιταν ἔχειν ἐν τῇ παρὰ σοὶ βασιλείᾳ ἢ Ἀθήνησι, τυραννοῦντος βιαίως Πεισιστράτου. Ἀλλὰ καὶ ἡδίων ἡμῖν ἡ βιοτὴ ἔνθα πᾶσι τὰ δίκαια καὶ ἴσα. Ἀφίξομαι δ' οὖν παρὰ σέ, σπεύδων τοι ξένος γενέσθαι.
|