table des matières de DIOGENE LAERCE
Diogène Laërce
ΧΙΛΩΝ
pour avoir la traduction française d'un chapitre, cliquer sur le chapitre.
[68] Χίλων
Δαμαγήτου Λακεδαιμόνιος. Οὗτος ἐποίησεν ἐλεγεῖα εἰς ἔπη διακόσια,
καὶ ἔφασκε πρόνοιαν περὶ τοῦ μέλλοντος λογισμῷ καταληπτὴν εἶναι
ἀνδρὸς ἀρετήν. Πρός τε τὸν ἀδελφὸν δυσφοροῦντα ὅτι μὴ ἔφορος
ἐγένετο, αὐτοῦ ὄντος, « Ἐγὼ μὲν γὰρ ἐπίσταμαι, » εἶπεν, «
ἀδικεῖσθαι, σὺ δὲ οὔ. » Γέγονε δὲ ἔφορος κατὰ τὴν πεντηκοστὴν ἕκτην
Ὀλυμπιάδα. Παμφίλη δέ φησι κατὰ τὴν ἕκτην, καὶ πρῶτον ἔφορον
γενέσθαι-ἐπὶ Εὐθυδήμου, ὥς φησι Σωσικράτης. Καὶ πρῶτος εἰσηγήσατο
ἐφόρους τοῖς βασιλεῦσι παραζευγνύναι· Σάτυρος δὲ Λυκοῦργον. [71] Τῶν δὲ ᾀδομένων αὐτοῦ μάλιστα εὐδοκίμησεν ἐκεῖνο·
Ἐν <μὲν> λιθίναις ἀκόναις ὁ χρυσὸς ἐξετάζεται, Φασὶ δ' αὐτόν ποτε γηραιὸν ἤδη ὄντα εἰπεῖν ὡς οὐδὲν συνειδείη ἄνομον ἑαυτῷ ἐν τῷ βίῳ· διστάζειν δὲ περὶ ἑνός. Κρίνων γάρ ποτε φίλῳ δίκην αὐτὸς μὲν κατὰ τὸν νόμον, τὸν δὲ φίλον πείσειεν ἀποδικάσαι αὐτοῦ, ἵνα ἀμφότερα καὶ τὸν νόμον καὶ τὸν φίλον τηρήσαι. Ἐνδοξότατος δὲ μάλιστα παρὰ τοῖς Ἕλλησιν ἐγένετο προειπὼν περὶ Κυθήρων τῆς νήσου τῆς Λακωνικῆς. Καταμαθὼν γὰρ τὴν φύσιν αὐτῆς, « Εἴθε, » ἔφη, « μὴ ἐγεγόνει, ἢ γενομένη κατεβυθίσθη. » [72] Καὶ εὖ προὐνοήσατο. Δημάρατος μὲν γὰρ φυγὰς ὢν Λακεδαιμονίων Ξέρξῃ συνεβούλευσε τὰς ναῦς συνέχειν ἐν τῇ νήσῳ· κἂν ἑαλώκει ἡ Ἑλλάς, εἰ ἐπείσθη Ξέρξης. Ὕστερόν τε Νικίας ἐπὶ τῶν Πελοποννησιακῶν καταστρεψάμενος τὴν νῆσον, φρουρὸν ἐγκατέστησεν Ἀθηναίων, καὶ πάμπολλα τοὺς Λακεδαιμονίους κακὰ διέθηκε.
Βραχυλόγος τε ἦν· ὅθεν καὶ Ἀρισταγόρας ὁ Μιλήσιος τοῦτον τὸν τρόπον
Χιλώνειον καλεῖ. <...> Βράγχου δὲ εἶναι, ὃς τὸ ἱερὸν ἔκτισε τὸ ἐν
Βραγχίδαις. Ἦν δὲ γέρων περὶ τὴν πεντηκοστὴν δευτέραν Ὀλυμπιάδα, ὅτε
Αἴσωπος ὁ λογοποιὸς ἤκμαζεν. Ἐτελεύτησε δ', ὥς φησιν Ἕρμιππος, ἐν
Πίσῃ, τὸν υἱὸν Ὀλυμπιονίκην ἀσπασάμενος πυγμῆς. Ἔπαθε δὴ τοῦτο
ὑπερβολῇ τε χαρᾶς καὶ ἀσθενείᾳ πολυετίας. Καὶ αὐτὸν πάντες οἱ κατὰ
τὴν πανήγυριν ἐντιμότατα παρέπεμψαν.
[73] Φωσφόρε,
σοί, Πολύδευκες, ἔχω χάριν, οὕνεκεν υἱὸς Ἐπὶ δὲ τῆς εἰκόνος αὐτοῦ ἐπιγέγραπται τόδε·
τόνδε δοριστέφανος Σπάρτα Χίλων' ἐφύτευσεν, Ἀπεφθέγξατο, « Ἐγγύα, πάρα δ' ἄτα. » Ἔστιν αὐτοῦ καὶ ἐπιστόλιον τόδε· Χίλων Περιάνδρῳ
Ἐπιστέλλεις ἐμὶν ἐκστρατείαν ἐπὶ ἐκδάμως, ὡς αὐτός κα
ἐξέρποις· ἐγὼν δὲ δοκέω καὶ τὰ οἰκῇα σφαλερὰ ἦμεν ἀνδρὶ μονάρχῳ, καὶ
τῆνον τυράννων εὐδαιμονίζω ὅστις κα οἴκοι ἐξ αὐτὸς αὑτῶ κατθάνῃ. |