Diogène Laërce
Βιβλίον Β'
ΑΙΣΧΙΝΗΣ
pour avoir la traduction française d'un chapitre, cliquer sur le chapitre.
ΑΙΣΧΙΝΗΣ
[60]
Αἰσχίνης Χαρίνου ἀλλαντοποιοῦ, οἱ δὲ Λυσανίου, Ἀθηναῖος,
ἐκ νέου φιλόπονος· διὸ καὶ Σωκράτους οὐκ ἀπέστη. Ὅθεν ἔλεγε,
« Μόνος ἡμᾶς οἶδε τιμᾶν ὁ τοῦ ἀλλαντοποιοῦ. » Τοῦτον ἔφη
Ἰδομενεὺς ἐν τῷ δεσμωτηρίῳ συμβουλεῦσαι
περὶ τῆς φυγῆς Σωκράτει, καὶ οὐ Κρίτωνα· Πλάτωνα δέ, ὅτι
ἦν Ἀριστίππῳ μᾶλλον φίλος, Κρίτωνι περιθεῖναι τοὺς λόγους.
Ἤ τ' Αἰσχίνου οὐκ ἀπιθὴς <ἲς> Φασὶ δ' αὐτῷ λέγειν Σωκράτην, ἐπειδήπερ ἐπιέζετο ὑπὸ πενίας, παρ' ἑαυτοῦ δανείζεσθαι τῶν σιτίων ὑφαιροῦντα. Τούτου τοὺς διαλόγους καὶ Ἀρίστιππος ὑπώπτευεν. Ἐν γοῦν Μεγάροις ἀναγινώσκοντος αὐτοῦ φασι σκῶψαι εἰπόντα, « Πόθεν σοι, λῃστά, ταῦτα; » [63] Φησὶ δὲ Πολύκριτος ὁ Μενδαῖος ἐν τῷ πρώτῳ τῶν Περὶ Διονύσιον ἄχρι τῆς ἐκπτώσεως συμβιῶναι αὐτὸν τῷ τυράννῳ καὶ ἕως τῆς Δίωνος εἰς Συρακούσας καθόδου, λέγων εἶναι σὺν αὐτῷ καὶ Καρκίνον τὸν τραγῳδιοποιόν. Φέρεται δὲ καὶ ἐπιστολὴ πρὸς Διονύσιον Αἰσχίνου. Ἦν δὲ καὶ ἐν τοῖς ῥητορικοῖς ἱκανῶς γεγυμνασμένος· ὡς δῆλον ἔκ τε τῆς ἀπολογίας τοῦ πατρὸς Φαίακος τοῦ στρατηγοῦ καὶ Δίωνος. Μάλιστα δὲ μιμεῖται Γοργίαν τὸν Λεοντῖνον. Καὶ Λυσίας δὲ κατ' αὐτοῦ συνέγραψε λόγον, περὶ συκοφαντίας ἐπιγράψας· ἐξ ὧν δῆλον ὅτι καὶ ῥητορικός τις ἦν. Γνώριμος δ' αὐτοῦ φέρεται εἷς, Ἀριστοτέλης ὁ Μῦθος ἐπικληθείς. [64] Πάντων μέντοι τῶν Σωκρατικῶν διαλόγων Παναίτιος ἀληθεῖς εἶναι δοκεῖ τοὺς Πλάτωνος, Ξενοφῶντος, Ἀντισθένους, Αἰσχίνου· διστάζει δὲ περὶ τῶν Φαίδωνος καὶ Εὐκλείδου, τοὺς δὲ ἄλλους ἀναιρεῖ πάντας. Γεγόνασι δ' Αἰσχίναι ὀκτώ· πρῶτος αὐτὸς οὗτος· δεύτερος δ' ὁ τὰς τέχνας γεγραφὼς τὰς ῥητορικάς· τρίτος ὁ ῥήτωρ ὁ κατὰ Δημοσθένην· τέταρτος Ἀρκάς, μαθητὴς Ἰσοκράτους· πέμπτος Μυτιληναῖος, ὃν καὶ ῥητορομάστιγα ἐκάλουν· ἕκτος Νεαπολίτης, φιλόσοφος Ἀκαδημαϊκός, Μελανθίου τοῦ Ῥοδίου μαθητὴς καὶ παιδικά· ἕβδομος Μιλήσιος, πολιτικὸς συγγραφεύς· ὄγδοος ἀνδριαντοποιός.
|