table des matières de DIOGÈNE LAERCE
Diogène Laërce
ΚΛΕΟΒΟΥΛΟΣ
pour avoir la traduction française d'un chapitre, cliquer sur ce chapitre.
ΚΛΕΟΒΟΥΛΟΣ [89] Κλεόβουλος Εὐαγόρου Λίνδιος, ὡς δὲ Δοῦρις, Κάρ ἔνιοι δὲ εἰς Ἡρακλέα ἀναφέρειν τὸ γένος αὐτόν· ῥώμῃ δὲ καὶ κάλλει διαφέρειν, μετασχεῖν τε τῆς ἐν Αἰγύπτῳ φιλοσοφίας. Γενέσθαι τε αὐτῷ θυγατέρα Κλεοβουλίνην, αἰνιγμάτων ἑξαμέτρων ποιήτριαν, ἧς μέμνηται καὶ Κρατῖνος ἐν τῷ ὁμωνύμῳ δράματι, πληθυντικῶς ἐπιγράψας. Ἀλλὰ καὶ τὸ ἱερὸν τῆς Ἀθηνᾶς ἀνανεώσασθαι αὐτὸν κτισθὲν ὑπὸ Δαναοῦ. Οὗτος ἐποίησεν ᾄσματα καὶ γρίφους εἰς ἔπη τρισχίλια. Καὶ τὸ ἐπίγραμμά τινες τὸ ἐπὶ Μίδᾳ τοῦτόν φασι ποιῆσαι·
Χαλκῆ
παρθένος εἰμί, Μίδα δ' ἐπὶ σήματι
κεῖμαι. Φέρουσι δὲ μαρτύριον Σιμωνίδου ᾆσμα, ὅπου φησί·
Τίς κεν αἰνήσειε νόῳ πίσυνος Λίνδου ναέταν Κλεόβουλον
Οὐ γὰρ εἶναι Ὁμήρου τὸ ἐπίγραμμα, πολλοῖς ἔτεσι
προέχοντος, φασί, τοῦ Μίδα.
[91] Εἷς ὁ
πατήρ, παῖδες δυοκαίδεκα. Τῶν δὲ ἑκάστῳ
Ἔστι δ' ὁ ἐνιαυτός.
Ἀμουσία τὸ πλέον μέρος ἐν βροτοῖσι
Ἔφη δὲ δεῖν συνοικίζειν τὰς θυγατέρας, παρθένους μὲν
τὴν ἡλικίαν τὸ δὲ φρονεῖν γυναῖκας· ὑποδεικνὺς ὅτι δεῖ παιδεύεσθαι
καὶ τὰς παρθένους. Ἔλεγέ τε τὸν φίλον δεῖν εὐεργετεῖν, ὅπως μᾶλλον ᾖ
φίλος· τὸν δὲ ἐχθρὸν φίλον ποιεῖν. [92]
Φυλάσσεσθαι γὰρ τῶν μὲν φίλων τὸν ψόγον, τῶν δὲ ἐχθρῶν τὴν
ἐπιβουλήν. Καὶ ὅταν τις ἐξίῃ τῆς οἰκίας, ζητείτω πρότερον τί μέλλει
πράσσειν· καὶ ὅταν εἰσέλθῃ πάλιν, ζητείτω τί ἔπραξε. Συνεβούλευέ τε
εὖ τὸ σῶμα ἀσκεῖν· φιλήκοον εἶναι μᾶλλον ἢ φιλόλαλον· φιλομαθῆ
μᾶλλον ἢ ἀμαθῆ· γλῶσσαν εὔφημον ἴσχειν· ἀρετῆς οἰκεῖον εἶναι, κακίας
ἀλλότριον· ἀδικίαν φεύγειν· πόλει τὰ βέλτιστα συμβουλεύειν· ἡδονῆς
κρατεῖν· βίᾳ μηδὲν πράττειν· τέκνα παιδεύειν· ἐχθρὰν διαλύειν.
Γυναικὶ μὴ φιλοφρονεῖσθαι, μηδὲ μάχεσθαι, ἀλλοτρίων παρόντων· τὸ μὲν
γὰρ ἄνοιαν, τὸ δὲ μανίαν σημαίνει. Οἰκέτην πάροινον μὴ κολάζειν,
δοκεῖν γὰρ παροινεῖν. Γαμεῖν ἐκ τῶν ὁμοίων· ἂν γὰρ ἐκ τῶν κρειττόνων
λάβῃς, φησί, δεσπότας κτήσῃ τοὺς συγγενέας. [93]
Μὴ ἐπιγελᾶν τοῖς σκωπτομένοις· ἀπεχθήσεσθαι γὰρ τούτοις. Εὐτυχῶν μὴ
ἴσθι ὑπερήφανος· ἀπορήσας μὴ ταπεινοῦ. Τὰς μεταβολὰς τῆς τύχης
γενναίως ἐπίστασο φέρειν.
Ἄνδρα σοφὸν Κλεόβουλον ἀποφθίμενον καταπενθεῖ Ἀπεφθέγξατο· μέτρον ἄριστον. Καὶ Σόλωνι ἐπέστειλεν οὕτω· Κλεόβουλος Σόλωνι
Πολλοὶ μέν τιν ἔασιν ἕταροι καὶ οἶκος πάντη· φαμὶ δὲ
ἐγὼν ποτανεστάταν ἐσεῖσθαι Σόλωνι τὰν Λίνδον δαμοκρατεομέναν. Καὶ ἁ
νᾶσος πελαγία, ἔνθα οἰκέοντι οὐδὲν δεινὸν ἐκ Πεισιστράτω. Καὶ τοὶ
ἕταροι δὲ ἑκάστοθεν πὰρ τὺ βασοῦνται. |