Diogène Laërce
Βιβλίον Β'
ΑΝΑΞΙΜΕΝΗΣ
pour avoir la traduction française d'un chapitre, cliquer sur le chapitre.
ΑΝΑΞΙΜΕΝΗΣ
[3] Ἀναξιμένης
Εὐρυστράτου, Μιλήσιος, ἤκουσεν Ἀναξιμάνδρου. ἔνιοι δὲ καὶ Παρμενίδου
φασὶν ἀκοῦσαι αὐτόν. Οὗτος ἀρχὴν ἀέρα εἶπε καὶ τὸ ἄπειρον. Κινεῖσθαι
δὲ τὰ ἄστρα οὐχ ὑπὸ γῆν, ἀλλὰ περὶ γῆν. Κέχρηταί τε λέξει Ἰάδι ἁπλῇ
καὶ ἀπερίττῳ. Ἀναξιμένης Πυθαγόρῃ [4] Θαλῆς Ἐξαμύου ἐπὶ γήρως οὐκ εὔποτμος οἴχεται· εὐφρόνης, ὥσπερ ἐώθει, ἅμα τῇ ἀμφιπόλῳ προϊὼν ἐκ τοῦ αὐλίου τὰ ἄστρα ἐθηεῖτο· καὶ - οὐ γὰρ ἐς μνήμην ἔθετο - θηεύμενος ἐς τὸ κρημνῶδες ἐκβὰς καταπίπτει. Μιλησίοισι μέν νυν ὁ αἰθερολόγος ἐν τοιῷδε κεῖται τέλει. Ἡμέες δὲ οἱ λεσχηνῶται αὐτοί τε μεμνώμεθα τοῦ ἀνδρός, οἵ τε ἡμέων παῖδές τε καὶ λεσχηνῶται, ἐπιδεξιοίμεθα δ' ἔτι τοῖς ἐκείνου λόγοις. Ἀρχὴ μέντοι παντὸς τοῦ λόγου Θαλῇ ἀνακείσθω. [5] Καὶ πάλιν· Ἀναξιμένης Πυθαγόρῃ
Εὐβουλότατος ἦς ἡμέων, μεταναστὰς ἐκ Σάμου ἐς
Κρότωνα, ἐνθάδε εἰρηνέεις. Οἱ δὲ Αἰακέος παῖδες ἄλαστα κακὰ ἔρδουσι
καὶ Μιλησίους οὐκ ἐπιλείπουσι αἰσυμνῆται. Δεινὸς δὲ ἡμῖν καὶ ὁ Μήδων
βασιλεύς, οὐκ ἤν γε ἐθέλωμεν δασμοφορέειν· ἀλλὰ μέλλουσι δὴ ἀμφὶ τῆς
ἐλευθερίης ἁπάντων Ἴωνες Μήδοις κατίστασθαι ἐς πόλεμον· καταστᾶσι δὲ
οὐκέτι ἐλπὶς ἡμῖν σωτηρίης. Κῶς ἂν οὖν Ἀναξιμένης ἐν θυμῷ ἔτι ἔχοι
αἰθερολογέειν, ἐν δείματι ἐὼν ὀλέθρου ἢ δουλοσύνης; σὺ δὲ εἶ
καταθύμιος μὲν Κροτωνιήτῃσι, καταθύμιος δὲ καὶ τοῖσι ἄλλοισι
Ἰταλιώτῃσι· φοιτέουσι δέ τοι λεσχηνῶται καὶ ἐκ Σικελίης. |