Diogène Laërce

DIOGÈNE DE LAERTE

LIVRE IX

CHAPITRE I. HÉRACLITE - ΗΡΑΚΛΕΙΤΟΣ

Oeuvre numérisée par Marc Szwajcer 

LIvre VIII Eudoxe       Xénophane 

Le texte est parfois écrit en marron clair, ce qui signifie un emprunt à la traduction de Zevort. 
Le texte en bleu concerne les citations.

Autre traduction - Traduction Genaille sur le site de Ugo Bratelli

 

 

 

 

 

DIOGENE DE LAERTE.

 

 

LIVRE IX.

CHAPITRE PREMIER.

HERACLITE.

ΗΡΑΚΛΕΙΤΟΣ

 

ΗΡΑΚΛΕΙΤΟΣ

[1] Ἡράκλειτος Βλόσωνος ἤ, ὥς τινες, Ἡράκωντος Ἐφέσιος. Οὗτος ἤκμαζε μὲν κατὰ τὴν ἐνάτην καὶ ἑξηκοστὴν Ὀλυμπιάδα. Μεγαλόφρων δὲ γέγονε παρ' ὁντιναοῦν καὶ ὑπερόπτης, ὡς καὶ ἐκ τοῦ συγγράμματος αὐτοῦ δῆλον ἐν ᾧ φησι, « Πολυμαθίη νόον οὐ διδάσκει· Ἡσίοδον γὰρ ἂν ἐδίδαξε καὶ Πυθαγόρην, αὖτίς τε Ξενοφάνεά τε καὶ Ἑκαταῖον. » Εἶναι γὰρ « Ἓν τὸ σοφόν, ἐπίστασθαι γνώμην, ὁτέη ἐκυβέρνησε πάντα διὰ πάντων. » Τόν τε Ὅμηρον ἔφασκεν ἄξιον ἐκ τῶν ἀγώνων ἐκβάλλεσθαι καὶ ῥαπίζεσθαι, καὶ Ἀρχίλοχον ὁμοίως.

[2] Ἔλεγε δὲ καὶ « Ὕβριν χρὴ σβεννύναι μᾶλλον ἢ πυρκαϊήν », καὶ « Μάχεσθαι χρὴ τὸν δῆμον ὑπὲρ τοῦ νόμου [ὑπὲρ τοῦ γινομένου] ὅκως ὑπὲρ τείχεος. » Καθάπτεται δὲ καὶ τῶν Ἐφεσίων ἐπὶ τῷ τὸν ἑταῖρον ἐκβαλεῖν Ἑρμόδωρον ἐν οἷς φησιν, « Ἄξιον Ἐφεσίοις ἡβηδὸν ἀπάγξασθαι πᾶσι καὶ τοῖς ἀνήβοις τὴν πόλιν καταλιπεῖν, οἵτινες Ἑρμόδωρον <ἄνδρα> ἑωυτῶν ὀνήιστον ἐξέβαλον λέγοντες, Ἡμέων μηδὲ εἷς ὀνήιστος ἔστω· εἰ δέ τις τοιοῦτος, ἄλλῃ τε καὶ μετ' ἄλλων. »

Ἀξιούμενος δὲ καὶ νόμους θεῖναι πρὸς αὐτῶν ὑπερεῖδε διὰ τὸ ἤδη κεκρατῆσθαι τῇ πονηρᾷ πολιτείᾳ τὴν πόλιν.

[3] Ἀναχωρήσας δ' εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος μετὰ τῶν παίδων ἠστραγάλιζε· περιστάντων δ' αὐτὸν τῶν Ἐφεσίων, « Τί, ὦ κάκιστοι, θαυμάζετε; », εἶπεν· « Ἢ οὐ κρεῖττον τοῦτο ποιεῖν ἢ μεθ' ὑμῶν πολιτεύεσθαι; »

Καὶ τέλος μισανθρωπήσας καὶ ἐκπατήσας ἐν τοῖς ὄρεσι διῃτᾶτο, πόας σιτούμενος καὶ βοτάνας. Καὶ μέντοι καὶ διὰ τοῦτο περιτραπεὶς εἰς ὕδερον κατῆλθεν εἰς ἄστυ καὶ τῶν ἰατρῶν αἰνιγματωδῶς ἐπυνθάνετο εἰ δύναιντο ἐξ ἐπομβρίας αὐχμὸν ποιῆσαι· τῶν δὲ μὴ συνιέντων, αὑτὸν εἰς βούστασιν κατορύξας τῇ τῶν βολίτων ἀλέᾳ ἤλπισεν ἐξατμισθήσεσθαι. Οὐδὲν δ' ἀνύων οὐδ' οὕτως, ἐτελεύτα βιοὺς ἔτη ἑξήκοντα.

[4] Καὶ ἔστιν εἰς αὐτὸν ἡμῶν οὕτως ἔχον·

Πολλάκις Ἡράκλειτον ἐθαύμασα, πῶς ποτε τὸ ζῆν
ὧδε διαντλήσας δύσμορος εἶτ' ἔθανεν·
σῶμα γὰρ ἀρδεύσασα κακὴ νόσος ὕδατι φέγγος
ἔσβεσεν ἐν βλεφάροις καὶ σκότον ἠγάγετο.

Ἕρμιππος δέ φησι  λέγειν αὐτὸν τοῖς ἰατροῖς εἴ τις δύναται ἔντερα κεινώσας ὑγρὸν ἐξερᾶσαι· ἀπειπόντων δέ, θεῖναι αὑτὸν εἰς τὸν ἥλιον καὶ κελεύειν τοὺς παῖδας βολίτοις καταπλάττειν· οὕτω δὴ κατατεινόμενον δευτεραῖον τελευτῆσαι καὶ θαφθῆναι ἐν τῇ ἀγορᾷ. Νεάνθης δ' ὁ Κυζικηνός φησι μὴ δυνηθέντα αὐτὸν ἀποσπάσαι τὰ βόλιτα μεῖναι καὶ διὰ τὴν μεταβολὴν ἀγνοηθέντα κυνόβρωτον γενέσθαι.

[5] Γέγονε δὲ θαυμάσιος ἐκ παίδων, ὅτε καὶ νέος ὢν ἔφασκε μηδὲν εἰδέναι, τέλειος μέντοι γενόμενος πάντα ἐγνωκέναι· ἤκουσέ τ' οὐδενός, ἀλλ' αὑτὸν ἔφη διζήσασθαι καὶ μαθεῖν πάντα παρ' ἑαυτοῦ. Σωτίων δέ φησιν εἰρηκέναι τινὰς Ξενοφάνους αὐτὸν ἀκηκοέναι· λέγειν τε Ἀρίστωνα ἐν τῷ Περὶ Ἡρακλείτου καὶ τὸν ὕδερον αὐτὸν θεραπευθῆναι, ἀποθανεῖν δ' ἄλλῃ νόσῳ. Τοῦτο δὲ καὶ Ἱππόβοτός φησι.

Τὸ δὲ φερόμενον αὐτοῦ βιβλίον ἐστὶ μὲν ἀπὸ τοῦ συνέχοντος Περὶ φύσεως, διῄρηται δ' εἰς τρεῖς λόγους, εἴς τε τὸν περὶ τοῦ παντὸς καὶ πολιτικὸν καὶ θεολογικόν.

[6] Ἀνέθηκε δ' αὐτὸ εἰς τὸ τῆς Ἀρτέμιδος ἱερόν, ὡς μέν τινες, ἐπιτηδεύσας ἀσαφέστερον γράψαι, ὅπως οἱ δυνάμενοι <μόνοι> προσίοιεν αὐτῷ καὶ μὴ ἐκ τοῦ δημώδους εὐκαταφρόνητον ᾖ. Τοῦτον δὲ καὶ ὁ Τίμων ὑπογράφει λέγων,

Τοῖς δ' ἔνι κοκκυστής, ὀχλολοίδορος Ἡράκλειτος,
αἰνικτὴς ἀνόρουσε.

Θεόφραστος δέ φησιν ὑπὸ μελαγχολίας τὰ μὲν ἡμιτελῆ, τὰ δ' ἄλλοτε ἄλλως ἔχοντα γράψαι. Σημεῖον δ' αὐτοῦ τῆς μεγαλοφροσύνης Ἀντισθένης φησὶν ἐν Διαδοχαῖς· ἐκχωρῆσαι γὰρ τἀδελφῷ τῆς βασιλείας. Τοσαύτην δὲ δόξαν ἔσχε τὸ σύγγραμμα ὡς καὶ αἱρετιστὰς ἀπ' αὐτοῦ γενέσθαι τοὺς κληθέντας Ἡρακλειτείους.

[7]  Ἐδόκει δ' αὐτῷ καθολικῶς μὲν τάδε· ἐκ πυρὸς τὰ πάντα συνεστάναι καὶ εἰς τοῦτο ἀναλύεσθαι· πάντα δὲ γίνεσθαι καθ' εἱμαρμένην καὶ διὰ τῆς ἐναντιοδρομίας ἡρμόσθαι τὰ ὄντα· καὶ πάντα ψυχῶν εἶναι καὶ δαιμόνων πλήρη. Εἴρηκε δὲ καὶ περὶ τῶν ἐν κόσμῳ συνισταμένων πάντων παθῶν, ὅτι τε ὁ ἥλιός ἐστι τὸ μέγεθος οἷος φαίνεται. Λέγεται δὲ καὶ  « Ψυχῆς πείρατα ἰὼν οὐκ ἂν ἐξεύροιο, πᾶσαν ἐπιπορευόμενος ὁδόν· οὕτω βαθὺν λόγον ἔχει. » Τήν τ' οἴησιν ἱερὰν νόσον ἔλεγε καὶ τὴν ὅρασιν ψεύδεσθαι. Λαμπρῶς τε ἐνίοτε ἐν τῷ συγγράμματι καὶ σαφῶς ἐκβάλλει, ὥστε καὶ τὸν νωθέστατον ῥᾳδίως γνῶναι καὶ δίαρμα ψυχῆς λαβεῖν· ἥ τε βραχύτης καὶ τὸ βάρος τῆς ἑρμηνείας ἀσύγκριτον.

[8] Καὶ τὰ ἐπὶ μέρους δὲ αὐτῷ ὧδε ἔχει τῶν δογμάτων·

πῦρ εἶναι στοιχεῖον καὶ πυρὸς ἀμοιβὴν τὰ πάντα, ἀραιώσει καὶ πυκνώσει γινόμενα. Σαφῶς δ' οὐδὲν ἐκτίθεται. Γίνεσθαί τε πάντα κατ' ἐναντιότητα καὶ ῥεῖν τὰ ὅλα ποταμοῦ δίκην, πεπεράνθαι τε τὸ πᾶν καὶ ἕνα εἶναι κόσμον· γεννᾶσθαί τε αὐτὸν ἐκ πυρὸς καὶ πάλιν ἐκπυροῦσθαι κατά τινας περιόδους ἐναλλὰξ τὸν σύμπαντα αἰῶνα· τοῦτο δὲ γίνεσθαι καθ' εἱμαρμένην.Τῶν δὲ ἐναντίων τὸ μὲν ἐπὶ τὴν γένεσιν ἄγον καλεῖσθαι πόλεμον καὶ ἔριν, τὸ δ' ἐπὶ τὴν ἐκπύρωσιν ὁμολογίαν καὶ εἰρήνην, καὶ τὴν μεταβολὴν ὁδὸν ἄνω κάτω, τόν τε κόσμον γίνεσθαι κατ' αὐτήν.

[9] Πυκνούμενον γὰρ τὸ πῦρ ἐξυγραίνεσθαι συνιστάμενόν τε γίνεσθαι ὕδωρ, πηγνύμενον δὲ τὸ ὕδωρ εἰς γῆν τρέπεσθαι· καὶ ταύτην ὁδὸν ἐπὶ τὸ κάτω εἶναι. Πάλιν τε αὖ τὴν γῆν χεῖσθαι, ἐξ ἧς τὸ ὕδωρ γίνεσθαι, ἐκ δὲ τούτου τὰ λοιπά, σχεδὸν πάντα ἐπὶ τὴν ἀναθυμίασιν ἀνάγων τὴν ἀπὸ τῆς θαλάττης· αὕτη δέ ἐστιν ἡ ἐπὶ τὸ ἄνω ὁδός. Γίνεσθαι δ' ἀναθυμιάσεις ἀπό τε γῆς καὶ θαλάττης, ἃς μὲν λαμπρὰς καὶ καθαράς, ἃς δὲ σκοτεινάς. Αὔξεσθαι δὲ τὸ μὲν πῦρ ὑπὸ τῶν λαμπρῶν, τὸ δὲ ὑγρὸν ὑπὸ τῶν ἑτέρων.

Τὸ δὲ περιέχον ὁποῖόν ἐστιν οὐ δηλοῖ· εἶναι μέντοι ἐν αὐτῷ σκάφας ἐπεστραμμένας κατὰ κοῖλον πρὸς ἡμᾶς, ἐν αἷς ἀθροιζομένας τὰς λαμπρὰς ἀναθυμιάσεις ἀποτελεῖν φλόγας, ἃς εἶναι τὰ ἄστρα.

[10] Λαμπροτάτην δὲ εἶναι τὴν τοῦ ἡλίου φλόγα καὶ θερμοτάτην. Τὰ μὲν γὰρ ἄλλα ἄστρα πλεῖον ἀπέχειν ἀπὸ γῆς καὶ διὰ τοῦτο ἧττον λάμπειν καὶ θάλπειν, τὴν δὲ σελήνην προσγειοτέραν οὖσαν μὴ διὰ τοῦ καθαροῦ φέρεσθαι τόπου. Τὸν μέντοι ἥλιον ἐν διαυγεῖ καὶ ἀμιγεῖ κινεῖσθαι καὶ σύμμετρον ἀφ' ἡμῶν ἔχειν διάστημα· τοιγάρτοι μᾶλλον θερμαίνειν τε καὶ φωτίζειν. Ἐκλείπειν τε ἥλιον καὶ σελήνην, ἄνω στρεφομένων τῶν σκαφῶν· τούς τε κατὰ μῆνα τῆς σελήνης σχηματισμοὺς γίνεσθαι στρεφομένης ἐν αὐτῇ κατὰ μικρὸν τῆς σκάφης. Ἡμέραν τε καὶ νύκτα γίνεσθαι καὶ μῆνας καὶ ὥρας ἐτείους καὶ ἐνιαυτοὺς ὑετούς τε καὶ πνεύματα καὶ τὰ τούτοις ὅμοια κατὰ τὰς διαφόρους ἀναθυμιάσεις.

[11] Τὴν μὲν γὰρ λαμπρὰν ἀναθυμίασιν φλογωθεῖσαν ἐν τῷ κύκλῳ τοῦ ἡλίου ἡμέραν ποιεῖν, τὴν δὲ ἐναντίαν ἐπικρατήσασαν νύκτα ἀποτελεῖν· καὶ ἐκ μὲν τοῦ λαμπροῦ τὸ θερμὸν αὐξόμενον θέρος ποιεῖν, ἐκ δὲ τοῦ σκοτεινοῦ τὸ ὑγρὸν πλεονάζον χειμῶνα ἀπεργάζεσθαι. Ἀκολούθως δὲ τούτοις καὶ περὶ τῶν ἄλλων αἰτιολογεῖ. Περὶ δὲ τῆς γῆς οὐδὲν ἀποφαίνεται ποία τίς ἐστιν, ἀλλ' οὐδὲ περὶ τῶν σκαφῶν. Καὶ ταῦτα μὲν ἦν αὐτῷ τὰ δοκοῦντα.

Τὰ δὲ περὶ Σωκράτους καὶ ὅσα ἐντυχὼν τῷ συγγράμματι εἴποι, κομίσαντος Εὐριπίδου καθά φησιν Ἀρίστων, ἐν τῷ περὶ Σωκράτους εἰρήκαμεν.

[12] Σέλευκος μέντοι φησὶν ὁ γραμματικὸς Κρότωνά τινα ἱστορεῖν ἐν τῷ Κατακολυμβητῇ Κράτητά τινα πρῶτον εἰς τὴν Ἑλλάδα κομίσαι τὸ βιβλίον· ὃν καὶ εἰπεῖν Δηλίου τινὸς δεῖσθαι κολυμβητοῦ, ὃς οὐκ ἀποπνιγήσεται ἐν αὐτῷ. Ἐπιγράφουσι δ' αὐτῷ οἱ μὲν Μούσας, οἱ δὲ Περὶ φύσεως, Διόδοτος δὲ

Ἀκριβὲς οἰάκισμα πρὸς στάθμην βίου,

ἄλλοι Γνώμον' ἠθῶν, τρόπου κόσμον ἕνα τῶν ξυμπάντων. Φασὶ δ' αὐτὸν ἐρωτηθέντα διὰ τί σιωπᾷ, φάναι « Ἵν' ὑμεῖς λαλῆτε. » Ἐπόθησε δ' αὐτοῦ καὶ Δαρεῖος μετασχεῖν καὶ ἔγραψεν ὧδε πρὸς
αὐτόν·

[13] « Βασιλεὺς Δαρεῖος πατρὸς Ὑστάσπεω Ἡράκλειτον Ἐφέσιον σοφὸν ἄνδρα προσαγορεύει χαίρειν.

 « Καταβέβλησαι λόγον Περὶ φύσεως δυσνόητόν τε καὶ δυσεξήγητον. Ἔν τισι μὲν οὖν ἑρμηνευόμενος κατὰ λέξιν σὴν δοκεῖ δύναμίν τινα περιέχειν θεωρίας κόσμου τε τοῦ σύμπαντος καὶ τῶν ἐν τούτῳ γινομένων, ἅπερ ἐστὶν ἐν θειοτάτῃ κείμενα κινήσει· τῶν δὲ πλείστων ἐποχὴν ἔχοντα, ὥστε καὶ τοὺς ἐπὶ πλεῖστον μετεσχηκότας συγγραμμάτων διαπορεῖσθαι τῆς ὀρθῆς δοκούσης γεγράφθαι παρὰ σοὶ ἐξηγήσεως. Βασιλεὺς οὖν Δαρεῖος Ὑστάσπου βούλεται τῆς σῆς ἀκροάσεως μετασχεῖν καὶ παιδείας Ἑλληνικῆς.

[14]  Ἔρχου δὴ συντόμως πρὸς ἐμὴν ὄψιν καὶ βασίλειον οἶκον. Ἕλληνες γὰρ ἐπὶ τὸ πλεῖστον ἀνεπισήμαντοι σοφοῖς ἀνδράσιν ὄντες παρορῶσι τὰ καλῶς ὑπ' αὐτῶν ἐνδεικνύμενα πρὸς σπουδαίαν ἀκοὴν καὶ μάθησιν. Παρ' ἐμοὶ δ' ὑπάρχει σοι πᾶσα μὲν προεδρία, καθ' ἡμέραν δὲ καλὴ καὶ σπουδαία προσαγόρευσις καὶ βίος εὐδόκιμος σαῖς παραινέσεσιν. »

« Ἡράκλειτος Ἐφέσιος βασιλέι Δαρείῳ πατρὸς Ὑστάσπεω χαίρειν.

« Ὁκόσοι τυγχάνουσιν ὄντες ἐπιχθόνιοι τῆς μὲν ἀληθηίης καὶ δικαιοπραγμοσύνης ἀπέχονται, ἀπληστίῃ δὲ καὶ δοξοκοπίῃ προσέχουσι κακῆς ἕνεκα ἀνοίης. Ἐγὼ δ' ἀμνηστίην ἔχων πάσης πονηρίης καὶ κόρον φεύγων παντὸς οἰκειούμενον φθόνῳ καὶ διὰ τὸ περιίστασθαι ὑπερηφανίην οὐκ ἂν ἀφικοίμην εἰς Περσῶν χώρην, ὀλίγοις ἀρκεόμενος κατ' ἐμὴν γνώμην. »

Τοιοῦτος μὲν ἁνὴρ καὶ πρὸς βασιλέα.

[15] Δημήτριος δέ φησιν ἐν τοῖς Ὁμωνύμοις καὶ Ἀθηναίων αὐτὸν ὑπερφρονῆσαι, δόξαν ἔχοντα παμπλείστην, καταφρονούμενόν τε ὑπὸ τῶν Ἐφεσίων μᾶλλον τὰ οἰκεῖα. Μέμνηται αὐτοῦ καὶ ὁ Φαληρεὺς Δημήτριος ἐν τῇ Σωκράτους ἀπολογίᾳ.

Πλεῖστοί τέ εἰσιν ὅσοι ἐξήγηνται αὐτοῦ τὸ σύγγραμμα· καὶ γὰρ Ἀντισθένης καὶ Ἡρακλείδης ὁ Ποντικὸς Κλεάνθης τε [ὁ ποντικὸς] καὶ Σφαῖρος ὁ Στωικός, πρὸς δὲ Παυσανίας ὁ κληθεὶς Ἡρακλειτιστής, Νικομήδης τε καὶ Διονύσιος· τῶν δὲ γραμματικῶν Διόδοτος, ὃς οὔ φησι περὶ φύσεως εἶναι τὸ σύγγραμμα ἀλλὰ περὶ πολιτείας, τὰ δὲ περὶ φύσεως ἐν παραδείγματος εἴδει κεῖσθαι.

[16] Ἱερώνυμος δέ φησι  καὶ Σκυθῖνον τὸν τῶν ἰάμβων ποιητὴν ἐπιβαλέσθαι τὸν ἐκείνου λόγον διὰ μέτρου ἐκβάλλειν. Πολλά τ' εἰς αὐτὸν ἐπιγράμματα φέρεται, ἀτὰρ δὴ καὶ τόδε·

Ἡράκλειτος ἐγώ· τί μ' ἄνω κάτω ἕλκετ' ἄμουσοι;
οὐχ ὑμῖν ἐπόνουν, τοῖς δ' ἔμ' ἐπισταμένοις.
Εἷς ἐμοὶ ἄνθρωπος τρισμύριοι, οἱ δ' ἀνάριθμοι
οὐδείς. Ταῦτ' αὐδῶ καὶ παρὰ Φερσεφόνῃ.

Καὶ ἄλλο τοιόνδε·

Μὴ ταχὺς Ἡρακλείτου ἐπ' ὀμφαλὸν εἴλεε β�βλον
τοὐφεσίου· μάλα τοι δύσβατος ἀτραπιτός.
Ὄρφνη καὶ σκότος ἐστὶν ἀλάμπετον· ἢν δέ σε μύστης
εἰσαγάγῃ, φανεροῦ λαμπρότερ' ἠελίου.

[17]  Γεγόνασι δ' Ἡράκλειτοι πέντε· πρῶτος αὐτὸς οὗτος· δεύτερος ποιητὴς λυρικός, οὗ ἐστι Τῶν δώδεκα θεῶν ἐγκώμιον· τρίτος ἐλεγείας ποιητὴς Ἁλικαρνασσεύς, εἰς ὃν Καλλίμαχος πεποίηκεν οὕτως·

Εἶπέ τις, Ἡράκλειτε, τεὸν μόρον, ἐς δέ με δάκρυ
ἤγαγεν, ἐμνήσθην δ' ὁσσάκις ἀμφότεροι
ἥλιον ἐν λέσχῃ κατεδύσαμεν. Ἀλλὰ σὺ μέν που,
ξεῖν' Ἁλικαρνασσεῦ, τετράπαλαι σποδιή,
αἱ δὲ τεαὶ ζώουσιν ἀηδόνες, ᾗσιν ὁ πάντων
ἁρπάκτης Ἀΐδης οὐκ ἐπὶ χεῖρα βαλεῖ.

Τέταρτος Λέσβιος, ἱστορίαν γεγραφὼς Μακεδονικήν· πέμπτος σπουδογέλοιος, ἀπὸ κιθαρῳδίας μεταβεβηκὼς εἰς τὸ εἶδος.

HERACLITE.  

[1] Héraclite, fils de Blyson, ou d'Héracionte, selon quelques uns, naquit à Éphèse, et florit vers la soixante-neuvième olympiade. Il était haut et décisif dans ses idées, comme on en peut juger par un de ses ouvrages, où il dit que ce n'est pas une grande science qui forme l’esprit. Il enseignait à Hésiode, à Pythagore, à Xénophane et à Hécatée, que la seule sagesse consiste à connaître la volonté suivant laquelle toutes choses se gouvernent dans l'univers ; ajoutant qu'Homère et Archilochus méritaient d'être chassés des collèges à coups de poing.

[2] Il avait pour maxime « qu'il faut étouffer les injures « avec plus de soin qu'un incendie, et qu'un peuple doit combattre pour ses lois comme pour ses murailles. » Il reprit aigrement les Éphésiens sur ce qu'ils avaient chassé son ami Hermodore.

Ils sont dignes, disait-il, qu'on les mette à mort dès l'âge de puberté, et qu'on laisse leur ville à des enfants, eux qui ont été assez lâches pour en chasser Hermodore leur bienfaiteur, en se servant de ces expressions : Que personne ne mérite notre reconnaissance; et si quelqu'un nous rend jusque là redevables envers lui, qu'il aille vivre ailleurs et avec d'autres.

On dit même que, requis par ses concitoyens de leur donner des lois, Héraclite rejeta leur demande avec mépris, parce qu'une mauvaise police avait déjà corrompu la ville.

[3] S'en étant allé du côté du temple de Diane, il s'y mit à jouer avec des enfants. De quoi vous étonnez-vous, gens perdus de mœurs ? dit-il à ceux qui l'examinaient. Ne vaut-il pas mieux s'amuser de cette façon, que partager avec vous l'administration des affaires publiques?

A la fin il devint si misanthrope, qu'il se retira dans les montagnes, où il passait sa vie, ne se nourrissant que d'herbes et de racines. Il en contracta une hydropisie, qui l'obligea de revenir en ville, où il demanda énigmatiquement aux médecins s'ils pourraient bien changer la pluie en sécheresse? Ils ne le comprirent point; de sorte qu'il entra dans une étable et s'y enfonça dans du fumier de vache, espérant que la chaleur évaporerait par les pores les eaux dont il était surchargé. Il éprouva l'inutilité de ce remède, et mourut âgé de soixante ans.

[4] Telle est notre épigramme à son sujet :

Je me suis souvent étonné qu'Héraclite se soit attiré une dure mort par une vie si dure. Une funeste hydropisie inonda son corps, glaça ses membres, éteignit la lumière de ses yeux et les couvrit de ténèbres.

Hermippe rapporte qu'il consulta les médecins pour savoir s'il n'y avait pas moyen de pomper l'eau des intestins; qu'ils répondirent qu'ils n'en connaissaient aucun : que là-dessus, il alla se mettre au soleil ; qu'il ordonna à des enfants de le couvrir de fumier; que ce remède, dont il s'était avisé, l'exténua à un tel point qu'il en mourut deux jours après, et qu'on l'enterra dans la place publique. Néanthe de Cyzique dit au contraire que n'ayant pu se tirer de dessous le fumier, il resta dans cet état et fut mangé des chiens.

[5] Il se fit admirer dès l'enfance. Lorsqu'il était jeune, il avouait qu'il ne savait rien ; et quand il eut atteint l'âge viril, il se vantait de savoir tout. Il n'eut point de maître ; aussi disait-il qu'il ne devait sa philosophie et toute sa science qu'à ses propres soins. Néanmoins Sotion assure avoir trouvé des auteurs qui attestent qu'il fut disciple de Xénophane. Il cite même Ariston, lequel, dans son livre sur Héraclite, veut que ce philosophe, ayant été guéri de son hydropisie, mourut d'une autre maladie ; en quoi Hippobote est de même sentiment.

A la vérité, l'ouvrage qui porte son nom a en général la nature pour objet : aussi il roule sur trois sortes de matières, sur l'univers, sur la politique et la théologie.

[6] Selon quelques uns, il déposa cet ouvrage dans le temple de Diane, et l'écrivit exprès d'une manière obscure, tant afin qu'il ne fût entendu que par ceux qui en pourraient profiter, qu'afin qu'il ne lui arrivât pas d'être exposé au mépris du vulgaire. De là cette critique de Timon :

Entre ceux-là est Héraclite, ce criard mal bâti, cet injurieux discoureur, et ce diseur d'énigmes.

Théophraste attribue à son humeur mélancolique les choses qu'il a écrites imparfaitement, et celles qu'il a traitées différemment de ce qu'elles sont. Antisthène, dans ses Successions, allègue pour preuve de sa grandeur d'âme, qu'il céda à son frère la présidence des affaires de prêtrise. Au reste, son livre lui acquit tant d'honneur, qu'il eut des sectateurs qui portèrent le nom d'héraclitiens.

[7] Voici en général quelles furent ses opinions. Il croyait que toutes choses sont composées du feu et se résolvent dans cet élément ; que tout se fait par un destin, et que tout s'arrange et s'unit par les changements des contraires; que toutes les parties du monde sont pleines d'esprits et de démons. Il a parlé aussi des divers changements qui se remarquent dans les mouvements de la nature. Il croyait de plus que la grandeur du soleil est telle qu'elle le parait; que la nature de l'âme est une chose si profonde, qu'on n'en peut rien définir, quelque route qu'on suive pour parvenir à la connaître. Il disait que l'opinion de soi-même est une maladie sacrée, et la vue une chose trompeuse. Quelquefois il s'énonce d'une manière claire et intelligible, de sorte que les esprits les plus lents peuvent l'entendre, et que ce qu'il dit pénètre jusque dans le fond de l'âme. Il est incomparable pour la brièveté et pour la force avec laquelle il s'explique ;

[8] mais exposons ses sentiments plus en détail.

Suivant ce philosophe, le feu est un élément, et c'est de ses divers changements que naissent toutes choses, selon qu'il est plus raréfié ou plus dense. Il s'en tient là, et n'explique rien ouvertement. Il croit que tout se fait par l'opposition qu'une chose a avec l'autre, et compare le cours de la nature à celui d'un fleuve. Il suppose l'univers fini, et n'admet qu'un seul monde, qui, comme il est produit par le feu, se dissout aussi par cet élément au bout de certains périodes ; et cela, en vertu d'une destinée. Il appelle l'action des contraires, qui produit la génération, une guerre et une discorde; il nomme celle qui produit l'embrasement du monde, une paix et une union. Il qualifie aussi cette vicissitude un mouvement de haut en bas et de bas en haut, suivant lequel le monde se fait.

[9] Le feu condensé se change en humidité, qui, ayant acquis sa consistance, devient eau. L'eau épaissie se change en terre, et c'est là le mouvement de haut en bas. Réciproquement la terre liquéfiée se change en eau, de laquelle naît ensuite tout le reste par l'évaporation qui s'élève de la mer, et voilà le mouvement de bas en haut. Il est d'avis qu'il s'élève des évaporations de la terre et de la mer, les unes claires et pures, les autres ténébreuses ; que les premières servent de nourriture au feu, et les secondes à l'eau.

Il n'explique pas de quelle nature est le ciel qui nous environne. Il y suppose des espèces de bassins, dont la partie concave est tournée de notre côté ; et les évaporations pures, qui s'y rassemblent, forment des flammes que nous prenons pour des astres.

[10] Les flammes qui forment le soleil sont extrêmement pures et vives ; celles des autres astres, plus éloignés de la terre, ont moins de pureté et de chaleur. La lune, comme plus voisine de la terre, ne passe pas par des espaces purs, au lien que le soleil est placé dans un lieu pur, clair, et éloigné de nous à une distance proportionnée ; ce qui fait qu'il éclaire et échauffe davantage. Les éclipses du soleil et de la lune viennent de ce que les bassins qui forment ces astres sont tournés à rebours de notre côté, et les phases que la lune présente chaque mois viennent de ce que le bassin qui la forme tourne peu à peu. Les jours et les nuits, les mois, les saisons, les années, les pluies, les vents, et autres phénomènes semblables, ont leur cause dans les différences des évaporations.

[11] L'évaporation pure, enflammée dans le cercle du soleil, produit le jour; l'évaporation contraire à celle-là cause la nuit. Pareillement la chaleur, augmentée par les évaporations pures, occasionne l'été, et au contraire l'augmentation de l'humidité par les évaporations obscures amène l'hiver. Ainsi raisonne Héraclite sur les autres causes naturelles. Au reste, il ne s'explique, ni sur la forme de la terre, ni sur les bassins des astres. Voilà ce qu'on sait de ses opinions.

Nous avons eu occasion de parler, dans la Vie de Socrate, de ce que ce philosophe pensait d'Héraclite après en avoir lu le livre que lui remit Euripide, comme le rapporte Ariston.

[12] Néanmoins Seleucus le grammairien dit qu'un nommé Croton, dans un ouvrage intitulé le Verseur d'eau, raconte que ce fut un certain Cratès qui le premier fit connaître ce livre en Grèce, et qui en avait cette idée, qu'il faudrait être nageur de Délos pour ne pas y suffoquer. Ce livre d'Héraclite est différemment intitulé : les Muses par les uns, de la Nature, par les autres. Diodote le désigne sous ce titre : le Moyen de bien conduire sa vie; d'autres le distinguent sous celui-ci : la Science des mœurs, renfermant une régie de conduite universelle.

Héraclite, interrogé pourquoi il ne répondait pas à ce qu'on lui demandait, répliqua : C'est afin que vous parliez. Il fut recherché de Darius, et ce prince avait tant d'envie de jouir de sa compagnie, qu'il lui écrivit cette lettre :

[13] LE ROI DARIUS, FILS D'HYSTASPE, AU SAGE HÉRACLITE D'ÉPHÈSE, SALUT.

« Vous avez composé un livre sur la nature, mais en termes si obscurs et si couverts, qu'il a besoin d'explication. En quelques endroits, si on prend vos expressions à la lettre, il semble que l'on ait une théorie de l'univers, des choses qui s'y font, et qui cependant dépendent d'un mouvement de la puissance divine. On est arrêté à la lecture de la plupart des passages ; de sorte que ceux même qui ont manié le plus de volumes ignorent ce que vous avez précisément voulu dire. Ainsi le roi Darius, fils d'Hystaspe, souhaite de vous entendre, et de s'instruire par votre bouche de la doctrine des Grecs.

[14] Venez donc au plus tôt, et que je vous voie dans mon palais. C'est assez la coutume en Grèce d'être peu attentif au mérite des grands hommes, et de ne pas faire beaucoup de cas, des fruits de leurs veilles, quoiqu'ils soient dignes qu'on y prête une sérieuse attention, et que l'on s'empresse à en profiter. Il n'en, sera pas de même chez moi. Je vous recevrai avec toutes les marques d'honneur possibles, j'aurai journellement avec vous des entretiens d'estime et de politesse ; en un mot, vous serez témoin du bon usage que je ferai de vos préceptes. »

HÉRACLITE D'ÉPHÈSE AU ROI DARIUS, FILS D'HYSTASPE, SALUT.

« Tous les hommes, quels qu'ils soient, s'écartent de la vérité et de la justice. Ils n'ont d'attachement que pour l'avarice ; ils ne respirent que la vaine gloire, par un entêtement qui est le comble de la folie. Pour moi, qui ne connais point la malice, qui évite tout sujet d'ennui, qui ne m'attire l'envie de personne ; moi, dis-je, qui méprise souverainement la vanité qui règne dans les cours, jamais il ne m'arrivera de mettre le pied sur les terres de Perse. Content de peu de chose, je jouis agréablement de mon sort et vis à mon gré. »

Telles furent les dispositions de ce philosophe à l'égard du roi Darius.

[15] Démétrius, dans son livre des Auteurs de même nom, rapporte qu'il eut du mépris pour les Athéniens, malgré la grande opinion qu'ils avaient de son mérite, et que quoiqu'il ne fût pas fort estimé des Éphésiens, il préféra de demeurer chez eux. Démétrius de Phalère a aussi parlé de lui dans sa Défense de Socrate.

Son livre a eu plusieurs commentateurs : Antisthène ; Héraclite et Cléanthe, natifs du Pont; Sphærus le stoïcien, Pausanias surnommé l'Héraclitiste, Nicomède, Denys, et Diodote entre les grammairiens. Celui-ci prétend que cet ouvrage ne roule pas sur la nature, mais sur la politique, ce qui s'y trouve sur la première de ces matières n'y étant proposé que sous l'idée d'exemple.

[16] Jérôme nous instruit qu'un nommé Scythinus, poète en vers ïambes, avait entrepris de versifier cet ouvrage.

On lit diverses épigrammes à l'occasion d'Héraclite, entre autres celle-ci :

Je suis Héraclite : à quel propos, gens sans lettres, voulez-vous me connaître de plus près ? Un travail aussi important que le mien n'est pas fait pour vous ; il ne s'adresse qu'aux savants. Un seul me suffit autant que trois mille. Que dis-je? Une infinité de lecteurs me vaut à peine un seul qui m'entend. J'en avertis, j'en instruis les mânes et les ombres.

En voici d'autres semblables ;

Lecteur, ne parcourez pas Héraclite avec trop de vitesse. Les routes qu'il trace sont difficiles à trouver. Vous avez besoin d'un guide qui vous conduise à travers les ténèbres qu'il répand sur ses écrits, et, à moins qu'un fameux devin ne vous déchiffre le sens de ses expressions, vous n'y verrez jamais clair.

[17] Il y a eu cinq Héraclites : le premier est celui-ci ; le second, poète lyrique, qui a fait l'éloge des douze dieux ; le troisième, natif d'Halicarnasse et poète élégiaque, au sujet duquel Callimaque composa ces vers :

Héraclite, la nouvelle de ta mort m'a arraché les larmes des yeux, en me souvenant combien de jours nous avons passés ensemble à mêler le sérieux avec le badin. Hélas ! où es-tu maintenant, cher hôte d'Halicarnasse ? Tu n'existes plus qu'en poussière ; mais les fruits de ta verve subsistent encore, et ne sont point soumis au pouvoir de la mort.

Le quatrième Héraclite de nom, né à Lesbos, a écrit l'histoire de Macédoine ; le cinquième n'a produit que des sottises, auxquelles il s'est amusé, au lieu de suivre sa profession de joueur de harpe.