ΧΡΥΣΙΠΠΟΣ
[179]
Χρύσιππος Ἀπολλωνίου Σολεύς, ἢ Ταρσεὺς ὡς Ἀλέξανδρος ἐν
Διαδοχαῖς, μαθητὴς Κλεάνθους. Οὗτος πρότερον μὲν δόλιχον
ἤσκει, ἔπειτ' ἀκούσας Ζήνωνος ἢ Κλεάνθους, ὡς Διοκλῆς
καὶ οἱ πλείους, ἔτι τε ζῶντος ἀπέστη αὐτοῦ καὶ οὐχ ὁ
τυχὼν ἐγένετο κατὰ φιλοσοφίαν· ἀνὴρ εὐφυὴς καὶ ὀξύτατος
ἐν παντὶ μέρει οὕτως ὥστε καὶ ἐν τοῖς πλείστοις διηνέχθη
πρὸς Ζήνωνα, ἀλλὰ καὶ πρὸς Κλεάνθην, ᾧ καὶ πολλάκις
ἔλεγε μόνης τῆς τῶν δογμάτων διδασκαλίας χρῄζειν, τὰς δὲ
ἀποδείξεις αὐτὸς εὑρήσειν. Μετενόει μέντοι ὁπότε πρὸς
αὐτὸν ἀποτείνοιτο, ὥστε συνεχὲς προφέρεσθαι ταῦτα·
Ἐγὼ δὲ τἄλλα μακάριος
πέφυκ' ἀνὴρ
πλὴν εἰς Κλεάνθην· τοῦτο δ' οὐκ εὐδαιμονῶ.
[180] Οὕτω δ' ἐπίδοξος ἐν
τοῖς διαλεκτικοῖς ἐγένετο, ὥστε δοκεῖν τοὺς πλείους ὅτι
εἰ παρὰ θεοῖς ἦν [ἡ] διαλεκτική, οὐκ ἂν ἄλλη ἦν ἢ ἡ
Χρυσίππειος. Πλεονάσας δὲ τοῖς πράγμασι τὴν λέξιν οὐ
κατώρθωσε. Πονικώτατός τε παρ' ὁντινοῦν γέγονεν, ὡς
δῆλον ἐκ τῶν συγγραμμάτων αὐτοῦ· τὸν ἀριθμὸν γὰρ ὑπὲρ
πέντε καὶ ἑπτακόσιά ἐστιν. Ἐπλήθυνε δ' αὐτὰ πολλάκις
ὑπὲρ τοῦ αὐτοῦ δόγματος ἐπιχειρῶν καὶ πᾶν τὸ ὑποπεσὸν
γράφων καὶ διορθούμενος πλεονάκις πλείστῃ τε τῶν
μαρτυριῶν παραθέσει χρώμενος· ὥστε καὶ ἐπειδή ποτ' ἔν
τινι τῶν συγγραμμάτων παρ' ὀλίγον τὴν Εὐριπίδου Μήδειαν
ὅλην παρετίθετο καί τις μετὰ χεῖρας εἶχε τὸ βιβλίον,
πρὸς τὸν πυθόμενον τί ἄρα ἔχοι, ἔφη « Χρυσίππου
Μήδειαν. »
[181]
Καὶ Ἀπολλόδωρος δ' ὁ Ἀθηναῖος ἐν τῇ Συναγωγῇ τῶν
δογμάτων, βουλόμενος παριστάνειν ὅτι τὰ Ἐπικούρου οἰκείᾳ
δυνάμει γεγραμμένα καὶ ἀπαράθετα ὄντα μυρίῳ πλείω ἐστὶ
τῶν Χρυσίππου βιβλίων, φησὶν οὕτως αὐτῇ τῇ λέξει· « Εἰ
γάρ τις ἀφέλοι τῶν Χρυσίππου βιβλίων ὅσ' ἀλλότρια
παρατέθειται, κενὸς αὐτῷ ὁ χάρτης καταλελείψεται. » Καὶ
ταῦτα μὲν Ἀπολλόδωρος. Ἡ δὲ παρεδρεύουσα πρεσβῦτις αὐτῷ,
ὥς φησι Διοκλῆς, ἔλεγεν ὡς πεντακοσίους γράφοι στίχους
ἡμερησίους. Ἑκάτων δέ φησιν ἐλθεῖν αὐτὸν ἐπὶ φιλοσοφίαν,
τῆς οὐσίας αὐτοῦ τῆς πατρῴας εἰς τὸ βασιλικὸν
ἀναληφθείσης.
[182]
Ἦν δὲ καὶ τὸ σωμάτιον εὐτελής, ὡς δῆλον ἐκ τοῦ
ἀνδριάντος τοῦ ἐν Κεραμεικῷ, ὃς σχεδόν τι ὑποκέκρυπται
τῷ πλησίον ἱππεῖ· ὅθεν αὐτὸν ὁ Καρνεάδης Κρύψιππον
ἔλεγεν. Οὗτος ὀνειδισθεὶς ὑπό τινος ὅτι οὐχὶ παρ'
Ἀρίστωνι μετὰ πολλῶν σχολάζοι, « Εἰ τοῖς πολλοῖς, »
εἶπε, « προσεῖχον, οὐκ ἂν ἐφιλοσόφησα. » Πρὸς δὲ τὸν
κατεξανιστάμενον Κλεάνθους διαλεκτικὸν καὶ προτείνοντα
αὐτῷ σοφίσματα, « Πέπαυσο, » εἶπε, « παρέλκων τὸν
πρεσβύτερον ἀπὸ τῶν πραγματικωτέρων, ἡμῖν δὲ τὰ τοιαῦτα
πρότεινε τοῖς νέοις. » Πάλιν δ' ἐπεί τις ζητῶν καταμόνας
αὐτῷ διελέγετο εὐσταθῶς, ἐπεὶ δὲ θεωρῶν προσιόντα ὄχλον
ἤρχετο φιλονεικεῖν, ἔφη,
Οἴμοι, κασίγνητ', ὄμμα σὸν
ταράσσεται·
ταχὺς δὲ μετέθου λύσσαν ἀρτίως φρονῶν.
[183] Ἐν μέντοι ταῖς
οἰνώσεσιν ἡσύχαζε παραφερόμενος τοῖς σκέλεσιν, ὥστε
εἰπεῖν τὴν δούλην, « Χρυσίππου μόνα τὰ σκέλη μεθύει. »
Οὕτω δ' ἦν φρονηματίας ὥστ' ἐρομένου τινός, « Τίνι
συστήσω τὸν υἱόν; », εἰπεῖν, « ἐμοί· καὶ γὰρ εἰ
ὑπελάμβανον εἶναί τιν' ἐμοῦ βελτίονα, παρ' αὐτῷ ἂν ἐγὼ
ἐφιλοσόφουν. » Ὅθεν φασὶν ἐπ' αὐτοῦ λεχθῆναι,
Οἶος πέπνυται, τοὶ δὲ
σκιαὶ ἀΐσσουσι·
καί,
Εἰ μὴ γὰρ ἦν Χρύσιππος,
οὐκ ἂν ἦν στοά.
[184] Τέλος δ' Ἀρκεσιλάῳ
καὶ Λακύδῃ, καθά φησι Σωτίων ἐν τῷ ὀγδόῳ, παραγενόμενος
ἐν Ἀκαδημείᾳ συνεφιλοσόφησε· δι' ἣν αἰτίαν καὶ κατὰ τῆς
συνηθείας καὶ ὑπὲρ αὐτῆς ἐπεχείρησε, καὶ περὶ μεγεθῶν
καὶ πληθῶν τῇ τῶν Ἀκαδημαϊκῶν συστάσει χρησάμενος.
Τοῦτον ἐν τῷ Ὠιδείῳ
σχολάζοντά φησιν Ἕρμιππος ἐπὶ θυσίαν ὑπὸ τῶν μαθητῶν
κληθῆναι· ἔνθα προσενεγκάμενον γλυκὺν ἄκρατον καὶ
ἰλιγγιάσαντα πεμπταῖον ἀπελθεῖν ἐξ ἀνθρώπων, τρία καὶ
ἑβδομήκοντα βιώσαντ' ἔτη, κατὰ τὴν τρίτην καὶ
τετταρακοστὴν <καὶ ἑκατοστὴν> Ὀλυμπιάδα, καθά φησιν
Ἀπολλόδωρος ἐν Χρονικοῖς. Καὶ ἔστιν ἡμῶν εἰς αὐτόν·
Ἰλιγγίασε Βάκχον ἐκπιὼν
χανδὸν
Χρύσιππος, οὐδ' ἐφείσατο
οὐ τῆς στοᾶς, οὐχ ἧς πάτρης, οὐ τῆς ψυχῆς,
ἀλλ' ἦλθε δῶμ' ἐς Ἀΐδεω.
[185] Ἔνιοι δέ φασι γέλωτι
συσχεθέντα αὐτὸν τελευτῆσαι· ὄνου γὰρ τὰ σῦκα αὐτῷ
φαγόντος, εἰπόντα τῇ γραΐ, « Δίδου νυν ἄκρατον
ἐπιρροφῆσαι τῷ ὄνῳ, » ὑπερκαγχάσαντα τελευτῆσαι.
Δοκεῖ δ' ὑπερόπτης τις
γεγονέναι. Τοσαῦτα γοῦν συγγράψας οὐδενὶ τῶν βασιλέων
προσπεφώνηκεν. Ἠρκεῖτό τε γραϊδίῳ μόνῳ, καθὰ καὶ
Δημήτριος ἐν Ὁμωνύμοις φησί. Πτολεμαίου τε πρὸς Κλεάνθην
ἐπιστείλαντος ἢ αὐτὸν ἐλθεῖν ἢ πέμψαι τινά, Σφαῖρος μὲν
ἀπῆλθε, Χρύσιππος δὲ περιεῖδε. Μεταπεμψάμενος δὲ τοὺς
τῆς ἀδελφῆς υἱεῖς, Ἀριστοκρέοντα καὶ Φιλοκράτην,
συνεκρότησε. Καὶ πρῶτος ἐθάρρησε σχολὴν ἔχειν ὕπαιθρον
ἐν Λυκείῳ, καθάπερ καὶ ὁ προειρημένος Δημήτριος ἱστορεῖ.
[186]
Γέγονε δὲ καὶ ἄλλος Χρύσιππος Κνίδιος ἰατρός, παρ' οὗ
φησιν Ἐρασίστρατος τὰ μάλιστα ὠφελῆσθαι. Καὶ ἕτερος υἱὸς
τούτου, ἰατρὸς Πτολεμαίου, ὃς διαβληθεὶς περιήχθη καὶ
μαστιγούμενος ἐκολάσθη· ἄλλος μαθητὴς Ἐρασιστράτου καί
τις Γεωργικὰ γεγραφώς.
Ὁ δὴ φιλόσοφος καὶ
τοιούτους τινὰς ἠρώτα λόγους· « Ὁ λέγων τοῖς ἀμυήτοις τὰ
μυστήρια ἀσεβεῖ· ὁ δέ γ' ἱεροφάντης τοῖς ἀμυήτοις λέγει
<τὰ μυστήρια>· ἀσεβεῖ ἄρα ὁ ἱεροφάντης. » Ἄλλο· « Ὃ οὐκ
ἔστιν ἐν τῇ πόλει, τοῦτ' οὐδ' ἐν τῇ οἰκίᾳ· οὐκ ἔστι δὲ
φρέαρ ἐν τῇ πόλει, οὐδ' ἄρ' ἐν τῇ οἰκίᾳ. » Ἄλλο· « Ἔστι
τις κεφαλή· ἐκείνην δ' οὐκ ἔχεις· ἔστι δέ γέ τις κεφαλὴ
<ἣν οὐκ ἔχεις>· οὐκ ἄρα ἔχεις κεφαλήν. »
[187]
Ἄλλο· « Εἴ τις
ἐστιν ἐν Μεγάροις, οὐκ ἔστιν ἐν Ἀθήναις· ἄνθρωπος δ'
ἐστὶν ἐν Μεγάροις· οὐκ ἄρ' ἐστὶν ἄνθρωπος ἐν Ἀθήναις. »
Καὶ πάλιν· « Εἴ τι λαλεῖς, τοῦτο διὰ τοῦ στόματός σου
διέρχεται· ἅμαξαν δὲ λαλεῖς· ἅμαξα ἄρα διὰ τοῦ στόματός
σου διέρχεται. » Καί· « Εἴ τι οὐκ ἀπέβαλες, τοῦτ' ἔχεις·
κέρατα δ' οὐκ ἀπέβαλες· κέρατ' ἄρ' ἔχεις. » Οἱ δ'
Εὐβουλίδου τοῦτό φασιν.
Εἰσὶ δὲ οἳ κατατρέχουσι
τοῦ Χρυσίππου ὡς πολλὰ αἰσχρῶς καὶ ἀρρήτως
ἀναγεγραφότος. Ἐν μὲν γὰρ τῷ Περὶ τῶν ἀρχαίων φυσιολόγων
συγγράμματι αἰσχρῶς τὰ περὶ τὴν Ἥραν καὶ τὸν Δία
ἀναπλάττει, λέγων κατὰ τοὺς ἑξακοσίους στίχους ἃ μηδεὶς
ἠτυχηκὼς μολύνειν τὸ στόμα εἴποι ἄν.
[188]
Αἰσχροτάτην γάρ, φασί,
ταύτην ἀναπλάττει ἱστορίαν, εἰ καὶ ἐπαινεῖ ὡς φυσικήν,
χαμαιτύπαις μᾶλλον πρέπουσαν ἢ θεοῖς, ἔτι τε καὶ παρὰ
τοῖς περὶ πινάκων γράψασι <οὐ> κατακεχωρισμένην· μήτε
γὰρ παρὰ Πολέμωνι μήτε παρ' Ὑψικράτει, ἀλλὰ μηδὲ παρ'
Ἀντιγόνῳ εἶναι, ὑπ' αὐτοῦ δὲ πεπλάσθαι. Ἐν δὲ τῷ Περὶ
πολιτείας καὶ μητράσι λέγει συνέρχεσθαι καὶ θυγατράσι
καὶ υἱοῖς· τὰ δ' αὐτά φησι καὶ ἐν τῷ Περὶ τῶν μὴ δι'
ἑαυτὰ αἱρετῶν εὐθὺς ἐν ἀρχῇ. Ἐν δὲ τῷ τρίτῳ Περὶ δικαίου
κατὰ τοὺς χιλίους στίχους καὶ τοὺς ἀποθανόντας
κατεσθίειν κελεύων.
[189] Ἐν
δὲ τῷ δευτέρῳ Περὶ βίου καὶ πορισμοῦ προνοεῖν λέγων ὅπως
ποριστέον τῷ σοφῷ· « Καίτοι τίνος χάριν ποριστέον αὐτῷ;
εἰ μὲν γὰρ τοῦ ζῆν ἕνεκεν, ἀδιάφορον τὸ ζῆν· εἰ δὲ
ἡδονῆς, καὶ αὕτη ἀδιάφορος· εἰ δὲ τῆς ἀρετῆς, αὐτάρκης
αὕτη πρὸς εὐδαιμονίαν. Καταγέλαστοι δὲ καὶ οἱ τρόποι τοῦ
πορισμοῦ, οἷον οἱ ἀπὸ βασιλέως· εἴκειν γὰρ αὐτῷ δεήσει.
Καὶ οἱ ἀπὸ φιλίας· λήμματος γὰρ ὤνιος ἡ φιλία ἔσται. Καὶ
οἱ ἀπὸ σοφίας· μισθαρνήσει γὰρ ἡ σοφία. » Καὶ ταῦτα μὲν
ἐγκαλεῖται.
Ἐπεὶ δ' ἐνδοξότατα τὰ
βιβλία ἐστὶν αὐτῷ, ἔδοξέ μοι καὶ τὴν πρὸς εἶδος
ἀναγραφὴν αὐτῶν ἐνταῦθα καταχωρίσαι. Καὶ ἔστι τάδε·
Λογικοῦ
τόπου
Θέσεις λογικαί,
Τῶν τοῦ φιλοσόφου σκεμμάτων,
Ὅρων διαλεκτικῶν πρὸς
Μητρόδωρον Ϛʹ,
Περὶ τῶν κατὰ τὴν διαλεκτικὴν ὀνομάτων πρὸς Ζήνωνα αʹ,
[190]
Τέχνη διαλεκτικὴ πρὸς Ἀρισταγόραν αʹ,
Συνημμένων πιθανῶν πρὸς Διοσκουρίδην δʹ.
Λογικοῦ
τόπου τοῦ περὶ τὰ πράγματα
Σύνταξις πρώτη
Περὶ ἀξιωμάτων αʹ,
Περὶ τῶν οὐχ ἁπλῶν ἀξιωμάτων αʹ,
Περὶ τοῦ συμπεπλεγμένου πρὸς Ἀθηνάδην αʹ βʹ,
Περὶ ἀποφατικῶν πρὸς Ἀρισταγόραν γʹ,
Περὶ τῶν καταγορευτικῶν πρὸς Ἀθηνόδωρον αʹ,
Περὶ τῶν κατὰ στέρησιν λεγομένων πρὸς Θέαρον αʹ,
Περὶ τῶν ἀορίστων ἀξιωμάτων πρὸς Δίωνα αʹ βʹ γʹ,
Περὶ τῆς διαφορᾶς τῶν ἀορίστων αʹ βʹ γʹ δʹ,
Περὶ τῶν κατὰ χρόνους λεγομένων αʹ βʹ,
Περὶ συντελικῶν ἀξιωμάτων βʹ.
Σύνταξις δευτέρα
Περὶ ἀληθοῦς διεζευγμένου
πρὸς Γοργιππίδην αʹ,
Περὶ ἀληθοῦς συνημμένου πρὸς Γοργιππίδην αʹ βʹ γʹ δʹ,
[191] Αἵρεσις πρὸς Γοργιππίδην αʹ,
Πρὸς τὸ περὶ ἀκολούθων αʹ,
Περὶ τοῦ διὰ τριῶν πάλιν πρὸς Γοργιππίδην αʹ,
Περὶ δυνατῶν πρὸς Κλεῖτον δʹ,
Πρὸς τὸ περὶ σημασιῶν Φίλωνος αʹ,
Περὶ τοῦ τίνα ἐστὶ τὰ ψευδῆ αʹ.
Σύνταξις τρίτη
Περὶ προσταγμάτων βʹ,
Περὶ ἐρωτήσεως βʹ,
Περὶ πεύσεως δʹ,
Ἐπιτομὴ περὶ ἐρωτήσεως καὶ πεύσεως αʹ,
Ἐπιτομὴ περὶ ἀποκρίσεως αʹ,
<Περὶ> ζητήσεως βʹ,
Περὶ ἀποκρίσεως δʹ.
Σύνταξις τετάρτη·
Περὶ τῶν κατηγορημάτων
πρὸς Μητρόδωρον ιʹ,
Περὶ ὀρθῶν καὶ ὑπτίων πρὸς Φύλαρχον αʹ,
Περὶ τῶν συναμμάτων πρὸς Ἀπολλωνίδην αʹ,
Πρὸς Πάσυλον περὶ κατηγορημάτων δʹ.
[192]
Σύνταξις πέμπτη
Περὶ τῶν πέντε πτώσεων αʹ,
Περὶ τῶν κατὰ τὸ ὑποκείμενον ὡρισμένων ἐκφορῶν αʹ,
Περὶ παρεμφάσεως πρὸς Στησαγόραν βʹ,
Περὶ τῶν προσηγορικῶν βʹ.
Λογικοῦ
τόπου περὶ τὰς λέξεις καὶ τὸν κατ' αὐτὰς λόγον
Σύνταξις πρώτη
Περὶ τῶν ἑνικῶν καὶ
πληθυντικῶν ἐκφορῶν Ϛʹ,
Περὶ λέξεων πρὸς Σωσιγένην καὶ Ἀλέξανδρον εʹ,
Περὶ τῆς κατὰ τὰς λέξεις ἀνωμαλίας πρὸς Δίωνα δʹ,
Περὶ τῶν πρὸς τὰς φωνὰς σωριτῶν λόγων γʹ,
Περὶ σολοικισμῶν αʹ,
Περὶ σολοικιζόντων λόγων πρὸς Διονύσιον αʹ,
Λόγοι παρὰ τὰς συνηθείας αʹ,
Λέξις πρὸς Διονύσιον αʹ.
Σύνταξις δευτέρα
Περὶ τῶν στοιχείων τοῦ
λόγου καὶ τῶν λεγομένων εʹ,
Περὶ τῆς συντάξεως τῶν λεγομένων δʹ,
[193]
Περὶ τῆς συντάξεως καὶ στοιχείων τῶν λεγομένων πρὸς
Φίλιππον γʹ,
Περὶ τῶν στοιχείων τοῦ λόγου πρὸς Νικίαν αʹ,
Περὶ τοῦ πρὸς ἕτερα λεγομένου αʹ.
Σύνταξις τρίτη
Πρὸς τοὺς μὴ διαιρουμένους
βʹ,
Περὶ ἀμφιβολιῶν πρὸς Ἀπολλᾶν δʹ,
Περὶ τῶν τροπικῶν ἀμφιβολιῶν αʹ,
Περὶ συνημμένης τροπικῆς ἀμφιβολίας βʹ,
Πρὸς τὸ περὶ ἀμφιβολιῶν Πανθοίδου βʹ,
Περὶ τῆς εἰς τὰς ἀμφιβολίας εἰσαγωγῆς εʹ,
Ἐπιτομὴ τῶν πρὸς Ἐπικράτην ἀμφιβολιῶν αʹ,
Συνημμένα πρὸς τὴν εἰσαγωγὴν τῶν εἰς τὰς ἀμφιβολίας βʹ.
|
CHRYSIPPE.
[179]
Chrysippe, fils d'Apollonius, naquit à Soles, ou à
Tarse, selon Alexandre dans ses Successions. Il
s'exerça au combat de la lance avant, qu'il ne devint
disciple de Zénon ou de Cléanthe, qu'il quitta lorsqu'il
vivait encore, assurent Dioclès et plusieurs autres. Il
ne fut pas un des médiocres philosophes. Il avait
beaucoup de génie, l'esprit si délié et si subtil en
tout genre, qu'en plusieurs choses il s'écartait de
l'avis, non seulement de Zénon, mais de Cléanthe même, à
qui il disait souvent qu'il n'avait besoin que d'être
instruit de ses principes, et que pour les preuves il
saurait bien les trouver lui-même. Cependant il ne
laissait pas que de se dépiter lorsqu'il disputait
contre lui, jusqu'à dire fréquemment qu'il était heureux
à tous égards, excepté en ce qui regardait Cléanthe.
[180]
Il
était si bon dialecticien, et si estimé de tout le monde
pour sa science, que bien des gens disaient que si les
dieux faisaient usage de la dialectique, ils ne
pouvaient se servir que de celle de Chrysippe. Au reste,
quoiqu'il fût extrêmement fécond en subtilités, il ne
parut pas aussi habile sur la diction que sur les
choses. Personne ne l'égalait pour la constance et
l'assiduité au travail, témoin ses ouvrages, qui sont au
nombre de sept cent cinq volumes. Mais la raison de
cette multitude de productions est qu'il traitait
plusieurs fois le même sujet, qu'il mettait par écrit
tout ce qui lui venait dans la pensée, qu'il retouchait
souvent ce qu'il avait fini, et qu'il farcissait ses
compositions d'une infinité de preuves. Il avait
tellement pris cette habitude, qu'il transcrivit presque
tout entière la Médée d'Euripide dans quelques
opuscules ; jusque là que quelqu'un, qui avait cet
ouvrage entre les mains, et à qui un autre demandait ce
qu'il contenait, répondit que c'était la Médée de
Chrysippe.
[181]
De là vient aussi qu'Apollodore l'Athénien,
dans sa Collection des dogmes
philosophiques, voulant prouver que quoique Épicure
ait enfanté ses ouvrages sans puiser dans les sources
des autres, ses livres sont beaucoup plus nombreux que
ceux de Chrysippe, dit que si on ôtait des écrits de
celui-ci ce qui appartient à autrui, il ne resterait que
le papier vide. Tels sont les termes dans lesquels
s'exprime Apollodore à cette occasion. Dioclès rapporte
qu'une vieille femme, qui était auprès de Chrysippe,
disait qu'ordinairement il écrivait cinq cents versets
par jour. Hécaton assure qu'il ne s'avisa de s'appliquer
à la philosophie que parce que ses biens avaient été
confisqués au profit du roi.
[182]
Il avait la complexion
délicate et la taille fort courte, comme il paraît par
sa statue dans la place Céramique, et qui est presque
cachée par une autre statue équestre, placée près de là
; ce qui donna occasion à Carnéade de l'appeler
Crypsippe au lieu de Chrysippe.
On lui reprochait qu'il n'allait pas aux leçons
d'Ariston, qui avait un grand nombre de disciples. « Si
j'avais pris garde au grand nombre, répondit-il, je ne
me serais pas adonné à la philosophie. » Un dialecticien
obsédait Cléanthe, et lui proposait des sophismes. «
Cessez, lui dit Chrysippe, de détourner ce sage
vieillard de choses plus importantes, et gardez vos
raisonnements pour nous, qui sommes plus jeunes. » Un
jour qu'il était seul avec quelqu'un à parler
tranquillement sur quelque sujet, d'autres
s'approchèrent et se mêlèrent de la conversation.
Chrysippe, s'apercevant que celui qui lui parlait
commençait à s'échauffer dans la dispute, lui dit : « Ah
! frère, je vois que ton visage se trouble. Quitte
promptement cette fureur, et donne-toi le temps de
penser raisonnablement. »
[183]
Il était fort tranquille
lorsqu'il était à boire, excepté qu'il remuait les
jambes; de sorte que sa servante disait qu'il n'y avait
que les jambes de Chrysippe qui fussent ivres. Il avait
une si haute opinion de lui-même, que quelqu'un lui
ayant demandé à qui il confierait son fils, il répondit
: « A moi. Car si je savais que quelqu'un me surpassât
en science, j'irais dès ce moment étudier sous lui la
philosophie. » Aussi lui appliqua-t-on ces paroles : «
Celui-là seul a des lumières ; les autres ne font que
s'agiter comme des ombres.
» On disait aussi de lui que s'il n'y avait point de
Chrysippe, il n'y aurait plus d'école au Portique.
[184] Enfin, Sotion, dans le huitième livre de ses
Successions, remarque que lorsqu'Arcésilas et
Lacydes vinrent à l'académie, il se joignit à eux dans
l'étude de la philosophie, et que ce fut ce qui lui
donna lieu d'écrire contre la coutume et celle qu'il
avait suivie dans ses ouvrages, en se servant des
arguments des académiciens sur les grandeurs et les
quantités.
Hermippe dit que Chrysippe, étant occupé dans le collège
Odéen, fut appelé par ses disciples pour assister au
sacrifice, et qu'ayant bu du vin doux pur, il lui prit
un vertige, dont les suites lui causèrent la mort cinq
jours après. Il mourut âgé de soixante-treize ans, dans
la cent quarante troisième olympiade, selon Apollodore
dans ses Chroniques. Nous lui avons composé cette
épigramme :
Alléché par le vin, Chrysippe en boit jusqu'à ce que la
tête lui tourne. Il ne se soucie plus ni du Portique, ni
de sa patrie, ni de sa vie ; il abandonne tout pour
courir au séjour des morts.
[185]
Il y en a qui prétendent qu'il mourut à force d'avoir
trop ri : voici à propos de quoi. Ayant vu un âne manger
ses figues, il dit à la vieille femme qui demeurait avec
lui, qu'il fallait donner à l'animal du vin pur à boire
; et que là-dessus il éclata si fort de rire qu'il en
rendit l'esprit.
Il paraît que le mépris faisait partie
de son caractère, puisque d'un si grand nombre
d'ouvrages écrits de sa main, il n'en dédia pas un seul
à aucun prince. Il ne se plaisait qu'avec sa vieille,
dit Démétrius dans ses Synonymes. Ptolomée ayant
écrit à Cléanthe de venir lui-même le voir, ou du moins
de lui envoyer quelque autre, Sphærus s'y rendit ; mais
Chrysippe refusa d'y aller. Démétrius ajoute qu'après
avoir mandé auprès de lui les fils de sa sœur,
Aristocréon et Philocrate, il les instruisit; et
qu'ensuite s'étant attiré des disciples, il fut le
premier qui s'enhardit à enseigner en plein air dans le
lycée.
[186]
Il y a eu un autre Chrysippe de Cnide, médecin de
profession, et de qui Érasistrate avoue avoir appris
beaucoup de choses. Un second Chrysippe fut le fils de
celui-ci, médecin de Ptolomée, et qui, par une calomnie,
fut fouetté et mis à mort; un troisième fut disciple
d'Érasistrate, et le quatrième écrivit sur les
occupations de la campagne.
Le philosophe dont nous parlons avait coutume de se
servir de ces sortes de raisonnements : Celui qui
communique les mystères à des gens qui ne sont pas
initiés est un impie : or, celui qui préside aux
mystères les communique à des personnes non initiées ;
donc celui qui préside aux mystères est un impie. Ce qui
n'est pas dans la ville n'est point dans la maison : or
il n'y a point de puits dans la ville ; donc il n'y en a
pas dans la maison. S'il y a quelque part une tête, vous
ne l'avez point : or il y a quelque part une tête que
vous n'avez point ; donc vous n'avez point de tête .
[187]
Si
quelqu'un est à Mégare, il n'est point à Athènes : or
l'homme est à Mégare ; donc il n'y a point d'homme à
Athènes ; et, au contraire, s'il est à Athènes, il n'est
point à Mégare. Si vous dites quelque chose, cela vous
passe par la bouche : or vous parlez d'un chariot ;
ainsi un chariot vous passe par la bouche. Ce que vous
n'avez pas jeté, vous l'avez : or vous n'avez pas jeté
des cornes ; donc vous avez des cornes. D'autres
attribuent cet argument à Eubulide.
Certains auteurs condamnent Chrysippe comme ayant mis au
jour plusieurs ouvrages honteux et obscènes. Ils citent
celui sur les anciens Physiciens, où il se
trouve une pièce d'environ six cents versets, contenant
une fiction sur Jupiter et Junon, mais qui renferme des
choses qui ne peuvent sortir que d'une bouche impudique.
[188]
Ils ajoutent que, malgré l'obscénité de cette histoire,
il la prôna comme une histoire physique, quoiqu'elle
convienne bien moins aux dieux qu'à des lieux de
débauche. Aussi ceux qui ont parlé des Tablettes
n'en ont point fait usage, pas même Polémon, ni
Hypsicrate, ni Antigone ; mais c'est une fiction de
Chrysippe. Dans son livre de la République,
il ne se déclare pas contre les mariages entre père et
fille, entre mère et fils ; il ne les approuve pas moins
ouvertement dès le commencement de son, traité sur
les Choses qui ne sont
point préférables par
elles-mêmes. Dans son troisième livre du Droit,
ouvrage d'environ mille versets, il veut qu'on mange les
corps morts.
[189]
On allègue encore contre lui ce qu'il
avance dans le deuxième livre de son ouvrage sur les
biens et l'abondance, où il examine comment et pourquoi
le sage doit chercher son profit : que si c'est pour la
vie même, il est indifférent de quelle manière il vive ;
que si c'est pour la volupté, il n'importe pas qu'il en
jouisse ou non ; que si c'est pour la vertu, elle lui
suffit seule pour le rendre heureux. Il traite du
dernier ridicule les gains que l'on fait, soit en
recevant des présents de la main des princes, parce
qu’ils obligent à ramper devant eux, soit en obtenant
des bienfaits de ses amis, parce qu’ils changent
l'amitié en commerce d'intérêt, soit en recueillant du
fruit de la sagesse, parce qu'elle devient mercenaire.
Tels sont les points contre lesquels on se récrie.
Mais
comme les ouvrages de Chrysippe sont fort célèbres, j'ai
cru en devoir placer ici le catalogue, en les rangeant
suivant leurs différentes classes.
Propositions sur la
logique :
que les matières de logique sont du nombre des
recherches d'un philosophe.
Six traités sur les
définitions de la dialectique, à Métrodore.
Un traité
des noms suivant la dialectique, à Zénon.
[190]
Un traité sur
l'art de la dialectique, à Aristagoras.
Quatre de
propositions conjointes qui sont vraisemblables, à
Dioscoride.
De la logique concernant les choses,
Première collection :
Un traité des
propositions.
Un de celles qui ne sont point simples.
Deux de ce qui est composé, à Athénade.
Trois des
négations, à Aristagoras.
Un des choses qui peuvent être
prédicaments, à Athénodore.
Deux de celles qui se disent
privativement.
Un à Théarus.
Trois des meilleures
propositions, à Dion.
Quatre de la différence des temps
indéfinis.
Deux des choses qui se disent relativement à
certains temps.
Deux des prépositions parfaites.
Seconde collection :
Un traité des choses
vraies, exprimées disjonctivement, à Gorgippide.
Quatre
des choses vraies, exprimées conjonctivement, au même.
[191]
Un de la distinction, au même.
Un touchant ce qui est
par conséquence.
Un des choses ternaires, aussi à
Gorgippide.
Quatre des choses possibles, à Cliton.
Un
sur les significations des mots, par Philon.
Un sur ce
qu'il faut regarder comme faux.
Troisième
collection :
Deux traités des préceptes.
Deux
d'interrogations.
Quatre de réponses.
Un abrégé
d'interrogations.
Un autre de réponses.
Deux livres de
demandes, et deux de solutions.
Quatrième
collection :
Dix traités de prédicaments, à
Métrodore.
Un des cas de déclinaison droits et obliques,
à Philarque.
Un des conjonctions, à Apollonide.
Quatre
des prédicaments, à Pasylus.
[192] Cinquième
collection:
Un traité des cinq cas de déclinaison.
Un des cas définis énoncés suivant le sujet.
Un
d'appellatifs.
Deux de subinsinuation, à Stésagoras.
Des
règles de logique par rapport aux mots et au discours.
Première collection :
Six traités
d'expressions au singulier et au pluriel.
Cinq
d'expressions, à Sosigène et Alexandre.
Quatre
d'anomalies d'expressions, à Dion.
Trois de syllogismes
sorites, considérés par rapport aux mots.
Un de
solécismes. Un de discours solécisants, à Denys.
Un de
la diction, à Denys.
Seconde collection :
Cinq traités d'éléments du discours, et de choses qui
sont le sujet du discours.
Quatre de la construction du
discours.
[193]
Trois de la construction et des éléments du
discours, à Philippe.
Un des éléments du discours, à
Nicias.
Un des choses qu'on dit relativement à d'autres.
Troisième collection:
Deux traités contre
ceux qui ne font point usage de la division.
Quatre
d'ambiguïtés, à Apolla.
Un des figures équivoques.
Deux
des figures équivoques conjointes.
Deux sur ce que
Panthoëde a écrit des équivoques.
Cinq traités
d'introduction aux ambiguïtés.
Un abrégé d'équivoques, à
Épicrate.
Deux de choses réunies, servant d'introduction
à la matière des équivoques.
|
Λογικοῦ
τόπου πρὸς τοὺς λόγους καὶ τοὺς τρόπους
Σύνταξις πρώτη
Τέχνη λόγων καὶ τρόπων
πρὸς Διοσκουρίδην εʹ,
[194]
Περὶ τῶν λόγων γʹ,
Περὶ τρόπων συστάσεως πρὸς Στησαγόραν βʹ,
Σύγκρισις τῶν τροπικῶν ἀξιωμάτων αʹ,
Περὶ ἀντιστρεφόντων λόγων καὶ συνημμένων αʹ,
Πρὸς Ἀγάθωνα ἢ περὶ τῶν ἑξῆς προβλημάτων αʹ,
Περὶ τοῦ τίνα συλλογιστικά τινος μετ' ἄλλου τε καὶ
μετ'ἄλλων αʹ,
Περὶ τῶν ἐπιφορῶν πρὸς Ἀρισταγόραν αʹ,
Περὶ τοῦ τάττεσθαι τὸν αὐτὸν λόγον ἐν πλείοσι τρόποις
αʹ,
Πρὸς τὰ ἀντειρημένα τῷ τὸν αὐτὸν λόγον ἐν συλλογιστικῷ
καὶ ἀσυλλογίστῳ τετάχθαι τρόπῳ βʹ,
Πρὸς τὰ ἀντειρημένα ταῖς τῶν συλλογισμῶν ἀναλύσεσι γʹ,
Πρὸς τὸ περὶ τρόπων Φίλωνος πρὸς Τιμόστρατον αʹ,
Λογικὰ συνημμένα πρὸς Τιμοκράτην καὶ Φιλομαθῆ· εἰς τὰ
περὶ λόγων καὶ τρόπων αʹ.
[195]
Σύνταξις δευτέρα
Περὶ τῶν περαινόντων λόγων
πρὸς Ζήνωνα αʹ,
Περὶ τῶν πρώτων καὶ ἀναποδείκτων συλλογισμῶν πρὸς Ζήνωνα
αʹ,
Περὶ τῆς ἀναλύσεως τῶν συλλογισμῶν αʹ,
Περὶ τῶν παρελκόντων λόγων πρὸς Πάσυλον βʹ,
Περὶ τῶν εἰς τοὺς συλλογισμοὺς θεωρημάτων αʹ,
Περὶ συλλογισμῶν εἰσαγωγικῶν πρὸς Ζήνωνα αʹ,
Τῶν πρὸς εἰσαγωγὴν τρόπων πρὸς Ζήνωνα γʹ,
Περὶ τῶν κατὰ ψευδῆ σχήματα συλλογισμῶν εʹ,
Λόγοι συλλογιστικοὶ κατ' ἀνάλυσιν ἐν τοῖς ἀναποδείκτοις
αʹ,
Τροπικὰ ζητήματα πρὸς Ζήνωνα καὶ Φιλομαθῆ αʹ (τοῦτο
δοκεῖ ψευδεπίγραφον).
Σύνταξις τρίτη
Περὶ τῶν μεταπιπτόντων
λόγων πρὸς Ἀθηνάδην αʹ (ψευδεπίγραφον),
[196]
Λόγοι μεταπίπτοντες πρὸς τὴν μεσότητα γʹ (ψευδεπίγραφα),
Πρὸς τοὺς Ἀμεινίου διαζευκτικοὺς αʹ.
Σύνταξις τετάρτη
Περὶ ὑποθέσεων πρὸς
Μελέαγρον γʹ,
Λόγοι ὑποθετικοὶ εἰς τοὺς νόμους πρὸς Μελέαγρον πάλιν
αʹ,
Λόγοι ὑποθετικοὶ πρὸς εἰσαγωγὴν βʹ,
Λόγοι ὑποθετικοὶ θεωρημάτων βʹ,
Λύσις τῶν Ἡδύλου ὑποθετικῶν βʹ,
Λύσις τῶν Ἀλεξάνδρου ὑποθετικῶν γʹ (ψευδεπίγραφα),
Περὶ ἐκθέσεων πρὸς Λαοδάμαντα αʹ.
Σύνταξις πέμπτη
Περὶ τῆς εἰς τὸν
ψευδόμενον εἰσαγωγῆς πρὸς Ἀριστοκρέοντα
αʹ,
Λόγοι ψευδόμενοι πρὸς εἰσαγωγὴν αʹ,
Περὶ τοῦ ψευδομένου πρὸς Ἀριστοκρέοντα Ϛʹ.
Σύνταξις ἕκτη
Πρὸς τοὺς νομίζοντας καὶ
ψευδῆ καὶ ἀληθῆ εἶναι αʹ,
[197]
Πρὸς τοὺς διὰ τῆς τομῆς διαλύοντας τὸν ψευδόμενον λόγον
πρὸς Ἀριστοκρέοντα βʹ,
Ἀποδείξεις πρὸς τὸ μὴ δεῖν τέμνειν τὰ ἀόριστα αʹ,
Πρὸς τὰ ἀντειρημένα τοῖς κατὰ τῆς τομῆς τῶν ἀορίστων
πρὸς Πάσυλον γʹ,
Λύσις κατὰ τοὺς ἀρχαίους πρὸς Διοσκουρίδην αʹ,
Περὶ τῆς τοῦ ψευδομένου λύσεως πρὸς Ἀριστοκρέοντα γʹ,
Λύσις τῶν Ἡδύλου ὑποθετικῶν πρὸς Ἀριστοκρέοντα καὶ
Ἀπολλᾶν αʹ.
Σύνταξις ἑβδόμη
Πρὸς τοὺς φάσκοντας τὰ
λήμματα ἔχειν ψευδῆ τὸν ψευδόμενον λόγον αʹ,
Περὶ ἀποφάσκοντος πρὸς τὸν Ἀριστοκρέοντα βʹ,
Λόγοι ἀποφάσκοντες πρὸς γυμνασίαν αʹ,
Περὶ τοῦ παρὰ μικρὸν λόγου πρὸς Στησαγόραν αʹ βʹ,
Περὶ τῶν εἰς τὰς ὑπολήψεις λόγων καὶ ἡσυχαζόντων πρὸς
Ὀνήτορα βʹ,
[198]
Περὶ τοῦ ἐγκεκαλυμμένου πρὸς Ἀριστόβουλον βʹ,
Περὶ τοῦ διαλεληθότος πρὸς Ἀθηνάδην αʹ.
Σύνταξις ὀγδόη
Περὶ τοῦ οὔτιδος πρὸς
Μενεκράτην ηʹ,
Περὶ τῶν ἐξ ἀορίστου καὶ ὡρισμένου λόγων πρὸς Πάσυλον
βʹ,
Περὶ οὔτιδος λόγου πρὸς Ἐπικράτην αʹ.
Σύνταξις ἐνάτη
Περὶ τῶν σοφισμάτων πρὸς
Ἡρακλείδην καὶ Πόλλιν βʹ,
Περὶ τῶν ἀπόρων διαλεκτικῶν [λόγων] πρὸς Διοσκουρίδην
εʹ,
Πρὸς τὸ Ἀρκεσιλάου μεθόδιον πρὸς Σφαῖρον αʹ.
Σύνταξις δεκάτη
Κατὰ τῆς συνηθείας πρὸς
Μητρόδωρον Ϛʹ,
Ὑπὲρ τῆς συνηθείας πρὸς Γοργιππίδην ζʹ.
Λογικοῦ τόπου τὰ τῶν προειρημένων τεττάρων διαφορῶν
ἐκτὸς
ὄντα καὶ περιέχοντα <τὰς> σποράδην καὶ οὐ σωματικὰς
ζητήσεις
λογικάς, περὶ τῶν καταλεγομένων ζητημάτων ἐννέα καὶ
τριά-
κοντα. Ὁμοῦ τὰ πάντα τοῦ λογικοῦ τιαʹ.
|
Collections sur les
discours et figures de logique.
Première
collection :
Cinq traités sur l'art des discours et
des modes, à Dioscoride.
[194]
Trois des discours.
Deux de la
constitution des figures, à Stésagoras.
Un d'assemblage
de propositions figurées.
Un traité de discours
conjoints et réciproques.
Un à Agathon, ou des problèmes
conséquents.
Un de conclusions, à Aristagoras.
Un sur ce
qu'un même discours peut être diversement tourné par le
moyen des figures.
Deux sur les difficultés qu'on oppose
à ce qu'un même discours puisse être exprimé par
syllogisme et sans syllogisme.
Trois sur ce qu'on
objecte touchant les solutions des syllogismes.
Un à
Timocrate, sur ce que Philon a écrit des figures.
Deux
de logique composée, à Timocrate et Philomathe.
Un des
discours et des figures.
[195] Deuxième collection
:
Un traité à Zénon sur les discours concluants.
Un au
même sur les syllogismes qu'on nomme premiers, et
qui ne sont pas démonstratifs.
Un sur l'analyse des
syllogismes.
Deux des discours trompeurs, à Pasylus.
Un
de considérations sur les syllogismes, c'est-à-dire
syllogismes introductifs, à Zénon.
Cinq des syllogismes
dont les figures sont fausses.
Un d'analyses de discours
syllogistiques dans les choses où manque la
démonstration; savoir, questions figurées, à Zénon et
Philomathe ; mais ce dernier ouvrage passe pour supposé.
T
troisième collection :
Un traité des
discours incidents, à Athénade, ouvrage supposé.
Trois
de discours incidents vers le milieu, ouvrage supposé de
même.
Un traité contre les disjonctifs d'Aménius.
Quatrième collection :
Trois traités de
questions politiques, à Méléagre.
Un traité de discours
hypothétiques sur les lois, au même.
Deux traités de
discours hypothétiques pour servir d'introduction.
Deux
autres de discours, contenant des considérations
hypothétiques.
Deux traités de résolutions
d'hypothétiques d'Hédyllus.
Trois traités de résolutions
d'hypothétiques d'Alexandre ; ouvrage supposé.
Deux
traités d'expositions, à Laodamas.
Cinquième
collection :
Un traité d'introduction à ce qui est
faux, à Aristocréon.
Un de discours faux pour
introduction, au même.
Six traités du faux, au même.
Sixième collection :
Un traité contre ceux
qui croient qu'il n'y a pas de différence entre le vrai
et le faux.
[197]
Deux contre ceux qui développent les
discours, faux en les coupant, à Aristrocréon.
Un traité
où l'on démontre qu'il ne faut point partager les
infinis.
Trois pour réfuter les difficultés contre
l'opinion qu'il ne faut point diviser les infinis, à
Pasylus.
Un traité des solutions suivant les anciens, à
Dioscoride.
Trois de la solution de ce qui est faux, à
Aristocréon.
Un traité de la solution des hypothétiques
d'Hédylle, à Aristocréon et Apolla.
Septième
collection :
Un traité contré ceux qui disent qu'un
discours faux suppose des assomptions fausses.
Deux de
la négation, à Aristocréon.
Un contenant des discours
négatifs pour s'exercer.
[198]
Deux des discours sur les
opinions, et des arguments arrêtants, à Onétor.
Deux des
arguments cachés, à Athénade.
Huitième
collection:
Huit traités de l'argument intitulé
Personne, à Ménécrate.
Deux des discours composés de choses définies et de
choses indéfinies, à Pasylus.
Un de l'argument intitulé
Personne, à Épicrate.
Neuvième
collection :
Deux traités des sophismes, à Héraclide
et Pollis.
Cinq des discours ambigus de dialectique, à
Dioscoride.
Un contre l'art d'Arcésilas, à Sphærus.
Dixième collection :
Six traités contre
l'usage, à Métrodore.
Sept sur l'usage, à Gorgippide.
Articles de la logique, différents des quatre chefs
généraux dont on a parlé, et qui contiennent diverses
questions de logique qui ne sont pas réduites en corps.
Trente-neuf traités de questions particularisées. En
tout, les ouvrages de Chrysippe sur la logique se
montent à trois cent onze volumes.
|
[199] Ἠθικοῦ λόγου τοῦ
περὶ τὴν διάρθρωσιν τῶν ἠθικῶν ἐννοιῶν
Σύνταξις πρώτη
Ὑπογραφὴ τοῦ <ἠθικοῦ>
λόγου πρὸς Θεόπορον αʹ,
Θέσεις ἠθικαὶ αʹ,
Πιθανὰ λήμματα εἰς τὰ δόγματα πρὸς Φιλομαθῆ γʹ,
Ὅρων τῶν τοῦ ἀστείου πρὸς Μητρόδωρον βʹ,
Ὅρων τῶν τοῦ φαύλου πρὸς Μητρόδωρον βʹ,
Ὅρων τῶν ἀναμέσων πρὸς Μητρόδωρον βʹ,
Ὅρων τῶν πρὸς Μητρόδωρον κατὰ γένος ζʹ,
Ὅρων τῶν κατὰ τὰς ἄλλας τέχνας πρὸς Μητρόδωρον αʹ βʹ.
Σύνταξις δευτέρα
Περὶ τῶν ὁμοίων πρὸς
Ἀριστοκλέα γʹ,
Περὶ τῶν ὅρων πρὸς Μητρόδωρον ζʹ.
Σύνταξις τρίτη
Περὶ τῶν οὐκ ὀρθῶς τοῖς
ὅροις ἀντιλεγομένων πρὸς Λαοδάμαντα ζʹ,
[200] Πιθανὰ εἰς τοὺς ὅρους πρὸς Διοσκουρίδην βʹ,
Περὶ εἰδῶν καὶ γενῶν πρὸς Γοργιππίδην βʹ,
Περὶ διαιρέσεων αʹ,
Περὶ ἐναντίων πρὸς Διονύσιον βʹ,
Πιθανὰ πρὸς τὰς διαιρέσεις καὶ τὰ γένη καὶ τὰ εἴδη καὶ
<τὰ> περὶ τῶν ἐναντίων αʹ.
Σύνταξις τετάρτη
Περὶ τῶν ἐτυμολογικῶν πρὸς
Διοκλέα ζʹ,
Ἐτυμολογικῶν πρὸς Διοκλέα δʹ.
Σύνταξις πέμπτη
Περὶ παροιμιῶν πρὸς
Ζηνόδοτον βʹ,
Περὶ ποιημάτων πρὸς Φιλομαθῆ αʹ,
Περὶ τοῦ πῶς δεῖ τῶν ποιημάτων ἀκούειν βʹ,
Πρὸς τοὺς κριτικοὺς πρὸς Διόδωρον αʹ.
[201] Ἠθικοῦ τόπου περὶ
τὸν κοινὸν λόγον καὶ τὰς ἐκ τούτου συνισταμένας τέχνας
καὶ ἀρετάς
Σύνταξις πρώτη
Πρὸς τὰς ἀναζωγραφήσεις
πρὸς Τιμώνακτα αʹ,
Περὶ τοῦ πῶς ἕκαστα λέγομεν καὶ διανοούμεθα αʹ,
Περὶ τῶν ἐννοιῶν πρὸς Λαοδάμαντα βʹ,
Περὶ ὑπολήψεως πρὸς Πυθώνακτα γʹ,
Ἀποδείξεις πρὸς τὸ μὴ δοξάσειν τὸν σοφὸν αʹ,
Περὶ καταλήψεως καὶ ἐπιστήμης καὶ ἀγνοίας δʹ,
Περὶ λόγου βʹ,
Περὶ τῆς χρήσεως τοῦ λόγου πρὸς Λεπτίνην.
Σύνταξις δευτέρα
Περὶ τοῦ ἐγκρίνειν τοὺς
ἀρχαίους τὴν διαλεκτικὴν σὺν ταῖς ἀποδείξεσι πρὸς Ζήνωνα
βʹ,
[202] Περὶ τῆς διαλεκτικῆς πρὸς Ἀριστοκρέοντα δʹ,
Περὶ τῶν ἀντιλεγομένων τοῖς διαλεκτικοῖς γʹ,
Περὶ τῆς ῥητορικῆς πρὸς Διοσκουρίδην δʹ.
Σύνταξις τρίτη
Περὶ ἕξεως πρὸς Κλέωνα γʹ,
Περὶ τέχνης καὶ ἀτεχνίας πρὸς Ἀριστοκρέοντα δʹ,
Περὶ τῆς διαφορᾶς τῶν ἀρετῶν πρὸς Διόδωρον δʹ,
Περὶ τοῦ ποιὰς εἶναι τὰς ἀρετὰς αʹ,
Περὶ ἀρετῶν πρὸς Πόλλιν βʹ.
Ἠθικοῦ
τόπου περὶ ἀγαθῶν καὶ κακῶν
Σύνταξις πρώτη
Περὶ τοῦ καλοῦ καὶ τῆς
ἡδονῆς πρὸς Ἀριστοκρέοντα ιʹ,
Ἀποδείξεις πρὸς τὸ μὴ εἶναι τὴν ἡδονὴν τέλος δʹ,
Ἀποδείξεις πρὸς τὸ μὴ εἶναι τὴν ἡδονὴν ἀγαθὸν δʹ,
Περὶ τῶν λεγομένων ὑπὲρ τῆς * * |
[199] Ses ouvrages de morale, qui roulent sur la manière de
rectifier les notions morales, contiennent ce qui suit :
Première collection :
Un traité de la
description du discours, à Théospore.
Un traité de
questions morales.
Trois d'assomptions vraisemblables
pour des opinions, à Philomathe.
Deux de définitions
selon des gens civilisés, à Métrodore.
Deux de
définitions selon des gens rustiques, au même.
Sept de
définitions selon leurs genres, au même.
Deux des
définitions suivant d'autres systèmes, au même.
Deuxième collection :
Trois traités des
choses semblables, à Aristoclée.
Sept des définitions, à
Métrodore.
Troisième collection :
Sept
traités des difficultés qu'on fait mal à propos contre
les définitions, à Laodamas.
[200] Deux de choses
vraisemblables sur les définitions, à Dioscoride.
Deux
des genres et des espèces, à Gorgippide.
Un des
distinctions.
Deux des choses contraires, à Denys.
Choses vraisemblables sur les distinctions, les genres
et les espèces. Un traité des choses contraires.
Quatrième, collection :
Sept traités de
l'étymologie, à Dioclès ;
quatre autres traités, au
même.
Cinquième collection :
Deux traités
des proverbes, à Zénodote,
Un des poèmes, à Philomathe.
Deux de la manière dont il faut écouter les poèmes.
Un
contre les critiques, à Diodore.
[201] De la morale,
considérée par rapport aux notions communes, aux
systèmes, et aux vertus qui en résultent.
Collection
première :
Un traité contre les peintures, à
Timonacte.
Un sur la manière dont nous parlons et
pensons.
Deux des notions, à Laodamas.
Deux de
l'opinion, à Pythonacte.
Un traité pour prouver que le
sage ne doit point juger par opinion.
Quatre de la
compréhension, de la science et de l'ignorance.
Deux du
discours.
De l'usage du discours, à Leptena.
Deuxième
collection :
Deux traités pour prouver que les
anciens ont jugé de la dialectique par démonstration, à
Zénon.
[202] Quatre de la dialectique, à Aristocréon.
Trois
des choses qu'on oppose aux dialecticiens.
Quatre de la
rhétorique, à Dioscoride.
Troisième collation
:
Trois traités de l'habitude, à Cléon.
Quatre de
l'art et du défaut de l'art, à Aristocréon.
Quatre de la
différence des vertus, à Diodore.
Un pour faire voir que
les vertus sont des qualités.
Deux des vertus, à Pollis.
De la morale par rapport aux biens et aux maux.
Première collection :
Dix traités de
l'honnête et de la volupté, à Aristocréon.
Quatre pour
prouver que la volupté n'est point la fin qu'il faut se
proposer.
Quatre pour prouver que la volupté n'est pas
un bien.
Des choses qu'on dit.
|