table des matières de DIOGENE LAERCE
Διογένης Λαέρτιος
Βιβλίον Δ'
pour avoir la traduction française d'un paragraphe, cliquer sur le paragraphe
|
ΣΤΡΑΤΩΝ [58] Διεδέξατο δ' αὐτοῦ τὴν σχολὴν Στράτων Ἀρκεσιλάου Λαμψακηνός, οὗ καὶ ἐν ταῖς διαθήκαις ἐμνημόνευσεν· ἀνὴρ ἐλλογιμώτατος καὶ φυσικὸς ἐπικληθεὶς ἀπὸ τοῦ περὶ τὴν θεωρίαν ταύτην παρ' ὁντινοῦν ἐπιμελέστατα διατετριφέναι. Ἀλλὰ καὶ καθηγήσατο Πτολεμαίου τοῦ Φιλαδέλφου καὶ ἔλαβε, φασί, παρ' αὐτοῦ τάλαντα ὀγδοήκοντα· σχολαρχεῖν δέ, καθά φησιν Ἀπολλόδωρος ἐν Χρονικοῖς, ἤρξατο τῇ τρίτῃ καὶ εἰκοστῇ καὶ ἑκατοστῇ Ὀλυμπιάδι, τῆς σχολῆς ἀφηγησάμενος ἔτη ὀκτωκαίδεκα. [59] Φέρεται δ' αὐτοῦ
Περὶ
βασιλείας τρία, μαγ ͵βυκʹ. Τοῦτόν φασιν οὕτω γενέσθαι λεπτὸν ὡς ἀναισθήτως τελευτῆσαι. Καὶ ἔστιν ἡμῶν εἰς αὐτὸν οὕτως ἔχον·
Λεπτὸς
ἀνὴρ δέμας ἦν, εἴ μοι προσέχεις, ἀπὸ χρισμῶν· [61] Γεγόνασι δὲ Στράτωνες ὀκτώ· πρῶτος Ἰσοκράτους ἀκροατής· δεύτερος αὐτὸς οὗτος· τρίτος ἰατρός, μαθητὴς Ἐρασιστράτου, ὡς δέ τινες, τρόφιμος· τέταρτος ἱστορικός, Φιλίππου καὶ Περσέως τῶν Ῥωμαίοις πολεμησάντων γεγραφὼς πράξεις· ... ἕκτος ποιητὴς ἐπιγραμμάτων· ἕβδομος ἰατρὸς ἀρχαῖος, ὡς Ἀριστοτέλης φησίν· ὄγδοος περιπατητικός, βεβιωκὼς ἐν Ἀλεξανδρείᾳ. Τοῦ δ' οὖν φυσικοῦ φέρονται καὶ διαθῆκαι τοῦτον ἔχουσαι τὸν τρόπον· « Τάδε διατίθεμαι, ἐάν τι πάσχω· τὰ μὲν οἴκοι καταλείπω πάντα Λαμπυρίωνι καὶ Ἀρκεσιλάῳ. Ἀπὸ δὲ τοῦ Ἀθήνησιν ὑπάρχοντός μοι ἀργυρίου πρῶτον μὲν οἱ ἐπιμεληταὶ τὰ περὶ τὴν ἐκφορὰν ἐπιμεληθήτωσαν καὶ ὅσα νομίζεται μετὰ τὴν ἐκφοράν, μηδὲν μήτε περίεργον ποιοῦντες μήτ' ἀνελεύθερον. [62] Ἐπιμεληταὶ δὲ ἔστωσαν τῶν κατὰ τὴν διαθήκην οἵδε· Ὀλύμπιχος, Ἀριστείδης, Μνησιγένης, Ἱπποκράτης, Ἐπικράτης, Γοργύλος, Διοκλῆς, Λύκων, Ἄθανις. Καταλείπω δὲ τὴν μὲν διατριβὴν Λύκωνι, ἐπειδὴ τῶν ἄλλων οἱ μέν εἰσι πρεσβύτεροι, οἱ δὲ ἄσχολοι. Καλῶς δ' ἂν ποιοῖεν καὶ οἱ λοιποὶ συγκατασκευάζοντες τούτῳ. Καταλείπω δ' αὐτῷ καὶ τὰ βιβλία πάντα, πλὴν ὧν αὐτοὶ γεγράφαμεν, καὶ τὰ σκεύη πάντα κατὰ τὸ συσσίτιον καὶ τὰ στρώματα καὶ τὰ ποτήρια. Δότωσαν δὲ οἱ ἐπιμεληταὶ Ἐπικράτει πεντακοσίας δραχμὰς καὶ τῶν παίδων ἕνα ὃν ἂν δοκῇ Ἀρκεσιλάῳ. [63] Καὶ πρῶτον μὲν Λαμπυρίων καὶ Ἀρκεσίλαος ἀράσθωσαν τὰς συνθήκας ἃς ἔθετο Δάϊππος ὑπὲρ Ἡραίου· καὶ μηδὲν ὀφειλέτω μήτε Λαμπυρίωνι μήτε τοῖς Λαμπυρίωνος κληρονόμοις, ἀλλ' ἀπηλλάχθω παντὸς τοῦ συμβολαίου. Δότωσαν δ' αὐτῷ καὶ οἱ ἐπιμεληταὶ ἀργυρίου δραχμὰς πεντακοσίας καὶ τῶν παίδων ἕνα, ὃν ἂν δοκιμάζῃ Ἀρκεσίλαος, ὅπως ἂν πολλὰ συμπεπονηκὼς ἡμῖν καὶ παρεσχημένος χρείας ἔχῃ βίον ἱκανὸν καὶ εὐσχημονῇ. Ἀφίημι δὲ καὶ Διόφαντον ἐλεύθερον καὶ Διοκλέα καὶ Ἄβουν· Σιμίαν δὲ ἀποδίδωμι Ἀρκεσιλάῳ. Ἀφίημι δὲ καὶ Δρόμωνα ἐλεύθερον. Ἐπειδὰν δὲ παραγένηται Ἀρκεσίλαος, λογισάσθω Ἥραιος μετ' Ὀλυμπίχου καὶ Ἐπικράτους καὶ τῶν ἄλλων ἐπιμελητῶν τὸ γεγονὸς ἀνάλωμα εἰς τὴν ἐκφορὰν καὶ τὰ ἄλλα τὰ νομιζόμενα. [64] Τὸ δὲ περιὸν ἀργύριον κομισάσθω Ἀρκεσίλαος παρ' Ὀλυμπίχου, μηθὲν ἐνοχλῶν αὐτὸν κατὰ τοὺς καιροὺς καὶ τοὺς χρόνους· ἀράσθω δὲ καὶ τὰς συνθήκας Ἀρκεσίλαος ἃς ἔθετο Στράτων πρὸς Ὀλύμπιχον καὶ Ἀμεινίαν, τὰς κειμένας παρὰ Φιλοκράτει Τισαμενοῦ. Τὰ δὲ περὶ τὸ μνημεῖον ποιείτωσαν ὡς ἂν δοκῇ Ἀρκεσιλάῳ καὶ Ὀλυμπίχῳ καὶ Λύκωνι.» Καὶ αἵδε μέν εἰσιν αἱ φερόμεναι αὐτοῦ διαθῆκαι, καθά που συνήγαγε καὶ Ἀρίστων ὁ Κεῖος. Αὐτὸς δὲ ὁ Στράτων ἀνὴρ γέγονε, καθάπερ καὶ ἄνω δεδήλωται, πολλῆς τῆς ἀποδοχῆς ἄξιος, διαπρέψας ἐν παντὶ λόγων εἴδει καὶ μάλιστά γε ἐν τῷ καλουμένῳ φυσικῷ, ὅπερ εἶδος ἀρχαιότερόν τε καὶ σπουδαιότερον.
|