retour à l'entrée du site

 

table des matières de DIOGENE LAERCE

Διογένης Λαέρτιος

 


Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

 

 

 

Βιβλίον E'


ΛΥΚΩΝ

traduction française

 

pour avoir la traduction française d'un paragraphe, cliquer sur le paragraphe

 

 

Στράτων        Δημήτριος

 

ΛΥΚΩΝ

[65] Τοῦτον διεδέξατο Λύκων Ἀστυάνακτος Τρωαδεύς, φραστικὸς ἀνὴρ καὶ περὶ παίδων ἀγωγὴν ἄκρως συντεταγμένος. Ἔφασκε γὰρ δεῖν παρεζεῦχθαι τοῖς παισὶ τὴν αἰδῶ καὶ φιλοτιμίαν ὡς τοῖς ἵπποις μύωπα καὶ χαλινόν. Τὸ δ' ἐκφραστικὸν αὐτοῦ καὶ περιγεγωνὸς ἐν τῇ ἑρμηνείᾳ φαίνεται κἀνθάδε· φησὶ γὰρ τοῦτον τὸν τρόπον ἐπὶ παρθένου πενιχρᾶς·

« Βαρὺ γὰρ φορτίον πατρὶ κόρη διὰ σπάνιν προικὸς ἐκτρέχουσα τὸν ἀκμαῖον τῆς ἡλικίας καιρόν. »

Διὸ δὴ καί φασιν Ἀντίγονον ἐπ' αὐτοῦ τοῦτο εἰπεῖν ὡς οὐκ ἦν ὥσπερ μήλου τὴν εὐωδίαν καὶ χάριν ἄλλοθί που μετενεγκεῖν, ἀλλ' ἐπ' αὐτοῦ τοῦ ἀνθρώπου καθάπερ ἐπὶ τοῦ δένδρου τῶν λεγομένων ἕκαστον ἔδει θεωρεῖσθαι. [66] Τοῦτο δὲ ὅτι ἐν μὲν τῷ λέγειν γλυκύτατος ἦν· παρὸ καί τινες τὸ γάμμα αὐτοῦ τῷ ὀνόματι προσετίθεσαν. Ἐν δὲ τῷ γράφειν ἀνόμοιος αὑτῷ. ἀμέλει γοῦν καὶ ἐπὶ τῶν μεταγινωσκόντων ἐπειδὴ μὴ ἔμαθον ὅτε καιρὸς καὶ εὐχομένων τοῦτον ἐκαλλιλέκτει τὸν τρόπον· ἔλεγεν

« Αὑτῶν κατηγορεῖν ἀδυνάτῳ μηνύοντας εὐχῇ μετάνοιαν ἀργίας ἀδιορθώτου. »

Τούς τε βουλευομένους <οὐκ> ὀρθῶς διαπίπτειν ἔφασκε τῷ λογισμῷ, οἱονεὶ στρεβλῷ κανόνι βασανίζοντας εὐθεῖαν φύσιν ἢ πρόσωπον ὕδατι κλυδαττομένῳ ἢ κατόπτρῳ διεστραμμένῳ. Καὶ ἐπὶ μὲν τὸν ἐκ τῆς ἀγορᾶς στέφανον πολλοὺς ἀπιέναι, ἐπὶ δὲ τὸν Ὀλυμπίασιν ἢ ὀλίγους ἢ οὐδένα. Πολλάκις τε πολλὰ συμβουλεύσας Ἀθηναίοις, τὰ μέγιστα αὐτοὺς ὠφέλησεν.

[67] Ἦν δὲ καὶ καθαρώτατος τὴν στολήν, ὡς ἀνυπερβλήτῳ χρῆσθαι μαλακότητι ἱματίων, καθά φησιν Ἕρμιππος. Ἀλλὰ καὶ γυμναστικώτατος ἐγένετο καὶ εὐέκτης τὸ σῶμα τήν τε πᾶσαν σχέσιν ἀθλητικὴν ἐπιφαίνων, ὠτοθλαδίας καὶ ἐμπινὴς ὤν, καθά φησιν Ἀντίγονος ὁ Καρύστιος· διὰ τοῦτο δὲ καὶ παλαῖσαι λέγεται τά τ' ἐν τῇ πατρίδι Ἰλίεια καὶ σφαιρίσαι. Ὡς οὐκ ἄλλος τ' ἦν φίλος τοῖς περὶ Εὐμενῆ καὶ Ἄτταλον, οἳ καὶ πλεῖστα ἐπεχορήγουν αὐτῷ. Ἐπειράθη δ' αὐτὸν σχεῖν καὶ Ἀντίοχος, ἀλλ' οὐκ ἔτυχεν. [68] Οὕτω δ' ἦν ἐχθρὸς Ἱερωνύμῳ τῷ περιπατητικῷ, ὡς μόνον μὴ ἀπαντᾶν πρὸς αὐτὸν εἰς τὴν ἐτήσιον ἡμέραν, περὶ ἧς ἐν τῷ περὶ Ἀρκεσιλάου βίῳ διειλέγμεθα.

Ἀφηγήσατο δὲ τῆς σχολῆς ἔτη τέτταρα πρὸς τοῖς τετταράκοντα, Στράτωνος αὐτὴν ἐν ταῖς διαθήκαις καταλιπόντος κατὰ τὴν ἑβδόμην καὶ εἰκοστὴν καὶ ἑκατοστὴν Ὀλυμπιάδα. Οὐ μὴν ἀλλὰ καὶ Πανθοίδου διήκουσε τοῦ διαλεκτικοῦ. Ἐτελεύτησε δὲ γεγονὼς ἔτος τέταρτον καὶ ἑβδομηκοστόν, νόσῳ ποδαγρικῇ καταπονηθείς. Καὶ ἔστιν ἡμῶν εἰς αὐτόν·

Οὐ μὰ τόν, οὐδὲ Λύκωνα παρήσομεν, ὅττι ποδαλγὴς
κάτθανε· θαυμάζω τοῦτο μάλιστα δ' ἐγώ,
τὴν οὕτως ἀΐδαο μακρὴν ὁδὸν εἰ πρὶν ὁ ποσσὶν
ἀλλοτρίοις βαδίσας ἔδραμε νυκτὶ μιῇ.

[69] Γεγόνασι δὲ Λύκωνες καὶ ἄλλοι· πρῶτος Πυθαγορικός, δεύτερος αὐτὸς οὗτος, τρίτος ἐπῶν ποιητής, τέταρτος ἐπιγραμμάτων ποιητής.

Τοῦ δὲ φιλοσόφου καὶ διαθήκαις περιετύχομεν ταῖσδε·

« Τάδε διατίθεμαι περὶ τῶν κατ' ἐμαυτόν, ἐὰν μὴ δυνηθῶ τὴν ἀρρωστίαν ταύτην ὑπενεγκεῖν· τὰ μὲν ἐν οἴκῳ πάντα δίδωμι τοῖς ἀδελφοῖς Ἀστυάνακτι καὶ Λύκωνι. Καὶ οἶμαι δεῖν ἀποδοθῆναι ἀπὸ τούτων ὅσα κατακέχρημαι Ἀθήνησι παρά τινος ἔχων ἢ ἐκπεπραχώς· καὶ ἃ ἂν εἰς τὴν ἐκφορὰν ἀναλωθῇ καὶ εἰς τἄλλα νομιζόμενα. [70] Τὰ δ' ἐν ἄστει καὶ ἐν Αἰγίνῃ δίδωμι Λύκωνι διὰ τὸ καὶ τοὔνομα φέρειν ἡμῶν καὶ συνδιατετριφέναι πλείω χρόνον ἀρεστῶς πάνυ, καθάπερ δίκαιον ἦν τὸν υἱοῦ τάξιν ἐσχηκότα. Τὸν δὲ περίπατον καταλείπω τῶν γνωρίμων τοῖς βουλομένοις, Βούλωνι, Καλλίνῳ, Ἀρίστωνι, Ἀμφίωνι, Λύκωνι, Πύθωνι, Ἀριστομάχῳ, Ἡρακλείῳ, Λυκομήδει, Λύκωνι τῷ ἀδελφιδῷ. Προστησάσθωσαν δ' αὐτοὶ ὃν ἂν ὑπολαμβάνωσι διαμενεῖν ἐπὶ τοῦ πράγματος καὶ συναύξειν μάλιστα δυνήσεσθαι. Συγκατασκευαζέτωσαν δὲ καὶ οἱ λοιποὶ γνώριμοι κἀμοῦ καὶ τοῦ τόπου χάριν. Περὶ δὲ τῆς ἐκφορᾶς καὶ καύσεως ἐπιμεληθήτωσαν Βούλων καὶ Καλλῖνος μετὰ τῶν συνήθων, ὅπως μήτ' ἀνελεύθερος γένηται μήτε περίεργος. [71] Τῶν δ' ἐν Αἰγίνῃ μοι γενομένων μοριῶν μετὰ τὴν ἐμὴν ἀπόλυσιν καταχωρισάτω Λύκων τοῖς νεανίσκοις εἰς ἐλαιοχρηστίαν, ὅπως κἀμοῦ καὶ τοῦ τιμήσαντος ἐμὲ μνήμη γίνηται διὰ τῆς χρείας αὕτη ἡ προσήκουσα. Καὶ ἀνδριάντα ἡμῶν ἀναθέτω· τὸν δὲ τόπον, ὅπως ἁρμόττων ᾖ τῆς στάσεως, ἐπιβλεψάτω καὶ συμπραγματευθήτω Διόφαντος καὶ Ἡρακλείδης Δημητρίου. Ἀπὸ δὲ τῶν ἐν ἄστει Λύκων ἀποδότω πᾶσι παρ' ὧν τι προείληφα μετὰ τὴν ἀποδημίαν τὴν ἐκείνου. Παρεχέσθωσαν δὲ Βούλων καὶ Καλλῖνος καὶ ἃ ἂν εἰς τὴν ἐκφορὰν ἀναλωθῇ καὶ τἄλλα τὰ νομιζόμενα. Κομισάσθωσαν δὲ ταῦτ' ἀπὸ τῶν ἐν οἴκῳ κοινῇ καταλειπομένων ἀμφοτέροις ὑπ' ἐμοῦ. [72] Τιμησάτωσαν δὲ καὶ τοὺς ἰατροὺς Πασίθεμιν καὶ Μηδίαν ἀξίους ὄντας καὶ διὰ τὴν ἐπιμέλειαν τὴν περὶ ἐμὲ καὶ τὴν τέχνην καὶ μείζονος ἔτι τιμῆς. Δίδωμι δὲ τῷ Καλλίνου παιδίῳ Θηρικλείων ζεῦγος, καὶ τῇ γυναικὶ αὐτοῦ Ῥοδιακῶν ζεῦγος, ψιλοτάπιδα, ἀμφίταπον, περίστρωμα, προσκεφάλαια δύο τὰ βέλτιστα τῶν καταλειπομένων· ὡς ἂν ἐφ' ὅσον ἀνήκει πρὸς τιμήν, καὶ τούτων φανῶμεν μὴ ἀμνήμονες ὄντες. Περὶ δὲ τῶν θεραπευόντων ἐμαυτὸν οὕτως ἐξάγω· Δημητρίῳ μὲν ἐλευθέρῳ πάλαι ὄντι ἀφίημι τὰ λύτρα καὶ δίδωμι πέντε μνᾶς καὶ ἱμάτιον καὶ χιτῶνα, ἵνα πολλὰ πεπονηκὼς μετ' ἐμοῦ βίον εὐσχήμονα ἔχῃ. Κρίτωνι δὲ Χαλκηδονίῳ, καὶ τούτῳ τὰ λύτρα ἀφίημι καὶ δίδωμι τέτταρας μνᾶς. Καὶ τὸν Μίκρον ἀφίημι ἐλεύθερον· καὶ θρεψάτω Λύκων αὐτὸν καὶ παιδευσάτω ἀπὸ τοῦ νῦν χρόνου ἓξ ἔτη. [73] Καὶ Χάρητα ἀφίημι ἐλεύθερον· καὶ θρεψάτω Λύκων αὐτόν. Καὶ δύο μνᾶς αὐτῷ δίδωμι καὶ τὰ ἐμὰ βιβλία τὰ ἀνεγνωσμένα· τὰ δ' ἀνέκδοτα Καλλίνῳ ὅπως ἐπιμελῶς αὐτὰ ἐκδῷ. Δίδωμι δὲ καὶ Σύρῳ ἐλευθέρῳ ὄντι τέτταρας μνᾶς καὶ τὴν Μηνοδώραν δίδωμι· καὶ εἴ τί μοι ὀφείλει, ἀφίημι αὐτῷ. Καὶ Ἱλαρᾷ πέντε μνᾶς καὶ ἀμφίταπον καὶ περίστρωμα καὶ δύο προσκεφάλαια καὶ κλίνην ἣν ἂν βούληται. Ἀφίημι δ' ἐλεύθερον καὶ τὴν τοῦ Μίκρου μητέρα καὶ Νοήμονα καὶ Δίωνα καὶ Θέωνα καὶ Εὐφράνορα καὶ Ἑρμείαν. Καὶ Ἀγάθωνα δύο ἔτη παραμείναντα ἀφεῖσθαι ἐλεύθερον· καὶ τοὺς φορεαφόρους Ὠφελίωνα καὶ Ποσειδώνιον τέτταρα ἔτη παραείναντας. [74] Δίδωμι δὲ καὶ Δημητρίῳ καὶ Κρίτωνι καὶ Σύρῳ κλίνην ἑκάστῳ καὶ στρώματα τῶν καταλειπομένων ἃ ἂν φαίνηται Λύκωνι καλῶς ἔχειν. Ταῦτ' ἔστω αὐτοῖς ἀποδείξασιν ὀρθῶς ἐφ' ὧν ἕκαστοι τεταγμένοι εἰσί. Περὶ δὲ τῆς ταφῆς ἐάν τ' αὐτοῦ βούληται Λύκων θάπτειν ἐάν τ' ἐν οἴκῳ, οὕτω ποιείτω. Πέπεισμαι γὰρ αὐτὸν οὐδὲν ἧττον ἐμοῦ συνορᾶν τὸ εὔσχημον. Ταῦτα δὲ πάντα οἰκονομήσαντι κυρία ἔστω ἡ δόσις τῶν ἐνταῦθα. Μάρτυρες Καλλῖνος Ἑρμιονεύς, Ἀρίστων Κεῖος, Εὐφρόνιος Παιανιεύς.»

Οὕτω μέντοι αὐτῷ συνετῶς τὰ πάντα πράττοντι τά τε περὶπαιδείαν καὶ πάντας λόγους, οὐδὲν ἧττον καὶ τὰ τῶν διαθηκῶν τρόπον τινὰ καὶ σφόδρα ἐπιμελῶς τε καὶ οἰκονομικῶς ἴσχει· ὥστε κἀνταῦθα ζηλωτέος.