39 Xénophile - 41. Proros, Amyclas, Clinias
Dioclès, Echécrate, Polymnaste, Phanton, Arion
18. DIOCLES, ECHECRATE, POLYMNASTE, PHANTON, ARION. A 1 = Iamblichos, De vita Pythagorica 267 Φλιάσιοι Διοκλῆς, ᾿Εχεκράτης, Πολύμναστος, Φάντων. A 2 = Platón, Phaedo 57a Echekratés: Τί οὖν δή ἐστιν ἅττα εἶπεν ὁ ἀνὴρ πρὸ τοῦ θανάτου; καὶ πῶς ἐτελεύτα; ἡδέως γὰρ ἂν ἐγὼ ἀκούσαιμι. καὶ γὰρ οὔτε (τῶν πολιτῶν) Φλειασίων οὐδεὶς πάνυ τι ἐπιχωριάζει τὰ νῦν ᾿Αθήναζε, οὔτε τις ξένος ἀφῖκται χρόνου συχνοῦ ἐκεῖθεν ὅστις ἂν ἡμῖν σαφές τι ἀγγεῖλαι οἷός τ᾿ ἦν περὶ τούτων, πλήν γε δὴ ὅτι φάρμακον πιὼν ἀποθάνοι· τῶν δὲ ἄλλων οὐδὲν εἶχεν φράζειν. A 3 = Platón, Phaedo 88d θαυμαστῶς γάρ μου ὁ λόγος οὗτος ἀντιλαμβάνεται καὶ νῦν καὶ ἀεὶ τὸ ἁρμονίαν τινὰ ἡμῶν εἶναι τὴν ψυχήν, καὶ ὥσπερ ὑπέμνησέν με ῥηθείς, ὅτι καὶ αὐτῶι μοι ταῦτα προυδέδοκτο. |