Diels

HERMANN DIELS

 

DIE FRAGMENTE DER VORSOKRATIKER

42  DAMON, PHINTIAS.

 

41. Proros, Amyclas, Clinias - 43. Simos, Myonidès, Kyphranor

 

Damon et Phintias.

 

 

 

 

42.  DAMON ET PHINTIAS. 

A 1 = Stefanos Grammatikos Byz., Ethnika (epitome), p. 482 Meineke

῎Οα. ὁ μέντοι δημότης ῎Οαθεν λέγεται ᾿Δάμων Δαμωνίδου ῎Οαθεν᾿.

A 2 /1 = Platón, Laches 180d

καὶ γὰρ αὐτῶι μοι ἔναγχος ἄνδρα προυξένησε τῶι ὑεῖ διδάσκαλον μουσικῆς, ᾿Αγαθοκλέους μαθητὴν Δάμωνα, ἀνδρῶν χαριέστατον οὐ μόνον τὴν μουσικήν, ἀλλὰ καὶ τἆλλα ὁπόσου βούλει ἄξιον συνδιατρίβειν τηλικούτοις νεανίσκοις.

 

A 2 /2 = Schol. Alcib. 118cΠυθοκλείδης μουσικὸς ἦν τῆς σεμνῆς μουσικῆς διδάσκαλος καὶ Πυθαγόρειος, οὗ μαθητὴς ᾿Αγαθοκλῆς, οὗ Λαμπροκλῆς, οὗ Δάμων.

A 3 = Isokratés, Antidosis XV, 235 Mathieu

Περικλῆς δὲ δυοῖν ἐγένετο μαθητής, ᾿Αναξαγόρου τε τοῦ Κλαζομενίου καὶ Δάμωνος τοῦ κατ᾿ ἐκεῖνον τὸν χρόνον φρονιμωτάτου δόξαντος εἶναι τῶν πολιτῶν.

A 4 = Plútarchos, Pericles 4

διδάσκαλον δ᾿ αὐτοῦ τῶν μουσικῶν οἱ πλεῖστοι Δάμωνα γενέσθαι λέγουσιν, οὗ φασι δεῖν τοὔνομα βραχύνοντας τὴν προτέραν συλλαβὴν ἐκφέρειν. ᾿Αριστοτέλης (fr. 401 R.) δὲ παρὰ Πυθοκλείδηι μουσικὴν διαπονηθῆναι τὸν ἄνδρα φησίν. ὁ δὲ Δάμων ἔοικεν ἄκρος ὢν σοφιστὴς καταδύεσθαι μὲν εἰς τὸ τῆς μουσικῆς ὄνομα πρὸς τοὺς πολλοὺς ἐπικρυπτόμενος τὴν δεινότητα, τῶι δὲ Περικλεῖ συνῆν καθάπερ ἀθλητῆι τῶν πολιτικῶν ἀλείπτης καὶ διδάσκαλος. οὐ μὴν ἔλαθεν ὁ Δάμων τῆι λύραι παρακαλύμματι χρώμενος, ἀλλ᾿ ὡς μεγαλοπράγμων καὶ φιλοτύραννος ἐξωστρακίσθη καὶ παρέσχε τοῖς κωμικοῖς διατριβήν. ὁ γοῦν Πλάτων (fr. 191; I, 655 Kock) καὶ πυνθανόμενον αὐτοῦ τινα πεποίηκεν οὕτω·

πρῶτον μὲν οὖν μοι λέξον, ἀντιβολῶ· σὺ γάρ,

ὥς φασιν, (ὦ) Χίρων ἐξέθρεψας Περικλέα.

A 5 = Platón, Alcibiades I, p. 118c

λέγεταί γέ τοι, ὦ Σώκρατες, οὐκ ἀπὸ τοῦ αὐτομάτου σοφὸς γεγονέναι, ἀλλὰ πολλοῖς καὶ σοφοῖς συγγεγονέναι καὶ Πυθοκλείδηι καὶ ᾿Αναξαγόραι· καὶ νῦν ἔτι τηλικοῦτος ὢν Δάμωνι σύνεστιν αὐτοῦ τούτου ἕνεκα.

A 6 /1 = Aristotelés, Athen. r. p. 27, 4

πρὸς δὴ ταύτην τὴν χορηγίαν ἐπιλειπόμενος ὁ Περικλῆς τῆι οὐσίαι συμβουλεύσαντος αὐτῶι Δαμωνίδου τοῦ Οἴηθεν (ὃς ἐδόκει τῶν πολλῶν εἰσηγητὴς εἶναι τῶι Περικλεῖ· διὸ καὶ ὠστράκισαν αὐτὸν ὕστερον), ἐπεὶ τοῖς ἰδίοις ἡττᾶτο διδόναι τοῖς πολλοῖς τὰ αὑτῶν, κατεσκεύασε μισθοφορὰν τοῖς δικασταῖς.

A 6 /2 = Plútarchos, Pericles 9

τρέπεται πρὸς τὴν τῶν δημοσίων διανομήν, συμβουλεύσαντος αὐτῶι Δημωνίδου τοῦ Οἴηθεν, ὡς ᾿Αριστοτέλης ἱστόρηκε.

A 7 = Diogenés Laertios, Vitae philosophorum II, 19

ἀκούσας δὲ ᾿Αναξαγόρου κατά τινας, ἀλλὰ καὶ Δάμωνος, ὡς ᾿Αλέξανδρος ἐν Διαδοχαῖς ... (fr. 141; FHG III, 243)

A 8 = Galénos, De Hippocr. et Plat. V, 453 Müll.

Δάμων ὁ μουσικὸς αὐλητρίδι παραγενόμενος αὐλούσηι τὸ Φρύγιον νεανίσκοις τισὶν οἰνωμένοις καὶ μανικὰ ἄττα διαπραττομένοις ἐκέλευσεν αὐλῆσαι τὸ Δώριον· οἱ δὲ εὐθὺς ἐπαύσαντο τῆς ἐμπλήκτου φορᾶς.

Fragmenta DK 37 B

B 1 = Cicero, De orat. III, 33, 132

num geometriam Euclide aut Archimede, num musicam Damone aut Aristoxeno, num ipsas litteras Aristophane aut Callimacho tractante tam discerptas fuisse (scil. existimas), ut nemo genus universum complecteretur?

B 2 = Filodémos, De musica IV, 33, 37 (S. 104 Kemke)

πολλοὶ δ᾿ ἔτι νομίζουσι προσήκειν αὐτῆς (sc. τῆς μουσικῆς) μεταλαμβάνειν τοὺς χαρίεντας καὶ μετειληφέναι (col. 34) καὶ Δάμων εἰ τοιαῦτα πρὸς τοὺς ἀληθινοὺς ἀρεοπαγίτας ἔλεγε καὶ μὴ τοὺς πλαττομένους, ἐφενάκιζεν ἀτηρῶς.

B 3 = Filodémos, De musica I; fr. 11 (S. 7 Kemke)

οἱ παίζον<τες ... τ>ὴν ἄσωτον <κατὰ Δά>μωνα παι<γ>νιάν.

B 4 = Filodémos, De musica I, 13 (S. 7 Kemke, Gomperz zu Phil. v. d. Musik 10)

καὶ τὴν ἕξιν ποιήσειν ἁρμ>ονικωτάτην καὶ ῥυθμικω>τάτην, ἐπιζητήσαντος> δέ τινος, πότερον εἰς πάσας τ>ὰς ἀρετὰς ἢ τινὰς ἡ μουσικ>ὴ προάγει, Δάμωνα πάλιν φη>σὶν τὸν μουσικὸν εἰς πάσα>ς σχεδὸν οἴεσθαι· λέγειν γὰ>ρ αὐτόν, προσήκειν ἄιδοντ>α καὶ κιθαρίζοντα τὸν πα>ῖδα μὴ μόνον ἀνδρε<ίαν ἐμφαί>νεσθαι καὶ σω<φροσύνη>ν, ἀλλὰ
καὶ δι<καιοσύνην.>

B 5 = Plútarchos, De musica 16

ἀλλὰ μὴν καὶ τὴν ἐπανειμένην Λυδιστί, εἴπερ ἐναντία τῆι Μιξολυδιστί, παραπλησίαν οὖσαν τῆι ᾿Ιάδι, ὑπὸ Δάμωνος εὑρῆσθαί φασι τοῦ ᾿Αθηναίου.

B 6 = Athénaios, Deipnosophistae XIV, 25 Kaibel; p. 628c

οὐ κακῶς δ᾿ ἔλεγον οἱ περὶ Δάμωνα τὸν ᾿Αθηναῖον ὅτι καὶ τὰς ὠιδὰς καὶ τὰς ὀρχήσεις ἀνάγκη γίνεσθαι κινουμένης πως τῆς ψυχῆς, καὶ αἱ μὲν ἐλευθέριοι καὶ καλαὶ ποιοῦσι τοιαύτας, αἱ δ᾿ ἐναντίαι τὰς ἐναντίας.

B 7 = Aristeidés Quntil., De musica II, 14

ὅτι γὰρ δι᾿ ὁμοιότητος οἱ φθόγγοι συνεχοῦς μελωιδίας πλάττουσί τε οὐκ ὂν ἦθος ἔν τε παισὶ καὶ τοῖς ἤδη προβεβηκόσι καὶ ἐνδομυχοῦν ἐξάγουσιν, ἐδήλουν καὶ οἱ περὶ Δάμωνα· ἐν γοῦν ταῖς ὑπ᾿ αὐτοῦ παραδεδομέναις ἁρμονίαις τῶν φερομένων φθόγγων ὁτὲ μὲν τοὺς θήλεις ὁτὲ δὲ τοὺς ἄρρενας ἔστιν εὑρεῖν ἤτοι πλεονάζοντας ἢ ἐπ᾿ ἔλαττον ἢ οὐδ᾿ ὅλως παρειλημμένους, δῆλον ὡς κατὰ τὸ ἦθος ψυχῆς ἑκάστης καὶ ἁρμονίας χρησιμευούσης.

B 8 = Platón, Laches 197d

καὶ γάρ μοι δοκεῖς οὐδὲ ἠισθῆσθαι, ὅτι ταύτην τὴν σοφίαν παρὰ Δάμωνος τοῦ ἡμετέρου ἑταίρου παρείληφεν, ὁ δὲ Δάμων τῶι Προδίκωι πολλὰ πλησιάζει, ὃς δὴ δοκεῖ τῶν σοφιστῶν κάλλιστα τὰ τοιαῦτα ὀνόματα διαιρεῖν.

B 9 = Platón, Respublica III, 400a-b

ὅτι μὲν γὰρ τρί᾿ ἄττα ἐστὶν εἴδη, ἐξ ὧν αἱ βάσεις πλέκονται (scil. τὸ ἴσον, τὸ διπλάσιον, τὸ ἡμιόλιον) ὥσπερ ἐν τοῖς φθόγγοις τέτταρα ὅθεν αἱ πᾶσαι ἁρμονίαι, τεθεαμένος ἂν εἴποιμι· ποῖα δ᾿ ὁποίου βίου μιμήματα, λέγειν οὐκ ἔχω. ἀλλὰ ταῦτα μέν, ἦν δ᾿ ἐγώ, καὶ μετὰ Δάμωνος βουλευσόμεθα, τίνες τε ἀνελευθερίας καὶ ὕβρεως ἢ μανίας καὶ ἄλλης κακίας πρέπουσαι βάσεις, καὶ τίνας τοῖς ἐναντίοις λειπτέον ῥυθμούς. οἶμαι δέ με ἀκηκοέναι οὐ σαφῶς ἐνόπλιόν τέ τινα ὀνομάζοντος αὐτοῦ ξύνθετον καὶ δάκτυλον καὶ ἡρῶιόν γε, οὐκ οἶδα ὅπως διακοσμοῦντος καὶ ἴσον ἄνω καὶ κάτω τιθέντος, εἰς βραχύ τε καὶ μακρὸν γιγνόμενον, καί, ὡς ἐγὼ οἶμαι, ἴαμβον, καί τιν᾿ ἄλλον τροχαῖον ὠνόμαζε, μήκη δὲ καὶ βραχύτητας προσῆπτε. καὶ τούτων τισὶν οἶμαι τὰς ἀγωγὰς τοῦ ποδὸς αὐτὸν οὐχ ἧττον ψέγειν τε καὶ ἐπαινεῖν ἢ τοὺς ῥυθμοὺς αὐτούς, ἤτοι ξυναμφότερόν τι. οὐ γὰρ ἔχω λέγειν. ἀλλὰ ταῦτα μέν, ὥσπερ εἶπον, εἰς Δάμωνα ἀναβεβλήσθω· διελέσθαι γὰρ οὐ σμικροῦ λόγου.

B 10 = Platón, Respublica IV, 424c

εἶδος γὰρ καινὸν μουσικῆς μεταβάλλειν εὐλαβητέον ὡς ἐν ὅλωι κινδυνεύοντα·

οὐδαμοῦ γὰρ κινοῦνται μουσικῆς τρόποι ἄνευ πολιτικῶν νόμων τῶν μεγίστων,

ὥς φησί τε Δάμων καὶ ἐγὼ πείθομαι.