Diels

HERMANN DIELS

 

DIE FRAGMENTE DER VORSOKRATIKER

41 PROROS, AMYKLAS, CLEINIAS.

 

40 Dioclès, Echecrate, Polymnaste, Phanton, Arion - 42. Damon, Phintias

 

Proros, Amyclas, Clinias.

 

 

41 PROROS, AMYKLAS, CLEINIAS.

A 1 = Iamblichos, De vita Pythagorica

καὶ ταῦτα πρὸς ἐκεῖνον (᾿Αριστόξενος) εἰπεῖν καὶ τὰ περὶ Φιντίαν καὶ Δάμωνα περί τε Πλάτωνος καὶ ᾿Αρχύτου, καὶ τὰ περὶ Κλεινίαν καὶ Πρῶρον.

A 2 = Diogenés Laertios, Vitae philosophorum IX, 40

᾿Αριστόξενος δ᾿ ἐν τοῖς ἱστορικοῖς ὑπομνήμασί (fr. 83; FHG II, 290) φησι Πλάτωνα θελῆσαι συμφλέξαι τὰ Δημοκρίτου συγγράμματα, ὁπόσα ἐδυνήθη συναγαγεῖν· ᾿Αμύκλαν δὲ καὶ Κλεινίαν τοὺς Πυθαγορικοὺς κωλῦσαι αὐτόν, ὡς οὐδὲν ὄφελος· παρὰ πολλοῖς γὰρ εἶναι ἤδη τὰ βιβλία.

A 3 = Diodóros, Bibliotheca historica X, 4, 1 ed. F. Vogel

ὅτι Κλεινίας, Ταραντῖνος τὸ γένος, εἷς δὲ τῶν ἐκ τοῦ προειρημένου συστήματος ὤν, πυθόμενος Πρῶρον τὸν Κυρηναῖον διά τινα πολιτικὴν περίστασιν ἀπολωλεκότα τὴν οὐσίαν καὶ τελέως ἀπορούμενον, ἐξεδήμησεν ἐκ τῆς ᾿Ιταλίας εἰς Κυρήνην μετὰ χρημάτων ἱκανῶν καὶ τὴν οὐσίαν ἀποκατέστησε τῶι προειρημένωι, οὐδέποτε τοῦτον ἑωρακώς, ἀκούων δὲ μόνον ὅτι Πυθαγόρειος ἦν.

A 4 = Athénaios XIV, 624a

Κλεινίας γοῦν ὁ Πυθαγόρειος, ὡς Χαμαιλέων ὁ Ποντικὸς ἱστορεῖ, καὶ τῶι βίωι καὶ τοῖς ἤθεσιν διαφέρων, εἴ ποτε συνέβαινεν χαλεπαίνειν αὐτὸν δι᾿ ὀργήν, ἀναλαμβάνων τὴν λύραν ἐκιθάριζεν· πρὸς δὲ τοὺς ἐπιζητοῦντας τὴν αἰτίαν ἔλεγεν ᾿πραΰνομαι᾿.

A 5 = Plútarchos, Quaest. conviv. III, 6, 3; p. 654b

ἐμοὶ μέν, ἔφη, τὸ τοῦ Πυθαγορικοῦ Κλεινίου λίαν ἀρέσκει· λέγεται γὰρ ἐρωτηθείς, ὁπηνίκα δεῖ μάλιστα γυναικὶ προσιέναι· ᾿ὅταν᾿ φάναι ᾿μάλιστα τυγχάνηις βλαβῆναι βουλόμενος᾿.

Proros

(Kyréné, -5.)

ed. H. Thesleff, The Pythagorean texts of the Hellenistic period. Abo, Abo Akademi, 1965

Titulus:

Περὶ τῆς ἑβδομάδος