ΚΕΦΑΛΑΙΟΝ Α'
§ 1. [1052a][15]
Τὸ ἓν ὅτι μὲν λέγεται πολλαχῶς, ἐν τοῖς περὶ τοῦ ποσαχῶς διῃρημένοις
εἴρηται πρότερον· πλεοναχῶς δὲ λεγομένου οἱ συγκεφαλαιούμενοι τρόποι
εἰσὶ τέτταρες τῶν πρώτων καὶ καθ' αὑτὰ λεγομένων ἓν ἀλλὰ μὴ κατὰ συμβεβηκός.
§ 2. Τό τε γὰρ συνεχὲς ἢ
ἁπλῶς ἢ μάλιστά γε [20] τὸ φύσει καὶ μὴ ἁφῇ μηδὲ δεσμῷ καὶ τούτων μᾶλλον
ἓν καὶ πρότερον οὗ ἀδιαιρετωτέρα ἡ κίνησις καὶ μᾶλλον ἁπλῆ̓· ἔτι τοιοῦτον
καὶ μᾶλλον τὸ ὅλον καὶ ἔχον τινὰ μορφὴν καὶ εἶδος, μάλιστα δ' εἴ τι
φύσει τοιοῦτον καὶ μὴ βίᾳ, ὥσπερ ὅσα κόλλῃ ἢ γόμφῳ ἢ συνδέσμῳ, ἀλλὰ
ἔχει ἐν αὑτῷ τὸ [25] αἴτιον αὐτῷ τοῦ συνεχὲς εἶναι.
§ 3. Τοιοῦτον δὲ τῷ μίαν
τὴν κίνησιν εἶναι καὶ ἀδιαίρετον τόπῳ καὶ χρόνῳ, ὥστε φανερόν, εἴ τι
φύσει κινήσεως ἀρχὴν ἔχει τῆς πρώτης τὴν πρώτην, οἷον λέγω φορᾶς
κυκλοφορίαν, ὅτι τοῦτο πρῶτον μέγεθος ἕν.
§ 4. Τὰ μὲν δὴ οὕτως ἓν
ᾗ συνεχὲς ἢ ὅλον, τὰ δὲ ὧν ἂν ὁ λόγος [30] εἷς ᾖ, τοιαῦτα δὲ ὧν ἡ
νόησις μία, τοιαῦτα δὲ ὧν ἀδιαίρετος, ἀδιαίρετος δὲ τοῦ ἀδιαιρέτου εἴδει
ἢ ἀριθμῷ· ἀριθμῷ μὲν οὖν τὸ καθ' ἕκαστον ἀδιαίρετον, εἴδει δὲ τὸ τῷ
γνωστῷ καὶ τῇ ἐπιστήμῃ, ὥσθ' ἓν ἂν εἴη πρῶτον τὸ ταῖς οὐσίαις αἴτιον
τοῦ ἑνός.
§ 5. Λέγεται μὲν οὖν τὸ
ἓν τοσαυταχῶς, τό τε [35] συνεχὲς φύσει καὶ τὸ ὅλον, καὶ τὸ καθ'
ἕκαστον καὶ τὸ καθόλου, πάντα δὲ ταῦτα ἓν τῷ ἀδιαίρετον εἶναι τῶν μὲν
τὴν κίνησιν τῶν δὲ τὴν νόησιν ἢ τὸν λόγον.
§ 6. [1052b][1]
Δεῖ δὲ κατανοεῖν ὅτι οὐχ ὡσαύτως ληπτέον λέγεσθαι ποῖά τε ἓν λέγεται,
καὶ τί ἐστι τὸ ἑνὶ εἶναι καὶ τίς αὐτοῦ λόγος. Λέγεται μὲν γὰρ τὸ ἓν
τοσαυταχῶς, καὶ ἕκαστον ἔσται ἓν τούτων, ᾧ [5] ἂν ὑπάρχῃ τις τούτων
τῶν τρόπων· τὸ δὲ ἑνὶ εἶναι ὁτὲ μὲν τούτων τινὶ ἔσται, ὁτὲ δὲ ἄλλῳ ὃ
καὶ μᾶλλον ἐγγὺς τῷ ὀνόματί ἐστι, τῇ δυνάμει δ' ἐκεῖνα,
§ 7. ὥσπερ καὶ περὶ στοιχείου
καὶ αἰτίου εἰ δέοι λέγειν ἐπί τε τοῖς πράγμασι διορίζοντα καὶ τοῦ
ὀνόματος ὅρον ἀποδιδόντα. Ἔστι μὲν γὰρ ὡς [10] στοιχεῖον τὸ πῦρ
̔ἔστι δ' ἴσως καθ' αὑτὸ καὶ τὸ ἄπειρον ἤ τι ἄλλο τοιοῦτον̓, ἔστι δ'
ὡς οὔ· οὐ γὰρ τὸ αὐτὸ πυρὶ καὶ στοιχείῳ εἶναι, ἀλλ' ὡς μὲν πρᾶγμά τι
καὶ φύσις τὸ πῦρ στοιχεῖον, τὸ δὲ ὄνομα σημαίνει τὸ τοδὶ συμβεβηκέναι
αὐτῷ, ὅτι ἐστί τι ἐκ τούτου ὡς πρώτου ἐνυπάρχοντος.
§ 8. Οὕτω [15] καὶ ἐπὶ αἰτίου
καὶ ἑνὸς καὶ τῶν τοιούτων ἁπάντων, διὸ καὶ τὸ ἑνὶ εἶναι τὸ ἀδιαιρέτῳ
ἐστὶν εἶναι, ὅπερ τόδε ὄντι καὶ ἰδίᾳ χωριστῷ ἢ τόπῳ ἢ εἴδει ἢ διανοίᾳ,
ἢ καὶ τὸ ὅλῳ καὶ ἀδιαιρέτῳ,
§ 9. μάλιστα δὲ τὸ μέτρῳ
εἶναι πρώτῳ ἑκάστου γένους καὶ κυριώτατα τοῦ ποσοῦ· ἐντεῦθεν γὰρ ἐπὶ
τὰ ἄλλα ἐλήλυθεν. [20] Μέτρον γάρ ἐστιν ᾧ τὸ ποσὸν γιγνώσκεται·
γιγνώσκεται δὲ ἢ ἑνὶ ἢ ἀριθμῷ τὸ ποσὸν ᾗ ποσόν, ὁ δὲ ἀριθμὸς ἅπας
ἑνί, ὥστε πᾶν τὸ ποσὸν γιγνώσκεται ᾗ ποσὸν τῷ ἑνί, καὶ ᾧ πρώτῳ ποσὰ
γιγνώσκεται, τοῦτο αὐτὸ ἕν· διὸ τὸ ἓν ἀριθμοῦ ἀρχὴ ᾗ ἀριθμός.
§ 10. Ἐντεῦθεν δὲ καὶ
ἐν τοῖς ἄλλοις [25] λέγεται μέτρον τε ᾧ ἕκαστον πρώτῳ γιγνώσκεται,
καὶ τὸ μέτρον ἑκάστου ἕν, ἐν μήκει, ἐν πλάτει, ἐν βάθει, ἐν βάρει,
ἐν τάχει ̔τὸ γὰρ βάρος καὶ τάχος κοινὸν ἐν τοῖς ἐναντίοις· διττὸν
γὰρ ἑκάτερον αὐτῶν, οἷον βάρος τό τε ὁποσηνοῦν ἔχον ῥοπὴν καὶ τὸ
ἔχον ὑπεροχὴν ῥοπῆς, καὶ τάχος τό τε ὁποσηνοῦν [30] κίνησιν ἔχον καὶ
τὸ ὑπεροχὴν κινήσεως· ἔστι γάρ τι τάχος καὶ τοῦ βραδέος καὶ βάρος τοῦ
κουφοτέροὐ.
§ 11. Ἐν πᾶσι δὴ τούτοις
μέτρον καὶ ἀρχὴ ἕν τι καὶ ἀδιαίρετον, ἐπεὶ καὶ ἐν ταῖς γραμμαῖς
χρῶνται ὡς ἀτόμῳ τῇ ποδιαίᾳ. Πανταχοῦ γὰρ τὸ μέτρον ἕν τι ζητοῦσι
καὶ ἀδιαίρετον. Τοῦτο δὲ [35] τὸ ἁπλοῦν ἢ τῷ ποιῷ ἢ τῷ ποσῷ. Ὅπου μὲν
οὖν δοκεῖ μὴ εἶναι ἀφελεῖν ἢ προσθεῖναι,
§ 12. τοῦτο ἀκριβὲς τὸ
μέτρον διὸ τὸ τοῦ ἀριθμοῦ ἀκριβέστατον·
[1053a][1] τὴν γὰρ μονάδα
τιθέασι πάντῃ ἀδιαίρετον· ἐν δὲ τοῖς ἄλλοις μιμοῦνται τὸ τοιοῦτον·
ἀπὸ γὰρ σταδίου καὶ ταλάντου καὶ ἀεὶ τοῦ μείζονος λάθοι ἂν καὶ προστεθέν
τι καὶ ἀφαιρεθὲν μᾶλλον ἢ ἀπὸ ἐλάττονος· [5] ὥστε ἀφ' οὗ πρώτου κατὰ
τὴν αἴσθησιν μὴ ἐνδέχεται, τοῦτο πάντες ποιοῦνται μέτρον καὶ ὑγρῶν
καὶ ξηρῶν καὶ βάρους καὶ μεγέθους· καὶ τότ' οἴονται εἰδέναι τὸ ποσόν,
ὅταν εἰδῶσι διὰ τούτου τοῦ μέτρου.
§ 13. Καὶ δὴ καὶ
κίνησιν τῇ ἁπλῇ κινήσει καὶ τῇ ταχίστῃ ὀλίγιστον γὰρ αὕτη ἔχει
χρόνον· [10] διὸ ἐν τῇ ἀστρολογίᾳ τὸ τοιοῦτον ἓν ἀρχὴ καὶ μέτρον τὴν
κίνησιν γὰρ ὁμαλὴν ὑποτίθενται καὶ ταχίστην τὴν τοῦ οὐρανοῦ, πρὸς ἣν
κρίνουσι τὰς ἄλλας, καὶ ἐν μουσικῇ δίεσις, ὅτι ἐλάχιστον, καὶ ἐν φωνῇ
στοιχεῖον. καὶ ταῦτα πάντα ἕν τι οὕτως, οὐχ ὡς κοινόν τι τὸ ἓν ἀλλ'
ὥσπερ εἴρηται.
§ 14. Οὐκ ἀεὶ [15] δὲ
τῷ ἀριθμῷ ἓν τὸ μέτρον ἀλλ' ἐνίοτε πλείω, οἷον αἱ διέσεις δύο, αἱ μὴ
κατὰ τὴν ἀκοὴν ἀλλ' ἐν τοῖς λόγοις, καὶ αἱ φωναὶ πλείους αἷς μετροῦμεν,
καὶ ἡ διάμετρος δυσὶ μετρεῖται καὶ ἡ πλευρά, καὶ τὰ μεγέθη πάντα.
Οὕτω δὴ πάντων μέτρον τὸ ἕν, ὅτι γνωρίζομεν ἐξ ὧν ἐστὶν ἡ οὐσία διαιροῦντες
[20] ἢ κατὰ τὸ ποσὸν ἢ κατὰ τὸ εἶδος.
Καὶ διὰ τοῦτο τὸ ἓν ἀδιαίρετον, ὅτι τὸ πρῶτον ἑκάστων ἀδιαίρετον.
Οὐχ ὁμοίως δὲ πᾶν ἀδιαίρετον, οἷον ποὺς καὶ μονάς, ἀλλὰ τὸ μὲν πάντῃ,
τὸ δ' εἰς ἀδιαίρετα πρὸς τὴν αἴσθησιν θετέον, ὥσπερ εἴρηται ἤδη·
ἴσως γὰρ πᾶν συνεχὲς διαιρετόν.
§ 15.
Ἀεὶ δὲ συγγενὲς [25] τὸ μέτρον· μεγεθῶν μὲν γὰρ μέγεθος,
καὶ καθ' ἕκαστον μήκους μῆκος, πλάτους πλάτος, φωνῆς φωνή, βάρους βάρος,
μονάδων μονάς. Οὕτω γὰρ δεῖ λαμβάνειν, ἀλλ' οὐχ ὅτι ἀριθμῶν ἀριθμός·
καίτοι ἔδει, εἰ ὁμοίως. ἀλλ' οὐχ ὁμοίως ἀξιοῖ ἀλλ' ὥσπερ εἰ μονάδων
μονάδας ἀξιώσειε [30] μέτρον ἀλλὰ μὴ μονάδα· ὁ δ' ἀριθμὸς πλῆθος μονάδων.
§ 16. Καὶ τὴν
ἐπιστήμην δὲ μέτρον τῶν πραγμάτων λέγομεν καὶ τὴν αἴσθησιν διὰ τὸ αὐτό,
ὅτι γνωρίζομέν τι αὐταῖς, ἐπεὶ μετροῦνται μᾶλλον ἢ μετροῦσιν. Ἀλλὰ συμβαίνει
ἡμῖν ὥσπερ ἂν εἰ ἄλλου ἡμᾶς μετροῦντος ἐγνωρίσαμεν πηλίκοι ἐσμὲν
[35] τῷ τὸν πῆχυν ἐπὶ τοσοῦτον ἡμῶν ἐπιβάλλειν. Πρωταγόρας δ'
ἄνθρωπόν φησι πάντων εἶναι μέτρον, ὥσπερ ἂν εἰ τὸν ἐπιστήμονα εἰπὼν
ἢ τὸν αἰσθανόμενον. [1053b][1]
Τούτους δ' ὅτι ἔχουσιν ὁ μὲν αἴσθησιν ὁ δὲ ἐπιστήμην, ἅ φαμεν εἶναι
μέτρα τῶν ὑποκειμένων. Οὐθὲν δὴ λέγοντες περιττὸν φαίνονταί τι
λέγειν.
§ 17. Ὅτι μὲν οὖν τὸ
ἑνὶ εἶναι μάλιστά ἐστι κατὰ τὸ ὄνομα ἀφορίζοντι [5] μέτρον τι, καὶ
κυριώτατα τοῦ ποσοῦ, εἶτα τοῦ ποιοῦ, φανερόν· ἔσται δὲ τοιοῦτον τὸ μὲν
ἂν ᾖ ἀδιαίρετον κατὰ τὸ ποσόν, τὸ δὲ ἂν κατὰ τὸ ποιόν· διόπερ
ἀδιαίρετον τὸ ἓν ἢ ἁπλῶς ἢ ᾗ ἕν.
ΚΕΦΑΛΑΙΟΝ Β'.
§ 1. Κατὰ
δὲ τὴν οὐσίαν καὶ τὴν φύσιν ζητητέον ποτέρως [10] ἔχει, καθάπερ ἐν τοῖς
διαπορήμασιν ἐπήλθομεν τί τὸ ἕν ἐστι καὶ πῶς δεῖ περὶ αὐτοῦ λαβεῖν,
πότερον ὡς οὐσίας τινὸς οὔσης αὐτοῦ τοῦ ἑνός, καθάπερ οἵ τε
Πυθαγόρειοί φασι πρότερον καὶ Πλάτων ὕστερον, ἢ μᾶλλον ὑπόκειταί τις
φύσις καὶ [πῶς] δεῖ γνωριμωτέρως λεχθῆναι καὶ μᾶλλον ὥσπερ οἱ [15]
περὶ φύσεως· ἐκείνων γὰρ ὁ μέν τις φιλίαν εἶναί φησι τὸ ἓν ὁ δ' ἀέρα
ὁ δὲ τὸ ἄπειρον.
§ 2. Εἰ δὴ μηδὲν τῶν
καθόλου δυνατὸν οὐσίαν εἶναι, καθάπερ ἐν τοῖς περὶ οὐσίας καὶ περὶ τοῦ
ὄντος εἴρηται λόγοις, οὐδ' αὐτὸ τοῦτο οὐσίαν ὡς ἕν τι παρὰ τὰ πολλὰ
δυνατὸν εἶναι κοινὸν γάῤ ἀλλ' ἢ κατηγόρημα [20] μόνον, δῆλον ὡς οὐδὲ
τὸ ἕν· τὸ γὰρ ὂν καὶ τὸ ἓν καθόλου κατηγορεῖται μάλιστα πάντων.
§ 3. Ὥστε οὔτε τὰ γένη φύσεις
τινὲς καὶ οὐσίαι χωρισταὶ τῶν ἄλλων εἰσίν, οὔτε τὸ ἓν γένος
ἐνδέχεται εἶναι διὰ τὰς αὐτὰς αἰτίας δι' ἅσπερ οὐδὲ τὸ ὂν οὐδὲ τὴν
οὐσίαν. Ἔτι δ' ὁμοίως ἐπὶ πάντων ἀναγκαῖον ἔχειν· [25] λέγεται δ'
ἰσαχῶς τὸ ὂν καὶ τὸ ἕν· ὥστ' ἐπείπερ ἐν τοῖς ποιοῖς ἐστί τι τὸ ἓν
καί τις φύσις, ὁμοίως δὲ καὶ ἐν τοῖς ποσοῖς, δῆλον ὅτι καὶ ὅλως
ζητητέον τί τὸ ἕν, ὥσπερ καὶ τί τὸ ὄν, ὡς οὐχ ἱκανὸν ὅτι τοῦτο αὐτὸ
ἡ φύσις αὐτοῦ.
§ 4.
Ἀλλὰ μὴν ἔν γε χρώμασίν ἐστι τὸ ἓν χρῶμα, οἷον τὸ
λευκόν, εἶτα [30] τὰ ἄλλα ἐκ τούτου καὶ τοῦ μέλανος φαίνεται
γιγνόμενα, τὸ δὲ μέλαν στέρησις λευκοῦ ὥσπερ καὶ φωτὸς σκότος [τοῦτο
δ' ἐστὶ στέρησις φωτός]· ὥστε εἰ τὰ ὄντα ἦν χρώματα, ἦν ἂν ἀριθμός τις
τὰ ὄντα, ἀλλὰ τίνων;
Δῆλον δὴ ὅτι χρωμάτων, καὶ τὸ ἓν ἦν ἄν τι ἕν, οἷον τὸ λευκόν. Ὁμοίως δὲ
καὶ [35] εἰ μέλη τὰ ὄντα ἦν, ἀριθμὸς ἂν ἦν, διέσεων μέντοι, ἀλλ' οὐκ
ἀριθμὸς ἡ οὐσία αὐτῶν· καὶ τὸ ἓν ἦν ἄν τι οὗ ἡ οὐσία οὐ τὸ ἓν ἀλλὰ δίεσις.
[1054a][1] Ὁμοίως
δὲ καὶ ἐπὶ τῶν φθόγγων στοιχείων ἂν ἦν τὰ ὄντα ἀριθμός, καὶ τὸ ἓν στοιχεῖον
φωνῆεν. Καὶ εἰ σχήματα εὐθύγραμμα, σχημάτων ἂν ἦν ἀριθμός, καὶ τὸ ἓν
τὸ τρίγωνον. Ὁ δ' αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων [5] γενῶν,
§ 5. ὥστ' εἴπερ καὶ ἐν τοῖς
πάθεσι καὶ ἐν τοῖς ποιοῖς καὶ ἐν τοῖς ποσοῖς καὶ ἐν κινήσει ἀριθμῶν
ὄντων καὶ ἑνός τινος ἐν ἅπασιν ὅ τε ἀριθμὸς τινῶν καὶ τὸ ἓν τὶ ἕν,
ἀλλ' οὐχὶ τοῦτο αὐτὸ ἡ οὐσία, καὶ ἐπὶ τῶν οὐσιῶν ἀνάγκη ὡσαύτως
ἔχειν· ὁμοίως γὰρ ἔχει ἐπὶ πάντων.
Ὅτι μὲν οὖν τὸ ἓν ἐν [10] ἅπαντι γένει ἐστί τις φύσις, καὶ οὐδενὸς τοῦτό
γ' αὐτὸ ἡ φύσις τὸ ἕν, φανερόν, ἀλλ' ὥσπερ ἐν χρώμασι χρῶμα ἓν
ζητητέον αὐτὸ τὸ ἕν, οὕτω καὶ ἐν οὐσίᾳ οὐσίαν μίαν αὐτὸ τὸ ἕν·
§ 6. ὅτι δὲ ταὐτὸ σημαίνει
πως τὸ ἓν καὶ τὸ ὄν, δῆλον τῷ τε παρακολουθεῖν ἰσαχῶς ταῖς
κατηγορίαις καὶ μὴ εἶναι ἐν [15] μηδεμιᾷ οἷον οὔτ' ἐν τῇ τί ἐστιν
οὔτ' ἐν τῇ ποῖον, ἀλλ' ὁμοίως ἔχει ὥσπερ τὸ ὄν καὶ τῷ μὴ προσκατηγορεῖσθαι
ἕτερόν τι τὸ εἷς ἄνθρωπος τοῦ ἄνθρωπος ὥσπερ οὐδὲ τὸ εἶναι παρὰ τὸ τί
ἢ ποῖον ἢ πόσον καὶ <τῷ εἶναι> τὸ ἑνὶ εἶναι τὸ ἑκάστῳ εἶναι.
ΚΕΦΑΛΑΙΟΝ Γ'.
§ 1. [20]
Ἀντίκειται δὲ τὸ ἓν καὶ τὰ πολλὰ κατὰ πλείους τρόπους, ὧν ἕνα τὸ ἓν
καὶ τὸ πλῆθος ὡς ἀδιαίρετον καὶ διαιρετόν· τὸ μὲν γὰρ ἢ διῃρημένον ἢ
διαιρετὸν πλῆθός τι λέγεται, τὸ δὲ ἀδιαίρετον ἢ μὴ διῃρημένον ἕν.
§ 2. Ἐπεὶ οὖν αἱ
ἀντιθέσεις τετραχῶς, καὶ τούτων κατὰ στέρησιν λέγεται θάτερον, [25]
ἐναντία ἂν εἴη καὶ οὔτε ὡς ἀντίφασις οὔτε ὡς τὰ πρός τι λεγόμενα.
Λέγεται δὲ ἐκ τοῦ ἐναντίου καὶ δηλοῦται τὸ ἕν, ἐκ τοῦ διαιρετοῦ τὸ
ἀδιαίρετον, διὰ τὸ μᾶλλον αἰσθητὸν τὸ πλῆθος εἶναι καὶ τὸ διαιρετὸν
ἢ τὸ ἀδιαίρετον, ὥστε τῷ λόγῳ πρότερον τὸ πλῆθος τοῦ ἀδιαιρέτου διὰ
τὴν αἴσθησιν.
§ 3. Ἔστι δὲ τοῦ [30] μὲν ἑνός, ὥσπερ
καὶ ἐν τῇ διαιρέσει τῶν ἐναντίων διεγράψαμεν, τὸ ταὐτὸ καὶ ὅμοιον
καὶ ἴσον, τοῦ δὲ πλήθους τὸ ἕτερον καὶ ἀνόμοιον καὶ ἄνισον.
Λεγομένου δὲ τοῦ ταὐτοῦ πολλαχῶς, ἕνα μὲν τρόπον κατ' ἀριθμὸν
λέγομεν ἐνίοτε αὐτό, τὸ δ' ἐὰν καὶ λόγῳ καὶ ἀριθμῷ ἓν ᾖ, οἷον [35] σὺ
σαυτῷ καὶ τῷ εἴδει καὶ τῇ ὕλῃ ἕν·
§ 4. ἔτι δ' ἐὰν ὁ λόγος
ὁ τῆς πρώτης οὐσίας εἷς ᾖ, [1054b][1]
οἷον αἱ ἴσαι γραμμαὶ εὐθεῖαι αἱ αὐταί, καὶ τὰ ἴσα καὶ ἰσογώνια τετράγωνα,
καίτοι πλείω· ἀλλ' ἐν τούτοις ἡ ἰσότης ἑνότης. Ὅμοια δὲ ἐὰν μὴ ταὐτὰ
ἁπλῶς ὄντα, μηδὲ κατὰ τὴν οὐσίαν ἀδιάφορα τὴν [5] συγκειμένην, κατὰ
τὸ εἶδος ταὐτὰ ᾖ, ὥσπερ τὸ μεῖζον τετράγωνον τῷ μικρῷ ὅμοιον, καὶ αἱ
ἄνισοι εὐθεῖαι·
§ 5. αὗται γὰρ ὅμοιαι μέν,
αἱ αὐταὶ δὲ ἁπλῶς οὔ. Τὰ δὲ ἐὰν τὸ αὐτὸ εἶδος ἔχοντα, ἐν οἷς τὸ μᾶλλον
καὶ ἧττον ἐγγίγνεται, μήτε μᾶλλον ᾖ μήτε ἧττον. Τὰ δὲ ἐὰν ᾖ τὸ αὐτὸ
πάθος καὶ ἓν [10] τῷ εἴδει, οἷον τὸ λευκόν, σφόδρα καὶ ἧττον, ὅμοιά
φασιν εἶναι ὅτι ἓν τὸ εἶδος αὐτῶν.
§ 6. Τὰ δὲ ἐὰν πλείω ἔχῃ
ταὐτὰ ἢ ἕτερα, ἢ ἁπλῶς ἢ τὰ πρόχειρα, οἷον καττίτερος ἀργύρῳ ᾗ
λευκόν, χρυσὸς δὲ πυρὶ ᾗ ξανθὸν καὶ πυρρόν.
§ 7. Ὥστε δῆλον ὅτι καὶ
τὸ ἕτερον καὶ τὸ ἀνόμοιον πολλαχῶς λέγεται. Καὶ [15] τὸ μὲν ἄλλο
ἀντικειμένως καὶ τὸ ταὐτό, διὸ ἅπαν πρὸς ἅπαν ἢ ταὐτὸ ἢ ἄλλο· τὸ δ'
ἐὰν μὴ καὶ ἡ ὕλη καὶ ὁ λόγος εἷς, διὸ σὺ καὶ ὁ πλησίον ἕτερος· τὸ δὲ
τρίτον ὡς τὰ ἐν τοῖς μαθηματικοῖς. Τὸ μὲν οὖν ἕτερον ἢ ταὐτὸ διὰ τοῦτο
πᾶν πρὸς πᾶν λέγεται, ὅσα λέγεται ἓν καὶ ὄν·
§ 8. οὐ γὰρ [20]
ἀντίφασίς ἐστι τοῦ ταὐτοῦ, διὸ οὐ λέγεται ἐπὶ τῶν μὴ ὄντων τὸ δὲ μὴ
ταὐτὸ λέγεταἰ, ἐπὶ δὲ τῶν ὄντων πάντων· ἢ γὰρ ἓν ἢ οὐχ ἓν πέφυχ' ὅσα
ὂν καὶ ἕν. Τὸ μὲν οὖν ἕτερον καὶ ταὐτὸν οὕτως ἀντίκειται,
§ 9. διαφορὰ δὲ καὶ
ἑτερότης ἄλλο. Τὸ μὲν γὰρ ἕτερον καὶ οὗ ἕτερον οὐκ ἀνάγκη εἶναι τινὶ
ἕτερον· [25] πᾶν γὰρ ἢ ἕτερον ἢ ταὐτὸ ὅ τι ἂν ᾖ ὄν· τὸ δὲ διάφορον τινὸς
τινὶ διάφορον, ὥστε ἀνάγκη ταὐτό τι εἶναι ᾧ διαφέρουσιν. Τοῦτο δὲ τὸ
ταὐτὸ γένος ἢ εἶδος· πᾶν γὰρ τὸ διαφέρον διαφέρει ἢ γένει ἢ εἴδει,
γένει μὲν ὧν μὴ ἔστι κοινὴ ἡ ὕλη μηδὲ γένεσις εἰς ἄλληλα, οἷον ὅσων
ἄλλο σχῆμα τῆς κατηγορίας, [30] εἴδει δὲ ὧν τὸ αὐτὸ γένος λέγεται δὲ
γένος ὃ ἄμφω τὸ αὐτὸ λέγονται κατὰ τὴν οὐσίαν τὰ διάφορα. Τὰ δ'
ἐναντία διάφορα, καὶ ἡ ἐναντίωσις διαφορά τις.
§ 10. Ὅτι δὲ καλῶς τοῦτο
ὑποτιθέμεθα, δῆλον ἐκ τῆς ἐπαγωγῆς· πάντα γὰρ διαφέροντα φαίνεται
καὶ ταῦτα, οὐ μόνον ἕτερα [35] ὄντα ἀλλὰ τὰ μὲν τὸ γένος ἕτερα τὰ δ'
ἐν τῇ αὐτῇ συστοιχίᾳ τῆς κατηγορίας, [1055a][1]
ὥστ' ἐν ταὐτῷ γένει καὶ ταὐτὰ τῷ γένει. Διώρισται δ' ἐν ἄλλοις ποῖα
τῷ γένει ταὐτὰ ἢ ἕτερα.
ΚΕΦΑΛΑΙΟΝ Δ'.
§ 1. Ἐπεὶ
δὲ διαφέρειν ἐνδέχεται ἀλλήλων τὰ διαφέροντα πλεῖον καὶ ἔλαττον,
ἔστι τις καὶ μεγίστη διαφορά, καὶ ταύτην [5] λέγω ἐναντίωσιν. Ὅτι δ'
ἡ μεγίστη ἐστὶ διαφορά, δῆλον ἐκ τῆς ἐπαγωγῆς. Τὰ μὲν γὰρ γένει διαφέροντα
οὐκ ἔχει ὁδὸν εἰς ἄλληλα, ἀλλ' ἀπέχει πλέον καὶ ἀσύμβλητα· τοῖς δ' εἴδει
διαφέρουσιν αἱ γενέσεις ἐκ τῶν ἐναντίων εἰσὶν ὡς ἐσχάτων, τὸ δὲ τῶν
ἐσχάτων διάστημα μέγιστον, ὥστε [10] καὶ τὸ τῶν ἐναντίων.
§ 2. Ἀλλὰ μὴν τό γε μέγιστον
ἐν ἑκάστῳ γένει τέλειον. Μέγιστόν τε γὰρ οὗ μὴ ἔστιν ὑπερβολή, καὶ τέλειον
οὗ μὴ ἔστιν ἔξω λαβεῖν τι δυνατόν· τέλος γὰρ ἔχει ἡ τελεία διαφορά
ὥσπερ καὶ τἆλλα τῷ τέλος ἔχειν λέγεται τέλεια, τοῦ δὲ τέλους οὐθὲν
ἔξω· ἔσχατον γὰρ ἐν παντὶ [15] καὶ περιέχει, διὸ οὐδὲν ἔξω τοῦ τέλους,
οὐδὲ προσδεῖται οὐδενὸς τὸ τέλειον.
§ 3. Ὅτι μὲν οὖν ἡ
ἐναντιότης ἐστὶ διαφορὰ τέλειος, ἐκ τούτων δῆλον· πολλαχῶς δὲ
λεγομένων τῶν ἐναντίων, ἀκολουθήσει τὸ τελείως οὕτως ὡς ἂν καὶ τὸ
ἐναντίοις εἶναι ὑπάρχῃ αὐτοῖς. Τούτων δὲ ὄντων φανερὸν ὅτι οὐκ
ἐνδέχεται [20] ἑνὶ πλείω ἐναντία εἶναι ̔οὔτε γὰρ τοῦ ἐσχάτου
ἐσχατώτερον εἴη ἄν τι, οὔτε τοῦ ἑνὸς διαστήματος πλείω δυοῖν ἔσχατα,
ὅλως τε εἰ ἔστιν ἡ ἐναντιότης διαφορά, ἡ δὲ διαφορὰ δυοῖν, ὥστε καὶ
ἡ τέλειος.
§ 4. Ἀνάγκη δὲ καὶ τοὺς
ἄλλους ὅρους ἀληθεῖς εἶναι τῶν ἐναντίων. Καὶ γὰρ πλεῖστον διαφέρει ἡ
τέλειος [25] διαφορά τῶν τε γὰρ γένει διαφερόντων οὐκ ἔστιν ἐξωτέρω
λαβεῖν καὶ τῶν εἴδει· δέδεικται γὰρ ὅτι πρὸς τὰ ἔξω τοῦ γένους οὐκ
ἔστι διαφορά, τούτων δ' αὕτη μεγίστἠ, καὶ τὰ ἐν ταὐτῷ γένει πλεῖστον
διαφέροντα ἐναντία μεγίστη γὰρ διαφορὰ τούτων ἡ τέλειος, καὶ τὰ ἐν τῷ
αὐτῷ δεκτικῷ πλεῖστον [30] διαφέροντα ἐναντία ἡ γὰρ ὕλη ἡ αὐτὴ τοῖς
ἐναντίοις
§ 5. καὶ τὰ ὑπὸ τὴν αὐτὴν
δύναμιν πλεῖστον διαφέροντα καὶ γὰρ ἡ ἐπιστήμη περὶ ἓν γένος ἡ μία·
ἐν οἷς ἡ τελεία διαφορὰ μεγίστη.
§ 6. Πρώτη δὲ ἐναντίωσις
ἕξις καὶ στέρησίς ἐστιν· οὐ πᾶσα δὲ στέρησις πολλαχῶς γὰρ λέγεται ἡ
στέρησις [35] ἀλλ' ἥτις ἂν τελεία ᾖ. τὰ δ' ἄλλα ἐναντία κατὰ
ταῦτα λεχθήσεται, τὰ μὲν τῷ ἔχειν τὰ δὲ τῷ ποιεῖν ἢ ποιητικὰ εἶναι τὰ
δὲ τῷ λήψεις εἶναι καὶ ἀποβολαὶ τούτων ἢ ἄλλων ἐναντίων.
§ 7. Εἰ δὴ ἀντίκειται μὲν
ἀντίφασις καὶ στέρησις καὶ ἐναντιότης καὶ τὰ πρός τι, [1055b][1]
τούτων δὲ πρῶτον ἀντίφασις, ἀντιφάσεως δὲ μηδέν ἐστι μεταξύ, τῶν δὲ
ἐναντίων ἐνδέχεται, ὅτι μὲν οὐ ταὐτὸν ἀντίφασις καὶ τἀναντία δῆλον·
ἡ δὲ στέρησις ἀντίφασίς τίς ἐστιν· ἢ γὰρ τὸ ἀδύνατον ὅλως ἔχειν, [5]
ἢ ὃ ἂν πεφυκὸς ἔχειν μὴ ἔχῃ, ἐστέρηται ἢ ὅλως ἢ πὼς ἀφορισθέν
§ 8. πολλαχῶς γὰρ ἤδη τοῦτο
λέγομεν, ὥσπερ διῄρηται ἡμῖν ἐν ἄλλοις, ὥστ' ἐστὶν ἡ στέρησις
ἀντίφασίς τις ἢ ἀδυναμία διορισθεῖσα ἢ συνειλημμένη τῷ δεκτικῷ· διὸ
ἀντιφάσεως μὲν οὐκ ἔστι μεταξύ, στερήσεως δέ τινος ἔστιν· ἴσον [10]
μὲν γὰρ ἢ οὐκ ἴσον πᾶν, ἴσον δ' ἢ ἄνισον οὐ πᾶν, ἀλλ' εἴπερ, μόνον
ἐν τῷ δεκτικῷ τοῦ ἴσου.
§ 9. Εἰ δὴ αἱ γενέσεις τῇ
ὕλῃ ἐκ τῶν ἐναντίων, γίγνονται δὲ ἢ ἐκ τοῦ εἴδους καὶ τῆς τοῦ εἴδους
ἕξεως ἢ ἐκ στερήσεώς τινος τοῦ εἴδους καὶ τῆς μορφῆς, δῆλον ὅτι ἡ μὲν
ἐναντίωσις στέρησις ἂν εἴη πᾶσα, ἡ δὲ στέρησις [15] ἴσως οὐ πᾶσα
ἐναντιότης
§ 10. αἴτιον δ' ὅτι πολλαχῶς
ἐνδέχεται ἐστερῆσθαι τὸ ἐστερημένον· ἐξ ὧν γὰρ αἱ μεταβολαὶ ἐσχάτων,
ἐναντία ταῦτα. Φανερὸν δὲ καὶ διὰ τῆς ἐπαγωγῆς. Πᾶσα γὰρ ἐναντίωσις
ἔχει στέρησιν θάτερον τῶν ἐναντίων, ἀλλ' οὐχ ὁμοίως πάντα· ἀνισότης
μὲν γὰρ ἰσότητος ἀνομοιότης [20] δὲ ὁμοιότητος κακία δὲ ἀρετῆς, διαφέρει
δὲ ὥσπερ εἴρηται· τὸ μὲν γὰρ ἐὰν μόνον ᾖ ἐστερημένον, τὸ δ' ἐὰν ἢ ποτὲ
ἢ ἔν τινι, οἷον ἂν ἐν ἡλικίᾳ τινὶ ἢ τῷ κυρίῳ, ἢ πάντῃ·
§ 11. διὸ τῶν μὲν ἔστι
μεταξύ, καὶ ἔστιν οὔτε ἀγαθὸς ἄνθρωπος οὔτε κακός, τῶν δὲ οὐκ ἔστιν,
ἀλλ' ἀνάγκη εἶναι ἢ περιττὸν ἢ [25] ἄρτιον. Ἔτι τὰ μὲν ἔχει τὸ
ὑποκείμενον ὡρισμένον, τὰ δ' οὔ.
§ 12. Ὥστε φανερὸν
ὅτι ἀεὶ θάτερον τῶν ἐναντίων λέγεται κατὰ στέρησιν· ἀπόχρη δὲ κἂν τὰ
πρῶτα καὶ τὰ γένη τῶν ἐναντίων, οἷον τὸ ἓν καὶ τὰ πολλά· τὰ γὰρ ἄλλα
εἰς ταῦτα ἀνάγεται.
ΚΕΦΑΛΑΙΟΝ Ε'.
§ 1. [30] Ἐπεὶ δὲ ἓν ἑνὶ ἐναντίον, ἀπορήσειεν ἄν τις πῶς
ἀντίκειται τὸ ἓν καὶ τὰ πολλά, καὶ τὸ ἴσον τῷ μεγάλῳ καὶ τῷ μικρῷ.
Εἰ γὰρ τὸ πότερον ἀεὶ ἐν ἀντιθέσει λέγομεν, οἷον πότερον λευκὸν ἢ
μέλαν, καὶ πότερον λευκὸν ἢ οὐ λευκόν πότερον δὲ ἄνθρωπος ἢ λευκὸν
οὐ λέγομεν, ἐὰν μὴ ἐξ [35] ὑποθέσεως καὶ ζητοῦντες οἷον πότερον ἦλθε
Κλέων ἢ Σωκράτης.
§ 2. Ἀλλ' οὐκ ἀνάγκη ἐν οὐδενὶ γένει τοῦτο· ἀλλὰ καὶ
τοῦτο ἐκεῖθεν ἐλήλυθεν· τὰ γὰρ ἀντικείμενα μόνα οὐκ ἐνδέχεται ἅμα
ὑπάρχειν, ᾧ καὶ ἐνταῦθα χρῆται ἐν τῷ πότερος ἦλθεν· [1056a][1]
εἰ γὰρ ἅμα ἐνεδέχετο, γελοῖον τὸ ἐρώτημα· εἰ δέ, καὶ οὕτως ὁμοίως
ἐμπίπτει εἰς ἀντίθεσιν, εἰς τὸ ἓν ἢ πολλά, οἷον πότερον ἀμφότεροι
ἦλθον ἢ ἅτερος·
§ 3. εἰ δὴ ἐν τοῖς
ἀντικειμένοις ἀεὶ τοῦ ποτέρου ἡ ζήτησις, λέγεται δὲ πότερον μεῖζον
[5] ἢ ἔλαττον ἢ ἴσον, τίς ἐστιν ἡ ἀντίθεσις πρὸς ταῦτα τοῦ ἴσου;
Οὔτε γὰρ θατέρῳ μόνῳ ἐναντίον οὔτ' ἀμφοῖν· τί γὰρ μᾶλλον τῷ μείζονι
ἢ τῷ ἐλάττονι;
§ 4. Ἔτι τῷ ἀνίσῳ
ἐναντίον τὸ ἴσον, ὥστε πλείοσιν ἔσται ἢ ἑνί. Εἰ δὲ τὸ ἄνισον
σημαίνει τὸ αὐτὸ ἅμα ἀμφοῖν, εἴη μὲν ἂν ἀντικείμενον ἀμφοῖν [10] καὶ
ἡ ἀπορία βοηθεῖ τοῖς φάσκουσι τὸ ἄνισον δυάδα εἶναἰ, ἀλλὰ συμβαίνει
ἓν δυοῖν ἐναντίον· ὅπερ ἀδύνατον.
§ 5. Ἔτι τὸ μὲν ἴσον
μεταξὺ φαίνεται μεγάλου καὶ μικροῦ, ἐναντίωσις δὲ μεταξὺ οὐδεμία
οὔτε φαίνεται οὔτε ἐκ τοῦ ὁρισμοῦ δυνατόν· οὐ γὰρ ἂν εἴη τελεία
μεταξύ τινος οὖσα, ἀλλὰ μᾶλλον [15] ἔχει ἀεὶ ἑαυτῆς τι μεταξύ.
§ 6. Λείπεται δὴ ἢ ὡς
ἀπόφασιν ἀντικεῖσθαι ἢ ὡς στέρησιν. Θατέρου μὲν δὴ οὐκ ἐνδέχεται
(τί γὰρ μᾶλλον τοῦ μεγάλου ἢ μικροῦ;) ἀμφοῖν ἄρα ἀπόφασις στερητική,
διὸ καὶ πρὸς ἀμφότερα τὸ πότερον λέγεται, πρὸς δὲ θάτερον οὔ (οἷον
πότερον μεῖζον ἢ ἴσον, ἢ πότερον ἴσον ἢ [20] ἔλαττον), ἀλλ' ἀεὶ
τρία. οὐ στέρησις δὲ ἐξ ἀνάγκης· οὐ γὰρ πᾶν ἴσον ὃ μὴ μεῖζον ἢ
ἔλαττον, ἀλλ' ἐν οἷς πέφυκεν ἐκεῖνα. Ἔστι δὴ τὸ ἴσον τὸ μήτε μέγα
μήτε μικρόν, πεφυκὸς δὲ ἢ μέγα ἢ μικρὸν εἶναι· καὶ ἀντίκειται ἀμφοῖν
ὡς ἀπόφασις στερητική,
§ 7. διὸ καὶ μεταξύ
ἐστιν. καὶ τὸ μήτε [25] ἀγαθὸν μήτε κακὸν ἀντίκειται ἀμφοῖν, ἀλλ'
ἀνώνυμον· πολλαχῶς γὰρ λέγεται ἑκάτερον καὶ οὐκ ἔστιν ἓν τὸ
δεκτικόν, ἀλλὰ μᾶλλον τὸ μήτε λευκὸν μήτε μέλαν. Ἕν δὲ οὐδὲ τοῦτο
λέγεται, ἀλλ' ὡρισμένα πως ἐφ' ὧν λέγεται στερητικῶς ἡ ἀπόφασις
αὕτη· ἀνάγκη γὰρ ἢ φαιὸν ἢ [30] ὠχρὸν εἶναι ἢ τοιοῦτόν τι ἄλλο.
§ 8. Ὥστε οὐκ ὀρθῶς
ἐπιτιμῶσιν οἱ νομίζοντες ὁμοίως λέγεσθαι πάντα, ὥστε ἔσεσθαι
ὑποδήματος καὶ χειρὸς μεταξὺ τὸ μήτε ὑπόδημα μήτε χεῖρα, ἔπειπερ καὶ
τὸ μήτε ἀγαθὸν μήτε κακὸν τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ, ὡς πάντων
ἐσομένου τινὸς μεταξύ. Οὐκ ἀνάγκη [35] δὲ τοῦτο συμβαίνειν. Ἡ μὲν
γὰρ ἀντικειμένων συναπόφασίς ἐστιν ὧν ἔστι μεταξύ τι καὶ διάστημά τι
πέφυκεν εἶναι· [1056b][1]
τῶν δ' οὐκ ἔστι διαφορά· ἐν ἄλλῳ γὰρ γένει ὧν αἱ συναποφάσεις, ὥστ'
οὐχ ἓν τὸ ὑποκείμενον.
ΚΕΦΑΛΑΙΟΝ Ϛ.
§ 1.
Ὁμοίως δὲ καὶ περὶ τοῦ ἑνὸς καὶ τῶν πολλῶν ἀπορήσειεν ἄν τις. Εἰ γὰρ
τὰ πολλὰ τῷ ἑνὶ ἁπλῶς ἀντίκειται, [5] συμβαίνει ἔνια ἀδύνατα. Τὸ γὰρ
ἓν ὀλίγον ἢ ὀλίγα ἔσται· τὰ γὰρ πολλὰ καὶ τοῖς ὀλίγοις ἀντίκειται.
Ἐτι τὰ δύο πολλά, εἴπερ τὸ διπλάσιον πολλαπλάσιον λέγεται δὲ κατὰ τὰ
δύο·
§ 2. ὥστε τὸ ἓν ὀλίγον.
Πρὸς τί γὰρ πολλὰ τὰ δύο εἰ μὴ πρὸς ἕν τε καὶ τὸ ὀλίγον; Οὐθὲν γάρ
ἐστιν ἔλαττον. [10] Ἔτι εἰ ὡς ἐν μήκει τὸ μακρὸν καὶ βραχύ, οὕτως ἐν
πλήθει τὸ πολὺ καὶ ὀλίγον, καὶ ὃ ἂν ᾖ πολὺ καὶ πολλά, καὶ τὰ πολλὰ
πολύ (εἰ μή τι ἄρα διαφέρει ἐν συνεχεῖ εὐορίστῷ), τὸ ὀλίγον
πλῆθός τι ἔσται. Ὥστε τὸ ἓν πλῆθός τι, εἴπερ καὶ ὀλίγον·
§ 3. τοῦτο δ' ἀνάγκη, εἰ
τὰ δύο πολλά. Ἀλλ' [15] ἴσως τὰ πολλὰ λέγεται μέν πως καὶ [τὸ] πολύ,
ἀλλ' ὡς διαφέρον, οἷον ὕδωρ πολύ, πολλὰ δ' οὔ. Ἀλλ' ὅσα διαιρετά, ἐν
τούτοις λέγεται, ἕνα μὲν τρόπον ἐὰν ᾖ πλῆθος ἔχον ὑπεροχὴν ἢ ἁπλῶς ἢ
πρός τι ̔καὶ τὸ ὀλίγον ὡσαύτως πλῆθος ἔχον ἔλλειψιν, τὸ δὲ ὡς
ἀριθμός, ὃ καὶ ἀντίκειται τῷ ἑνὶ [20] μόνον.
§ 4. Οὕτως γὰρ λέγομεν
ἓν ἢ πολλά, ὥσπερ εἴ τις εἴποι ἓν καὶ ἕνα ἢ λευκὸν καὶ λευκά, καὶ τὰ
μεμετρημένα πρὸς τὸ μέτρον [καὶ τὸ μετρητόν]· οὕτως καὶ τὰ
πολλαπλάσια λέγεται· πολλὰ γὰρ ἕκαστος ὁ ἀριθμὸς ὅτι ἕνα καὶ ὅτι
μετρητὸς ἑνὶ ἕκαστος, καὶ ὡς τὸ ἀντικείμενον τῷ ἑνί, οὐ τῷ [25]
ὀλίγῳ.
§ 5. Οὕτω μὲν οὖν ἐστὶ
πολλὰ καὶ τὰ δύο, ὡς δὲ πλῆθος ἔχον ὑπεροχὴν ἢ πρός τι ἢ ἁπλῶς οὐκ
ἔστιν, ἀλλὰ πρῶτον. Ὀλίγα δ' ἁπλῶς τὰ δύο· πλῆθος γάρ ἐστιν ἔλλειψιν
ἔχον πρῶτον
§ 6. διὸ καὶ οὐκ ὀρθῶς
ἀπέστη Ἀναξαγόρας εἰπὼν ὅτι ὁμοῦ πάντα χρήματα ἦν ἄπειρα καὶ πλήθει
καὶ μικρότητι, [30] ἔδει δ' εἰπεῖν ἀντὶ τοῦ "καὶ μικρότητι" "καὶ
ὀλιγότητι"· οὐ γὰρ ἄπειρἀ, ἐπεὶ τὸ ὀλίγον οὐ διὰ τὸ ἕν, ὥσπερ τινές
φασιν, ἀλλὰ διὰ τὰ δύο. Ἀντίκειται δὴ τὸ ἓν καὶ τὰ πολλὰ τὰ ἐν
ἀριθμοῖς ὡς μέτρον μετρητῷ· ταῦτα δὲ ὡς τὰ πρός τι, ὅσα μὴ καθ' αὑτὰ
τῶν πρός τι.
§ 7. Διῄρηται δ' [35]
ἡμῖν ἐν ἄλλοις ὅτι διχῶς λέγεται τὰ πρός τι, τὰ μὲν ὡς ἐναντία, τὰ
δ' ὡς ἐπιστήμη πρὸς ἐπιστητόν, τῷ λέγεσθαί τι ἄλλο πρὸς αὐτό.
§ 8. [1057a][1]
Τὸ δὲ ἓν ἔλαττον εἶναι τινός, οἷον τοῖν δυοῖν, οὐδὲν κωλύει· οὐ γάρ,
εἰ ἔλαττον, καὶ ὀλίγον. Τὸ δὲ πλῆθος οἷον γένος ἐστὶ τοῦ ἀριθμοῦ·
ἔστι γὰρ ἀριθμὸς πλῆθος ἑνὶ μετρητόν, καὶ ἀντίκειταί πως τὸ ἓν καὶ
ἀριθμός, οὐχ ὡς [5] ἐναντίον ἀλλ' ὥσπερ εἴρηται τῶν πρός τι ἔνια· ᾗ
γὰρ μέτρον τὸ δὲ μετρητόν, ταύτῃ ἀντίκειται, διὸ οὐ πᾶν ὃ ἂν ᾖ ἓν
ἀριθμός ἐστιν, οἷον εἴ τι ἀδιαίρετόν ἐστιν.
§ 9. Ὁμοίως δὲ λεγομένη
ἡ ἐπιστήμη πρὸς τὸ ἐπιστητὸν οὐχ ὁμοίως ἀποδίδωσιν. Δόξειε μὲν γὰρ
ἂν μέτρον ἡ ἐπιστήμη εἶναι τὸ δὲ ἐπιστητὸν [10] τὸ μετρούμενον,
συμβαίνει δὲ ἐπιστήμην μὲν πᾶσαν ἐπιστητὸν εἶναι τὸ δὲ ἐπιστητὸν μὴ
πᾶν ἐπιστήμην, ὅτι τρόπον τινὰ ἡ ἐπιστήμη μετρεῖται τῷ ἐπιστητῷ.
§ 10. Τὸ δὲ πλῆθος
οὔτε τῷ ὀλίγῳ ἐναντίον - ἀλλὰ τούτῳ μὲν τὸ πολὺ ὡς ὑπερέχον πλῆθος
ὑπερεχομένῳ πλήθει - οὔτε τῷ ἑνὶ πάντως· ἀλλὰ τὸ μὲν [15] ὥσπερ
εἴρηται, ὅτι διαιρετὸν τὸ δ' ἀδιαίρετον, τὸ δ' ὡς πρός τι ὥσπερ ἡ
ἐπιστήμη ἐπιστητῷ, ἐὰν ᾖ ἀριθμὸς τὸ δ' ἓν μέτρον.
ΚΕΦΑΛΑΙΟΝ Ζ'.
§1. Ἐπεὶ δὲ τῶν ἐναντίων ἐνδέχεται εἶναί τι μεταξὺ καὶ
ἐνίων ἔστιν, ἀνάγκη ἐκ τῶν ἐναντίων εἶναι τὰ μεταξύ. Πάντα [20] γὰρ
τὰ μεταξὺ ἐν τῷ αὐτῷ γένει ἐστὶ καὶ ὧν ἐστὶ μεταξύ. Μεταξὺ μὲν γὰρ
ταῦτα λέγομεν εἰς ὅσα μεταβάλλειν ἀνάγκη πρότερον τὸ μεταβάλλον οἷον
ἀπὸ τῆς ὑπάτης ἐπὶ τὴν νήτην εἰ μεταβαίνοι τῷ ὀλιγίστῳ, ἥξει
πρότερον εἰς τοὺς μεταξὺ φθόγγους, καὶ ἐν χρώμασιν εἰ [ἥξει] ἐκ τοῦ
λευκοῦ [25] εἰς τὸ μέλαν, πρότερον ἥξει εἰς τὸ φοινικοῦν καὶ φαιὸν ἢ
εἰς τὸ μέλαν· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων·
§ 2. μεταβάλλειν δ' ἐξ ἄλλου
γένους εἰς ἄλλο γένος οὐκ ἔστιν ἀλλ' ἢ κατὰ συμβεβηκός, οἷον ἐκ
χρώματος εἰς σχῆμα. Ἀνάγκη ἄρα τὰ μεταξὺ καὶ αὑτοῖς καὶ ὧν μεταξύ
εἰσιν ἐν τῷ αὐτῷ γένει [30] εἶναι. Ἀλλὰ μὴν πάντα γε τὰ μεταξύ ἐστιν
ἀντικειμένων τινῶν· ἐκ τούτων γὰρ μόνων καθ' αὑτὰ ἔστι μεταβάλλειν
§ 3. διὸ ἀδύνατον εἶναι μεταξὺ μὴ ἀντικειμένων· εἴη γὰρ ἂν μεταβολὴ καὶ
μὴ ἐξ ἀντικειμένων· τῶν δ' ἀντικειμένων ἀντιφάσεως μὲν οὐκ ἔστι
μεταξύ τοῦτο γάρ ἐστιν ἀντίφασις, [35] ἀντίθεσις ἧς ὁτῳοῦν θάτερον
μόριον πάρεστιν, οὐκ ἐχούσης οὐθὲν μεταξύ,
§ 4. τῶν δὲ λοιπῶν τὰ μὲν πρός
τι τὰ δὲ στέρησις τὰ δὲ ἐναντία ἐστίν. Τῶν δὲ πρός τι ὅσα μὴ
ἐναντία, οὐκ ἔχει μεταξύ· αἴτιον δ' ὅτι οὐκ ἐν τῷ αὐτῷ γένει ἐστίν.
[1057b][1] Τί γὰρ
ἐπιστήμης καὶ ἐπιστητοῦ μεταξύ; ἀλλὰ μεγάλου καὶ μικροῦ.
§ 5. Εἰ δ' ἐστὶν ἐν
ταὐτῷ γένει τὰ μεταξύ, ὥσπερ δέδεικται, καὶ μεταξὺ ἐναντίων, ἀνάγκη
αὐτὰ συγκεῖσθαι ἐκ τούτων τῶν ἐναντίων. Ἢ γὰρ ἔσται τι γένος αὐτῶν ἢ
οὐθέν. Καὶ εἰ μὲν [5] γένος ἔσται οὕτως ὥστ' εἶναι πρότερόν τι τῶν
ἐναντίων, αἱ διαφοραὶ πρότεραι ἐναντίαι ἔσονται αἱ ποιήσουσαι τὰ
ἐναντία εἴδη ὡς γένους· ἐκ γὰρ τοῦ γένους καὶ τῶν διαφορῶν τὰ εἴδη
οἷον εἰ τὸ λευκὸν καὶ μέλαν ἐναντία, ἔστι δὲ τὸ μὲν διακριτικὸν
χρῶμα τὸ δὲ συγκριτικὸν χρῶμα, αὗται αἱ διαφοραί, [10] τὸ
διακριτικὸν καὶ συγκριτικόν, πρότεραι· ὥστε ταῦτα ἐναντία ἀλλήλοις
πρότερα·
§ 6. ἀλλὰ μὴν τά
γε ἐναντίως διαφέροντα μᾶλλον ἐναντία· καὶ τὰ λοιπὰ καὶ τὰ μεταξὺ ἐκ
τοῦ γένους ἔσται καὶ τῶν διαφορῶν οἷον ὅσα χρώματα τοῦ λευκοῦ καὶ
μέλανός ἐστι μεταξύ, ταῦτα δεῖ ἔκ τε τοῦ γένους λέγεσθαι [15] - ἔστι
δὲ γένος τὸ χρῶμα - καὶ ἐκ διαφορῶν τινῶν· αὗται δὲ οὐκ
ἔσονται τὰ πρῶτα ἐναντία· εἰ δὲ μή, ἔσται ἕκαστον ἢ λευκὸν ἢ μέλαν·
ἕτεραι ἄρα· μεταξὺ ἄρα τῶν πρώτων ἐναντίων αὗται ἔσονται, αἱ πρῶται
δὲ διαφοραὶ τὸ διακριτικὸν καὶ συγκριτικόν· ὥστε ταῦτα πρῶτα
ζητητέον [20] ὅσα ἐναντία μὴ ἐν γένει, ἐκ τίνος τὰ μεταξὺ αὐτῶν
§ 7. (ἀνάγκη γὰρ τὰ ἐν
τῷ αὐτῷ γένει ἐκ τῶν ἀσυνθέτων τῷ γένει συγκεῖσθαι ἢ ἀσύνθετα
εἶναι)· τὰ μὲν οὖν ἐναντία ἀσύνθετα ἐξ ἀλλήλων, ὥστε ἀρχαί· τὰ δὲ
μεταξὺ ἢ πάντα ἢ οὐθέν. Ἐκ δὲ τῶν ἐναντίων γίγνεταί τι, ὥστ' ἔσται
μεταβολὴ εἰς τοῦτο [25] πρὶν ἢ εἰς αὐτά· ἑκατέρου γὰρ καὶ ἧττον
ἔσται καὶ μᾶλλον. Μεταξὺ ἄρα ἔσται καὶ τοῦτο τῶν ἐναντίων. Καὶ τἆλλα
ἄρα πάντα σύνθετα τὰ μεταξύ· τὸ γὰρ τοῦ μὲν μᾶλλον τοῦ δ' ἧττον
σύνθετόν πως ἐξ ἐκείνων ὧν λέγεται εἶναι τοῦ μὲν μᾶλλον τοῦ δ'
ἧττον.
§ 8. Ἐπεὶ δ' οὐκ ἔστιν
ἕτερα πρότερα ὁμογενῆ [30] τῶν ἐναντίων, ἅπαντ' ἂν ἐκ τῶν ἐναντίων
εἴη τὰ μεταξύ, ὥστε καὶ τὰ κάτω πάντα, καὶ τἀναντία καὶ τὰ μεταξύ,
ἐκ τῶν πρώτων ἐναντίων ἔσονται. Ὅτι μὲν οὖν τὰ μεταξὺ ἔν τε ταὐτῷ
γένει πάντα καὶ μεταξὺ ἐναντίων καὶ σύγκειται ἐκ τῶν ἐναντίων πάντα,
δῆλον.
ΚΕΦΑΛΑΙΟΝ Η'.
§ 1. [35]
Τὸ δ' ἕτερον τῷ εἴδει τινὸς τὶ ἕτερόν ἐστι, καὶ δεῖ τοῦτο ἀμφοῖν
ὑπάρχειν· οἷον εἰ ζῷον ἕτερον τῷ εἴδει, ἄμφω ζῷα. Ἀνάγκη ἄρα ἐν
γένει τῷ αὐτῷ εἶναι τὰ ἕτερα τῷ εἴδει· τὸ γὰρ τοιοῦτο γένος καλῶ ὃ
ἄμφω ἓν ταὐτὸ λέγεται, μὴ κατὰ συμβεβηκὸς ἔχον διαφοράν, [1058a]
[1] εἴτε ὡς ὕλη ὂν εἴτε ἄλλως.
§ 2. Οὐ μόνον γὰρ δεῖ τὸ
κοινὸν ὑπάρχειν, οἷον ἄμφω ζῷα, ἀλλὰ καὶ ἕτερον ἑκατέρῳ τοῦτο αὐτὸ τὸ
ζῷον, οἷον τὸ μὲν ἵππον τὸ δὲ ἄνθρωπον, διὸ τοῦτο τὸ κοινὸν ἕτερον
ἀλλήλων [5] ἐστὶ τῷ εἴδει. Ἔσται δὴ καθ' αὑτὰ τὸ μὲν τοιονδὶ ζῷον τὸ
δὲ τοιονδί, οἷον τὸ μὲν ἵππος τὸ δ' ἄνθρωπος.
§ 3. Ἀνάγκη ἄρα τὴν διαφορὰν
ταύτην ἑτερότητα τοῦ γένους εἶναι. Λέγω γὰρ γένους [8] διαφορὰν
ἑτερότητα ἣ ἕτερον ποιεῖ τοῦτο αὐτό. Ἐναντίωσις τοίνυν ἔσται αὕτη (δῆλον
δὲ καὶ ἐκ τῆς ἐπαγωγῆς)· πάντα [10] γὰρ διαιρεῖται τοῖς
ἀντικειμένοις, καὶ ὅτι τὰ ἐναντία ἐν ταὐτῷ γένει, δέδεικται· ἡ γὰρ
ἐναντιότης ἦν διαφορὰ τελεία, ἡ δὲ διαφορὰ ἡ εἴδει πᾶσα τινὸς τί,
ὥστε τοῦτο τὸ αὐτό τε καὶ γένος ἐπ' ἀμφοῖν
§ 4. διὸ καὶ ἐν τῇ αὐτῇ
συστοιχίᾳ πάντα τὰ ἐναντία τῆς κατηγορίας ὅσα εἴδει διάφορα καὶ μὴ
γένει, [15] ἕτερά τε ἀλλήλων μάλιστα - τελεία γὰρ ἡ διαφορά - καὶ
ἅμα ἀλλήλοις οὐ γίγνεταἰ. ἡ ἄρα διαφορὰ ἐναντίωσίς ἐστιν. Τοῦτο ἄρα
ἐστὶ τὸ ἑτέροις εἶναι τῷ εἴδει, τὸ ἐν ταὐτῷ γένει ὄντα ἐναντίωσιν
ἔχειν ἄτομα ὄντα ταὐτὰ δὲ τῷ εἴδει ὅσα μὴ ἔχει ἐναντίωσιν ἄτομα
ὄντα· ἐν γὰρ τῇ διαιρέσει καὶ [20] ἐν τοῖς μεταξὺ γίγνονται
ἐναντιώσεις πρὶν εἰς τὰ ἄτομα ἐλθεῖν·
§ 5. ὥστε φανερὸν ὅτι πρὸς
τὸ καλούμενον γένος οὔτε ταὐτὸν οὔτε ἕτερον τῷ εἴδει οὐθέν ἐστι τῶν
ὡς γένους εἰδῶν προσηκόντως· ἡ γὰρ ὕλη ἀποφάσει δηλοῦται, τὸ δὲ
γένος ὕλη οὗ λέγεται γένος - μὴ ὡς τὸ τῶν Ἡρακλειδῶν ἀλλ' ὡς τὸ
[25] ἐν τῇ φύσει -
§ 6. οὐδὲ πρὸς τὰ μὴ ἐν
ταὐτῷ γένει, ἀλλὰ διοίσει τῷ γένει ἐκείνων, εἴδει δὲ τῶν ἐν ταὐτῷ
γένει. Ἐναντίωσιν γὰρ ἀνάγκη εἶναι τὴν διαφορὰν οὗ διαφέρει εἴδει· αὕτη
δὲ ὑπάρχει τοῖς ἐν ταὐτῷ γένει οὖσι μόνοις.
ΚΕΦΑΛΑΙΟΝ Θ'.
§ 1.
Ἀπορήσειε δ' ἄν τις διὰ τί γυνὴ ἀνδρὸς οὐκ εἴδει διαφέρει, [30]
ἐναντίου τοῦ θήλεος καὶ τοῦ ἄρρενος ὄντος τῆς δὲ διαφορᾶς
ἐναντιώσεως, οὐδὲ ζῷον θῆλυ καὶ ἄρρεν ἕτερον τῷ εἴδει· καίτοι καθ' αὑτὸ
τοῦ ζῴου αὕτη ἡ διαφορὰ καὶ οὐχ ὡς λευκότης ἢ μελανία ἀλλ' ᾗ ζῷον
καὶ τὸ θῆλυ καὶ τὸ ἄρρεν ὑπάρχει.
§ 2. Ἔστι δ' ἡ ἀπορία αὕτη
σχεδὸν ἡ αὐτὴ καὶ διὰ [35] τί ἡ μὲν ποιεῖ τῷ εἴδει ἕτερα ἐναντίωσις
ἡ δ' οὔ, οἷον τὸ πεζὸν καὶ τὸ πτερωτόν, λευκότης δὲ καὶ μελανία οὔ.
Ἢ ὅτι τὰ μὲν οἰκεῖα πάθη τοῦ γένους τὰ δ' ἧττον; Καὶ ἐπειδή ἐστι τὸ
μὲν λόγος τὸ δ' ὕλη, [1058b][1]
ὅσαι μὲν ἐν τῷ λόγῳ εἰσὶν ἐναντιότητες εἴδει ποιοῦσι διαφοράν, ὅσαι
δ' ἐν τῷ συνειλημμένῳ τῇ ὕλῃ οὐ ποιοῦσιν.
§ 3. Διὸ ἀνθρώπου
λευκότης οὐ ποιεῖ οὐδὲ μελανία, οὐδὲ τοῦ λευκοῦ ἀνθρώπου ἔστι
διαφορὰ κατ' εἶδος πρὸς [5] μέλανα ἄνθρωπον, οὐδ' ἂν ὄνομα ἓν τεθῇ.
Ὡς ὕλη γὰρ ὁ ἄνθρωπος, οὐ ποιεῖ δὲ διαφορὰν ἡ ὕλη· οὐδ' ἀνθρώπου γὰρ
εἴδη εἰσὶν οἱ ἄνθρωποι διὰ τοῦτο, καίτοι ἕτεραι αἱ σάρκες καὶ τὰ
ὀστᾶ ἐξ ὧν ὅδε καὶ ὅδε· ἀλλὰ τὸ σύνολον ἕτερον μέν, εἴδει δ' οὐχ
ἕτερον, ὅτι ἐν τῷ λόγῳ οὐκ ἔστιν ἐναντίωσις. Τοῦτο δ' [10] ἐστὶ τὸ
ἔσχατον ἄτομον· ὁ δὲ Καλλίας ἐστὶν ὁ λόγος μετὰ τῆς ὕλης· καὶ ὁ
λευκὸς δὴ ἄνθρωπος, ὅτι Καλλίας λευκός· κατὰ συμβεβηκὸς οὖν ὁ
ἄνθρωπος. Οὐδὲ χαλκοῦς δὴ κύκλος καὶ ξύλινος· οὐδὲ τρίγωνον χαλκοῦν
καὶ κύκλος ξύλινος, οὐ διὰ τὴν ὕλην εἴδει διαφέρουσιν ἀλλ' ὅτι ἐν τῷ
λόγῳ [15] ἔνεστιν ἐναντίωσις.
§ 4. Πότερον δ' ἡ ὕλη οὐ
ποιεῖ ἕτερα τῷ εἴδει, οὖσά πως ἑτέρα, ἢ ἔστιν ὡς ποιεῖ; Διὰ τί γὰρ
ὁδὶ ὁ ἵππος τουδὶ <τοῦ> ἀνθρώπου ἕτερος τῷ εἴδει; καίτοι σὺν τῇ ὕλῃ
οἱ λόγοι αὐτῶν. Ἢ ὅτι ἔνεστιν ἐν τῷ λόγῳ ἐναντίωσις; καὶ γὰρ τοῦ
λευκοῦ ἀνθρώπου καὶ μέλανος ἵππου, καὶ ἔστι γε [20] εἴδει, ἀλλ' οὐχ
ᾗ ὁ μὲν λευκὸς ὁ δὲ μέλας, ἐπεὶ καὶ εἰ ἄμφω λευκὰ ἦν, ὅμως ἂν ἦν
εἴδει ἕτερα.
§ 5. Τὸ δὲ ἄρρεν καὶ
θῆλυ τοῦ ζῴου οἰκεῖα μὲν πάθη, ἀλλ' οὐ κατὰ τὴν οὐσίαν ἀλλ' ἐν τῇ
ὕλῃ καὶ τῷ σώματι, διὸ τὸ αὐτὸ σπέρμα θῆλυ ἢ ἄρρεν γίγνεται παθόν τι
πάθος.
§ 6. Τί μὲν οὖν ἐστὶ τὸ
τῷ εἴδει ἕτερον [25] εἶναι, καὶ διὰ τί τὰ μὲν διαφέρει εἴδει τὰ δ'
οὔ, εἴρηται.
ΚΕΦΑΛΑΙΟΝ Ι'.
§ 1.
Ἐπειδὴ δὲ τὰ ἐναντία ἕτερα τῷ εἴδει, τὸ δὲ φθαρτὸν καὶ τὸ ἄφθαρτον
ἐναντία (στέρησις γὰρ ἀδυναμία διωρισμένη), ἀνάγκη ἕτερον
εἶναι τῷ γένει τὸ φθαρτὸν καὶ τὸ ἄφθαρτον. Νῦν μὲν οὖν ἐπ' αὐτῶν
εἰρήκαμεν τῶν καθόλου [30] ὀνομάτων, ὥστε δόξειεν ἂν οὐκ ἀναγκαῖον
εἶναι ὁτιοῦν ἄφθαρτον καὶ φθαρτὸν ἕτερα εἶναι τῷ εἴδει, ὥσπερ οὐδὲ
λευκὸν καὶ μέλαν τὸ γὰρ αὐτὸ ἐνδέχεται εἶναι, καὶ ἅμα, ἐὰν ᾖ
τῶν καθόλου, ὥσπερ ὁ ἄνθρωπος εἴη ἂν καὶ λευκὸς καὶ μέλας, καὶ τῶν
καθ' ἕκαστον· εἴη γὰρ ἄν, μὴ ἅμα, ὁ αὐτὸς [35] λευκὸς καὶ μέλας·
§ 2. καίτοι ἐναντίον
τὸ λευκὸν τῷ μέλανι· ἀλλὰ τῶν ἐναντίων τὰ μὲν κατὰ συμβεβηκὸς
ὑπάρχει ἐνίοις, οἷον καὶ τὰ νῦν εἰρημένα καὶ ἄλλα πολλά, τὰ δὲ
ἀδύνατον, ὧν ἐστὶ καὶ τὸ φθαρτὸν καὶ τὸ ἄφθαρτον· [1059a][1]
οὐδὲν γάρ ἐστι φθαρτὸν κατὰ συμβεβηκός· τὸ μὲν γὰρ συμβεβηκὸς
ἐνδέχεται μὴ ὑπάρχειν, τὸ δὲ φθαρτὸν τῶν ἐξ ἀνάγκης ὑπαρχόντων ἐστὶν
οἷς ὑπάρχει· ἢ ἔσται τὸ αὐτὸ καὶ ἓν φθαρτὸν [5] καὶ ἄφθαρτον, εἰ
ἐνδέχεται μὴ ὑπάρχειν αὐτῷ τὸ φθαρτόν.
§ 3. Ἢ τὴν οὐσίαν ἄρα
ἢ ἐν τῇ οὐσίᾳ ἀνάγκη ὑπάρχειν τὸ φθαρτὸν ἑκάστῳ τῶν φθαρτῶν. Ὁ δ'
αὐτὸς λόγος καὶ περὶ τοῦ ἀφθάρτου· τῶν γὰρ ἐξ ἀνάγκης ὑπαρχόντων
ἄμφω. ᾟ ἄρα καὶ καθ' ὃ πρῶτον τὸ μὲν φθαρτὸν τὸ δ' ἄφθαρτον, [10]
ἔχει ἀντίθεσιν, ὥστε ἀνάγκη γένει ἕτερα εἶναι.
§ 4. Φανερὸν τοίνυν
ὅτι οὐκ ἐνδέχεται εἶναι εἴδη τοιαῦτα οἷα λέγουσί τινες· ἔσται γὰρ
καὶ ἄνθρωπος ὁ μὲν φθαρτὸς ὁ δ' ἄφθαρτος. Καίτοι τῷ εἴδει ταὐτὰ
λέγεται εἶναι τὰ εἴδη τοῖς τισὶ καὶ οὐχ ὁμώνυμα· τὰ δὲ γένει ἕτερα
πλεῖον διέστηκεν ἢ τὰ εἴδει.
|