table des matières de l'œuvre DE DÉMOSTHÈNE
DÉMOSTHÈNE
VIII
Πρὸς Βοιωτὸν περὶ Προικὸς Μητρῴας.
pour avoir la traduction française d'un chapitre, cliquer sur le numéro du chapitre
Πρὸς Βοιωτὸν περὶ Προικὸς Μητρῴας. [1] Πάντων ἐστὶν ἀνιαρότατον, ὦ ἄνδρες δικασταί, ὅταν τις ὀνόματι μὲν ἀδελφὸς προσαγορευθῇ τινῶν, τῷ δ' ἔργῳ ἐχθροὺς ἔχῃ τούτους, καὶ ἀναγκάζηται πολλὰ καὶ δεινὰ παθὼν ὑπ' αὐτῶν εἰσιέναι εἰς δικαστήριον, ὃ νῦν ἐμοὶ συμβέβηκεν. [2] Οὐ γὰρ μόνον ἀτύχημά μοι ἐξ ἀρχῆς ἐγένετο, διότι Πλαγγὼν ἡ τούτων μήτηρ ἐξαπατήσασα τὸν πατέρα μου καὶ ἐπιορκήσασα φανερῶς, ἠνάγκασεν αὐτὸν ὑπομεῖναι τούτους ποιήσασθαι, καὶ διὰ τοῦτο τὰ δύο μέρη τῶν πατρῴων ἀπεστερήθην· ἀλλὰ πρὸς τούτοις ἐξελήλαμαι μὲν ἐκ τῆς πατρῴας οἰκίας ὑπὸ τούτων, ἐν ᾗ καὶ ἐγενόμην καὶ ἐτράφην, καὶ εἰς ἣν οὐχ ὁ πατὴρ αὐτοὺς ἀλλ' ἐγὼ τελευτήσαντος ἐκείνου παρεδεξάμην, [3] ἀποστεροῦμαι δὲ τὴν προῖκα τῆς ἐμαυτοῦ μητρός, περὶ ἧς νυνὶ δικάζομαι, αὐτὸς μὲν τούτοις δίκας ὑπὲρ ὧν ἐνεκάλουν μοι πάντων δεδωκώς, πλὴν εἴ τινα νῦν ἕνεκα τῆς δίκης ταύτης ἀντειλήχασίν μοι συκοφαντοῦντες, ὡς καὶ ὑμῖν ἔσται καταφανές, παρὰ δὲ τούτων ἐν ἕνδεκα ἔτεσιν οὐ δυνάμενος τυχεῖν τῶν μετρίων, ἀλλὰ νῦν εἰς ὑμᾶς [βοηθοὺς] καταπεφευγώς. [4] Δέομαι οὖν ἁπάντων ὑμῶν, ὦ ἄνδρες δικασταί, μετ' εὐνοίας τέ μου ἀκοῦσαι οὕτως ὅπως ἂν δύνωμαι λέγοντος, κἂν ὑμῖν δοκῶ δεινὰ πεπονθέναι, συγγνώμην ἔχειν μοι ζητοῦντι κομίσασθαι τἀμαυτοῦ, ἄλλως τε καὶ εἰς θυγατρὸς ἔκδοσιν· συνέβη γάρ μοι δεηθέντος τοῦ πατρὸς ὀκτωκαιδεκέτη γῆμαι, καὶ διὰ τοῦτο εἶναί μοι θυγατέρα ἤδη ἐπίγαμον. [5] Ὥστ' ἐμοὶ μὲν δικαίως ἂν ἀδικουμένῳ διὰ πολλὰ βοηθήσαιτε, τούτοις δὲ εἰκότως ἂν ὀργίζοισθε· οἵτινες, ὦ γῆ καὶ θεοί, ἐξὸν αὐτοῖς τὰ δίκαια ποιήσασι μὴ εἰσιέναι εἰς δικαστήριον, οὐκ αἰσχύνονται μὲν ἀναμιμνῄσκοντες ὑμᾶς εἴ τι ἢ ὁ πατὴρ ἡμῶν μὴ ὀρθῶς διεπράξατο ἢ οὗτοι εἰς ἐκεῖνον ἥμαρτον, ἀναγκάζουσι δ' ἐμὲ δικάζεσθαι αὑτοῖς. Ἵνα δὲ ἀκριβῶς εἰδῆτε, ὡς οὐκ ἐγὼ τούτου αἴτιός εἰμι ἀλλ' οὗτοι, ἐξ ἀρχῆς ὑμῖν, ὡς ἂν ἐν βραχυτάτοις δύνωμαι, διηγήσομαι τὰ πραχθέντα. [6] Ἡ γὰρ μήτηρ ἡ ἐμή, ὦ ἄνδρες δικασταί, θυγάτηρ μὲν ἦν Πολυαράτου Χολαργέως, ἀδελφὴ δὲ Μενεξένου καὶ Βαθύλλου καὶ Περιάνδρου. Ἐκδόντος δὲ αὐτὴν τοῦ πατρὸς Κλεομέδοντι τῷ Κλέωνος υἱεῖ, καὶ προῖκα τάλαντον ἐπιδόντος, τὸ μὲν πρῶτον τούτῳ συνῴκει· γενομένων δ' αὐτῇ τριῶν μὲν θυγατέρων, υἱοῦ δ' ἑνὸς Κλέωνος, καὶ μετὰ ταῦτα τοῦ ἀνδρὸς αὐτῇ τελευτήσαντος, ἀπολιποῦσα τὸν οἶκον καὶ κομισαμένη τὴν προῖκα, [7] πάλιν ἐκδόντων αὐτὴν τῶν ἀδελφῶν Μενεξένου καὶ Βαθύλλου (ὁ γὰρ Περίανδρος ἔτι παῖς ἦν) καὶ τὸ τάλαντον ἐπιδόντων, συνῴκησε τῷ ἐμῷ πατρί. Καὶ γίγνομαι αὐτοῖς ἐγώ τε καὶ ἄλλος ἀδελφὸς νεώτερος ἐμοῦ, ὃς ἔτι παῖς ὢν ἐτελεύτησεν. Ὡς δ' ἀληθῆ λέγω, περὶ τούτων ὑμῖν πρῶτον τοὺς μάρτυρας παρέξομαι. ΜΑΡΤΥΡΕΣ [8] Τὴν μὲν τοίνυν μητέρα τὴν ἐμὴν οὕτως ὁ πατήρ μου γήμας εἶχε γυναῖκα ἐν τῇ οἰκίᾳ τῇ ἑαυτοῦ, ἐμέ τε ἐπαίδευεν καὶ ἠγάπα, ὥσπερ καὶ ὑμεῖς ἅπαντες τοὺς ὑμετέρους παῖδας ἀγαπᾶτε. Τῇ δὲ τούτων μητρὶ Πλαγγόνι ἐπλησίασεν ὅντινα δή ποτ' οὖν τρόπον· οὐ γὰρ ἐμὸν τοῦτο λέγειν ἐστίν. [9] Καὶ οὕτως οὐ πάντα γε ἦν ὑπὸ τῆς ἐπιθυμίας κεκρατημένος, ὥστε οὐδὲ τῆς μητρὸς τῆς ἐμῆς ἀποθανούσης ἠξίωσεν αὐτὴν εἰς τὴν οἰκίαν παρ' ἑαυτὸν εἰσδέξασθαι, οὐδὲ τούτους, ὡς υἱεῖς εἰσιν αὑτοῦ, πεισθῆναι· ἀλλὰ τὸν μὲν ἄλλον χρόνον οὗτοι διῆγον οὐκ ὄντες τοῦ ἐμοῦ πατρός, ὡς καὶ ὑμῶν οἱ πολλοὶ ἴσασιν, ἐπειδὴ δὲ οὗτος αὐξηθεὶς καὶ μεθ' αὑτοῦ παρασκευασάμενος ἐργαστήριον συκοφαντῶν, ὧν ἡγεμὼν ἦν Μνησικλῆς καὶ Μενεκλῆς ἐκεῖνος ὁ τὴν Νῖνον ἑλών, μεθ' ὧν οὗτος ἐδικάζετό [10] μου τῷ πατρὶ φάσκων υἱὸς εἶναι ἐκείνου - συνόδων δὲ γιγνομένων πολλῶν ὑπὲρ τούτων, καὶ τοῦ πατρὸς οὐκ ἂν φάσκοντος πεισθῆναι, ὡς οὗτοι γεγόνασιν ἐξ αὑτοῦ, τελευτῶσα ἡ Πλαγγών, ὦ ἄνδρες δικασταί (πάντα γὰρ εἰρήσεται τἀληθῆ πρὸς ὑμᾶς), μετὰ τοῦ Μενεκλέους ἐνεδρεύσασα τὸν πατέρα μου καὶ ἐξαπατήσασα ὅρκῳ, ὃς μέγιστος δοκεῖ καὶ δεινότατος παρὰ πᾶσιν ἀνθρώποις εἶναι, ὡμολόγησεν τριάκοντα μνᾶς λαβοῦσα τούτους μὲν τοῖς αὑτῆς ἀδελφοῖς εἰσποιήσειν υἱεῖς, αὐτὴ δέ, ἂν πρὸς τῷ διαιτητῇ προκαλῆται αὐτὴν ὁ πατήρ μου ὀμόσαι ἦ μὴν τοὺς παῖδας ἐξ αὑτοῦ γεγονέναι, οὐ δέξεσθαι τὴν πρόκλησιν· τούτων γὰρ γενομένων οὔτε τούτους ἀποστερήσεσθαι τῆς πολιτείας, τῷ τε πατρί μου οὐκέτι δυνήσεσθαι αὐτοὺς πράγματα παρέχειν, τῆς μητρὸς αὐτῶν οὐ δεξαμένης τὸν ὅρκον. [11] Συγχωρηθέντων δὲ τούτων - τί ἂν ὑμῖν μακρολογοίην; Ὡς γὰρ πρὸς τὸν διαιτητὴν ἀπήντησεν, παραβᾶσα πάντα τὰ ὡμολογημένα ἡ Πλαγγὼν δέχεταί τε τὴν πρόκλησιν καὶ ὄμνυσιν ἐν τῷ Δελφινίῳ ἄλλον ὅρκον ἐναντίον τῷ προτέρῳ, ὡς καὶ ὑμῶν οἱ πολλοὶ ἴσασιν· περιβόητος γὰρ ἡ πρᾶξις ἐγένετο. Καὶ οὕτως ὁ πατήρ μου διὰ τὴν ἑαυτοῦ πρόκλησιν ἀναγκασθεὶς ἐμμεῖναι τῇ διαίτῃ, ἐπὶ μὲν τοῖς γεγενημένοις ἠγανάκτει καὶ βαρέως ἔφερεν, καὶ εἰς τὴν οἰκίαν οὐδ' ὣς εἰσδέξασθαι τούτους ἠξίωσεν, εἰς δὲ τοὺς φράτερας ἠναγκάσθη εἰσαγαγεῖν. Καὶ τοῦτον μὲν ἐνέγραψε Βοιωτόν, τὸν δ' ἕτερον Πάμφιλον. [12] Ἐμὲ δ' εὐθὺς ἔπειθε περὶ ὀκτωκαίδεκ' ἔτη γεγενημένον τὴν Εὐφήμου γῆμαι θυγατέρα, βουλόμενος παῖδας ἐξ ἐμοῦ γενομένους ἐπιδεῖν. Ἐγὼ δέ, ὦ ἄνδρες δικασταί, νομίζων δεῖν καὶ πρότερον καὶ ἐπειδὴ οὗτοι ἐλύπουν αὐτὸν δικαζόμενοι καὶ πράγματα παρέχοντε, ἐμὲ τοὐναντίον εὐφραίνειν ἅπαντα ποιοῦντα ὅσα ἐκείνῳ χαριεῖσθαι μέλλοιμι, ἐπείσθην αὐτῷ. [13] Γήμαντος δέ μου τὸν τρόπον τοῦτον, ἐκεῖνος μὲν τὸ θυγάτριόν μοι ἐπιδὼν γενόμενον, οὐ πολλοῖς ἔτεσιν ὕστερον ἀρρωστήσας ἐτελεύτησεν· ἐγὼ δ', ὦ ἄνδρες δικασταί, ζῶντος μὲν τοῦ πατρὸς οὐδὲν ᾤμην δεῖν ἐναντιοῦσθαι αὐτῷ, τελευτήσαντος δὲ ἐκείνου εἰσεδεξάμην τε τούτους εἰς τὴν οἰκίαν καὶ τῶν ὄντων ἁπάντων μετέδωκα, οὐχ ὡς ἀδελφοῖς οὖσιν (οὐδὲ γὰρ ὑμῶν τοὺς πολλοὺς λελήθασιν ὃν τρόπον οὗτοι γεγόνασιν), νομίζων δ' ἀναγκαῖον εἶναί μοι, ἐπειδὴ ὁ πατὴρ ἐξηπατήθη, πείθεσθαι τοῖς νόμοις τοῖς ὑμετέροις. [14] Καὶ οὕτως ὑπ' ἐμοῦ εἰς τὴν οἰκίαν εἰσδεχθέντες, ὡς ἐνεμόμεθα τὰ πατρῷα, ἀξιοῦντος ἐμοῦ ἀπολαβεῖν τὴν τῆς μητρὸς προῖκα ἀντενεκάλουν καὶ οὗτοι, καὶ ἔφασαν ὀφείλεσθαι καὶ τῇ αὑτῶν μητρὶ τὴν ἴσην προῖκα. Συμβουλευσάντων δ' ἡμῖν τῶν παρόντων, τὰ μὲν ἄλλα πάντα ἐνειμάμεθα, τὴν δὲ οἰκίαν καὶ τοὺς παῖδας τοὺς διακόνους τοῦ πατρὸς ἐξαιρέτους ἐποιησάμεθα, [15] ἵν' ἐκ μὲν τῆς οἰκίας, ὁποτέροις ἂν ἡμῶν φαίνηται ὀφειλομένη ἡ προίξ, οὗτοι αὐτὴν κομίσωνται, ἐκ δὲ τῶν παίδων κοινῶν ὄντων, ἐάν τι οὗτοι τῶν πατρῴων ἐπιζητῶσιν, πυνθάνωνται, καὶ βασανίζοντες αὐτοὺς καὶ ἄλλῳ ὅτῳ ἂν τρόπῳ βούλωνται ζητοῦντες. Ὅτι δὲ καὶ ταῦτ' ἀληθῆ λέγω, ἐκ τούτων τῶν μαρτυριῶν εἴσεσθε. ΜΑΡΤΥΡΙΑΙ [16] Μετὰ ταῦτα τοίνυν οὗτοί τε ἐμοὶ δίκας ἔλαχον ὑπὲρ ὧν ἐνεκάλουν κἀγὼ τούτοις ὑπὲρ τῆς προικός. Καὶ τὸ μὲν πρῶτον παραγραψάμενοι Σόλωνα Ἑρχιέα διαιτητὴν τούτῳ ἐπετρέψαμεν δικάσαι περὶ ὧν ἐνεκαλοῦμεν ἀλλήλοις· ὡς δ' οὐκ ἀπήντων οὗτοι, ἀλλ' ἐφυγοδίκουν καὶ χρόνος διετρίβετο συχνός, τῷ μὲν Σόλωνι συνέβη τελευτῆσαι τὸν βίον, οὗτοι δὲ πάλιν ἐξ ὑπαρχῆς λαγχάνουσί μοι τὰς δίκας, καὶ ἐγὼ τούτῳ, προσκαλεσάμενος αὐτὸν καὶ ἐπιγραψάμενος ἐπὶ τὸ ἔγκλημα Βοιωτόν· τοῦτο γὰρ αὐτῷ ὁ πατὴρ ἔθετο τοὔνομα. [17] Περὶ μὲν οὖν ὧν οὗτοί μοι ἐδικάζοντο, παρόντος τούτου καὶ ἀντιδικοῦντος καὶ οὐκ ἔχοντος ἐπιδεῖξαι οὐδὲν ὧν ἐνεκάλουν, ἀπεδιῄτησέν μου ὁ διαιτητής· καὶ οὗτος συνειδὼς αὑτῷ ἀδίκως ἐγκαλοῦντι οὔτε ἐφῆκεν εἰς τὸ δικαστήριον, οὔτε νῦν περὶ ἐκείνων εἴληχέ μοι δίκην οὐδεμίαν, ἀλλὰ περὶ ἄλλων τινῶν, λύσειν τοῖς ἐγκλήμασι τούτοις τὴν δίκην ταύτην οἰόμενος. Ἣν δ' ἐγὼ τοῦτον ἐδίωκον τότε περὶ τῆς προικός, ἐπιδημοῦντος τούτου ἐνθάδε καὶ οὐκ ἀπαντήσαντος πρὸς τὸν διαιτητήν, ἐρήμην κατεδιῄτησεν αὐτοῦ. [18] Οὑτοσὶ δέ, ὦ ἄνδρες δικασταί, οὔτε ἠντεδίκει τότε παρὼν οὔτε ἔφη με καταδιαιτήσασθαι τὴν δίκην αὑτοῦ· οὐ γὰρ εἶναι Βοιωτὸν αὑτῷ ὄνομα, ἀλλὰ Μαντίθεον, καὶ οὕτως ὀνόματι ἀμφισβητῶν ἔργῳ τὴν προῖκά με τῆς μητρὸς ἀποστερεῖ. Ἀπορῶν δ' ἐγὼ τί ἄν τις χρήσαιτο τῷ πράγματι, οὕτω πάλιν τὴν αὐτὴν ταύτην δίκην λαχὼν αὐτῷ Μαντιθέῳ ἑνδεκάτῳ ἔτει νῦν εἰς ὑμᾶς καταπέφευγα. Ὡς δὲ καὶ ταῦτ' ἀληθῆ λέγω, ἀναγνώσεται ὑμῖν περὶ τούτων μαρτυρίας. ΜΑΡΤΥΡΙΑΙ [19] Ὅτι μὲν τοίνυν, ὦ ἄνδρες δικασταί, ἥ τε μήτηρ μου τάλαντον ἐπενεγκαμένη προῖκα, ἐκδοθεῖσα ὑπὸ τῶν ἀδελφῶν τῶν αὑτῆς, ὥσπερ οἱ νόμοι κελεύουσιν, συνῴκησεν τῷ πατρί, καὶ ὃν τρόπον ἐγὼ τούτους εἰσεδεξάμην εἰς τὴν οἰκίαν τοῦ πατρὸς τελευτήσαντος, καὶ ὅτι ἀπέφυγον αὐτοὺς τὰς δίκας ἅς μοι ἐνεκάλουν, ταῦτα μὲν πάντα καὶ μεμαρτύρηται ὑμῖν καὶ ἐπιδέδεικται. Ἴθι δὴ λαβὲ καὶ τὸν περὶ τῆς προικὸς νόμον τουτονί. ΝΟΜΟΣ [20] Οὕτω τοίνυν τοῦ νόμου ἔχοντος, οἶμαι τουτονὶ Βοιωτὸν ἢ Μαντίθεον ἢ ὅ τι ποτ' ἄλλο χαίρει προσαγορευόμενος, δικαίαν μὲν ἀπολογίαν καὶ ἀληθινὴν οὐδεμίαν ἕξειν εἰπεῖν, ἐπιχειρήσειν δὲ τῇ τόλμῃ καὶ τῇ θρασύτητι τῇ ἑαυτοῦ πιστεύοντα περιιστάναι τὰς αὑτῶν συμφορὰς εἰς ἐμέ, ἅπερ καὶ ἰδίᾳ ποιεῖν εἴωθεν, λέγων ὡς δημευθείσης τῆς [τοῦ] Παμφίλου οὐσίας, ὃς ἦν πατὴρ τῆς Πλαγγόνος, τὰ περιγενόμενα χρήματα ὁ πατὴρ ὁ ἐμὸς ἔλαβεν ἐκ τοῦ βουλευτηρίου, καὶ οὕτως ἀποφαίνειν πειρώμενος τὴν μὲν αὑτοῦ μητέρα ἐπενεγκαμένην προῖκα πλέον ἢ ἑκατὸν μνᾶς, τὴν δ' ἐμὴν ἄπροικον φάσκων συνοικῆσαι. [21] Ταῦτα διέξεισιν, ὦ ἄνδρες δικασταί, οὔτε μαρτυρίαν οὐδεμίαν ἐμβεβλημένος ὑπὲρ τούτων οὔτ' ἀγνοῶν ὡς οὐδὲν ὑγιὲς λέγει, ἀλλ' ἀκριβῶς εἰδὼς ὅτι ὁμολογῶν μὲν ἀδικεῖν ἐν ὑμῖν οὐδείς πω ἀπέφυγεν, ψευδόμενος δὲ καὶ παραγωγὰς λέγων ἤδη τις δίκην οὐκ ἔδωκεν. Ἵνα οὖν μὴ ἐξαπατηθῆτε ὑπ' αὐτοῦ, βέλτιον εἶναί μοι δοκεῖ βραχέα καὶ περὶ τούτου πρὸς ὑμᾶς εἰπεῖν. [22] Ἐὰν γὰρ λέγῃ ὡς ἡ μὲν ἐμὴ μήτηρ οὐκ ἐπηνέγκατο προῖκα, ἡ δὲ τούτων ἐπηνέγκατο, ἐνθυμεῖσθε ὅτι περιφανῶς ψεύδεται. Πρῶτον μὲν γὰρ ὁ Πάμφιλος ὁ πατὴρ τῆς τούτου μητρὸς πέντε τάλαντα τῷ δημοσίῳ ὀφείλων ἐτελεύτησεν, καὶ τοσούτου ἐδέησεν περιγενέσθαι τι τοῖς ἐκείνου παισὶν τῆς οὐσίας ἀπογραφείσης καὶ δημευθείσης, ὥστε οὐδὲ τὸ ὄφλημα πᾶν ὑπὲρ αὐτοῦ ἐκτέτεισται, ἀλλ' ἔτι καὶ νῦν ὁ Πάμφιλος ὀφείλων τῷ δημοσίῳ ἐγγέγραπται. Πῶς οὖν οἷόν τε τὸν ἐμὸν πατέρα χρήματα λαβεῖν ἐκ τῆς Παμφίλου οὐσίας, ἣ οὐδὲ αὐτὸ τὸ ὄφλημα ἱκανὴ ἐγένετο τῇ πόλει ἐκτεῖσαι; [23] Ἔπειτα, ὦ ἄνδρες δικασταί, ἐνθυμεῖσθε ὅτι, εἰ τὰ μάλιστα περιεγένετο τὰ χρήματα ταῦτα, ὥσπερ οὗτοί φασιν, οὐκ ἂν ὁ ἐμὸς πατὴρ αὐτὰ ἔλαβεν, ἀλλ' οἱ τοῦ Παμφίλου υἱεῖς, Βοιωτὸς καὶ Ἡδύλος καὶ Εὐθύδημος, οἳ οὐκ ἂν δήπου ἐπὶ μὲν τῷ τἀλλότρια λαμβάνειν ὅτι ἂν οὖν ἐποίουν, ὡς καὶ ὑμεῖς ἅπαντες ἴστε, τὰ δ' αὑτῶν τὸν ἐμὸν πατέρα περιεῖδον κομισάμενον. [24] Ὅτι μὲν τοίνυν ἥ γε τούτων μήτηρ οὐκ ἐπηνέγκατο προῖκα, ἀλλ' οὗτοι τοῦτο ψεύδονται, ἱκανῶς ὑμᾶς μεμαθηκέναι νομίζω· ὅτι δὲ ἡ ἐμὴ μήτηρ ἐπηνέγκατο, ῥᾳδίως ἐγὼ δείξω. Πρῶτον μὲν γὰρ Πολυαράτου θυγάτηρ ἦν, ὃς καὶ ὑφ' ὑμῶν ἐτιμᾶτο καὶ πολλὴν οὐσίαν ἐκέκτητο· ἔπειτα μεμαρτύρηται ὑμῖν ὡς καὶ ἡ ἀδελφὴ αὐτῆς τοσαύτην προῖκα ἐπενεγκαμένη Ἐρυξιμάχῳ συνῴκησεν, τῷ Χαβρίου κηδεστῇ. [25] Πρὸς δὲ τούτοις φαίνεταί μου ἡ μήτηρ τὸ πρῶτον ἐκδοθεῖσα Κλεομέδοντι, οὗ φασι τὸν πατέρα Κλέωνα τῶν ὑμετέρων προγόνων στρατηγοῦντα, Λακεδαιμονίων πολλοὺς ἐν Πύλῳ ζῶντας λαβόντα, μάλιστα πάντων ἐν τῇ πόλει εὐδοκιμῆσαι· ὥστε οὔτε τὸν ἐκείνου προσῆκεν υἱὸν ἄπροικον αὐτὴν γῆμαι, οὔτε Μενέξενον καὶ Βάθυλλον εἰκός ἐστιν, αὐτούς τε οὐσίαν πολλὴν κεκτημένους καὶ Κλεομέδοντος τελευτήσαντος κομισαμένους τὴν προῖκα, ἀποστερῆσαι τὴν ἀδελφὴν τὴν ἑαυτῶν, ἀλλὰ προσθέντας αὐτοὺς ἐκδοῦναι τῷ ἡμετέρῳ πατρί, καθάπερ καὶ αὐτοὶ πρὸς ὑμᾶς καὶ οἱ ἄλλοι μεμαρτυρήκασιν. [26] Χωρὶς δὲ τούτων ἐνθυμήθητε, διὰ τί ἄν ποτε ὁ πατήρ, εἴπερ ἡ μὲν ἐμὴ μήτηρ μὴ ἦν ἐγγυητὴ μηδὲ ἠνέγκατο προῖκα, ἡ δὲ τούτων ἠνέγκατο, τοὺς μὲν οὐκ ἔφη αὑτοῦ υἱεῖς εἶναι, ἐμὲ δὲ καὶ ἐποιεῖτο καὶ ἐπαίδευεν; Ὅτι νὴ Δία, ὡς οὗτοι φήσουσιν, ἐμοὶ χαριζόμενος καὶ τῇ ἐμῇ μητρὶ τούτους ἠτίμαζεν. [27] Ἀλλ' ἐκείνη μὲν ἔτι παῖδα μικρὸν ἐμὲ καταλιποῦσα αὐτὴ τὸν βίον ἐτελεύτησεν, ἡ δὲ τούτων μήτηρ Πλαγγὼν καὶ πρότερον καὶ μετὰ ταῦτα εὐπρεπὴς τὴν ὄψιν οὖσα ἐπλησίαζεν αὐτῷ· ὥστε πολὺ μᾶλλον εἰκὸς ἦν αὐτὸν διὰ τὴν ζῶσαν γυναῖκα, ἧς ἐρῶν ἐτύγχανε, τὸν τῆς τεθνεώσης υἱὸν ἀτιμάζειν, ἢ δι' ἐμὲ καὶ τὴν τετελευτηκυῖαν τοὺς ἐκ τῆς ζώσης καὶ πλησιαζούσης αὐτῷ παῖδας μὴ ποιεῖσθαι. [28] Καίτοι οὗτός γε εἰς τοῦτο τόλμης ἥκει, ὥστε φησὶ τὸν πατέρα μου δεκάτην ὑπὲρ αὑτοῦ ἑστιᾶσαι. Καὶ περὶ τούτου μόνον Τιμοκράτους καὶ Προμάχου ἐμβέβληται μαρτυρίας, οἳ οὔτε γένει προσήκουσί μου τῷ πατρὶ οὐδὲν οὔτε φίλοι ἦσαν ἐκείνῳ. Οὕτω δὲ φανερῶς τὰ ψευδῆ μεμαρτυρήκασιν, ὥστε ὃν πάντων ὑμῶν εἰδότων οὑτοσὶ δίκην λαχὼν ἄκοντα ἠνάγκασε ποιήσασθαι αὑτόν, τοῦτον οὗτοι, ὥσπερ κλητῆρες, δύο μόνοι ὄντες μαρτυροῦσιν δεκάτην ὑπὲρ τούτου ἑστιᾶσαι. [29] Οἷς τίς ἂν ὑμῶν πιστεύσειεν; Καὶ μὴν οὐδ' ἐκεῖνό γε εἰπεῖν αὐτῷ ἐνδέχεται, ὡς μικρὸν μὲν ὄντα ἐποιεῖτο αὐτὸν ὁ πατήρ, μείζω δὲ γενόμενον τῇ μητρὶ ὀργισθείς τι τῇ τούτων ἠτίμαζεν· πολὺ γὰρ δήπου μᾶλλον εἰώθασιν, ὧν ἂν ἐν αὑτοῖς διενεχθῶσιν γυνὴ καὶ ἀνήρ, διαλλάττεσθαι διὰ τοὺς παῖδας ἢ διὰ τὰς πρὸς ἑαυτοὺς ὀργὰς τοὺς κοινοὺς παῖδας πρὸς μισεῖν. Ὥστε ἐὰν μὲν ἐπιχειρῇ ταῦτα λέγειν, μὴ ἐπιτρέπετε ἀναισχυντεῖν. [30] Ἂν δὲ λέγῃ περὶ τῶν δικῶν ἃς ἀπεδιῄτησέν μου ὁ διαιτητής, καὶ φάσκῃ ὑπ' ἐμοῦ ἀπαράσκευος ληφθῆναι, πρῶτον μὲν μέμνησθε ὅτι οὐκ ὀλίγος χρόνος ἐγένετο, ἐν ᾧ ἔδει παρασκευάσασθαι αὐτόν, ἀλλ' ἔτη πολλά, ἔπειθ' ὅτι οὗτος ἦν ὁ διώκων, ὥστε πολὺ μᾶλλον ἦν εἰκὸς ἐμὲ ὑπὸ τούτου ἀπαράσκευον ληφθῆναι ἢ τοῦτον ὑπ' ἐμοῦ. [31] Ἔτι δὲ πάντες ὑμῖν οἱ πρὸς τῷ διαιτητῇ παρόντες μεμαρτυρήκασιν ὡς οὗτος παρὼν αὐτός, ὅτε ἀπεδιῄτησέ μου ὁ διαιτητής, οὔτε ἐφῆκεν εἰς τὸ δικαστήριον ἐνέμεινέ τε τῇ διαίτῃ. Καίτοι ἄτοπον δοκεῖ μοι εἶναι, εἰ οἱ μὲν ἄλλοι, ὅταν οἴωνται ἀδικεῖσθαι, καὶ τὰς πάνυ μικρὰς δίκας εἰς ὑμᾶς ἐφιᾶσιν, οὗτος δέ μοι περὶ προικὸς δίκην ταλάντου λαχών, ταύτης, ὡς αὐτός φησιν, ἀδίκως ἀποδιαιτηθείσης ἐνέμεινεν. [32] Νὴ Δί', ἀπράγμων γάρ τις ἴσως ἐστὶν ἄνθρωπος καὶ οὐ φιλόδικος. Ἐβουλόμην τἄν, ὦ ἄνδρες δικασταί, τοιοῦτον αὐτὸν εἶναι. Νυνὶ δὲ ὑμεῖς μὲν οὕτως ἐστὲ κοινοὶ καὶ φιλάνθρωποι, ὥστε οὐδὲ τοὺς τῶν τριάκοντα υἱεῖς φυγαδεῦσαι ἐκ τῆς πόλεως ἠξιώσατε· οὗτος δὲ ἐμοὶ μετὰ Μενεκλέους τοῦ πάντων τούτων ἀρχιτέκτονος ἐπιβουλεύσας, καὶ ἐξ ἀντιλογίας καὶ λοιδορίας πληγὰς συναψάμενος, ἐπιτεμὼν τὴν κεφαλὴν αὑτοῦ τραύματος εἰς Ἄρειον πάγον με προσεκαλέσατο, ὡς φυγαδεύσων ἐκ τῆς πόλεως. [33] Καὶ εἰ μὴ Εὐθύδικος ὁ ἰατρός, πρὸς ὃν οὗτοι τὸ πρῶτον ἦλθον δεόμενοι ἐπιτεμεῖν τὴν κεφαλὴν αὐτοῦ, πρὸς τὴν ἐξ Ἀρείου πάγου βουλὴν εἶπεν τὴν ἀλήθειαν πᾶσαν, τοιαύτην ἂν δίκην οὗτος εἰλήφει παρ' ἐμοῦ μηδὲν ἀδικοῦντος, ἣν ὑμεῖς οὐδὲ κατὰ τῶν τὰ μέγιστ' ἀδικούντων ὑμᾶς ἐπιχειρήσαιτ' ἂν ποιήσασθαι. Ἵνα δὲ μὴ δοκῶ διαβάλλειν αὐτόν, ἀνάγνωθί μοι τὰς μαρτυρίας. ΜΑΡΤΥΡΙΑΙ [34] Τοῦτον μὲν τοίνυν οὕτω μέγαν καὶ φοβερὸν ἀγῶνά μοι οὐχ ὡς εὐήθης ὤν, ἀλλ' ὡς ἐπίβουλος καὶ κακοῦργος κατεσκεύασεν. Μετὰ δὲ ταῦτα ἀντὶ τοῦ ὀνόματος οὗ ἔθετο αὐτῷ ὁ πατὴρ Βοιωτόν, ὥσπερ καὶ πρὸς ὑμᾶς μεμαρτύρηται, ἐπειδὴ ἐκεῖνος ἐτελεύτησε, Μαντίθεον ἑαυτὸν ἐγγράψας εἰς τοὺς δημότας, καὶ τοῦ αὐτοῦ ἐμοὶ καὶ πατρὸς καὶ δήμου προσαγορευόμενος, οὐ μόνον τὴν δίκην ταύτην, περὶ ἧς νυνὶ δικάζομαι, ἀνάδικον ἐποίησεν, ἀλλὰ καὶ χειροτονησάντων ὑμῶν ἐμὲ ταξίαρχον, ἧκεν αὐτὸς ἐπὶ τὸ δικαστήριον δοκιμασθησόμενος, δίκην δὲ ἐξούλης ὠφληκώς, ταύτην οὐκ αὐτὸς ὠφληκέναι φησίν, ἀλλ' ἐμέ. [35] Ὡς δ' ἐν κεφαλαίῳ εἰπεῖν, κακά μοι παρέχων ἠνάγκασέ με λαχεῖν αὑτῷ δίκην περὶ τοῦ ὀνόματος, οὐχ ἵνα χρήματα παρ' αὐτοῦ λάβω, ὦ ἄνδρες δικασταί, ἀλλ' ἵνα, ἐὰν ὑμῖν δοκῶ δεινὰ πάσχειν καὶ βλάπτεσθαι μεγάλα, οὑτοσὶ καλῆται Βοιωτός, ὥσπερ ὁ πατὴρ αὐτῷ ἔθετο. Ὅτι τοίνυν ἀληθῆ καὶ ταῦτα λέγω, λαβέ μοι καὶ τὰς περὶ τούτων μαρτυρίας. ΜΑΡΤΥΡΙΑΙ [36] Πρὸς τούτοις τοίνυν καὶ ὅτι ἐγὼ στρατευόμενος καὶ μετὰ Ἀμεινίου ξενολογήσας, ἄλλοθέν τε χρήματα εὐπορήσας καὶ ἐκ Μυτιλήνης παρὰ τοῦ ὑμετέρου προξένου Ἀπολλωνίδου καὶ παρὰ τῶν φίλων τῆς πόλεως λαβὼν τριακοσίους στατῆρας Φωκαιᾶς, ἀνήλωσα εἰς τοὺς στρατιώτας, ἵνα πρᾶξίς τις πραχθείη καὶ ὑμῖν καὶ ἐκείνοις συμφέρουσα, [37] περὶ τούτων μοι δικάζεται ὡς πατρικὸν κεκομισμένῳ χρέως παρὰ τῆς πόλεως τῆς Μυτιληναίων, Καμμῦ τῷ τυραννοῦντι Μυτιλήνης ὑπηρετῶν, ὃς καὶ ὑμῖν κοινῇ καὶ ἐμοὶ ἰδίᾳ ἐχθρός ἐστιν. Ὅτι δὲ ὁ πατὴρ ἡμῶν, ἣν ἐψηφίσαντο αὐτῷ δωρεὰν οἱ Μυτιληναῖοι, εὐθὺς αὐτὸς ἐκομίσατο, καὶ ὡς οὐδὲν ὠφείλετο αὐτῷ χρέως ἐν Μυτιλήνῃ, τῶν ὑμετέρων φίλων παρέξομαι μαρτυρίαν. ΜΑΡΤΥΡΙΑ [38] Ἔχων τοίνυν, ὦ ἄνδρες δικασταί, καὶ ἄλλα πολλὰ καὶ δεινὰ λέγειν, ἃ οὗτος καὶ εἰς ἐμὲ καὶ εἰς ὑμῶν ἐνίους ἡμάρτηκεν, ἀναγκάζομαι διὰ τὸ ὀλίγον εἶναί μοι τὸ ὕδωρ παραλιπεῖν. Νομίζω δὲ καὶ ἐκ τούτων ὑμῖν ἱκανῶς ἐπιδεδεῖχθαι, ὡς οὐ τοῦ αὐτοῦ ἀνθρώπου ἐστίν, ἀγῶνα μέν μοι περὶ φυγῆς κατασκευάζειν καὶ δίκας οὐδὲν προσηκούσας δικάζεσθαι, πρὸς δὲ τὸν διαιτητὴν ἀπαντᾶν ἀπαράσκευον. Ὥστε περὶ μὲν τούτων ἂν ἐπιχειρῇ λέγειν, οὐκ οἴομαι ὑμᾶς ἀποδέξεσθαι. [39] Ἂν δὲ λέγῃ ὡς ἀξιοῦντος αὐτοῦ ἐπιτρέψαι Κόνωνι τῷ Τιμοθέου περὶ ἁπάντων ἐγὼ οὐκ ἐβουλόμην ἐπιτρέπειν, ἐνθυμεῖσθε ὡς ἐξαπατᾶν ὑμᾶς ἐπιχειρήσει. Ἐγὼ γὰρ περὶ μὲν ὧν αἱ δίκαι οὔπω τέλος εἶχον, ἕτοιμος ἦν ἐπιτρέπειν καὶ Κόνωνι καὶ ἄλλῳ διαιτητῇ ἴσῳ, ὅτῳ οὗτος βούλοιτο· περὶ δὲ ὧν τρὶς πρὸς τὸν διαιτητὴν ἀπαντήσαντος τούτου καὶ ἀντιδικοῦντος ὁ μὲν διαιτητὴς ἀπέγνω μου, οὗτος δὲ [ἐν] τοῖς γνωσθεῖσιν ἐνέμεινεν, ὡς καὶ ὑμῖν μεμαρτύρηται, οὐκ ᾤμην δίκαιον εἶναι ταῦτα πάλιν ἀνάδικα γίγνεσθαι· [40] τί γὰρ ἂν ἦν πέρας ἡμῖν τοῦ διαλυθῆναι, εἰ τὰ κατὰ τοὺς νόμους διαιτηθέντα λύσας ἑτέρῳ διαιτητῇ ἐπέτρεψα περὶ τῶν αὐτῶν ἐγκλημάτων, ἄλλως τε καὶ ἀκριβῶς εἰδὼς ὅτι, εἰ καὶ πρὸς τοὺς ἄλλους μὴ ἐπιεικές ἐστιν ταῖς διαίταις ἰσχυρίζεσθαι, πρός γε τοῦτον ἁπάντων δικαιότατον ἦν οὕτως προσφέρεσθαι. [41] Φέρε γάρ, εἴ τις αὐτὸν ξενίας γράψαιτο λέγων ὡς διομνύμενος ὁ πατὴρ οὐκ ἔφη τοῦτον υἱὸν αὑτοῦ εἶναι, ἔσθ' ὅτῳ ἂν ἄλλῳ ἰσχυρίζοιτο πρὸς ταῦτα ἢ διότι τῆς μητρὸς αὐτῶν ὀμοσάσης καὶ τοῦ διαιτητοῦ καταγνόντος ἠναγκάσθη ὁ πατὴρ ἡμῶν ἐμμεῖναι τῇ διαίτῃ; [42] Οὐκοῦν δεινόν, εἰ οὗτος αὐτὸς κατὰ γνῶσιν διαιτητοῦ ὑμέτερος πολίτης γεγενημένος καὶ πρὸς ἐμὲ τὴν οὐσίαν νειμάμενος καὶ τυχὼν τῶν μετρίων ἁπάντων, ἃς ἐγὼ δίκας τοῦτον ἀπέφυγον παρόντα καὶ ἀντιδικοῦντα καὶ τοῖς γνωσθεῖσιν ἐμμένοντα, ταύτας ἀναδίκους ἀξιῶν γίγνεσθαι δίκαιόν τι δοκοίη λέγειν ὑμῖν, ὥσπερ, ὅταν μὲν τούτῳ συμφέρῃ, δέον εἶναι κυρίας τὰς διαίτας, ὅταν δὲ μὴ συμφέρῃ, προσῆκον τὴν τούτου γνώμην κυριωτέραν γενέσθαι τῶν κατὰ τοὺς ὑμετέρους νόμους γνωσθέντων. [43] Ὃς οὕτως ἐπίβουλός ἐστιν, ὥστε καὶ τὴν δίαιταν ταύτην ἐπιτρέπειν με προὐκαλεῖτο, οὐχ ὅπως ἀπαλλαγῇ πρός με, ἀλλ' ἵνα, ὥσπερ καὶ πρότερον ἕνδεκα ἔτη διήγαγε κακουργῶν, οὕτως καὶ νῦν τὰ ἀποδιαιτηθέντα μου λύσας ἐξ ἀρχῆς με συκοφαντῇ καὶ τὴν δίκην ταύτην ἐκκρούῃ. [44] Τεκμήριον δὲ τούτου μέγιστον· οὔτε γὰρ τὴν πρόκλησιν ἐδέχετο, ἣν ἐγὼ κατὰ τοὺς νόμους προὐκαλούμην αὐτόν, πρότερόν τε Ξενίππῳ, ὃν οὗτος προὐβάλετο διαιτητήν, ἐπιτρέψαντός μου περὶ τῆς τοῦ ὀνόματος δίκης, ἀπηγόρευσεν αὑτῷ μὴ διαιτᾶν. Ὅτι δὲ καὶ ταῦτ' ἀληθῆ λέγω, ἐκ τῆς μαρτυρίας καὶ τῆς προκλήσεως εἴσεσθε. ΜΑΡΤΥΡΙΑ ΠΡΟΚΛΗΣΙΣ [45] Ταύτην τοίνυν τὴν πρόκλησιν οὐ δεξάμενος, ἀλλ' ἐνεδρεύων με καὶ τὴν δίκην ὅτι πλεῖστον χρόνον ἐκκρούειν βουλόμενος, κατηγορήσει, ὡς ἐγὼ πυνθάνομαι, οὐ μόνον ἐμοῦ, ἀλλὰ καὶ τοῦ πατρός, λέγων ὡς ἐκεῖνος ἐμοὶ χαριζόμενος πολλὰ τοῦτον ἠδίκησεν. Ὑμεῖς δ', ὦ ἄνδρες δικασταί, μάλιστα μέν, ὥσπερ αὐτοὶ οὐκ ἂν ἀξιώσαιτε κακῶς ἀκούειν ὑπὸ τῶν ὑμετέρων παίδων, οὕτω μηδὲ τούτῳ ἐπιτρέπετε περὶ τοῦ πατρὸς βλασφημεῖν· [46] καὶ γὰρ ἂν εἴη δεινόν, εἰ αὐτοὶ μὲν πρὸς τοὺς ἐπὶ τῆς ὀλιγαρχίας πολλοὺς τῶν πολιτῶν ἀκρίτους ἀποκτείναντας διαλλαγέντες ἐμμένετε ταῖς ὁμολογίαις, ὥσπερ χρὴ τοὺς καλοὺς κἀγαθοὺς ἄνδρας, τούτῳ δὲ πρὸς τὸν πατέρα ζῶντα καὶ διαλυθέντι καὶ πολλὰ παρὰ τὸ δίκαιον πλεονεκτήσαντι νῦν μνησικακεῖν ἐπιτρέψετε καὶ κακῶς λέγειν ἐκεῖνον. [47] Μηδαμῶς, ὦ ἄνδρες δικασταί, ἀλλὰ μάλιστα μὲν κωλύετε αὐτὸν ταῦτα ποιεῖν, ἂν δ' ἄρα βιάζηται ὑμᾶς καὶ λοιδορῆται, ἐνθυμεῖσθε ὅτι αὐτὸς ἑαυτοῦ καταμαρτυρεῖ μὴ ἐξ ἐκείνου γεγενῆσθαι. Οἱ μὲν γὰρ φύσει παῖδες ὄντες, κἂν πρὸς ζῶντας τοὺς πατέρας διενεχθῶσιν, ἀλλ' οὖν τελευτήσαντας αὐτοὺς ἐπαινοῦσιν· οἱ δὲ νομιζόμενοι μὲν υἱεῖς, μὴ ὄντες δὲ γένει ἐξ ἐκείνων, ῥᾳδίως μὲν αὐτοῖς διαφέρονται ζῶσιν, οὐδὲν δὲ φροντίζουσι περὶ τεθνεώτων αὐτῶν βλασφημοῦντες. [48] Χωρὶς δὲ τούτων ἐνθυμεῖσθε ὡς ἄτοπόν ἐστιν, εἰ οὗτος τὸν πατέρα ὡς ἁμαρτόντα εἰς αὑτὸν λοιδορήσει, διὰ τὰ ἐκείνου ἁμαρτήματα ὑμέτερος πολίτης γεγενημένος. Κἀγὼ μὲν διὰ τὴν τούτων μητέρα τὰ δύο μέρη τῆς οὐσίας ἀφαιρεθείς, ὅμως ὑμᾶς αἰσχύνομαι λέγειν περὶ ἐκείνης τι φλαῦρον· [49] οὗτος δ', ὃν ἠνάγκασεν αὑτῷ πατέρα γενέσθαι, τοῦτον οὐκ αἰσχύνεται ψέγων ἐναντίον ὑμῶν, ἀλλ' εἰς τοῦτο ἀμαθίας ἥκει, ὥστε τῶν νόμων ἀπαγορευόντων μηδὲ τοὺς τῶν ἄλλων πατέρας κακῶς λέγειν τεθνεῶτας, οὗτος, οὗ φησιν υἱὸς εἶναι, τοῦτον λοιδορήσει, ᾧ προσῆκεν καὶ εἴ τις ἄλλος ἐβλασφήμει περὶ αὐτοῦ ἀγανακτεῖν. [50] Οἴομαι δ' αὐτόν, ὦ ἄνδρες δικασταί, ἐπειδὰν τῶν ἄλλων ἀπορῇ, κακῶς τέ με ἐπιχειρήσειν λέγειν καὶ διαβάλλειν πειράσεσθαι, διεξιόνθ' ὡς ἐγὼ μὲν καὶ ἐτράφην καὶ ἐπαιδεύθην καὶ ἔγημα ἐν τῇ τοῦ πατρὸς οἰκίᾳ, αὐτὸς δὲ οὐδενὸς τούτων μετέσχεν. Ὑμεῖς δ' ἐνθυμεῖσθ' ὅτι ἐμὲ μὲν ἡ μήτηρ παῖδα καταλιποῦσα ἐτελεύτησεν, ὥστε μοι ἱκανὸν ἦν ἀπὸ τοῦ τόκου τῆς προικὸς καὶ τρέφεσθαι καὶ παιδεύεσθαι· [51] ἡ δὲ τούτων μήτηρ Πλαγγών, τρέφουσα μεθ' αὑτῆς τούτους καὶ θεραπαίνας συχνὰς καὶ αὐτὴ πολυτελῶς ζῶσα, καὶ εἰς ταῦτα τὸν πατέρα τὸν ἐμὸν χορηγὸν ἑαυτῇ ὑπὸ τῆς ἐπιθυμίας ἔχουσα καὶ πολλὰ δαπανᾶν ἀναγκάζουσα, οὐκ ἴσα δήπου τῆς ἐκείνου οὐσίας ἐμοὶ ἀνήλωκεν, ὥστε πολὺ μᾶλλον προσήκει ἐμὲ τούτοις ἐγκαλεῖν ἢ αὐτὸν ἐγκλήματ' ἔχειν ὑπὸ τούτων. [52] Ὃς πρὸς τοῖς ἄλλοις εἴκοσι μὲν μνᾶς δανεισάμενος μετὰ τοῦ πατρὸς παρὰ Βλεπαίου τοῦ τραπεζίτου εἰς ὠνήν τινα μετάλλων, ἐπειδὴ ὁ πατὴρ ἐτελεύτησεν, τὰ μὲν μέταλλα πρὸς τούτους ἐνειμάμην, τὸ δάνειον δ' αὐτὸς εἰσεπράχθην, ἑτέρας δὲ χιλίας εἰς τὴν τοῦ πατρὸς ταφὴν παρὰ Λυσιστράτου Θορικίου δανεισάμενος ἰδίᾳ ἐκτέτεικα. Ὡς δ' ἀληθῆ καὶ ταῦτα λέγω, ἐκ τούτων τῶν μαρτυριῶν εἴσεσθε. ΜΑΡΤΥΡΙΑΙ [53] Τοσαῦτα τοίνυν ἐμοῦ ἐλαττουμένου φανερῶς, οὑτοσὶ νῦν σχετλιάζων καὶ δεινοπαθῶν καὶ τὴν προῖκά με τῆς μητρὸς ἀποστερήσει; Ἀλλ' ὑμεῖς, ὦ ἄνδρες δικασταί, πρὸς Διὸς καὶ θεῶν, μὴ καταπλαγῆτε ὑπὸ τῆς κραυγῆς τῆς τούτου· πολὺς γάρ, πολὺς καὶ τολμηρός ἐστιν ἅνθρωπος, καὶ οὕτως κακοῦργος, ὥστε περὶ ὧν ἂν μὴ ἔχῃ μαρτυρίας παρασχέσθαι, ταῦτα φήσει ὑμᾶς εἰδέναι, ὦ ἄνδρες δικασταί, ὃ πάντες ποιοῦσιν οἱ μηδὲν ὑγιὲς λέγοντες. [54] Ὑμεῖς οὖν, ἐάν τι τοιοῦτον τεχνάζῃ, μὴ ἐπιτρέπετε αὐτῷ, ἀλλ' ἐξελέγχετε, καὶ ὅ τι ἂν μὴ ἕκαστος ὑμῶν εἰδῇ, μηδὲ τὸν πλησίον δοκιμαζέτω εἰδέναι, ἀλλ' ἀξιούτω τοῦτον ἀποδεικνύναι σαφῶς ὑπὲρ ὧν ἂν λέγῃ, καὶ μὴ ὑμᾶς φάσκοντα εἰδέναι, περὶ ὧν αὐτὸς οὐδὲν ἕξει εἰπεῖν δίκαιον, ἀποδιδράσκειν τὴν ἀλήθειαν, ἐπεὶ καὶ ἐγώ, ὦ ἄνδρες δικασταί, πάντων ὑμῶν εἰδότων ὃν τρόπον ἀναγκασθεὶς ὁ πατήρ μου ἐποιήσατο τούτους, οὐδὲν ἧττον δικάζομαι νῦν αὐτοῖς καὶ μάρτυρας ὑποδίκους παρέσχημαι. [55] Καίτοι οὐκ ἴσος γ' ἡμῖν ἐστιν ὁ κίνδυνος, ἀλλ' ἐμοὶ μέν, ἐὰν ὑμεῖς νυνὶ ὑπὸ τούτων ἐξαπατηθῆτε, οὐκ ἐξέσται ἔτι δικάσασθαι περὶ τῆς προικός· τούτοις δ', εἰ φασὶν ἀδίκως ἀποδιαιτῆσαί μου τὸν διαιτητὴν τὰς δίκας, καὶ τότ' ἐξῆν εἰς ὑμᾶς ἐφεῖναι καὶ νῦν ἐγγενήσεται πάλιν, ἐὰν βούλωνται, παρ' ἐμοῦ λαβεῖν ἐν ὑμῖν τὸ δίκαιον. [56] Καὶ ἐγὼ μέν, ἐάν, ὃ μὴ γένοιτο, ὑμεῖς με ἐγκαταλίπητε, οὐχ ἕξω ὁπόθεν προῖκα ἐπιδῶ τῇ θυγατρί, ἧς τῇ μὲν φύσει πατήρ εἰμι, τὴν δ' ἡλικίαν αὐτῆς εἰ ἴδοιτε, οὐκ ἂν θυγατέρα μου ἀλλ' ἀδελφὴν εἶναι αὐτὴν νομίσαιτε· οὗτοι δέ, ἐὰν ὑμεῖς μοι βοηθήσητε, οὐδὲν ἐκ τῶν ἰδίων ἀποτείσουσιν, ἀλλ' ἐκ τῆς οἰκίας τὰ ἐμὰ ἐμοὶ ἀποδώσουσιν, ἣν ἐξειλόμεθα μὲν κοινῇ πάντες εἰς τὴν ἔκτεισιν τῆς προικός, οἰκοῦντες δὲ αὐτὴν οὗτοι μόνοι διατελοῦσιν. [57] Οὔτε γὰρ ἁρμόττει μοι θυγατέρα ἐπίγαμον ἔχοντι οἰκεῖν μετὰ τοιούτων, οἳ οὐ μόνον αὐτοὶ ἀσελγῶς ζῶσιν, ἀλλὰ καὶ ὁμοίους αὑτοῖς ἑτέρους πολλοὺς εἰς τὴν οἰκίαν εἰσάγουσιν, οὔτε μὰ τὸν Δία ἀσφαλὲς εἶναί μοι νομίζω συζῆν τούτοις ἐν τῷ αὐτῷ· ὅπου γὰρ οὕτω φανερῶς μοι ἐπιβουλεύσαντες εἰς Ἄρειον πάγον ἀγῶνα κατεσκεύασαν, τίνος ἂν οὗτοι ἢ φαρμακείας ἢ ἄλλης κακουργίας τοιαύτης ὑμῖν ἀποσχέσθαι δοκοῦσιν; [58] Οἵ γε πρὸς τοῖς ἄλλοις (ἀρτίως γὰρ καὶ τοῦτο ἀνεμνήσθην) εἰς τοσαύτην ὑπερβολὴν τόλμης ἥκουσιν, ὥστε καὶ Κρίτωνος μαρτυρίαν ἐνεβάλοντο, ὡς ἐώνηται τὸ τρίτον παρ' ἐμοῦ μέρος τῆς οἰκίας· ἥν, ὅτι ψευδής ἐστι, ῥᾳδίως εἴσεσθε. Πρῶτον μὲν γὰρ οὐχ οὕτω μετρίως ζῇ Κρίτων ὥστε παρ' ἑτέρου οἰκίαν ὠνεῖσθαι, ἀλλ' οὕτως πολυτελῶς καὶ ἀσώτως ὥστε πρὸς τοῖς ἑαυτοῦ καὶ τὰ τῶν ἄλλων ἀναλίσκειν· ἔπειτα οὐ μαρτυρεῖ τούτῳ νῦν, ἀλλ' ἐμοὶ ἀντιδικεῖ· τίς γὰρ ὑμῶν οὐκ οἶδεν ὅτι μάρτυρες μέν εἰσιν οὗτοι, οἷς μὴ μέτεστι τοῦ πράγματος περὶ οὗ ἡ δίκη ἐστίν, ἀντίδικοι δ' οἱ κοινωνοῦντες τῶν πραγμάτων περὶ ὧν ἂν δικάζηταί τις αὐτοῖς; Ὅ Κρίτωνι συμβέβηκεν. [59] Ἔτι δὲ τοσούτων ὑμῶν ὄντων, ὦ ἄνδρες δικασταί, καὶ τῶν ἄλλων Ἀθηναίων [πολλῶν], ἄλλος μὲν οὐδεὶς αὐτῷ παραγενέσθαι μεμαρτύρηκε, Τιμοκράτης δὲ μόνος, ὥσπερ ἀπὸ μηχανῆς, μαρτυρεῖ μὲν δεκάτην ἑστιᾶσαι τούτῳ τὸν ἐμὸν πατέρα, ἡλικιώτης ὢν τοῦ νυνὶ φεύγοντος τὴν δίκην, φησὶν δὲ πάντα ἁπλῶς εἰδέναι ἃ δὴ τούτοις συμφέρει, μαρτυρεῖ δὲ νυνὶ μόνος Κρίτωνι παρεῖναι, ὅτε παρ' ἐμοῦ τὴν οἰκίαν ἐωνεῖτο. Ὃ τίς ἂν ὑμῶν πιστεύσειεν; Ἄλλως τε καὶ ὅτι οὐ περὶ τῆς οἰκίας, πότερα ἐώνηται Κρίτων αὐτὴν ἢ μή, νυνὶ δικάζομαι, ἀλλὰ περὶ προικός, ἣν ἐνεγκαμένης τῆς μητρὸς οἱ νόμοι κελεύουσιν ἐμὲ κομίζεσθαι. [60] Ὥστε καθάπερ ὑμῖν ἐγὼ καὶ ἐκ μαρτύρων πολλῶν καὶ ἐκ τεκμηρίων ἐπέδειξα, ἐπενεγκαμένην μὲν τὴν μητέρα μου τάλαντον προῖκα, οὐ κομισάμενον δὲ τοῦτ' ἐμὲ ἐκ τῆς πατρῴας οὐσίας, ἐξαίρετον δ' ἡμῖν γενομένην τὴν οἰκίαν εἰς ταῦτα, οὕτω κελεύετε καὶ τοῦτον ἐπιδεικνύναι ὑμῖν, ἢ ὡς οὐκ ἀληθῆ λέγω, ἢ ὡς οὐ προσήκει μοι κομίσασθαι τὴν προῖκα· περὶ τούτων γὰρ ὑμεῖς νυνὶ τὴν ψῆφον οἴσετε. [61] Ἐὰν δὲ μὴ ἔχων περὶ ὧν φεύγει τὴν δίκην μήτε μάρτυρας ἀξιόχρεως παρασχέσθαι μήτ' ἄλλο πιστὸν μηδέν, ἑτέρους παρεμβάλλῃ λόγους κακουργῶν, καὶ βοᾷ καὶ σχετλιάζῃ μηδὲν πρὸς τὸ πρᾶγμα, πρὸς Διὸς καὶ θεῶν μὴ ἐπιτρέπετε αὐτῷ, ἀλλὰ βοηθεῖτέ μοι τὰ δίκαια, ἐξ ἁπάντων τῶν εἰρημένων ἐνθυμούμενοι, ὅτι πολὺ δικαιότερόν ἐστι τὴν τῆς ἐμῆς μητρὸς προῖκα τῇ ἐμῇ θυγατρὶ εἰς ἔκδοσιν ὑμᾶς ψηφίσασθαι, ἢ Πλαγγόνα καὶ τούτους πρὸς τοῖς ἄλλοις καὶ τὴν οἰκίαν τὴν εἰς τὴν προῖκα ἐξαίρετον γενομένην ἀφελέσθαι ἡμᾶς παρὰ πάντα τὰ δίκαια. |
|||