retour à l'entrée du site

table des matières dE PROCOPE

ΠΡΟΚΟΠΙΟΥ ΡΗΤΟΡΟΣ ΤΟΥ ΚΑΙΣΑΡΕΩΣ ΠΕΡΙ ΤΩΝ ΤΟΥ ΔΕΣΠΟΤΟΥ ΙΟΥΣΤΙΝΙΑΝΟΥ ΚΤΙΣΜΑΤΩΝ.

ΛΟΓΟΣ Βʹ

traduction française numérisée par Marc Szwajcer

 

Pour avoir la traduction française d'un chapitre, cliquer sur le chapitre.

ΠΡΟΚΟΠΙΟΥ ΡΗΤΟΡΟΣ ΤΟΥ ΚΑΙΣΑΡΕΩΣ ΠΕΡΙ ΤΩΝ ΤΟΥ ΔΕΣΠΟΤΟΥ ΙΟΥΣΤΙΝΙΑΝΟΥ ΚΤΙΣΜΑΤΩΝ.

ΛΟΓΟΣ Βʹ.

 

ΚΕΦΑΛΑΙΟΝ Α'.

1. Ὅσα μὲν δὴ ἐπί τε Κωνσταντινουπόλεως καὶ τῶν ἐκείνῃ προαστείων ἱερὰ τεμένη βασιλεὺς Ἰουστινιανὸς νέα ἱδρύσατο, καὶ ὅσα καταπεπονηκότα διὰ χρόνου μῆκος ἀνενεώσατο, τά τε ἄλλα οἰκοδομήματα, ὅσα δὴ ἐνταῦθα πεποίηται, ἐν τῷ ἔμπροσθεν λόγῳ δεδήλωται. Τὸ δὲ λοιπὸν ἐπὶ τὰ ἐρύματα ἡμῖν ἰτέον, [καὶ] οἷσπερ τὰς ἐσχατιὰς περιέβαλε Ῥωμαίων τῆς γῆς. Ἔνθα δὴ καὶ ταλαιπωρεῖσθαι τῷ λόγῳ τὰ μάλιστα ἐπάναγκες ἂν εἴη καὶ τὰ ἀμήχανα διαπονεῖσθαι. Οὐ γὰρ τὰς πυραμίδας ἀφηγησόμεθα, τοῦτο δὴ τῶν ἐν Αἰγύπτῳ βεβασιλευκότων τὸ διαθρυλλούμενον ἐπιτήδευμα, ἐς χάριν ἀποκεκριμένον ἀνόνητον, ἀλλὰ τὰ ὀχυρώματα σύμπαντα, οἷς ὁ βασιλεὺς οὗτος τὴν βασιλείαν ἐσώσατο, τειχισάμενός τε αὐτὴν καὶ ἀμήχανον τοῖς βαρβάροις καταστησάμενος τὴν ἐς Ῥωμαίους ἐπιβουλήν. Ἐκ δὲ ὁρίων τῶν Μηδικῶν ἄρξασθαι οὔ μοι ἀπὸ τρόπου ἔδοξεν εἶναι.

2. Ἐπειδὴ Μῆδοι ἀνεχώρησαν ἐκ Ῥωμαίων τῆς γῆς, πόλιν αὐτοῖς Ἄμιδαν ἀποδόμενοι, ᾗπερ ἐν λόγοις τοῖς ὑπὲρ τῶν πολέμων δεδήλωται, βασιλεὺς μὲν Ἀναστάσιος ἄγχιστά πη τῶν Περσικῶν ὅρων κώμην ἄδοξόν τινα τὰ πρότερα οὖσαν, Δάρας ὄνομα, τείχει περιβαλεῖν διὰ σπουδῆς ἔσχε, πόλιν τε αὐτὴν ἐπιτείχισμα ἐσομένην τοῖς πολεμίοις ἐργάσασθαι. Ἐν δὲ ταῖς σπονδαῖς ἀπειρημένον, ἅσπερ ποτὲ βασιλεὺς Θεοδόσιος ἔθετο πρὸς τὸ Περσῶν γένος, μηδετέρους ἐν χωρίῳ οἰκείῳ ἐν γειτόνων που τοῖς τῶν ἑτέρων ὁρίοις κειμένῳ ὀχύρωμα νεώτερόν τι ἐπιτεχνᾶσθαι, προτεινόμενοι Πέρσαι τὰς ἐπὶ τῇ εἰρήνῃ ξυνθήκας ἐμπόδιοι τῷ ἔργῳ σπουδῇ τῇ πάσῃ ἐγίνοντο, καίπερ Οὐννικοῦ πολέμου πιεζόμενοι τῇ ἀσχολίᾳ.

3.  Ῥωμαῖοι δὲ αὐτοὺς ἀπαρασκεύους διὰ ταῦτα ὁρῶντες ὀξύτερον τῆς οἰκοδομίας ἀντελαμβάνοντο, προτερῆσαι διὰ σπουδῆς ἔχοντες πρὶν οἱ πολέμιοι τὴν πρὸς Οὔννους ἀγώνισιν διαλύσαντες ἐπὶ σφᾶς ἴωσιν. Ὑποψίᾳ οὖν τῇ ἐκ τῶν πολεμίων περίφοβοι ὄντες καὶ καραδοκοῦντες ἀεὶ τὰς ἐφόδους, οὐκ ἐς τὸ ἀκριβὲς τὴν οἰκοδομίαν ἐξῆγον, τοῦ τάχους αὐτοῖς τῷ ὑπερβάλλοντι τῆς σπουδῆς παραιρουμένου τὴν ἐς τὸ ἔργον ἀσφάλειαν. Τῷ γὰρ συντόμῳ τό γε ἀσφαλὲς οὐδαμῆ εἴωθε ξυνοικίζεσθαι, οὐδὲ τῷ ὀξεῖ τὸ ἀκριβὲς φιλεῖ ἕπεσθαι. Οὕτω τοίνυν ἐπισπερχῶς ἀπειργάσαντο τὴν τοῦ περιβόλου ἀνάστασιν οὐκ ἀνανταγώνιστον τοῖς πολεμίοις πεποιημένοι, ἀλλ´ ὅσον αὐτῷ ἀναγκαῖον ὕψος ἐνθέμενοι, οὐ μὴν οὐδὲ αὐτοὺς ἐμβεβλημένοι ἐν ἐπιτηδείῳ τοὺς λίθους, ἢ αὐτῶν ἐν δέοντι εἰργασμένοι τὴν σύνθεσιν, ἢ τῷ τέλματι τῆς τιτάνου κατὰ λόγον ἐναρμοσάμενοι. Χρόνου οὖν ὀλίγου (χιόσι τε γὰρ καὶ ἡλίου θέρμῃ τῷ τῆς οἰκοδομίας σφαλερῷ ἀντέχειν οἱ πύργοι ὡς ἥκιστα εἶχον) διερρωγέναι αὐτῶν τοῖς πλείστοις ξυνέβη. Οὕτω μὲν τὰ πρότερα ἐν πόλει Δάρας τὰ τείχη ἀνέστη.

4. Ἔννοια δὲ Ἰουστινιανῷ βασιλεῖ γέγονεν ὡς οὐ περιόψονται Πέρσαι ὅσα γε δυνατὰ τοῦτο δὴ τὸ κατ´ αὐτῶν ἐπιτείχισμα Ῥωμαίοις ἑστάναι, ἀλλὰ πανοικεσίᾳ μὲν προσβαλοῦσι, τέχνας δὲ κινήσουσι πάσας ἐξ ἀντιπάλου τειχομαχήσειν τῆς πόλεως, καὶ ὅμιλος μὲν αὐτοῖς ἐλεφάντων ἕψεται, οἴσουσι δὲ ξυλίνους ἐπὶ τῶν ὤμων οἱ ἐλέφαντες πύργους, οἷς ὑποκείμενοι ἀντὶ θεμελίων ἑστήξουσι, καὶ τὸ δὴ χαλεπώτερον ἐν ἐπιτηδείῳ τοῖς πολεμίοις περιαγόμενοι καὶ φέροντες τεῖχος γνώμῃ τῶν κεκτημένων ὅπη παρατύχοι ἑπόμενον· ἐπεμβαίνοντες δὲ οἱ πολέμιοι βαλοῦσι μὲν κατὰ κορυφὴν τοὺς ἔνδον Ῥωμαίους, ἐκ δὲ ὑπερδεξίων ἐπιθήσονται, ἀλλὰ καὶ λόφους χειροποιήτους ἐπαναστήσουσι, καὶ μηχανὰς τὰς ἑλεπόλεις ἐπάξονται πάσας.

Ἢν δέ τι τῇ πόλει Δάρας ἀξύμφορον ἐπιγένηται, πάσης μὲν προβεβλημένῃ τῆς Ῥωμαίων ἀρχῆς, ἀντιτεταγμένῃ δὲ τῇ πολεμίᾳ διαφανῶς, οὐκ ἄχρι τοῦδε ἡμῖν κείσεται τὸ κακόν, ἀλλ´ ἡ πολιτεία κατασεισθήσεται ἐκ τοῦ ἐπὶ πλεῖστον. Ἐβούλετό τε διὰ ταῦτα ὀχύρωμα τῷ χωρίῳ περιβαλεῖν ἐπαξίως τῆς χρείας. Πρῶτα μὲν οὖν τὸ τεῖχος (κολοβόν τε γὰρ ἦν κομιδῇ, ᾗπέρ μοι εἴρηται, καὶ τοῖς ἐπιοῦσι διὰ ταῦτα ἐπιμαχώτατον) ἀπρόσοδόν τε καὶ ἄμαχον ὅλως τοῖς πολεμίοις ἐσκευάσατο εἶναι. Τὰς μὲν γὰρ ἐπάλξεις πρότερον οὔσας λίθων ἐνθήκῃ ξυναγαγὼν ἀπέσφιγξεν ἐν στενῷ μάλιστα, ἴχνη αὐταῖς μόνα ἐς θυρίδων ἀπολιπὼν σχῆμα, τοσοῦτον δὲ αὐτῶν συγκεχωρηκὼς ἀνεῳγέναι, ὅσον δὴ καὶ χεῖρα διεῖναι, καὶ τῶν τοξευμάτων ἐξόδους ἐπὶ τοὺς ἐνοχλοῦντας ἐνθένδε λελεῖφθαι.

5. Ὕπερθεν δὲ αὐτῶν ὕψος τῷ περιβόλῳ ἐπετεχνήσατο ἐς τριάκοντα μάλιστα πόδας, οὐχ ὅλον ἐνθέμενος τὸ πάχος τῷ τείχει, ὡς μὴ τῶν θεμελίων τῇ τῶν ἐγκειμένων περιουσίᾳ βαρυνομένων ἀνήκεστόν τι τῷ ἔργῳ ξυμβαίη, ἀλλὰ τὸν ἐκείνῃ ἀέρα λίθων περιβολῇ περιελίξας, στοάν τε ἐν κύκλῳ τοῦ περιβόλου περίδρομον ἐργασάμενος, ὑπέρ τε τὴν στοὰν τὰς ἐπάλξεις ἐπιβαλών, ὥστε διώροφον μὲν πανταχόσε τὸ τεῖχος εἶναι, κατὰ δὲ τοὺς πύργους καὶ τρεῖς γεγονέναι τὰς χώρας τῶν τε ἀμυνομένων τοῦ περιβόλου καὶ τὰς ἐπ´ αὐτὸν ἀποκρουομένων ἐφόδους. Κατὰ μέσους γάρ πη τοὺς πύργους σφαιρικὸν σχῆμα ἐνθέμενος αὖθις ἐνταῦθα ἐντέθεικεν ἐπάλξεις ἑτέρας, τριώροφον ταύτῃ τὸ τεῖχος ἀπεργασάμενος.

Ἔπειτα δὲ κατανενοηκὼς ὅτι δὴ καὶ τῶν πύργων διεφθάρθαι πολλούς, ᾗπέρ μοι εἴρηται, ξυνηνέχθη ἐν χρόνῳ ὀλίγῳ, καθελεῖν μὲν αὐτοὺς ὡς ἥκιστα εἶχεν, ἐν γειτόνων ἀεὶ τῶν πολεμίων ὄντων καὶ καιροφυλακούντων τε καὶ διηνεκὲς ἰχνευόντων εἴ ποτε τοῦ περιβόλου μοίρας ἀτειχίστου τινὸς ἐπιτυχεῖν οἷοί τε ὦσιν· ἐπενόει δὲ τάδε.

6. Τούτους μὲν τοὺς πύργους αὐτοῦ εἴασεν, ἔκτοσθεν δὲ αὐτῶν ἑκάστου οἰκοδομίαν τινὰ ἑτέραν ἐμπείρως ἐν τετραγώνῳ ἐδείματο, ἀσφαλείας τε καὶ τῆς ἄλλης ἐπιμελείας εὖ ἔχουσαν, ταύτῃ τε τοὺς πεπονηκότας τῶν τοίχων ἐρύματι ἑτέρῳ ἐς τὸ ἀσφαλὲς ἐτειχίσατο.

6. Ἕνα δὲ αὐτῶν τὸν καλούμενον τῆς Φρουρᾶς ἐπικαιριώτατα καθελὼν ἀνῳκοδομήσατο ξὺν τῷ ἀσφαλεῖ καὶ πανταχόθεν τοῦ περιβόλου τὸ ἐκ τῆς ἀσθενείας ἀφείλετο δέος. Καὶ τῷ προτειχίσματι δὲ κατὰ λόγον διαρκὲς ὕψος ἐπισταμένως ἐντέθεικεν. Ἔκτοσθεν δὲ αὐτοῦ τάφρον ὤρυξεν, οὐχ ᾗπερ εἰώθασιν ἄνθρωποι τὰ τοιαῦτα ποιεῖν, ἀλλ´ ἐν χώρῳ τε ὀλίγῳ καὶ τρόπῳ ἑτέρῳ· ὅτου δὲ δὴ ἕνεκα, ἐγὼ δηλώσω.

7. Τὰ μὲν ἄλλα τοῦ περιβόλου ἀπρόσβατα τοῖς τειχομαχοῦσιν ἐκ τοῦ ἐπὶ πλεῖστον ξυμβαίνει εἶναι ἅτε οὐκ ἐφ´ ὁμαλοῦ χωρίου ἑστῶτα, οὐδὲ τοῖς ἐπιοῦσιν ἔχοντος πρὸς ἐπιβουλὴν ἐπιτηδείως, ἀλλὰ κατὰ τὸ ἄναντες ἔν τε σκληρῷ καὶ ὀρθίῳ κειμένου, ἔνθα οὔτε διώρυχα οἷόν τέ ἐστιν οὔτε προσβολὴν γενέσθαι τινά. ᾟ δὲ αὐτοῦ πρὸς ἄνεμον νότον ἡ πλευρὰ τέτραπται, μαλθακή τε οὖσα καὶ  γεώδης ἡ χώρα καὶ πρὸς διώρυχας εὔκολος ἄγαν, εὐέφοδον ταύτῃ ποιεῖ τὴν πόλιν. Τάφρον οὖν ἐνταῦθα μηνοειδῆ, εὔρους τε καὶ βάθους ἱκανῶς ἔχουσαν ἐπὶ μακρῷ κατορύξας, ἑκάτερον αὐτῆς τῷ προτειχίσματι τὸ πέρας ἐνῆψεν, ὕδατος μὲν αὐτὴν διαρκῶς ἐμπλησάμενος, ἄβατόν τε παντάπασι τοῖς πολεμίοις καταστησάμενος, ἐν μοίρᾳ δὲ αὐτῆς τῇ ἐντὸς προτείχισμα θέμενος ἕτερον· ᾧ δὴ ἐφεστῶτες ἐν πολιορκίᾳ φρουροῦσι Ῥωμαῖοι, τοῦ τε περιβόλου καὶ προτειχίσματος τοῦ ἑτέρου ἀφροντιστήσαντες, ὅπερ τοῦ τείχους προβέβληται. Ἐτύγχανε δὲ τοῦ τε τείχους καὶ τοῦ προτειχίσματος μεταξὺ κατὰ τὰς πύλας, αἳ καταντικρὺ τοῦ Ἀμμώδιος χωρίου εἰσί, μέγα τι χρῆμα χώματος κείμενον, καὶ ἀπ´ αὐτοῦ οἱ πολέμιοι λανθάνειν ἐκ τοῦ ἐπὶ πλεῖστον οἷοί τε ἦσαν, ἐπὶ τῇ πόλει διώρυχας ἔνερθεν τοῦ περιβόλου ποιούμενοι. Ὅπερ ἐνθένδε περιελὼν καὶ περικαθήρας εὖ μάλα τὸν χῶρον, ταύτῃ τοῖς πολεμίοις τὴν ἐς τὸ τεῖχος ἐπιβουλὴν ἀνεχαίτισε.

ΚΕΦΑΛΑΙΟΝ B'.

Τὰ μὲν οὖν τοῦ ὀχυρώματος αὐτῷ τῇδέ πη πεποίηται. Καὶ ὕδατος δὲ εἰργάσατο ἔλυτρα πὴ μὲν τοῦ περιβόλου καὶ τοῦ προτειχίσματος μεταξύ, πὴ δὲ ἄγχιστα τοῦ νεώ, ὃς Βαρθολομαίῳ ἀποστόλῳ ἀνεῖται πρὸς δύοντά που τὸν ἥλιον. Ῥεῖ δὲ καὶ ποταμὸς ἐκ προαστείου τῆς πόλεως διέχοντος αὐτῆς σημείων δυοῖν, ὃ δὴ Κόρδης ἐπικαλεῖται. Ἐφ´ ἑκάτερα δὲ αὐτοῦ σκοπέλω δύο ἀνέχετον ὑπεράγαν σκληρώ. Πρόεισί τε μεταξὺ τῆς ἑκατέρου ὑπωρείας ἄχρι ἐς τὴν πόλιν ὁ ποταμὸς οὗτος, παρὰ τοὺς πρόποδας φερόμενος τῶν ὀρῶν, μάλιστά τε καὶ δι´ αὐτὸ τοῖς πολεμίοις ἄτρεπτός τε καὶ ἀνέπαφος ὤν. Οὐ γὰρ  ἔχουσι βιάζεσθαί πη αὐτὸν ἐν ὑπτίῳ τῆς γῆς. Ἐπισπῶνται δὲ αὐτὸν ἐς τὴν πόλιν τρόπῳ τοιῷδε. Ὀχετὸν μὲν ἐκ τοῦ περιβόλου πεποίηνται μέγαν, ὀβελοῖς δὲ σιδηροῖς τὸ τοῦ ὀχετοῦ στόμα συχνοῖς τε καὶ ὡς παχυτάτοις καταλαβόντες, τοῖς μὲν ὀρθοῖς, τοῖς δὲ ἐγκαρσίοις, διεπράξαντο τῷ ὕδατι ἐς τὴν πόλιν εἰσιτητὰ εἶναι, οὐκ ἐπὶ πονηρῷ τοῦ ὀχυρώματος. Οὕτω τοίνυν ἐς τὴν πόλιν ἐσιὼν καὶ τὰ ἐκείνῃ ἔλυτρα ἐμπλησάμενος, περιαγόμενός τε ὅποι ποτὲ δοκοίη τοῖς τῇδε ἀνθρώποις, εἶτα ἐκβάλλει ἐς ἑτέραν τινὰ τῆς πόλεως χώραν, ἐμφεροῦς αὐτῷ τῇ ἐς τὴν πόλιν εἰσαγωγῇ πεποιημένης τῆς ἐκβολῆς. Περιιών τε τὰ ταύτῃ πεδία ἐς πολιορκίαν εὐπετῆ ἐποιεῖτο τὴν πόλιν. Ἐνταῦθα γὰρ ἐνστρατοπεδεύεσθαι τοῖς πολεμίοις τῇ τοῦ ὕδατος περιουσίᾳ οὐ χαλεπὸν ἦν. Ὅπερ ἵνα μὴ γένηται λογισάμενος Ἰουστινιανὸς βασιλεὺς τὰ παρόντα ἐν βουλῇ ἐποιεῖτο, διασκοπούμενος εἴ τινα τῷ πράγματι ἄκεσιν εὕροι. Ὁ δὲ θεὸς αὐτῷ τὴν ἀμηχανίαν ἰώμενος, ἀπαυτοματίσας τὴν πρᾶξιν μελλήσει τὴν πόλιν οὐδεμιᾷ διεσώσατο. Ἐγίνετο δὲ δὴ ὧδε.

2. Τῶν τις ἐκείνῃ στρατευσαμένων, εἴτε τινὰ ὄψιν ὀνείρου ἰδὼν εἴτε αὐτόματος εἰς τοῦτο ἠγμένος, τῶν περὶ τὰς οἰκοδομίας τεχνιτῶν ἑταιρισάμενος πολὺν ὅμιλον, διώρυχα ἐκέλευε μακρὰν ἐντὸς τοῦ περιβόλου γεγενῆσθαι, δείξας τι χωρίον αὐτοῖς· ὕδωρ γὰρ πότιμον ἐνταῦθα εὑρήσειν ἐκ μυχῶν ἀποβλύζον τῆς γῆς. Κυκλοτερῆ τε τὴν διώρυχα ἐς ποδῶν μῆκος πεντεκαίδεκα ποιησάμενος ἐπὶ πλεῖστον τὸ βάθος κατῆγε. Τοῦτο τῇ πόλει σωτήριον οὐκ ἐκ προνοίας τῶν τεχνιτῶν τούτων πεποίηται, ἀλλ´ ὅπερ ἐνταῦθα ξυμβήσεσθαι κακὸν ἔμελλεν, ἐς πᾶν ξυμφέρον διὰ τῆς κατώρυχος ἀπεκρίθη Ῥωμαίοις. Ὄμβρων γὰρ μεταξὺ ἐξαισίων καταρραγέντων, ὁ ποταμός, οὗπερ ἐπεμνήσθην ἀρτίως, πρὸ τοῦ περιβόλου μορμύρων ἀρθείς τε ἐπὶ μέγα κατὰ τὰ ξυνειθισμένα οὐκέτι ἐχώρει, οὐ δεχομένων αὐτὸν τηλικόνδε γεγενημένον οὔτε τῶν εἰσόδων οὔτε τοῦ ὀχετοῦ, ᾗπερ τὰ πρότερα. Ξυνίστατο οὖν ἐπὶ τὸ τεῖχος ξυνάγων τὸν ῥοῦν, ἐς ὕψος τε καὶ βάθος κατατείνων πολύ, καὶ πὴ μὲν λιμνάζων, πὴ δὲ κυρτούμενός τε καὶ κυματίας γεγενημένος. Τὸ μὲν οὖν προτείχισμα βιασάμενος καθεῖλεν εὐθύς, κατασείσας δὲ καὶ πολλήν τινα τοῦ τείχους μοῖραν καὶ τὰς πύλας ἀναπετάσας πολύς τε ῥεύσας τὴν πόλιν καταλαμβάνει σχεδόν τι ὅλην, καὶ αὐτῆς τήν τε ἀγορὰν καὶ τοὺς στενωποὺς καὶ οὐδέν τι ἧσσον τὰς οἰκίας περιπολήσας, ἐπίπλων τε ἐνθένδε καὶ ξυλίνων τευχῶν καὶ ἄλλων τοιούτων φορυτὸν μέγαν ἐπαγόμενος, ἐς ταύτην τε τὴν διώρυχα ἐμπεσὼν ἀφανίζεται ὑπόγειος γεγενημένος.

3. Ἡμέραις δὲ οὐ πολλαῖς ὕστερον ἄγχιστά πη τῶν Θεοδοσιουπόλεως ὁρίων ἐκδούς, ἐν χώρῳ ἐφάνη σημείοις τεσσαράκοντα διέχοντι μάλιστα Δάρας πόλεως, οἷσπερ ἐπηγάγετο ἐκ τῶν τῇδε οἰκίων γνωσθείς. Διεφάνη γὰρ ἐνταῦθα ὁ συρφετὸς ὅλος. Καὶ τὸ λοιπὸν ἐν μὲν εἰρήνῃ καὶ ἀγαθοῖς πράγμασιν ἐν μέσῃ πόλει γινόμενος ὁ ποταμὸς οὗτος, περιπλέους τε τοῦ ὕδατος τοὺς θησαυροὺς ἐργασάμενος, φέρεται μὲν τῆς πόλεως ἔξω διὰ τῶν ἐξόδων αἵπερ αὐτῷ πεποίηνται ἐξεπίτηδες πρὸς τῶν δειμαμένων τὴν πόλιν, ὥσπερ μοι ἔναγχος δεδιήγηται. Ἀρδεύων δὲ τὰ ἐκείνῃ χωρία ποθεινὸς ἅπασι τοῖς περιοικοῦσιν ἐς ἀεὶ γίνεται. Ἐπειδὰν δὲ πολεμίων στρατὸς ὡς πολιορκήσων τὴν πόλιν ἐνταῦθα ἴοι, τὰς μὲν διὰ τῶν σιδηρῶν ὀβελῶν ἐξόδους ἐπιβύσαντες τοῖς καταράκταις καλουμένοις, αὐτίκα τε τὸν ποταμὸν μεταπεφυκέναι καὶ τὴν ἐκβολὴν μεταπορεύεσθαι βιασάμενοι ἀνάγκῃ χειροποιήτῳ, ἐπί τε τὴν διώρυχα καὶ τὸ ἐνθένδε περιάγουσι χάος. Καὶ ἀπ´ αὐτοῦ οἱ πολέμιοι πιεζόμενοι τοῦ ὕδατος τῇ ἀπορίᾳ διαλύειν ἀναγκάζονται τὴν πολιορκίαν εὐθύς. Μιρράνης ἀμέλει ὁ Περσῶν στρατηγὸς ἐπὶ Καβάδου βασιλεύοντος ἐπὶ πολιορκίᾳ ἐνταῦθα ἥκων, τούτοις τε πᾶσιν ἀναγκασθείς, ἄπρακτος οὐκ εἰς μακρὰν ἀνεχώρησε. Καὶ Χοσρόης αὐτὸς πολλῷ ὕστερον ἐπ´ αὐτῷ τούτῳ ἀφικόμενος στρατῷ μεγάλῳ ἐγκεχείρηκε τῇ ἐς τὴν πόλιν ἐπιβουλῇ. Ὕδατός τε ἀπορίας πέρι ἀμηχανῶν, καὶ ἀποσκοπούμενος τὴν τοῦ περιβόλου ὑπερβολήν, ἄμαχόν τε αὐτὴν διαρκῶς ὑπώπτευεν εἶναι, καὶ τὰ βεβουλευμένα μεταγνούς, εὐθυωρὸν ἐς τὰ Περσῶν ἤθη ἀπιὼν ᾤχετο, τῇ τοῦ Ῥωμαίων αὐτοκράτορος καταστρατηγηθεὶς προμηθείᾳ.

ΚΕΦΑΛΑΙΟΝ Γ'.

1. Ταῦτα μὲν οὖν ἐν πόλει Δάρας οὕτω δὴ βασιλεὺς Ἰουστινιανὸς κατεστήσατο· ὅντινα δὲ προσεποίησε τρόπον τῇ πόλει μηκέτι αὐτῇ πάθος πρὸς τοῦ ποταμοῦ ξυμβῆναι τοιοῦτον, τοῦ θεοῦ διαρρήδην αὐτῷ ξυνεπιλαμβανομένου τὸ σπούδασμα τοῦτο, ἐγὼ δηλώσω. Χρύσης ἦν τις Ἀλεξανδρεύς, μηχανοποιὸς δεξιός, ὅσπερ βασιλεῖ τὰ ἐς τὰς οἰκοδομίας ὑπηρετῶν, τὰ πλεῖστα τῶν τε ἐν πόλει Δάρας καὶ τῇ ἄλλῃ χώρᾳ γεγονότα ἐξείργασται. Οὗτος ὁ Χρύσης ἀπεδήμει μὲν ἡνίκα δὴ ἐν πόλει Δάρας τὸ ἐκ τοῦ ποταμοῦ πάθος ξυνέπεσεν· ἀκηκοὼς δὲ καὶ περιαλγήσας τῇ συμφορᾷ ἐς κοίτην τὴν αὑτοῦ ἀπεχώρησεν. Ὄψιν δὲ ὀνείρου τοιάνδε εἶδεν. Ἐδόκει οἱ ἐν τῷ ὀνείρῳ τις ὑπερφυής τε καὶ τὰ ἄλλα κρείσσων ἢ ἀνθρώπῳ εἰκάζεσθαι μηχανήν τινα ἐπαγγέλλειν τε καὶ ἐνδείκνυσθαι, ἣ ἂν διακωλύειν τὸν ποταμὸν ἱκανὴ εἴη ἐπὶ πονηρῷ τῆς πόλεως μηκέτι μορμύρειν. Καὶ ὁ μὲν αὐτίκα θεῖον ὑποτοπήσας τὸ πρᾶγμα εἶναι, τήν τε μηχανὴν καὶ τὴν τοῦ ὀνείρου ὄψιν ἐς βασιλέα γράψας ἀνήνεγκε, σκιαγραφήσας τὴν ἐκ τοῦ ὀνείρου διδασκαλίαν. Ἐτύγχανε δὲ οὐ πολλῷ πρότερον ἄγγελος ἥκων ἐς βασιλέα ἐκ Δάρας πόλεως, ὅσπερ αὐτῷ τὰ ἐκ τοῦ ποταμοῦ ξυνενεχθέντα πάντα ἐσήγγειλε.

2. Βασιλεὺς δὲ τότε τοῖς ξυμπεπτωκόσι ξυνταραχθεὶς καὶ περιώδυνος γεγονώς, τοὺς τὰ μηχανικὰ εὐδοκιμοῦντας εὐθὺς μετεκάλει, Ἀνθέμιόν τε καὶ Ἰσίδωρον, ὧνπερ ἔμπροσθεν ἐπεμνήσθην. Καὶ τὰ ξυμβεβηκότα ἐπικοινούμενος ἀνεπυνθάνετο τῶν ἀνδρῶν ὁποία ποτὲ μηχανὴ γένοιτο, ὡς μή τι περαιτέρω τῇ πόλει ξυμβαίη· καὶ αὐτῶν μὲν ἑκάτερος ὑποθήκην τινὰ ἔφραζε τήν οἱ δοκοῦσαν ἐπιτηδείως ἐς τοῦτο ἔχειν· βασιλεὺς δέ, θείας δηλονότι ἐπινοίας αὐτῷ γενομένης τινός, οὔπω τὰ Χρύσου ἰδὼν γράμματα, ἐπενόει τε καὶ ἐσκιαγράφει αὐτογνωμονήσας ἐκ τοῦ παραδόξου ὃ δὴ τοῦ ὀνείρου ἐκτύπωμα ἦν. Ἔτι δὲ τῆς βουλῆς ᾐωρημένης καὶ τοῦ πρακτέου σφίσιν ἐν ἀδήλῳ ὄντος, διέλυσαν τὸν διάλογον. Ἡμέραις τε τρισὶν ὕστερον ἧκέ τις βασιλεῖ τήν τε τοῦ Χρύσου ἐπιστολὴν καὶ τῆς τοῦ ὀνείρου μηχανῆς τὸ ἐκμαγεῖον ἐνδεικνύμενος. Καὶ ὃς μεταπεμψάμενος τοὺς μηχανικοὺς αὖθις ἀνανεοῦσθαι τῇ μνήμῃ ἐκέλευεν ὅσα δὴ σφίσιν ἀμφὶ τῷ ἔργῳ τὸ πρότερον δοκοῦντα εἴη. Οἱ δὲ ἀπεστομάτιζον ἐφεξῆς ἅπαντα, ὅσα τε αὐτοὶ τεχνάζοντες εἶπον καὶ ὅσα βασιλεὺς ἀπαυθαδιασάμενος ἐπήγγειλε γενέσθαι. Καὶ τότε δὴ βασιλεὺς τόν τε πρὸς τοῦ Χρύσου σταλέντα καὶ τὰ γράμματα ἐπιδείξας, ἔτι δὲ καὶ τὴν ἐκ τοῦ ὀνείρου γεγονυῖαν ἐπὶ τῷ ἐσομένῳ ὄψιν τε καὶ σκιαγραφίαν, κατεστήσατο αὐτοὺς ἐν θαύματι μεγάλῳ, ἐν νῷ ποιουμένους ὡς ἅπαντα ὁ θεὸς συνδιαπράσσεται τῷ βασιλεῖ τούτῳ τὰ τῇ πολιτείᾳ ξυνοίσοντα. Ἐκράτει τοίνυν ἡ τοῦ βασιλέως ἐπίταξις, ὑποχωρούσης μηχανοποιῶν σοφίας καὶ τέχνης. Καὶ γίνεται ὁ Χρύσης αὖθις ἐν πόλει Δάρας, ἐπιτεταγμένον οἱ πρὸς τοῦ βασιλέως ὑποτελέσαι τὰ γεγραμμένα σπουδῇ τῇ πάσῃ, καθάπερ ἡ τοῦ ὀνείρου ὑποθήκη ἐπήγγελλεν. Ἐποίει τε τὰ ἐπιτεταγμένα τρόπῳ τοιῷδε.

3. Ἐν χώρῳ διέχοντι τοῦ τῆς πόλεως προτειχίσματος ἐς τεσσαράκοντα μάλιστα πόδας, μεταξὺ σκοπέλου ἑκατέρου, ὧν δὴ κατὰ μέσον ὁ ποταμὸς προϊὼν φέρεται, ἀντιτείχισμα ἐτεκτήνατο ὕψους τε καὶ εὔρους ἱκανῶς ἔχον. Οὗπερ τὰ πέρατα οὕτω δὴ ὄρει ἑκατέρῳ πανταχόθι ἐνῆψεν, ὡς τῷ ὕδατι τοῦ ποταμοῦ, ἢν καὶ σφοδρότατα ἐπιρρεύσειεν, ἐνταῦθα ἐσιτητὰ μηδαμῆ ἔσεσθαι. Τοῦτο δὲ τὸ ἔργον οἱ περὶ ταῦτα σοφοὶ φράκτην ἢ ἀρίδα καλοῦσιν, ἢ ὅ τί ποτε ἄλλο ἐθέλουσιν. Οὐκ ἐπ´ εὐθείας δὲ τὸ ἀντιτείχισμα πεποίηται τοῦτο, ἀλλ´ ἐπὶ τὸ μηνοειδὲς τετραμμένον, ὅπως ἂν τὸ κύρτωμα πρὸς τῇ τοῦ ποταμοῦ ἐπιρροῇ κείμενον ἔτι μᾶλλον ἀντέχειν τῷ ῥείθρῳ  βιαζομένῳ δυνατὸν εἴη. Θυρίδας δὲ ἐς τὸ ἀντιτείχισμα ἔς τε τὰ κάτω καὶ τὰ ἄνω πεποίηται. Ὥστε τῷ ποταμῷ πλημμυροῦντι ἐξαπιναίως, ἂν οὕτω τύχοι, ξυνίστασθαι μὲν ἐνταῦθα ἐπάναγκες εἴη καὶ μὴ παντὶ τῷ ῥοθίῳ περαιτέρω χωρεῖν, ἐκροὴν δὲ κατὰ τὰς ὀπὰς ἀφιέντι βραχεῖάν τινα τοῦ μὲν ὑπερβάλλοντος ὄγκου κατὰ μικρὸν ἀπολήγειν ἀεί, τῷ δὲ τείχει λελυμασμένῳ μηδέποτε εἶναι. Ἡ γὰρ ἐκροὴ ἐν τῷ χώρῳ ξυνισταμένη, ὅσπερ ἐς τεσσαράκοντα διήκων πόδας, ᾗπέρ μοι εἴρηται, τῆς τε ἀρίδος καὶ τοῦ προτειχίσματος μεταξύ ἐστιν, οὐδαμῆ τὸ παράπαν βιαζομένη, ἀλλ´ ἐς τὰς ξυνειθισμένας εἰσόδους κατὰ λόγον χωροῦσα ἐς τὴν ὀχεταγωγίαν ἐνθένδε εἰσβάλλει. Καὶ τὰς πύλας, ἅσπερ τὸ πρότερον βιασάμενος ἐξαπιναίως ὁ ποταμὸς ἀνεπέτασε, περιελὼν ἐντεῦθεν, λίθοις μὲν παμμεγέθεσι τὴν προτέραν αὐτῶν ἐφράξατο χώραν, ἐπεὶ ἐφ´ ὁμαλοῦ κείμεναι τῷ ποταμῷ ὑπερβλύζοντι εὐέφοδοι ἦσαν. Ἄγχιστα δέ πη ἐν χώρῳ ἀνάντει κατὰ τὸ κρημνῶδες τοῦ περιβόλου αὐτὰς ἔθετο, οὗ δὴ τῷ ποταμῷ βάσιμα ὡς ἥκιστα ἦν. Ταῦτα μὲν οὖν οὕτω διαπεπόνηται τῷ βασιλεῖ τούτῳ.

4. Ἦν δέ τις ἐν πόλει πολλὴ ὕδατος πέρι ἀμηχανία τοῖς τῇδε ἀνθρώποις. Οὔτε γὰρ ἀναβλυστάνουσαν εἶχον ἐνταῦθά πη κρήνην, οὔτε ὀχετῷ περιαγομένην ἐς τὰς ἀγυιάς, αἳ τῇδέ εἰσιν, οὔτε τισὶ θησαυριζομένην ἐκείνῃ ἐλύτροις, ἀλλ´ οἷς μὲν ἀγχοτάτω ὁ ποταμὸς κατὰ τὰς ἀμφόδους ἐφέρετο, οἵδε ἀταλαιπώρως ἀρυόμενοι τῷ γειτονήματι ῥᾷστα ἔπινον, οἷς δὲ ὡς ἀπωτάτω τῆς τοῦ ποταμοῦ ἐκροῆς τὰ οἴκοι ἐτύγχανεν ὄντα, τούτοις δυοῖν τὸ ἕτερον ἐπάναγκες ἦν, ἢ τὰ ἔσχατα πονουμένοις πιεῖν, ἢ δίψει ἐχομένοις ἀπολωλέναι. Ἀλλ´ ὀχετὸν βασιλεὺς Ἰουστινιανὸς ἐτεκτήνατο μέγαν, ᾧ δὴ τὸ ὕδωρ περιαγαγὼν πανταχόσε τῆς πόλεως τὴν ἀπορίαν τοῖς τῇδε ᾠκημένοις διέλυσεν. Ἀλλὰ καὶ ἱερὰ πεποίηται δύο, τήν τε μεγάλην ἐκκλησίαν καλουμένην καὶ τὸν τοῦ ἀποστόλου Βαρθολομαίου νεών. Ἔτι μέντοι καὶ τοῖς στρατιώταις καταλυτήρια ἐδείματο παμπληθῆ, ὅπως δὴ τοὺς τῇδε ᾠκημένουςμηδαμῶς ἐνοχλοῖεν.

5. Καὶ Ἀμίδης δὲ πόλεως τό τε τεῖχος καὶ τὸ προτείχισμα ἐν τοῖς ἄνω γενόμενα χρόνοις καὶ ἀπ´ αὐτοῦ ὕποπτα ὄντα ἐξίτηλα γενήσεσθαι, οὐ πολλῷ ὕστερον νέᾳ τινὶ καταλαβὼν οἰκοδομίᾳ τῇ πόλει τὴν ἀσφάλειαν ἀνεσώσατο. Ὅσα δὲ κἀν τοῖς φρουρίοις αὐτῷ εἴργασται, ἅπερ ἐν τοῖς ὁρίοις τούτων δὴ τυγχάνει τῶν πόλεωνὄντα, ἐρῶν ἔρχομαι.

ΚΕΦΑΛΑΙΟΝ Δ'.

1. Ἐκ Δάρας πόλεως ἰόντι ἐς τὰ Περσῶν ἤθη χώρα τις ἐν ἀριστερᾷ ἐστιν ἀναμάξευτός τε καὶ ἄφιππος ὅλως, κατατείνουσα μὲν ἐς ἡμέραιν ὁδὸν δυοῖν εὐζώνῳ ἀνδρὶ μάλιστα, τελευτῶσα δὲ ἐς χῶρον σιμὸν καὶ ἀπόκρημνον, Ῥάβδιος ὄνομα. Ταύτης δὲ τῆς ἐπὶ τὸ Ῥάβδιος φερούσης ὁδοῦ ἐφ´ ἑκάτερα τὰ Περσῶν ὅρια ἐπὶ μακρότατον ξυμβαίνει εἶναι. Ὅπερ μοι κατ´ ἀρχὰς ἀγαμένῳ καὶ τῶν ἐπιχωρίων ἀναπυνθανομένῳ ὅντινα τρόπον Ῥωμαίοις  προσήκουσα ὁδός τε καὶ χώρα γῆν ἑκατέρωθι τὴν πολεμίαν διακεκλήρωται, ἀπήγγελλόν τινες ὡς εἴη μὲν Περσῶν τὸ χωρίον ποτέ, δεομένῳ δὲ τῷ Περσῶν βασιλεῖ τῶν τις Ῥωμαίων αὐτοκρατόρων ἀμπέλοις τινὰ κατακορῆ κώμην ἐπὶ Μαρτυροπόλεως οὖσαν δώσειε, τοῦτο δὴ αὐτῆς τὸ χωρίον ἀνταλλαξάμενος. Τὸ μὲν οὖν Ῥάβδιος ἐπὶ πετρῶν οἰκεῖται ἀποτόμων τε καὶ ὅλως ἀγρίων, αἵπερ ἐνταῦθα ἐπανεστήκασι θαυμάσιον ὅσον. Ἔνερθεν δὲ αὐτοῦ χωρίον ἐστίν, ὅπερ καλοῦσι Ῥωμαίων ἀγρόν, ἀγασθέντες, οἶμαι, τὸ ἐξ ἀρχῆς, ὅτι δὴ ἐν μέσῳ χωρίων Περσικῶν κείμενον Ῥωμαίοις προσήκει. Οὗτος δὲ ὁ Ῥωμαίων ἀγρὸς κεῖται μὲν τῆς γῆς ἐν ὑπτίῳ, ἀγαθῶν δέ ἐστι τῶν ἐν τοῖς ληίοις κομιδῇ εὔπορος. Τεκμηριώσειε δ´ ἄν τις καὶ τοῖσδε, ὅτι δὴ πανταχόθεν τὸν χῶρον περιβάλλουσι τὰ Περσῶν ὅρια.

2. Πόλισμά ἐστιν ἐν Πέρσαις ἐπιφανὲς ἄγαν, ὄνομα Σισαυράνων, ὅπερ ποτὲ Ἰουστινιανὸς βασιλεὺς ἐξελὼν ἐς ἔδαφος καθεῖλεν, ὅμιλον πολὺν τῶν ἐν Πέρσαις ἱππέων ξὺν Βλησχάμῃ τῷ σφῶν ἡγεμόνι δορυαλώτους πεποιημένος. Τοῦτο πόλεως μὲν Δάρας ὁδῷ ἡμέραιν διέχει δυοῖν εὐζώνῳ ἀνδρί· τούτου δὲ τοῦ Ῥάβδιος σημείοις διέστηκε τρισὶ μάλιστα. Πρότερον μὲν οὖν ἀφύλακτός τε ἦν ὁ χῶρος ὅδε καὶ Ῥωμαίοις παντελῶς ἄσημος. Οὐκοῦν οὔτε φρουρᾶς οὔτε ὀχυρώματος οὔτε ἄλλου ὅτουοῦν ἀγαθοῦ πρὸς αὐτῶν ἔλαχε πώποτε. Πέρσαις ἀμέλει οἱ τὸν ἀγρὸν γεωργοῦντες, οὗπερ ἐπεμνήσθην ἀρτίως, ὥσπερ ἄλλο τι ἀγγαροφοροῦντες, πεντήκοντα ἐπετείους χρυσοῦς ἔφερον [Πέρσαις], ἐφ´ ᾧ ἀδεέστερον κεκτήσονται τὰ αὑτῶν ἴδια καὶ καρπῶν δύνωνται τῶν τῇδε φυομένων ὀνίνασθαι. Βασιλεὺς δὲ Ἰουστινιανὸς ἅπαντα αὐτοῖς μεταπεφυκέναι διεσκευάσατο. Τειχίσματι γὰρ τὸ Ῥάβδιος περιβαλὼν κατὰ τῶν πετρῶν τὴν ὑπερβολήν, αἵπερ ἐκείνῃ ἀνέχουσιν, ἀπρόσοδον αὐτὸ τοῖς πολεμίοις πεποίηται τὸ χωρίον, δηλονότι ξυλλαμβανούσης τῆς φύσεως. Ἐπεὶ δὲ ὕδατος οἱ τῇδε ᾠκημένοι ἐσπάνιζον, ἐν τῇ τῶν σκοπέλων ἀκρωρείᾳ πηγῆς ὡς ἥκιστα οὔσης, ταμιεῖά τε ὑδάτων εἰργάσατο δύο καὶ τὰς ἐκείνῃ πέτρας πολλαχῇ διορύξας παμπληθεῖς ὑδάτων θησαυροὺς διεπράξατο εἶναι, ὅπως δὴ ξυρρεόντων ὑετίων ἐνταῦθα ὑδάτων ἀδεέστερον αὐτοῖς οἱ τῇδε ἄνθρωποι δύνωνται χρῆσθαι, ὡς μὴ τοῦ ὕδατος πιεζόμενοι τῇ ἀπορίᾳ εὐάλωτοι εἶεν.

3. Καὶ τὰ ἄλλα δὲ φρούρια πάντα ἐν ὄρει κείμενα, ἅπερ ἐνθένδε τε καὶ ἐκ Δάρας πόλεως ἄχρι ἐς Ἄμιδαν διήκειν ξυμβαίνει, τό τε Κιφὰς καὶ Σαυρὰς καὶ Μάργδις τε καὶ Λούρνης τό τε Ἰδριφθὸν καὶ Ἀταχὰς καὶ Σίφριός τε καὶ Ῥιπαλθὰς καὶ Βανασυμέων, ἔτι μέντοι καὶ Σινὰς καὶ Ῥάσιος, καὶ Δαβανάς, καὶ ὅσα ἄλλα ἐνταῦθα ἐκ παλαιοῦ ἐστι, γελοιότατα δῆθεν τῷ σχήματι ἀποτεθριγκωμένα τὸ πρότερον ἀνοικοδομησάμενος σὺν τῷ ἀσφαλεῖ ἔς τε τὸ νῦν φαινόμενον κάλλος τε καὶ ὀχύρωμα μεταθέμενος ἀνάλωτα εἶναι καὶ προβεβλῆσθαι Ῥωμαίων τῆς γῆς βεβαιότατα κατεστήσατο. Ἐνταῦθα ὄρος οὐρανόμηκες ἀποκρέμαται, ἀπόκρημνόν τε καὶ προσελθεῖν ἀμήχανον ὅλως. Ἐν πεδίῳ δὲ ὑπόκειται χώρα γεώδης τε καὶ μαλθακὴ λίαν, ἀγαθὴ μὲν ἀρόσαι, θρέμμασι δὲ ἀτεχνῶς εὔνομος. Ἐπιεικῶς γὰρ τῇ πόᾳ χλοάζει. Παμπληθεῖς δὲ κῶμαι παρὰ τοὺς πρόποδας τοῦ ὄρους εἰσίν. Οἰκοῦσί τε αὐτὰς ἄνθρωποι τὰ μὲν ἐς κτῆσιν τῶν ἐπιτηδείων εὐδαίμονες, εὐάλωτοι δέ, εἴ τις προσίοι. Ὅπερ αὐτοῖς ἐπηνώρθωσεν Ἰουστινιανὸς βασιλεύς, φρούριον ἐπὶ τοῦ ὄρους τῇ ἀκρωνυχίᾳ δειμάμενος, ἵνα δὴ τὰ σφίσιν ἐναποθέμενοι τιμιώτατα, ἐπειδὰν προσίοιεν οἱ πολέμιοι, ἀνατρέχοντες διασώζωνται· Βασιλέων δὲ τὸ φρούριον ἐπωνόμασται. Καὶ μὴν καὶ τὰ ἀμφὶ πόλιν Ἄμιδαν φρούρια, πηλῷ τε περιβεβλημένα καὶ τοῖς πολεμίοις βάσιμα παντάπασιν ὄντα, ἐς τὸ ἀκριβὲς ἀνοικοδομησάμενος ἅπαντα ἐς τῆς ἀσφαλείας τὸ ἀκριβέστατον μετεστήσατο. Ἐν οἷς τό τε Ἀπάδνας καὶ τὸ Βιρθὸν πολίχνιόν ἐστιν. Ἅπαντα γὰρ ἀκριβολογεῖσθαι πρὸς ὄνομα οὐκ εὐπετές ἐστι. Συνελόντα δὲ εἰπεῖν ἅπαντα πρότερον τοῖς ἐπιβουλεύουσιν ὑποκείμενα τανῦν ἀνανταγώνιστα πεποίηκεν εἶναι. Καὶ ἀπ´ αὐτοῦ ἡ Μεσοποταμία τῷ Περσῶν γένει ἄβατος διαφανῶς ἐστιν.

4. Οὐ σιωπητέον δὲ οὐδὲ ὅπερ ἐν τῷ Βάρας φρουρίῳ ἐξεῦρεν, οὗπερ ἐπεμνήσθην ἀρτίως. Τὰ μὲν γὰρ τοῦ φρουρίου ἐντὸς ἄνυδρα τὸ παράπαν ὄντα ἐτύγχανεν, ἐν ὄρει δὲ ὑψηλῷ μάλιστα κατὰ τὸ κρημνῶδες τὸ Βάρας τοῦτο πεποίηται. Ἔκτοσθεν δὲ αὐτοῦ ὡς ἀπωτάτω ἐν τῇ ὑπωρεία μετὰ τὸ πρανὲς 〈κρήνη ἦν〉, ἥνπερ ἐδόκει ἀξύμφορον εἶναι τῷ τειχίσματι τοῦ φρουρίου περιβαλεῖν, ὡς μή τις αὐτοῦ μοῖρα ἐν ὑπτίῳ κειμένη εὐάλωτος εἴη. Ἐπενόει δὲ τάδε. Τὰ ἐντὸς τοῦ περιβόλου διορύσσειν ἐκέλευεν ἕως ἐς τὸ ὁμαλὲς μάλιστα ἵκωνται. Ὅπερ ἐπεὶ ὑπετελέσθη κατὰ τὴν τοῦ βασιλέως ἐπίταξιν, ἐπιρρέον ἐνταῦθα τὸ ὕδωρ ἐκ τῆς πηγῆς παρὰ δόξαν ἐφάνη. Οὕτω τε καὶ τὸ φρούριον δεδημιούργηται ξὺν τῷ ἀσφαλεῖ καὶ ὕδατος πέρι ἐν ἐπιτηδείῳ φαίνεται κείμενον.

ΚΕΦΑΛΑΙΟΝ Ε'.

1. Οὕτω δὲ καὶ Θεοδοσιουπόλεως, τῆς παρὰ ποταμὸν Ἀβόρραν γῆς τῆς Ῥωμαίων προβεβλημένης, τὸν περίβολον, ὅνπερ ὁ χρόνος κατεργάσασθαι μάλιστα ἴσχυσε, καὶ ἀπ´ αὐτοῦ τοῖς τῇδε ἀνθρώποις οὐχ ὑπὲρ τῆς ἀσφαλείας ἐδίδου θαρρεῖν, ἀλλὰ διηνεκὲς ἅπαντας ἐξέπλησσε, δεδισσόμενος ὅτι δὴ οὐκ εἰς μακρὰν αὐτοῖς ἐμπεσεῖται, ἀνοικοδομησάμενος ἐκ τοῦ ἐπὶ πλεῖστον ὁ βασιλεὺς οὗτος διακωλύειν τάς γε κατὰ Μεσοποταμίαν Περσῶν ἐσβολὰς ἱκανῶς ἔσχεν.

2. Οἷα δὲ καὶ ἐν Κωνσταντίνῃ ἐπιδέδεικται εἰπεῖν ἄξιον. Ἦν μὲν τὰ πρότερα ὁ Κωνσταντίνης περίβολος τό τε ὕψος κλίμακι ἁλωτὸς τήν τε ἄλλην κατασκευὴν εὐέφοδος ἄγαν, ὥσπερ τι πάρεργον γεγενημένος τοῖς πάλαι ἀνθρώποις. Τοσούτῳ γὰρ διειστήκεισαν οἱ πύργοι ἀλλήλων ὥστε, εἰ προσβαλοῦντές τινες ἐς τὴν μεταξὺ χώραν προσίοιεν, οὐκ εἶχον οἱ κατὰ τοὺς πύργους ἑστῶτες καθ´ ὅτι ἂν αὐτοὺς ἀμυνόμενοι ἀποκρούοιντο. Ἀλλὰ μὴν καὶ χρόνου μήκει πεπονηκὼς ἐκ τοῦ ἐπὶ πλεῖστον τοῦ καταπεπτωκέναι οὐ μακράν που ἐγένετο. Πρὸς δὲ καὶ τοιοῦτο τῇ πόλει προτείχισμα ἦν οἷον ἐπιτείχισμα κατ´ αὐτῆς γεγονέναι δοκεῖν. Οὐ πλέον γὰρ αὐτοῦ ἢ ἐς πόδας τρεῖς ἐγεγόνει τὸ πάχος, καὶ αὐτὸ μέντοι πηλῷ σύνθετον, τὰ μὲν κάτω ἐς ὀλίγον ἐκ λίθου μυλίτου ἀνεστηκός, τὰ δὲ ὕπερθεν ἐκ τοῦ λευκολίθου καλουμένου, σφαλεροῦ τε ὄντος καὶ μαλακοῦ λίαν. Ὥστε δὴ ὅλον ἦν τοῖς ἐπιοῦσιν εὐάλωτον. Βασιλεὺς δὲ Ἰουστινιανὸς τὰ μὲν πεπονηκότα τοῦ περιβόλου νέᾳ τινὶ ἀνεσώσατο οἰκοδομίᾳ, καὶ διαφερόντως τὰ πρὸς ἥλιον δύοντα τετραμμένα καὶ βορρᾶν ἄνεμον. Τοῦ δὲ δὴ ἐρύματος πανταχῆ μεταξὺ πύργοιν δυοῖν ἄλλον ἐντέθεικε, καὶ ἀπ´ αὐτοῦ πύργοι ἅπαντες ὡς ἀγχοτάτω ἀλλήλοις ὄντες τοῦ περιβόλου προβέβληνται. Ὅλῳ δὲ τῷ τείχει καὶ πᾶσι πύργοις μέγα τι χρῆμα ὕψους ἐνθέμενος ἄμαχον τοῖς πολεμίοις τὸ τῆς πόλεως ὀχύρωμα κατεστήσατο. Ἀλλὰ καὶ ἀνόδους τοῖς πύργοις κεκαλυμμένας πεποιημένος, τριωρόφους τε αὐτοὺς λίθων ἐπιβολαῖς τεκτηνάμενος κυρτώμασι γεγονυίαις θόλων, πυργοκάστελλον αὐτῶν ἕκαστον εἶναί 〈τε〉 καὶ καλεῖσθαι πεποίηκε. Καστέλλους γὰρ τὰ φρούρια τῇ Λατίνων καλοῦσι φωνῇ. Ἀλλὰ καὶ ἀμφὶ τοῖς ὕδασιν ἡ Κωνσταντίνα τὰ ἀνήκεστα ἔπασχε πρότερον. Τὰ μὲν γὰρ ἐκτός, ὅσον ἐκ σημείου ἑνός, πηγαί τέ εἰσι ποτίμων ὑδάτων καὶ ἄλσος ἐνθένδε φύεται ἐπιεικῶς μέγα, οὐρανομήκεσι κατάφυτον δένδροις· τὰ μέντοι ἐντός, ἵνα δὴ οὐκ ἐφ´ ὁμαλοῦ, ἀλλ´ ἐν τῷ ἀνάντει τὰς ἀγυιὰς συμβαίνει εἶναι, ἄνυδρός τε ἦν ἡ πόλις ἐκ παλαιοῦ καὶ δίψῃ τε καὶ ἀμηχανίᾳ πολλῇ οἱ τῇδε ᾠκημένοι ἐς ἀεὶ εἴχοντο. Βασιλεὺς δὲ Ἰουστινιανὸς ὀχετῷ τὸ ῥεῖθρον μεταβιβάσας τοῦ τείχους ἐντός, κρήναις τε τὴν πόλιν ἀειρρύτοις διακοσμήσας, οἰκιστὴς ἂν αὐτῆς δικαίως καλοῖτο. Τὰ μὲν οὖν ἐς τάσδε τὰς πόλεις ταύτῃ Ἰουστινιανῷ βασιλεῖ εἴργασται.

ΚΕΦΑΛΑΙΟΝ Ϛ'.

1. Ἦν δὲ Ῥωμαίων φρούριον παρὰ ποταμὸν Εὐφράτην ἐν τοῖς Μεσοποταμίας ἐσχάτοις, ἵνα δὴ Ἀβόρρας ποταμὸς τῷ Εὐφράτῃ ἀναμιγνύμενος τὴν ἐκβολὴν ἐνταῦθα ποιεῖται. Τοῦτο Κιρκήσιον μὲν ὀνομάζεται, βασιλεὺς δὲ αὐτὸ Διοκλητιανὸς ἐν τοῖς ἄνω χρόνοις ἐδείματο. Ἰουστινιανὸς δὲ τανῦν βασιλεὺς χρόνου τε μήκει εὑρὼν συντριβὲς γεγονός, ἀπημελημένον δὲ καὶ ἄλλως ἀφύλακτον ὄν, ἐς ὀχύρωμα βεβαιότατον μετεστήσατο, πόλιν τε διεπράξατο μεγέθει καὶ κάλλει περιφανῆ εἶναι. Διοκλητιανὸς μὲν γὰρ τηνικάδε τὸ φρούριον πεποίηται τοῦτο οὐχ ὅλον ἐν κύκλῳ τείχει περιβαλών, ἀλλὰ μέχρι μὲν ἐς ποταμὸν Εὐφράτην ἐπεξαγαγὼν τὴν τοῦ περιβόλου οἰκοδομίαν καὶ πύργον ἑκατέρωθι ἀπεργασάμενος ἔσχατον, ἀπολιπὼν δὲ τὴν ἐνθένδε τοῦ χωρίου πλευρὰν ἀτείχιστον ὅλως, ἀποχρῆναι, οἶμαι, τὸ τοῦ ποταμοῦ ὕδωρ ἐς τὸ τοῦ φρουρίου ὀχύρωμα τῇδε ἡγούμενος. Προϊόντος δὲ χρόνου τὸν ἔσχατον πύργον, ὃς δὴ ἐτέτραπτο πρὸς ἄνεμον νότον, τὸ τοῦ ποταμοῦ ῥόθιον παραξύον ἐνδελεχέστατα κατέσεισεν ὅλον, ἔνδηλός τε ἦν ὡς, εἰ μὴ βοηθοίη τις ὅ τι τάχιστα, καταπεσεῖται αὐτίκα δὴ μάλα. Ἐφάνη τοίνυν Ἰουστινιανὸς βασιλεὺς τοῦτο πρὸς τοῦ θεοῦ κεκομισμένος ἀξίωμα, πάσης ἐπιμελεῖσθαι καὶ ὡς ἔνι μάλιστα μεταποιεῖσθαι τῆς Ῥωμαίων ἀρχῆς· ὃς δὴ οὐ μόνον τὸν πεπονθότα πύργον ἐσώσατο, ἀνοικοδομησάμενος αὐτὸν μυλίῳ λίθῳ καὶ φύσει σκληρῷ, ἀλλὰ καὶ τοῦ φρουρίου τὴν ἀτείχιστον πλευρὰν ξύμπασαν ὀχυρωτάτῳ περιβέβληκε τείχει, διπλασιάσας αὐτῇ πρὸς τῷ ποταμῷ τὴν ἐκ τοῦ περιβόλου ἀσφάλειαν. Πρὸς ἐπὶ τούτοις δὲ καὶ προτείχισμα ἐχυρώτατον προσεποίησεν αὐτὸς τῇ πόλει, καὶ διαφερόντως οὗ δὴ τοῖν ποταμοῖν ἡ ἐς ἀλλήλους ἐπιμιξία τρίγωνον ἀποτελεῖ σχῆμα, ταύτῃ τε τὰς ἐνθένδε τῶν πολεμίων ἐπιβουλὰς ἀπεκρούσατο. Καὶ στρατιωτικῶν δὲ καταλόγων ἄρχοντα τῇδε καταστησάμενος, ὃν δοῦκα καλοῦσι, διηνεκὲς ἐνταῦθα καθιζησόμενον, ἀποχρῶν φυλακτήριον πεποίηκεν εἶναι τῇ τῆς πολιτείας ἀρχῇ. Καὶ τὸ βαλανεῖον δέ, ὅπερ δημοσίᾳ τὴν χρείαν τοῖς τῇδε ᾠκημένοις παρέχεται, ἀνόνητον ὅλως τῇ τοῦ ποταμοῦ ἐπιρροῇ γεγενημένον ἐνεργεῖν τε τὰ ξυνειθισμένα οὐκέτι ἔχον, ἐς τὸν νῦν ὄντα μετέθηκε κόσμον. Ὅσα μὲν γὰρ αὐτοῦ ἀπεκρέματο πρότερον ἐπὶ στερρᾶς τῆς οἰκοδομίας ἑστῶτα κατὰ τὸ τῶν λουτρῶν τῇ χρείᾳ συνοῖσον (ὧν δὴ ἔνερθε τὸ πῦρ καίεται, χυτρόποδάς τε καλεῖν αὐτὰ νενομίκασι), ταῦτα δὴ ἅπαντα τῇ τοῦ ὕδατος ἐπιρροῇ ἀποκείμενα πρόσθεν εὑρών, καὶ ἀπ´ αὐτοῦ τὴν χρείαν τῷ βαλανείῳ διεφθαρμένην, λίθων μὲν αὐτὸς ἐμπεδώσας ἐπιβολαῖς ὅσα πρότερον ἀπεκρέματο, ᾗπέρ μοι εἴρηται, ἑτέραν καθύπερθεν ἀποκρεμάσας οἰκοδομίαν, ἵνα δὴ ἀπρόσοδα τῷ ποταμῷ ἐστιν, ἀνεσώσατο τὴν ἐνθένδε εὐπάθειαν τοῖς τῇδε φρουροῖς. Τὰ μὲν δὴ τοῦ Κιρκησίου ἐς τόνδε τὸν τρόπον δεδημιούργηται τῷ βασιλεῖ τούτῳ.

2. Μετὰ δὲ τὸ Κιρκήσιον φρούριόν ἐστι παλαιόν, Ἀννούκας ὄνομα, οὗπερ ἐρείπιον τὸ τεῖχος εὑρὼν οὕτω δὴ μεγαλοπρεπῶς ἀνῳκοδομήσατο Ἰουστινιανὸς βασιλεὺς ὡς μηδὲ τῶν τινος ἐπιφανεστάτων πόλεων ὀχυρώματος πέρι τὰ δευτερεῖα τὸ λοιπὸν φέρεσθαι. Τρόπῳ δὲ τῷ αὐτῷ καὶ τὰ φρούρια, ὅσα δὴ ἀμφὶ πόλιν Θεοδοσιούπολιν κεῖται, τὰ μὲν ἀτείχιστα τὸ πρότερον ὄντα, τὰ δὲ πηλῷ τε καὶ τῇ ἐνθένδε γελωτοποιίᾳ τετειχισμένα αἱμασιᾶς τρόπον, φοβερά τε τανῦν καὶ τὸ παράπαν ἀπρόσβατα τοῖς ἐπιοῦσιν εἰργάσατο· τό τε Μαγδαλαθὼν σὺν ἑτέροιν δυοῖν, ἅπερ αὐτοῦ ἑκατέρωθεν τυγχάνει ὄντα, καὶ Θαννούριος δύο, μικρόν τε καὶ μέγα, καὶ Βιμισδεὼν καὶ Θήμερες, ἔτι δὲ Βιδάμας καὶ Δαυσαρὼν καὶ Θιόλλα, Φιχάς τε καὶ Ζαμαρθὰς καὶ τὰ λοιπὰ ὡς εἰπεῖν ἅπαντα. Ἦν δέ τις χῶρος παρὰ Θαννούριος τὸ μέγα, ᾧ δὴ ἐπιχωριάζειν Σαρακηνοῖς τοῖς πολεμίοις διαβαίνουσι ποταμὸν Ἀβόρραν πολλὴ ἐξουσία ἐγίνετο, ἔνθεν δὲ ὁρμωμένοις διασκεδάννυσθαι μὲν ἀνά τε τὴν ὕλην δασεῖάν τε καὶ ἀμφιλαφῆ οὖσαν καὶ τὸ ὄρος, ὃ ταύτῃ ἀνέχει, καταθεῖν τε ἀδεέστερον τοὺς ᾠκημένους ἀμφὶ τὰ ἐκείνῃ χωρία Ῥωμαίους. Ἀλλὰ νῦν πύργον κομιδῇ μέγαν ἐκ λίθου σκληροῦ Ἰουστινιανὸς βασιλεὺς ἐν τῷ χώρῳ τούτῳ δειμάμενος ἐνταῦθά τε φρουρὰν ἀξιολογωτάτην καταστησάμενος ἀναστέλλειν τὰς τῶν πολεμίων ἐπιδρομὰς παντελῶς ἴσχυσε, τοῦτον ἐπιτεχνησάμενος κατ´ αὐτῶν πρόβολον.

ΚΕΦΑΛΑΙΟΝ Ζ'.

1. Τὰ μὲν ἐπὶ Μεσοποταμίας τῇδε Ἰουστινιανῷ βασιλεῖ εἴργασται. Ἀναγκαῖον δέ μοι ἐνταῦθα τοῦ λόγου Ἐδέσσης τε καὶ Καρρῶν καὶ Καλλινίκου καὶ τῶν ἄλλων πολιχνῶν ἁπασῶν ἐπιμνησθῆναι, ἅσπερ ἐκείνῃ ξυμβαίνει εἶναι, ἐπεὶ καὶ αὐταὶ τοῖν ποταμοῖν μεταξὺ κεῖνται. Τὴν Ἔδεσσαν ποταμὸς παραρρεῖ τὸ ῥεῦμα βραχύς, Σκιρτὸς ὄνομα, ὃς δὴ ἐκ χωρίων πολλῶν ξυνάγων τὸ ῥεῖθρον ἐπὶ τὴν πόλιν φέρεται μέσην. Ἐνθένδε τε ἐξιὼν ἐπίπροσθεν ἵεται, ἐπειδὰν αὐτάρκη παρέχηται τῇ πόλει τὴν χρείαν τῶν τε εἰσόδων αὐτοῦ καὶ ἐκβολῶν δι´ ὀχεταγωγίας κατὰ τὸ τεῖχος πεποιημένων τοῖς πάλαι ἀνθρώποις. Οὗτός ποτε ὁ ποταμός, ὄμβρων οἱ ἐπιγενομένων πολλῶν, ὑπερπεφυκώς τε ὑψοῦ ἀνεῖχε καὶ ὡς καταλύσων τὴν πόλιν ἐπῄει. Τοῦ τοίνυν προτειχίσματος καὶ τοῦ περιβόλου καθελὼν ἐς τὸ ἔδαφος πολλήν τινα μοῖραν τὴν πόλιν περιεβάλετο σχεδόν τι ὅλην, ἔργα τε ἀνήκεστα τῇδε εἰργάσατο. Τῶν τε γὰρ οἰκοδομημάτων τὰ κάλλιστα ἐξίτηλα ἐξαπιναίως πεποίηται καὶ τῶν ἀνθρώπων τὸ τριτημόριον διεχρήσατο.

2. Βασιλεὺς δὲ Ἰουστινιανὸς μὴ ὅτι ἀνεσώσατο τῇ πόλει τὰ καθῃρημένα εὐθὺς ἅπαντα, ἐν οἷς ἥ τε τῶν Χριστιανῶν ἐκκλησία καὶ ὁ καλούμενος Ἀντίφορος ἦν, ἀλλὰ καὶ ὅπως μή τι αὐτῇ καὶ αὖθις τοιοῦτο ξυμβαίη διεπράξατο σπουδῇ τῇ πάσῃ. Πορείαν γὰρ ἑτέραν πρὸ τοῦ περιβόλου τῷ ποταμῷ νεοχμοῦν ἴσχυσε, τοιᾷδε αὐτὸν περιελθὼν τέχνῃ. Τὰ μὲν ἐν δεξιᾷ τοῦ ποταμοῦ ὕπτιά τε καὶ χθαμαλὰ πρότερον ἦν, τὰ δὲ δὴ ἐν ἀριστερᾷ ὄρος ἀπότομον, οὐκ ἐπιχωροῦν αὐτῷ ἐπικλίνειν που ἢ ἐκτρέπεσθαι τῆς ξυνειθισμένης ὁδοῦ, ἀλλ´ ἐπὶ τὴν πόλιν αὐτὴν διωθούμενον ἀνάγκῃ τῇ πάσῃ. Οὐ γὰρ ἦν τι αὐτὸν ἐπὶ δεξιᾷ ξυμποδίζον, ἡνίκα ἂν τῆς πόλεως εὐθὺ φέροιτο. Τοῦτο οὖν τὸ ὄρος ἀποτεμὼν ὅλον κοῖλα μὲν τοῦ ποταμοῦ τὰ ἐν ἀριστερᾷ καὶ γλαφυρώτερα τῆς αὐτοῦ πορείας κατεσκεύαστο, ἐν δεξιᾷ δὲ τοῖχον ὑπερμεγέθη ἐκ λίθων ἁμαξιαίων συνέστησεν, ὥστε, εἰ μὲν κατὰ τὰ εἰωθότα ὁ ποταμὸς μέτριος φέρηται, μήποτε ἀποστεροῖτο τῆς ἐνθένδε ὠφελείας ἡ πόλις, ἐπειδὰν δὲ τύχῃ τινὶ ἐς ὕψος ἀρθεὶς ὑπερβλύζοι, μετρία μέν τις αὐτοῦ ἐκροὴ ἐπὶ τὴν πόλιν κατὰ τὰ ξυνειθισμένα χωροίη, τοῦ δὲ ῥοθίου τὸ ἐπιγινόμενον ἐς τὴν Ἰουστινιανοῦ ἐπιτέχνησιν ἀναγκαστὸν ἴοι, ἐς τοῦ ἱπποδρόμου τὰ ὄπισθεν οὐ μακράν που ὄντος τέχνῃ τε ἀνθρωπείᾳ καὶ γνώμῃ προμηθεῖ παρὰ δόξαν νενικημένον. Ἀλλὰ καὶ τῷ ποταμῷ τῆς πόλεως γινομένῳ ἐντὸς ὀρθήν τινα πορείας ἀνάγκην ἀπεργασάμενος, ὕπερθέν τε οἰκοδομίαν ἑκατέρωθι ἐπικρεμάσας, ὡς μὴ ἐκτρέπεσθαι τῆς ὁδοῦ δύναιτο, καὶ τὴν χρείαν τῇ πόλει ἐσώσατο καὶ δέους αὐτὴν τοῦ ἐνθένδε ἀπήλλαξεν.

3. Ἐτύγχανε δὲ τὸ Ἐδέσσης τεῖχος καὶ προτείχισμα οὐδέν τι ἧσσον διὰ χρόνου μῆκος ἐν τοῖς ἐρειπίοις ταττόμενον ἐκ τοῦ ἐπὶ πλεῖστον. Διὸ δὴ ἄμφω ἀνοικοδομησάμενος βασιλεύς, νέα τε αὐτὰ κατεστήσατο καὶ πολλῷ ἐχυρώτερα ἢ πρότερον ἦν. Μοῖρα δέ τις τοῦ Ἐδέσσης περιβόλου φρούριον κέκτηται, ἧς δὴ ἔκτοσθέν τις ἐπανειστήκει λόφος ὡς πλησιαίτατα ὑποκειμένῃ ἐπικύπτων ἐνταῦθα τῇ πόλει· ὅνπερ ἐκ παλαιοῦ καταλαβόντες ἐπιτείχισμά τι οἱ ἐπιχώριοι ἐντὸς τοῦ περιβόλου πεποίηνται, ὡς μὴ ἐπίμαχον ποιοίη τὴν πόλιν. Ἀλλὰ ταύτῃ ἐπιμαχωτέραν αὐτὴν παρὰ πολὺ ἀπειργάσαντο· διατείχισμα γὰρ ὡς βραχύτατον ἐπὶ τῷ ἀνειμένῳ τῆς γῆς κείμενον καὶ παιδαρίοις τειχομαχίαν ἐμμελετῶσιν ἁλώσιμον ἦν. Οὗ δὴ ἐνθένδε καθῃρημένου ἕτερον ἐν τῇ τοῦ ὄρους ὑπερβολῇ τεῖχος ἀνέστη, βασιλέως Ἰουστινιανοῦ διαπόνημα, δέος μὲν ἐξ ἐπιθέσεως καθύπερθε γενησομένης οὐδαμῆ ἔχον, συγκαταβαῖνον δὲ τῇ ὑπωρείᾳ μέχρι ἐς τὸ πρανὲς ἑκατέρωθεν καὶ τῷ περιβόλῳ ἐναρμοζόμενον.

4. Ἀλλὰ μὴν καὶ Καρρῶν καὶ Καλλινίκου πόλεως τά τε τείχη καὶ τὰ προτειχίσματα καθελών, ἅπερ ὁ πολὺς αἰὼν μεταξὺ ἐπιρρεύσας διέφθειρε, τανῦν τε ἀκραιφνῆ ἀπεργασάμενος, ἀμαχώτατα κατεστήσατο. Ἔτι μέντοι καὶ φρούριον, ὃ ἐν Βάτναις ἦν, ἀτείχιστόν τε καὶ ἀπημελημένον τὰ πρότερα ὄν, τείχεσιν ἐχυρωτάτοις περιβαλὼν ἐς τὸν νῦν φαινόμενον μετήνεγκε κόσμον.

ΚΕΦΑΛΑΙΟΝ Η'.

1. Ταῦτα μὲν οὖν τρόπῳ, ᾧπέρ μοι ἐρρήθη, ἐπί τε Μεσοποταμίας καὶ Ὀσροηνῆς τῆς καλουμένης Ἰουστινιανῷ βασιλεῖ πεποίηται. Ὅντινα δὲ τρόπον Εὐφράτου ποταμοῦ τὰ ἐν δεξιᾷ ξυμβαίνει εἶναι, ἐγὼ δηλώσω. Τὰ μὲν ἄλλα Ῥωμαίων τε καὶ Περσῶν ὅρια τῇδέ πη ἔχει. Γειτονοῦσιν ἑκατέρων ἀλλήλοις χωρία, ὁρμώμενοί τε ἀπὸ τῶν οἰκείων ἀμφότεροι καὶ διαμάχονται καὶ συμβάλλουσι τὰς συναλλαγάς, οἷά γε τὰ ἀνθρώπεια, ὁπηνίκα τοῖς τε ἤθεσι καὶ ταῖς πολιτείαις διάφοροι ὄντες χώραν τινὰ ὅμορον ἔχουσιν. Ἐν δέ γε τῇ πάλαι μὲν Κομμαγηνῇ χώρᾳ, τανῦν δὲ καλουμένῃ Εὐφρατησίᾳ, οὐδαμῆ ἀλλήλων ἄγχιστα ᾤκηνται. Χώρα γὰρ ἔρημος καὶ ἄγονος ὅλως διορίζει ἐπὶ μακρότατον τὰ Ῥωμαίων τε καὶ Περσῶν ὅρια, περιμάχητόν τε οὐδὲν ἔχουσα. Ἑκάτεροι μέντοι ἐν ἐρήμῳ, ἥπερ ἄγχιστα γῆς τῆς πρὸς αὐτῶν οἰκουμένης τυγχάνει οὖσα, φρούρια παρέργως ᾠκοδομήσαντο ἐκ πλίνθου ὠμῆς· ἅπερ ἐπιβουλῆς οὐδεμιᾶς παρὰ τῶν πέλας ἔτυχε πώποτε, ἀλλ´ ἀνεπιφθόνως ἀμφότεροι τῇδε ᾠκήσαντο, ἐπεὶ οὐκ εἶχον οὐδὲν ὅτου ἂν καὶ οἱ ἐναντίοι ἐφεῖντο. Βασιλεὺς δὲ Διοκλητιανὸς τρία φρούρια τὸν τρόπον τοῦτον ἐν τῇ ἐρήμῳ ταύτῃ ἐδείματο· ὧνπερ ἕν, Μαμβρὶ ὄνομα, καταπεπονηκὸς τῷ μακρῷ χρόνῳ Ἰουστινιανὸς ἀνενεώσατο βασιλεύς.

2. Τούτου δὲ τοῦ φρουρίου ἐκ σημείων μάλιστα πέντε ἐς τὰ Ῥωμαίων ἤθη ἰόντι Ζηνοβία ποτὲ Ὀδονάθου γυνὴ τῶν ἐκείνῃ Σαρακηνῶν ἄρχοντος πόλιν ᾤκισέ που ἐνταῦθά τινα ἐν τοῖς ἄνω χρόνοις βραχεῖαν, καὶ τὸ ὄνομα ἀφῆκε τῇ πόλει. Ζηνοβίαν γὰρ αὐτήν, ὡς τὸ εἰκός, ἐπωνόμασεν. Ἀλλὰ πολὺς ἄγαν μετὰ ταῦτα ἐπιρρεύσας ὁ χρόνος ἐρείπιον αὐτῆς τὸν περίβολον κατεστήσατο, ἅτε Ῥωμαίων αὐτῆς ἐπιμελεῖσθαι οὐδαμῆ ἀξιούντων, ἔρημόν τε αὐτὴν τῶν ἐνοικούντων παντάπασι διειργάσατο. Παρῆν οὖν Πέρσαις κατ´ ἐξουσίαν, ἡνίκα ἂν ᾖ βουλομένοις σφίσιν, ἐν μέσοις γενέσθαι Ῥωμαίοις, ἀνηκόοις ἔτι τῆς  τῶν πολεμίων ἐφόδου οὖσιν. Ἀλλὰ τὴν Ζηνοβίαν Ἰουστινιανὸς βασιλεὺς ἀνοικοδομησάμενος σύμπασαν, οἰκητόρων τε κατακόρως ἐμπλησάμενος, ἄρχοντά τε στρατιωτικῶν καταλόγων καὶ διαρκὲς ἄγαν καταστησάμενος φυλακτήριον, πρόβολον μὲν εἶναι τῆς Ῥωμαίων ἀρχῆς, ἐπιτείχισμα δὲ διεπράξατο Πέρσαις· ὅς γε οὐχ ὅσον τὸ πρότερον ἀπέδωκε σχῆμα, ἀλλὰ καὶ πλεῖστον ἐχυρωτέραν εἰργάσατο ἢ πρότερον ἦν. Σκόπελοι γὰρ αὐτὴν περιβάλλουσιν ὡς ἀγχοτάτω. Τοῖς τε πολεμίοις διὰ ταῦτα ἐξῆν τοὺς ἐκ τοῦ περιβόλου ἀμυνομένους κατὰ κορυφὴν ἐνθένδε βάλλειν. Ὅπερ ἀποκρούεσθαι διὰ σπουδῆς ἔχων οἰκοδομίαν τινὰ τῇ τοῦ περιβόλου ὑπερβολῇ ἑτέραν ἐνῆψε κατ´ αὐτὸ μάλιστα τὸ τῶν σκοπέλων γειτόνημα, προκάλυμμα τοῖς ἐνθένδε μαχομένοις ἀεὶ ἐσομένην. Πτερὰ τὴν οἰκοδομίαν καλοῦσι ταύτην ἐπεὶ ὥσπερ ἀποκρέμασθαι τοῦ τείχους δοκεῖ. Ἅπαντα μὲν οὖν ὅσα βασιλεὺς ἐπὶ Ζηνοβίας εἰργάσατο φράσαι ἀμήχανον, ἐπεὶ ἐν χώρῳ ἐπὶ μακρότατον ἀγείτονι οὖσαν καὶ διὰ τοῦτο μὲν ἐν κινδύνοις ἀεὶ ἐσομένην, ἐπικουρίας δὲ τυχεῖν Ῥωμαίων πλησιοχώρων οὐκ ὄντων αὐτῇ οὐκ ἂν δυναμένην, βεβαιοτάτης, ὡς τὸ εἰκός, ἐπιμελείας μάλιστα πάντων ἠξίωσεν· ὀλίγα δέ μοι ἄττα τῶν τῇδε πεπραγμένων γεγράψεται.

3. Παραρρεῖ μὲν τὴν Ζηνοβίαν Εὐφράτης ποταμὸς πρὸς ἀνίσχοντά που τὸν ἥλιον, ὡς ἀγχοτάτω τοῦ ἐκείνῃ περιβόλου ἰών, ὀρῶν δὲ παρ´ αὐτὸν ὑψηλῶν ἀνεχόντων ἐν τούτῳ τῷ χώρῳ διασκεδάννυσθαι οὐδαμῆ ἔχων, ἀλλ´ ἀνάγκῃ τοῦ γειτονήματος τῶν ἐνταῦθα ὀρῶν, ταῖς τε ὄχθαις σκληραῖς οὔσαις πεπιεσμένος καὶ ἐν στενῷ μάλιστα ξυνάγων τὸ ῥεῦμα, ἐπειδὰν αὐτῷ ὄμβρων ἐπιγενομένων ὑπερβλύζειν ξυνενεχθείη, ἐπιχυθεὶς τῷ τείχει, εὐθὺς οὐκ ἀμφὶ τὰ θεμέλια μόνον, ἀλλ´ ἄχρι ἐς τὰς ἐπάλξεις ἐπέκλυζεν. Οὗ δὴ τῷ ῥοθίῳ καταβεβρεγμένου ξυνέβαινε τὰς ἐπιβολὰς ξυγχεῖσθαι τῶν λίθων, ἐπὶ σφαλερᾶς τε αὐτῶν τὸ λοιπὸν τῆς ξυνθήκης ἑστάναι. Ἀλλὰ [λίθον] παμμεγέθη ἐκ λίθου μυλίου πρόβολον τῷ περιβόλῳ ἰσομήκη ἀπεργασάμενος ἐνταῦθα μὲν ἀεὶ ἐνοχλεῖν τὸ τοῦ ποταμοῦ κλυδώνιον ὑπερβλύζοντος κατηνάγκασεν, ἐλεύθερον δὲ τὸ παράπαν τῆς ἐνθένδε λώβης τὸ τεῖχος ἀφῆκεν, ἢν καὶ τὰ μάλιστα ὁ ποταμὸς κυμαίνων ἐς ὕψος ἐγείρηται μέγα. Ταύτης δὲ τῆς πόλεως τὸν περίβολον, ὃς δὴ αὐτῆς ἐτέτραπτο πρὸς βορρᾶν ἄνεμον, πεπονηκότα παντάπασι χρόνου μήκει εὑρών, παρέλυσε μὲν σὺν τῷ προτειχίσματι ἐς τὸ ἔδαφος, ἀνῳκοδομήσατο δὲ οὐχ ᾗπερ τὸ πρότερον ἦν, ἐπεὶ ἐνταῦθα αἱ τῆς πόλεως οἰκοδομίαι στενοχωρούμεναι μάλιστα τοὺς ταύτῃ ᾠκημένους ἠνίων. Ἀλλὰ τὴν προτέραν ὑπερβὰς τῶν τε θεμελίων τοῦ περιβόλου καὶ τοῦ προτειχίσματος χώραν, ἔτι μέντοι καὶ τὴν τάφρον αὐτήν, ἐνταῦθα τὸ τεῖχος ἐδείματο ἀξιοθέατόν τε καὶ διαφερόντως εὐπρόσωπον, ταύτῃ εὐρυτέραν παρὰ πολὺ τὴν Ζηνοβίαν πεποιημένος. Ἀλλὰ καὶ λόφος τις [πρὸ τῆς πόλεως] ἄγχιστα τῆς πόλεως εἱστήκει πρὸς δύοντά που τὸν ἥλιον·

4. ἐξ οὗ δὴ παρῆν τοῖς ἐπιοῦσιν ἀεὶ βαρβάροις βάλλειν κατὰ κορυφὴν ἀδεέστερον τούς τε ἀμυνομένους αὐτῆς καὶ οὐχ ἥκιστα τοὺς ἐν μέσῃ πόλει ἑστῶτας. Τούτῳ οὖν τῷ λόφῳ τείχισμα ἐνάψας Ἰουστινιανὸς βασιλεὺς ἑκατέρωθεν, ἐντός τε αὐτὸν τῆς Ζηνοβίας καταστησάμενος, ἔξυσε μὲν ὅλον ἐνδελεχέστατα, ὡς μή τις κακουργήσων ἐνθένδε ἀνίοι, τείχισμα δὲ ἄλλο τοῦ λόφου ὕπερθεν ἔθετο, ἀπρόσοδόν τε ὅλως τὴν πόλιν οὕτως τοῖς ἐπιβουλεύειν ἐθέλουσιν ἀπειργάσατο. Τοῦ μὲν γὰρ λόφου ἐκτὸς κοίλην εἶναι τὴν γῆν ἐς ἄγαν συμβαίνει, καὶ διὰ τοῦτο ἐγγυτέρω ἰέναι τοὺς πολεμίους ἀδύνατον. Ὑπὲρ γῆν δὲ τὴν κοίλην εὐθὺς τὰ ὄρη ἀνέχει, ἃ πρὸς ἥλιον δύοντα τέτραπται.

5. Οὐ μόνον δὲ τῇ πόλει τὰ ἐς τὴν ἀσφάλειαν οὗτος ὁ βασιλεὺς ἐπρυτάνευσεν, ἀλλὰ καὶ ἱερὰ ταύτῃ ἀνέθηκε καὶ στρατιωτικῶν σημείων οἰκίας. Ἔτι μέντοι λουτρῶνας καὶ στοὰς προσεποίησεν αὐτῇ δημοσίας. Ἐς ταῦτα δὲ πάντα Ἰσίδωρός τε καὶ Ἰωάννης μηχανοποιοὶ τὴν ὑπουργίαν παρέσχοντο, Βυζάντιος μὲν Ἰωάννης, Ἰσίδωρος δὲ Μιλήσιος γένος, Ἰσιδώρου ἀδελφιδοῦς, οὗπερ ἔμπροσθεν ἐπεμνήσθην, νεανίαι μὲν ἄμφω, δύναμιν δὲ φύσεως ὑπὲρ τὴν ἡλικίαν ἐπιδειξάμενοι καὶ τῇ ἐμπειρίᾳ τῶν τοῦ βασιλέως συνακμάσαντες ἔργων.

ΚΕΦΑΛΑΙΟΝ Θ'.

1. Μετὰ δὲ τὴν Ζηνοβίαν τὸ Σούρων πόλισμα, πρὸς τῷ Εὐφράτῃ ποταμῷ κείμενον, οὕτω δὴ εὐκαταφρόνητον τὸ τείχισμα εἶχεν ὥστε Χοσρόην προσβαλόντα ποτὲ οὐδὲ ὅσον ἡμιώριον ἀπεκρούσατο, ἀλλ´ εὐθυωρὸν ἑάλω Πέρσαις. Ἀλλὰ καὶ τοῦτο, ὥσπερ Καλλίνικον, Ἰουστινιανὸς βασιλεὺς ἀνοικοδομησάμενος τὸ πολίχνιον ὅλον τείχει τε ἐχυρωτάτῳ περιβαλὼν καὶ προτειχίσματι κρατυνάμενος μηκέτι εἴκειν προσβάλλουσι πολεμίοις διεσκευάσατο.

2. Ἔστι δέ τις νεὼς Σεργίῳ ἀνειμένος ἐν τῇ Εὐφρατησίᾳ ἐπιφανεῖ ἁγίῳ, ὃν δὴ σέβοντές τε καὶ τεθηπότες οἱ πάλαι ἄνθρωποι Σεργιούπολίν τε ἐπωνόμασαν τὸ χωρίον καὶ τειχίσματι βραχυτάτῳ περιβεβλήκεσαν, ὅσον τοὺς ἐκείνῃ Σαρακηνοὺς ἀποκρούεσθαι οἷόν τε εἶναι ἐξ ἐπιδρομῆς αὐτὸ ἐξελεῖν. Ἀδύνατοι γὰρ τειχομαχεῖν εἰσι Σαρακηνοὶ φύσει, καί τι αὐτῶν, ἂν οὕτω τύχοι, τείχισμα φαυλότατον καὶ πηλῷ σύνθετον ἐμπόδιον τῇ ὁρμῇ γίνεται. Ἀλλ´ ὕστερον ὁ νεὼς οὗτος κειμηλίων προσόδῳ δυνατός τε καὶ ἀπόβλεπτος διὰ παντὸς ἦν. Ὃ δὴ λογισάμενος Ἰουστινιανὸς βασιλεὺς τὸ πρᾶγμα εὐθὺς ἐν ἐπιμελείᾳ πεποίηται, τείχει τε ἀξιολογωτάτῳ ἐν τοῖς μάλιστα περιβέβληκε, καὶ ὑδάτων θησαυρίσας μέγα τι χρῆμα πλήθειν αὐτοῖς ἐσκευάσατο. Ἔτι μέντοι καὶ οἰκίας τε καὶ στοὰς καὶ τὰς ἄλλας οἰκοδομίας τῷ χωρίῳ ἐντέθεικεν, ἃ δὴ πόλεως ἐγκαλλωπίσματα γίνεσθαι εἴωθεν. Ἀλλὰ καὶ φρουρὰν τῇδε στρατιωτῶν εἰς καιρὸν τοῦ περιβόλου ἀμυνομένων ἱδρύσατο. Χοσρόης ἀμέλει ὁ Περσῶν βασιλεὺς ἐν σπουδῇ πεποιημένος τὴν πόλιν ἑλεῖν στράτευμά τε αὐτῇ ἐπὶ πολιορκίᾳ πολὺ ἐπιστήσας ἄπρακτος ἐνθένδε ὀχυρώματος ἰσχύϊ τὴν προσεδρείαν διέλυσε.

3. Καὶ πολίσματα δὲ καὶ φρούρια πάντα ἐν ἐσχατιαῖς τῶν Εὐφρατησίας ὁρίων ὄντα τῆς ὁμοίας ἐπιμελείας ἠξίωσε, Βαρβαλισσοῦ τε καὶ Νεοκαισαρείας καὶ τοῦ Γαβούλων καλουμένου καὶ τῆς πρὸς Εὐφράτῃ τῷ ποταμῷ Πεντακωμίας καὶ τοῦ Εὐρωποῦ, ἔτι μέντοι καὶ τοῦ καλουμένου Ἡμερίου τὰ τείχη εὑρὼν πὴ μὲν παρέργως τε καὶ ἐπὶ σφαλερᾶς τῆς οἰκοδομίας γεγενημένα, πὴ δὲ καὶ μόνῳ περιβεβλημένα πηλῷ, πιεζόμενα δὲ καὶ ὕδατος ἀπορίᾳ πολλῇ καὶ ἀπ´ αὐτοῦ τοῖς πολεμίοις εὐκαταφρόνητα παντάπασιν ὄντα, καθεῖλε μὲν εἰς τὸ ἔδαφος, ἐς δὲ τὸ ἀκριβὲς λίθων ἐπιβολαῖς σκληρῶν μάλιστα δειμάμενος εὐθὺς ἅπαντα, εὔρους τε καὶ ὕψους μέγα τι χρῆμα τῷ ἔργῳ κατὰ λόγον ἐνθέμενος, καὶ ὑδάτων ταμιεῖα τεκτηνάμενος πανταχόσε τῶν ὀχυρωμάτων παμπληθῆ, ταῦτά τε κατακορῆ ὕδασιν ὀμβρίοις καταστησάμενος ἅπαντα, ἱδρυσάμενος δὲ καὶ φρουρῶν ὅμιλον, ἐς τὴν νῦν φαινομένην ἀσφάλειαν καρτερώτατα τὴν αὐτοῦ ἐπικράτειαν μετεβίβασεν. Ἃ δὴ ἐπὶ μακρότατον ἄν τις διασκοπούμενος τάς τε ἄλλας ἁπάσας Ἰουστινιανοῦ βασιλέως ἀγαθοεργίας ὑπεριδών, τούτου δὴ μόνου φαίη ἂν εἵνεκα τὴν βασιλείαν παραλαβεῖν, τοῦ θεοῦ δηλονότι τὰ τῆς σωτηρίας Ῥωμαίων τῷ γένει διηνεκὲς πρυτανεύοντος.

4. Πρὸς ἐπὶ τούτοις δὲ καὶ τὴν Ἱεράπολιν, ἥπερ ἁπασῶν πρώτη τῶν τῇδε πόλεων τυγχάνει οὖσα, λαβὼν ἀποκειμένην τοῖς ἐπιβουλεύειν ἐθέλουσι, προμηθεῖ διεσώσατο γνώμῃ. Χώραν τε γὰρ ἔρημον τὰ πρότερα περιβεβλημένην πολλὴν καὶ διὰ τοῦτο ἀφύλακτον οὖσαν, τῶν μὲν ἀνονήτων αὐτὴν περιόδων ἀπήλλαξεν, ἐπιτομώτερον δὲ σὺν τῷ ἀσφαλεῖ καταστησάμενος τὸν περίβολον, ἔς τε τὸ τῆς χρείας ἀναγκαῖον ξυναγαγὼν ἐχυρωτάτην τανῦν ἐν τοῖς μάλιστα διεπράξατο τὴν πόλιν εἶναι. Οὗ δὴ καὶ τόδε ἀγαθὸν εἴργασται. Πότιμον ὕδωρ ἐκ μυχῶν τῆς γῆς  ἄνεισιν ἐν μέσῃ πόλει διηνεκῶς, λίμνην τέ τινα ἐνταῦθα εὐρεῖαν ποιεῖται. Τοῦτο πολεμίων μέν, ἂν οὕτω τύχοι, προσεδρευόντων γίνεται τῇ πόλει σωτήριον, ἐν δὲ ἀγαθοῖς πράγμασιν οὐκ ἀναγκαῖον αὐτῇ ξυμβαίνει εἶναι, ἔξωθεν εἰσαγομένων ὑδάτων πολλῶν· προϊόντος δὲ τοῦ χρόνου εἰρήνῃ μακρᾷ συμβεβιωκότες οἱ τῇδε ᾠκημένοι, ἀνάγκης δὲ οὐδεμιᾶς ἐς πεῖραν ἐλθόντες, ἐν ὀλιγωρίᾳ τοῦτο πεποίηνται. Οὐ γὰρ οἶδεν ἀνθρώπου φύσις ὑπὲρ τῶν παρόντων κακῶν ἐν εὐδαιμονίᾳ βουλεύεσθαι. Ῥύπου τοίνυν τὴν λίμνην ἐνδελεχέστατα ἐνεπλήσαντο, νηχόμενοί τε καὶ πλυνοὺς ἐνταῦθα ποιούμενοι καὶ ἀπορριπτοῦντες φορυτοὺς ἅπαντας * * *

5. Ἔκειτο δὲ καὶ ἄλλα ἄττα ἐν ταύτῃ δὴ τῇ Εὐφρατησίᾳ χωρία, Ζεῦγμά τε καὶ Νεοκαισάρεια, ἃ δὴ πολίχναι μὲν ἄχρι ἐς τὸ ὄνομα ἦσαν, τείχεσι δὲ περιεβέβληντο αἱμασιᾶς τρόπον. [ᾯ] τῷ μὲν γὰρ τῆς οἰκοδομίας κολοβῷ ἐσβατὰ πόνῳ 〈οὐδενὶ〉 τοῖς πολεμίοις ἐγίνετο, ἀδεέστερον ἐς αὐτὰ ἐσπηδᾶν ἔχουσι, τῷ δὲ στενῷ λίαν ἀφύλακτα, οὐκ ἐχόντων τὸ παράπαν τῶν ἐνταῦθα φρουρῶν ὅποι ἂν ἑστῶτες ἀμύνοιντο. Ἀλλὰ καὶ ταῦτα Ἰουστινιανὸς βασιλεὺς τείχεσιν ἀληθέσι περιβαλὼν εὔρους τε καὶ ὕψους ἱκανῶς ἔχουσι, καὶ τῇ ἄλλῃ κατασκευῇ κρατυνάμενος, πόλεις τε διεπράξατο καλεῖσθαι δικαίως καὶ κρείσσους εἶναι τῆς τῶν πολεμίων ἐπιβουλῆς.

ΚΕΦΑΛΑΙΟΝ Ι'.

1. Ἀλλὰ καὶ τῶν πόλεων τὰς Χοσρόῃ ἁλούσας (ἡνίκα ὁ βάρβαρος οὗτος ἀλογήσας τὰ παρ´ αὐτοῦ ὀμωμοσμένα ἐν ταῖς ἀπεράντοις σπονδαῖς καὶ τὰ διδόμενά οἱ ἐπ´ αὐταῖς  χρήματα, καὶ βασκανίᾳ μὲν ἐς Ἰουστινιανὸν βασιλέα ἐχόμενος, οἷς δὴ Λιβύης τε καὶ Ἰταλίας τῷ πολέμῳ κύριος γέγονε, καὶ τὴν ἐς τὰ ὀμωμοσμένα πίστιν περὶ ἐλάσσονος τῆς ἐς ταῦτα λύσσης πεποιημένος. Καιροφυλακήσας δὲ ἀπολελειμμένον ἐν τῇ ἑσπερίᾳ ἐκ τοῦ ἐπὶ πλεῖστον τὸν Ῥωμαίων στρατὸν αὐτάγγελος ἐσβέβληκεν ἐς Ῥωμαίων τὴν γῆν, ἀνηκόων ἔτι Ῥωμαίων ὄντων τῆς τῶν πολεμίων ἐφόδου) ἐς τοῦτο δὴ μετεστήσατο βασιλεὺς Ἰουστινιανὸς ἀσφαλείας καὶ κόσμου ὥστε ἁπάσας εὐδαιμονεστέρας κατὰ πολὺ τανῦν ἢ πρότερον εἶναι, καὶ μηκέτι περὶ τὰς τῶν κακουργησόντων βαρβάρων ἐφόδους περιδεεῖς εἶναι, μηδέ τινι μηχανῇ πρὸς τὰς ἐπιβουλὰς ὑπόπτως ἔχειν.

2. Μάλιστα δὲ ἁπασῶν Ἀντιόχειαν, ἣ νῦν Θεούπολις ἐπικέκληται, κόσμου τε καὶ ὀχυρώματος ἐνεπλήσατο πολλῷ μείζονος ἢ πρότερον εἶναι ξυνέβαινεν. Ἦν μὲν γὰρ αὐτῆς τὸ παλαιὸν ὁ περίβολος μακρός τε ὑπεράγαν καὶ περιόδων πολλῶν ἀτεχνῶς ἔμπλεως, πὴ μὲν τὰ πεδία περιβάλλων οὐδενὶ λόγῳ, πὴ δὲ τὰς τῶν σκοπέλων ὑπερβολάς, καὶ ἀπ´ αὐτοῦ πλείοσιν ἐπιβουλαῖς ὑποκείμενος. Συστείλας δὲ αὐτὸν Ἰουστινιανὸς βασιλεὺς κατὰ τὸ χρείᾳ ξυνοῖσον, οὐ ταῦτα φρουρεῖν, ἅπερ καὶ πρότερον, ἀλλὰ τὴν πόλιν ἐς τὸ ἀκριβὲς πεποίηκε μόνην. Τὰ μὲν γὰρ κάτω τοῦ περιβόλου, ἔνθα ἡ πόλις ἐπικινδύνως εὐρύνετο, ἐν μαλακῷ τε πεδίῳ κειμένη καὶ περιουσίᾳ τειχίσματος ἀφύλακτος οὖσα, μεταβιβάζει ὡς ἐνδοτάτω, ἐπικαιριώτατα στενοχωρήσας ἐνταῦθα τὴν πόλιν, περιστελλομένην τῷ  πεπιέσθαι.

3. Ποταμὸν δὲ Ὀρόντην, ὅσπερ αὐτὴν παρέρρει ἐν περιόδοις τὰ πρότερα οὖσαν, διωθήσατο μεταπορευθέντα τὸ ῥεῖθρον τῷ περιβόλῳ γειτονεῖν. Αὖθις ὀχεταγωγίᾳ τὸν ῥοῦν ὡς ἀγχοτάτω περιελίξας, ταύτῃ τε καὶ τὸ σφαλερὸν τῆς ἀμετρίας ἀνῆκε τῇ πόλει καὶ τὴν ἐκ τοῦ Ὀρόντου ἀσφάλειαν ἀνεσώσατο. Ἐνταῦθά τε νεοχμώσας γεφύρας ἑτέρας ζεύγματα τῷ ποταμῷ νέα ἐντέθεικε, περιαγαγὼν δὲ ὡς πορρωτάτω τῆς χρείας αὐτόν, εἶτα τὴν προτέραν ἀπέδωκε πορείαν τῷ ῥείθρῳ. Τὰ μέντοι ἄνω ἐς τὸ κρημνῶδες αὐτῷ κατὰ τάδε διαπεπόνηται.

4. Ἐν τῇ τοῦ ὄρους ὑπερβολῇ, ἥνπερ Ὀροκασσιάδα καλοῦσι, πέτρα τις τοῦ τείχους ἐκτὸς ὡς ἀγχοτάτω ἐτύγχανεν οὖσα, ἐξ ἀντιπάλου τε τοῦ περιβόλου ἐνταῦθα κειμένη καὶ λίαν ἐπιμαχώτατον αὐτὸν τιθεμένη. Χοσρόῃ ἀμέλει ἐνθένδε ἡ πόλις ἑάλω, ᾗπέρ μοι ἐν λόγοις τοῖς ἐπιτηδείοις ἐρρήθη. Τὰ δὲ τοῦ περιβόλου ἐντὸς ἔρημός τε χώρα ἐπὶ πλεῖστον καὶ δύσοδος ἦν. Πέτραι γὰρ ὑψηλαὶ καὶ χαράδραι ἀνέκβατοι διακεκλήρωνται τὸν χῶρον ἐκεῖνον, ἀδιεξόδους τὰς ἐνθένδε ποιούμεναι τρίβους, ὥσπερ ἀλλοτρίου ἐνταῦθά τινος, ἀλλ´ οὐ τῶν Ἀντιοχέων τοῦ τείχους ὄντος. Χαίρειν τοίνυν πολλὰ τῇ πέτρᾳ φράσας, ἥπερ ἐν γειτόνων τῷ τείχει οὖσα εὐάλωτον αὐτὸ διαφανῶς ἐσκαιώρητο, ὡς πορρωτάτω αὐτῆς περιβάλλειν τὴν πόλιν ἔγνω, ἀβουλίας πέρι τῶν πρότερον αὐτὴν δειμαμένων ἀπὸ τῶν πραγμάτων τῆς πείρας πεποιημένος τὴν μάθησιν. Χώραν τε ὁμαλὴν μάλιστα τοῦ τείχους ἐντὸς τὴν τὰ πρότερα κρημνώδη  οὖσαν ἀπεργασάμενος, ἀνόδους ταύτῃ πεποίηται οὐχ ὅσον ἀνδράσι πεζοῖς, ἀλλὰ δὴ καὶ ἱππεῦσι βασίμους, ἔτι μέντοι καὶ ἁμαξηλάτους τὸ λοιπὸν οὔσας. Ἀλλὰ καὶ βαλανεῖα καὶ ὑδάτων ταμιεῖα ἐν τοῖς ὄρεσι πεποίηται τούτοις τοῦ τείχους ἐντός. Φρέαρ τε ὤρυξεν ἐν πύργῳ ἑκάστῳ, τὴν πρότερον ἀνυδρίαν ἐνταῦθα οὖσαν ὕδασιν ὑετίοις ἰώμενος.

5. Ὅσα δὲ καὶ ἀμφὶ τῷ χειμάρρῳ πεποίηται, ὃς ἐκ τούτων δὴ τῶν ὀρέων κάτεισιν, εἰπεῖν ἄξιον. Ὄρη μὲν ἀπότομα δύο τῇ πόλει ἐπῆρται, ἀλλήλοιν ξυνιόντα ὡς ἀγχοτάτω. Τούτων θάτερον μὲν Ὀροκασσιάδα καλοῦσι, τὸ δὲ δὴ ἕτερον Σταυρὶν κέκληται. Ἀπολήγοντα δέ πη αὐτὰ νάπη τις ζεύγνυσι καὶ χαράδρα μεταξὺ οὖσα, χειμάρρουν ἀποτελοῦσα, ἐπειδὰν ὕοι, Ὀνοπνίκτην ὄνομα, ὃς δὴ ἐξ ὑπερδεξίων κατιὼν ὕπερθέν τε τοῦ περιβόλου φερόμενος ἐπὶ μέγα τε, ἂν οὕτω τύχῃ, ἐξανιστάμενος, διεσκεδάννυτο μὲν ἐς τοὺς τῆς πόλεως στενωπούς, ἀνήκεστα δὲ κακὰ τοὺς ταύτῃ ᾠκημένους εἰργάζετο. Ἀλλὰ καὶ τούτου τὴν ἄκεσιν Ἰουστινιανὸς βασιλεὺς εὕρατο τρόπῳ τοιῷδε. Πρὸ τοῦ περιβόλου, ὅνπερ ἄγχιστα τῆς χαράδρας ξυμβαίνει εἶναι, ἐξ ἧς ὁ χειμάρρους ἐπὶ τὸ τείχισμα ἵετο, τοῖχον ἐδείματο ὑπερμεγέθη, ἐκ κοίλης χαράδρας διήκοντα ἐς ἑκάτερον τοῖν ὀροῖν μάλιστα, ὡς μηκέτι περαιτέρω ἰέναι κυματοῦντι τῷ ποταμῷ δυνατὰ εἴη, ἀλλ´ ἐπὶ μακρότερον ξυνιστάμενος ἐνταῦθα λιμνάζοι. Ἐν δὲ τῷ τοίχῳ θυρίδας ποιησάμενος ἐνθένδε ἀπορρέοντα ὑπολήγειν κατὰ βραχὺ ἀνάγκῃ χειροποιήτῳ τὸν χειμάρρουν διεσκευάσατο, οὐκέτι λάβρως τῷ παντὶ ῥεύματι τῷ περιβόλῳ προσβάλλοντα, καὶ διὰ τοῦτο ὑπερβλύζοντά τε καὶ  τὴν πόλιν κατεργαζόμενον, ἀλλὰ πρᾴως τε καὶ προσηνῶς ὑπορρέοντα, ᾗπέρ μοι εἴρηται, ταύτῃ τε τῇ ἐκροῇ διὰ τῆς ὀχεταγωγίας ἰόντα ὅποι ἂν αὐτὸν βουλομένοις ᾖ περιάγειν οὕτω μέτριον γεγενημένον τοῖς πάλαι ἀνθρώποις.

6. Τὰ μὲν οὖν ἀμφὶ τῷ Ἀντιοχείας περιβόλῳ τῇδε Ἰουστινιανῷ βασιλεῖ εἴργασται. Καὶ ξύμπασαν δὲ πρὸς τῶν πολεμίων καταφλεχθεῖσαν ἀνῳκοδομήσατο τὴν πόλιν αὐτός. Τετεφρωμένων γὰρ πανταχόσε καὶ καθῃρημένων ἁπάντων, λόφων τε μόνον ἐκ πόλεως ἐξηνθρακωμένης ἐπανεστηκότων πολλῶν, ἄπορον τοῖς Ἀντιοχεῦσιν ἐγίνετο τήν τε χώραν ἐπιγνῶναι τῆς ἑκάστου ἰδίας 〈οἰκίας〉 γενομένης τὰ πρῶτα ἐκφορήσασι τὸ συμπτωθὲν ἅπαν, οἰκίας τε πυρκαϊᾶς περικαθῆραι τὰ λείψανα,

7. ἔτι μέντοι δημοσίων στοῶν ἢ περιστύλων αὐλῶν οὐδαμῆ οὐσῶν, οὐδὲ ἀγορᾶς πη καθισταμένης, οὐδὲ τῶν στενωπῶν τὰς ἀγυιὰς διαιρούντων τῇ πόλει, οἰκίας τινὸς οἰκοδομίαν ἀπαυθαδιάσασθαι. Ἀλλὰ βασιλεὺς οὐδεμιᾷ μελλήσει ὡς ἀπωτάτω τῆς πόλεως τὰ καθῃρημένα μετενεγκών, ἐλεύθερόν τε τὸν ταύτῃ ἀέρα ξὺν τοῖς ἔνερθεν τῶν ἐνοχλούντων καταστησάμενος, πρῶτα μὲν τὰ ἐδάφη πανταχόθι τῆς πόλεως λίθοις ἁμαξιαίοις ἐκάλυψεν· ἔπειτα δὲ στοαῖς τε καὶ ἀγοραῖς αὐτὴν διακρίνας, καὶ διελὼν μὲν τοῖς στενωποῖς ἀμφόδους ἁπάσας, ὀχετοὺς δὲ καὶ κρήνας καὶ ὑδροχόας καταστησάμενος, ὅσοις ἡ πόλις κεκόμψευται, θέατρά τε αὐτῇ καὶ βαλανεῖα  πεποιημένος, καὶ ταῖς ἄλλαις δημοσίαις οἰκοδομίαις ἁπάσαις κοσμήσας, αἷσπερ εὐδαιμονία διαφαίνεσθαι πόλεως εἴωθε, τεχνιτῶν δὲ καὶ ἐπιδημιούργων πλῆθος ἐπαγαγὼν ῥᾷόν τε καὶ ἀπονώτερον τοῖς ἐνοικοῦσι παρέσχετο δείμασθαι τὰς αὐτῶν ἰδίας οἰκίας.

8. Οὕτω τε Ἀντιόχειαν ἐπιφανεστέραν γεγονέναι τανῦν ἢ πρότερον ἦν ξυνηνέχθη. Ἀλλὰ καὶ ἱερὸν ἐνταῦθα τῇ θεοτόκῳ πεποίηται μέγα. Οὗ δὴ τό τε κάλλος καὶ τὸ ἐς ἅπαντα μεγαλοπρεπὲς ἐπελθεῖν λόγῳ ἀμήχανον· ὃ δὴ καὶ προσόδῳ ἐτίμησε χρημάτων μεγάλων. Ἔτι μέντοι καὶ Μιχαὴλ τῷ ἀρχαγγέλῳ νεὼν παμμεγέθη ἐδείματο. Προὐνόησε δὲ καὶ τῶν ἀρρωστήμασι πονουμένων ἐνταῦθα πτωχῶν, οἰκία τε σφίσι καὶ τὰ ἐς τὴν ἐπιμέλειαν καὶ τῶν νοσημάτων ἀπαλλαγὴν ἐν ἐπιτηδείῳ καταστησάμενος ἅπαντα, χωρὶς μὲν ἀνδράσι, χωρὶς δὲ γυναιξί, καὶ οὐδέν τι ἧσσον τοῖς ξένοις ἐπὶ καιροῦ γενομένοις ἐνταῦθα ἐνδήμοις.

ΚΕΦΑΛΑΙΟΝ ΙΑ'.

1. Οὕτω δὲ καὶ Χαλκίδος πόλεως τὸν περίβολον, ἐπισφαλῶς τε ἀρχὴν γεγονότα καὶ ὑπὸ τῶν ἐτῶν κατερρακωμένον, σὺν τῷ προτειχίσματι ἀνανεωσάμενός τε καὶ πολλῷ ἐχυρώτερον καταστησάμενος ἢ πρότερον ἦν, ἐς τὸν νῦν φαινόμενον πεποίηται τρόπον.

2. Ἦν δέ τι ἐπὶ Συρίας κομιδῇ ἀπημελημένον πολίχνιον, Κῦρος ὄνομα, ὅπερ Ἰουδαῖοι ἐν τοῖς ἄνω χρόνοις ἐδείμαντο, δορυάλωτοι μὲν ἐκ Παλαιστίνης ἐς τὴν Ἀσσυρίαν ἀποκεκομισμένοι πρὸς τοῦ Μήδων στρατοῦ, παρὰ Κύρου δὲ βασιλέως ἀφειμένοι πολλῷ ὕστερον· διὸ δὴ καὶ Κῦρον τὸ χωρίον ἐκάλεσαν, ταῦτα τῷ εὐεργέτῃ ἐκτίνοντες χαριστήρια. Προϊόντος δὲ τοῦ χρόνου ἡ Κῦρος τά τε ἄλλα ὑπερώφθη καὶ ἀτείχιστος ὅλως μεμένηκεν. Ἀλλὰ βασιλεὺς Ἰουστινιανὸς ἅμα μὲν πρόνοιαν τῆς πολιτείας ποιούμενος, ἅμα δὲ καὶ τοὺς ἁγίους Κοσμᾶν τε καὶ Δαμιανὸν τὰ μάλιστα σέβων, ὧν δὴ ἄγχιστά πη τὰ σώματα καὶ ἐς ἐμὲ κεῖται, πόλιν εὐδαίμονα καὶ λόγου ἀξίαν πολλοῦ, τείχους τε ἀσφαλείᾳ ἐχυρωτάτου καὶ φρουρῶν πλήθει καὶ οἰκοδομιῶν δημοσίων μεγέθει, καὶ τῆς ἄλλης κατασκευῆς τῷ ἐς ἄγαν μεγαλοπρεπεῖ, πεποίηται Κῦρον.

3. Ταύτης δὲ τῆς πόλεως τὰ μὲν ἐντὸς ὕδατος ἄπορα ἐκ παλαιοῦ ἦν, ἔκτοσθε δὲ ὑπερφυής τις ἐγεγόνει πηγή, περιουσίᾳ μὲν πλήθουσα ποτίμων ὑδάτων, ἀνόνητος δὲ τοῖς τῇδε ᾠκημένοις παντάπασιν οὖσα, ἐπεὶ οὐκ εἶχον ὅθεν ἂν ἐνθένδε ἀρύοιντο ὕδωρ, ὅτι μὴ πόνῳ τε καὶ κινδύνῳ μεγάλῳ. Περιόδοις τε γὰρ αὐτόσε ἰοῦσιν ἀναγκαῖον ἐγίνετο χρῆσθαι, κρημνώδους χωρίου καὶ ὅλως ἀβάτου μεταξὺ ὄντος· καὶ τοῖς πολεμίοις, ἂν οὕτω τύχῃ, ἐνεδρεύουσιν ὑποχείριοι ῥᾷστα ἐγίγνοντο. Διώρυχα τοίνυν ἔκτοσθε τῆς πόλεως ἄχρι ἐς τὴν κρήνην οὐκ ἀπαρακαλύπτως, ἀλλὰ κεκρυμμένως ὡς ἔνι μάλιστα πεποιημένος, ἄπονόν τε αὐτοῖς καὶ ἀκίνδυνον τὴν τοῦ ὕδατος παρέσχετο χρείαν.

4. Καὶ Χαλκίδος δὲ πόλεως τὸν περίβολον ὅλον, ἔς τε τὸ ἔδαφος καθειμένον καὶ ἄλλως ἀφύλακτον ὄντα, ἐχυρῷ διαφερόντως ἀνενεώσατο οἰκοδομίᾳ, καὶ προτειχίσματι ἐκρατύνατο. Ἔτι μέντοι καὶ τὰ ἄλλα Σύρων πολίσματά τε καὶ φρούρια τὸν αὐτὸν κεκοσμηκὼς τρόπον ζηλωτὰ ἐπιεικῶς κατεστήσατο.

5. Οὕτω μὲν Συρίαν Ἰουστινιανὸς βασιλεὺς ἐν τῷ ἀσφαλεῖ διεσώσατο. Πόλις δέ πού ἐστιν ἐπὶ Φοινίκης τῆς παρὰ Λίβανον, Παλμύρα ὄνομα, ἐν χώρῳ μὲν πεποιημένη τοῖς πάλαι ἀνθρώποις ἀγείτονι, ἐν καλῷ δὲ τῆς τῶν πολεμίων Σαρακηνῶν διόδου κειμένη. Τούτου γὰρ δὴ αὐτὴν ἕνεκα καὶ ᾠκοδομήσαντο πρότερον, ὡς μὴ λάθοιεν οἱ βάρβαροι οὗτοι ἐξάπινα ἐς τὰ Ῥωμαίων ἤθη ἐμβάλλοντες. Ταύτην βασιλεὺς Ἰουστινιανὸς διὰ χρόνου μῆκος ἔρημον ἐπὶ πλεῖστον γεγενημένην ὀχυρώμασί τε λόγου μείζοσιν ἐπιρρώσας, πρὸς δὲ καὶ ὑδάτων περιουσίας καὶ φυλακτηρίου στρατιωτῶν ἐμπλησάμενος, τὰς τῶν Σαρακηνῶν ἐπιδρομὰς ἀνεχαίτισεν.