RETOUR À L’ENTRÉE DU SITE

 

RETOURNER à LA TABLE DES MATIÈRES D'eusèbe

 

 

EUSÈBE DE CÉSARÉE

 

Préparation évangélique

LIVRE IX

traduction française

Si vous voulez la traduction française d'un chapitre, cliquez sur le chapitre

Θ ΤΟ ΔΕΥΤΕΡΟΝ ΒΙΒΛΙΟΝ ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΑΔΕ ΤΟ ΕΝΑΤΟΝ ΠΕΡΙΕΧΕΙ ΣΥΓΓΡΑΜΜΑ ΤΗΣ ΕΥΑΓΓΕΛΙΚΗΣ ΠΡΟΠΑΡΑΣΚΕΥΗΣ

αʹ. Ὁπόσοι τῶν παρ' Ἕλλησι λογογράφων τοῦ Ἰουδαίων ἔθνους μνείαν ἐποιήσαντο

βʹ. Θεοφράστου περὶ Ἰουδαίων, ἀπὸ τοῦ πρώτου τῶν Πορφυρίου Περὶ τῆς τῶν ἐμψύχων ἀποχῆς

γʹ. Πορφυρίου περὶ τῆς τὸ παλαιὸν διαλαμψάσης παρὰ Ἰουδαίοις φιλοσοφίας

δʹ. Ἑκαταίου περὶ Ἰουδαίων

εʹ. Κλεάρχου περὶ τῶν αὐτῶν, ἀπὸ αʹ περὶ ὕπνων

Ϛʹ. Κλήμεντος περὶ τῶν μνημονευσάντων τοῦ Ἰουδαίων ἔθνους, ἀπὸ τοῦ αʹ Στρωματέως

ζʹ. Νομηνίου τοῦ Πυθαγορικοῦ φιλοσόφου περὶ Ἰουδαίων, ἀπὸ τοῦ αʹ Περὶ τἀγαθοῦ

ηʹ. Τοῦ αὐτοῦ περὶ Μωσέως ὁμοῦ καὶ περὶ Ἰουδαίων, ἀπὸ τοῦ τρίτου τῆς αὐτῆς ὑποθέσεως

θʹ. Χοιρίλου ποιητοῦ περὶ Ἰουδαίων

ιʹ. Ἐκ τῶν Πορφυρίου τοῦ καθ' ἡμᾶς χρησμοὶ τοῦ Ἀπόλλωνος περὶ Ἑβραίων

ιαʹ. Ἀπὸ τῆς Ἰωσήπου ἀρχαιολογίας, ὁπόσοι τῶν ἔξωθεν συγγραφέων ἐμνήσθησαν τοῦ παρὰ Μωσεῖ κατακλυσμοῦ

ιβʹ. Ἀπὸ τῆς Ἀβυδηνοῦ γραφῆς περὶ τοῦ κατακλυσμοῦ

ιγʹ. Ἀπὸ τῆς Ἰωσήπου ἀρχαιολογίας, περὶ τοῦ πλείους μνημονεῦσαι τῆς τῶν παλαιῶν μακροβίου ζωῆς

ιδʹ. Ἀπὸ τῆς Ἀβυδηνοῦ γραφῆς, περὶ τῆς τοῦ πύργου κατασκευῆς

ιεʹ. Ὡς καὶ ἕτεροι πλείους ἐμνήσθησαν τοῦ αὐτοῦ, ἀπὸ τῆς Ἰωσήπου ἀρχαιολογίας

ιϚ ʹ Περὶ τοῦ πάντων Ἑβραίων προπάτορος Ἁβραάμ, ἀπὸ τοῦ αὐτοῦ

ιζʹ. Ἐυπολέμου περὶ Ἁβραάμ, ἀπὸ τῆς Ἀλεξάνδρου τοῦ Πολυΐστορος περὶ Ἰουδαίωγραφῆς

ιηʹ. Ἀρταπάνου περὶ τοῦ αὐτοῦ, ἀπὸ τῆς αὐτῆς γραφῆς τοῦ Πολυΐστορος

ιθʹ. Μόλωνος περὶ τοῦ αὐτοῦ, ἀπὸ τῆς αὐτῆς γραφῆς

κʹ. Φίλωνος περὶ τοῦ αὐτοῦ

καʹ. Δημητρίου περὶ τοῦ Ἰακώβ κβʹ. Θεοδότου περὶ τοῦ αὐτοῦ κγʹ. Ἀρταπάνου περὶ τοῦ Ἰωσήφ

κδʹ. Φίλωνος περὶ τοῦ αὐτοῦ κεʹ. Ἀρισταίου περὶ τοῦ Ἰώβ

κϚ ʹ. Εὐπολέμου περὶ Μωσέως

κζʹ. Ἀρταπάνου περὶ τοῦ αὐτοῦ κηʹ. Ἐζεκιήλου περὶ τοῦ αὐτοῦ

κθʹ. Δημητρίου περὶ τοῦ αὐτοῦ

λʹ. Ἐζεκιήλου περὶ τοῦ αὐτοῦ

λαʹ. Εὐπολέμου περὶ Δαβὶδ καὶ Σολομῶνος καὶ περὶ Ἱεροσολύμων

λβʹ. Σολομῶνος ἐπιστολὴ πρὸς Οὐαφρῆν τὸν τῶν Αἰγυπτίων βασιλέα

λγʹ. Οὐαφρέους ἐπιστολὴ πρὸς Σολομῶνα βασιλέα

λδʹ. Σολομῶνος ἐπιστολὴ πρὸς Σούρωνα βασιλέα Φοινίκης

λεʹ. Σούρωνος ἐπιστολὴ πρὸς Σολομῶνα

λϚ ʹ. Θεοφίλου περὶ Σολομῶνος

λζʹ. Εὐπολέμου περὶ τοῦ αὐτοῦ

ληʹ. Τιμοχάρους περὶ τῆς Ἱερουσαλήμ, ἀπὸ τῶν περὶ Ἀντιόχου τῆς αὐτῆς γραφῆς

λθʹ. Τοῦ τῆς Συρίας σχοινομέτρου περὶ τῆς αὐτῆς

μʹ. Φίλωνος περὶ τῶν ἐν Ἱεροσολύμοις ὑδάτων

μαʹ. Ἀριστέου περὶ τῶν αὐτῶν

μβʹ. Εὐπολέμου περὶ Ἱερεμίου τοῦ προφήτου

μγʹ. Βηρωσσοῦ περὶ τῆς Ἰουδαίων αἰχμαλωσίας τῆς ὑπὸ Ναβουχοδονόσορ γενομένης

μδʹ. Ἀβυδηνοῦ περὶ τοῦ Ναβουχοδονόσορ

μεʹ. Τοῦ αὐτοῦ περὶ τῆς Βαβυλῶνος κτίσεως

μϚʹ. Ἰωσήπου περὶ τῶν μνημονευσάντων τοῦ Ἰουδαίων ἔθνους, ἀπὸ τοῦ αʹ τῆς Ἰωσήπου ἀρχαιολογίας

ΚΕΦΑΛΑΙΟΝ Α'

ΟΠΟΣΟΙ ΤΩΝ ΠΑΡ' ΕΛΛΗΣΙ ΛΟΓΟΓΡΑΦΩΝ ΤΟΥ ΙΟΥΔΑΙΩΝ ΕΘΝΟΥΣ ΜΝΕΙΑΝ ΕΠΟΙΗΣΑΝΤΟ

Καὶ τῆς τῶν παρ' Ἑβραίοις λογίων ἀποδοχῆς οὐκ ἀσυλλογίστως ἡμῖν, κρίσει δὲ καὶ διανοίᾳ ἐξητασμένῃ γεγενημένης, ἐπειδὴ συνῶπται τὰ τῆς ἀποδείξεως, ὥρα συνιδεῖν ὡς καὶ αὐτῶν Ἑλλήνων οἱ μάλιστα διαφανεῖς τῶν καθ' Ἑβραίους οὐκ ἄπειροι γεγόνασι πραγμάτων, ἀλλ' οἱ μὲν καὶ τῷ βίῳ τῶν ἀνδρῶν ταῖς τε παρ' αὐτοῖς φερομέναις ἱστορικαῖς διηγήσεσιν ἀλήθειαν ἐπεμαρτύρησαν, οἱ δὲ καὶ τῆς δογματικῆς ὁμοίως αὐτοῖς ἐφήψαντο θεολογίας.

Πρῶτα δὲ τὰ πρῶτα παραθήσομαι, δεικνὺς ὅσοι τῶν Ἑλληνικῶν συγγραφέων ἐπ' ὀνόματος Ἰουδαίων τε καὶ Ἑβραίων τῆς τε παρ' αὐτοῖς τὸ παλαιὸν ἀσκουμένης φιλοσοφίας καὶ τῆς ἀνέκαθεν τῶν προπατόρων αὐτῶν ἱστορίας ἐμνημόνευσαν. Ἄρξεται δέ μοι ὁ λόγος ἀπὸ τοῦ τῶν ἀνδρῶν βίου, ὡς ἂν μάθοις ὅτι μὴ ἐκτὸς σώφρονος λογισμοῦ τὴν τῶν δηλουμένων φιλοσοφίαν τῆς Ἑλλήνων προτετιμήκαμεν. Ἀκόλουθα γοῦν τοῖς προεξητασμένοις ἐν τῷ πρὸ τούτου συγγράμματι καὶ τὰ τῆς ἠθικῆς αὐτοῖς ἐπιτελεῖσθαι συνασκήσεως οὐ μόνον αἱ παρ' αὐτοῖς ἱεραὶ βίβλοι, ἀλλὰ καὶ τῶν παρ' Ἕλλησι φιλοσόφων οἱ μάλιστα διαφανεῖς καὶ καθ' ἡμᾶς βεβοημένοι μαρτυροῦσι. Καὶ δὴ λαβὼν ἀνάγνωθι τὰ Θεοφράστου ἐν τοῖς Πορφυρίῳ γραφεῖσι Περὶ τῆς τῶν ἐμψύχων ἀποχῆς κείμενα τοῦτον τὸν τρόπον·

ΚΕΦΑΛΑΙΟΝ Β'

ΘΕΟΦΡΑΣΤΟΥ ΠΕΡΙ ΙΟΥΔΑΙΩΝ

« Καίτοι Σύρων ὧν μὲν Ἰουδαῖοι, διὰ τὴν ἐξ ἀρχῆς θυσίαν ἔτι καὶ νῦν, φησὶν ὁ Θεόφραστος, ζῳοθυτούντων, εἰ τὸν αὐτὸν ἡμᾶς τρόπον τις κελεύοι θύειν, ἀποσταίημεν ἂν τῆς πράξεως. Οὐ γὰρ ἑστιώμενοι τῶν τυθέντων, ὁλοκαυτοῦντες δὲ ταῦτα νυκτὸς καὶ κατ' αὐτῶν πολὺ μέλι καὶ οἶνον λείβοντες ἀνήλισκον τὴν θυσίαν θᾶττον, ἵνα τοῦ δεινοῦ μηδ' ὁ πανόπτης γένοιτο θεατής. Καὶ τοῦτο δρῶσι νηστεύοντες τὰς ἀνὰ μέσον τούτων ἡμέρας· κατὰ δὲ πάντα τοῦτον τὸν χρόνον, ἅτε φιλόσοφοι τὸ γένος ὄντες, περὶ τοῦ θείου μὲν ἀλλήλοις λαλοῦσι, τῆς δὲ νυκτὸς τῶν ἄστρων ποιοῦνται τὴν θεωρίαν, βλέποντες εἰς αὐτὰ καὶ διὰ τῶν εὐχῶν θεοκλυτοῦντες. Κατήρξαντο γὰρ οὗτοι πρῶτοι τῶν τε λοιπῶν ζῴων καὶ σφῶν αὐτῶν, ἀνάγκῃ καὶ οὐκ ἐπιθυμίᾳ τοῦτο πράξαντες.»

ΚΕΦΑΛΑΙΟΝ Γ'

ΠΟΡΦΥΡΙΟΥ ΠΕΡΙ ΤΗΣ ΤΟ ΠΑΛΑΙΟΝ ΠΑΡΑ ΙΟΥΔΑΙΟΙΣ ΔΙΑΛΑΜΨΑΣΗΣ ΦΙΛΟΣΟΦΙΑΣ

Καὶ ἐν τῷ τετάρτῳ δὲ τῆς αὐτῆς ὑποθέσεως τοιαῦτα περὶ τῶν αὐτῶν ἱστορεῖ ὁ Πορφύριος·

« Εἰσὶ τοίνυν οἱ Ἐσσαῖοι Ἰουδαῖοι μὲν τὸ γένος, φιλάλληλοι δὲ καὶ τῶν ἄλλων πλέον. Οὗτοι τὰς μὲν ἡδονὰς ὡς κακίαν ἀποστρέφονται, τὴν δὲ ἐγκράτειαν καὶ τὸ μὴ τοῖς πάθεσιν ὑποπίπτειν ἀρετὴν ὑπολαμβάνουσι. Καὶ γάμου μὲν παρ' αὐτοῖς ὑπεροψία, τοὺς δὲ ἀλλοτρίους παῖδας ἐκλαμβάνοντες ἁπαλοὺς ἔτι πρὸς τὰ μαθήματα, συγγενεῖς ἡγοῦνται καὶ τοῖς ἤθεσιν ἑαυτῶν ἐντυποῦσι, τὸν μὲν γάμον καὶ τὴν ἐξ αὐτοῦ διαδοχὴν οὐκ ἀναιροῦντες, τὰς δὲ τῶν γυναικῶν ἀσελγείας φυλαττόμενοι· καταφρονηταὶ δὲ πλούτου καὶ θαυμάσιον παρ' αὐτοῖς τὸ κοινωνικὸν οὐδ' ἔστιν εὑρεῖν κτήσει τινὰ παρ' αὐτοῖς ὑπερέχοντα. Νόμος γὰρ τοὺς εἰς τὴν αἵρεσιν εἰσιόντας δημεύειν τῷ τάγματι τὴν οὐσίαν, ὥστε ἐν ἅπασι μήτε πενίας ταπεινότητα φαίνεσθαι μήθ' ὑπεροχὴν πλούτου, τῶν δὲ ἑκάστου κτημάτων ἀναμεμιγμένων μίαν ὥσπερ ἀδελφοῖς ἅπασιν οὐσίαν εἶναι. Κηλῖδα δὲ ὑπολαμβάνουσι τοὔλαιον, κἂν ἀλειφθῇ τις ἄκων, σμήχεται τὸ σῶμα· τὸ γὰρ αὐχμεῖν ἐν καλῷ τίθενται λευχειμονεῖν τε διὰ παντός. Χειροτονητοὶ δὲ τῶν κοινῶν οἱ ἐπιμεληταὶ καὶ ἀδιαίρετοι πρὸς ἁπάντων εἰς τὰς χρείας ἕκαστοι. Μία δ' οὐκ ἔστιν αὐτῶν πόλις, ἀλλ' ἐν ἑκάστῃ μετοικοῦσι πολλοὶ καὶ τοῖς ἑτέρωθεν ἥκουσιν αἱρετισταῖς ἀναπέπταται τὰ παρ' ἀλλήλοις· καὶ οἱ πρῶτον ἰδόντες εἰσίασιν ὡς πρὸς συνήθεις· διὸ οὐδὲν ἐπικομιζόμενοι ἀποδημοῦσιν ἀναλωμάτων ἕνεκα. Οὔτε δὲ ἐσθῆτα οὔτε ὑποδήματα ἀμείβουσι, πρὶν διαρραγῆναι πρότερον παντάπασιν ἢ δαπανηθῆναι τῷ χρόνῳ. Οὐδ' ἀγοράζουσί τι οὐδὲ πωλοῦσιν, ἀλλὰ τῷ χρῄζοντι διδοὺς ἕκαστος τὰ παρ' ἑαυτῷ τὸ παρ' ἐκείνου χρήσιμον ἀντικομίζεται· καὶ χωρὶς τῆς μεταδόσεως ἀκώλυτος ἡ μετάληψις αὐτοῖς παρ' ὧν ἂν ἐθέλωσι. Πρός γε μὴν τὸ θεῖον ἰδίως εὐσεβεῖς. Πρὶν γὰρ ἀνασχεῖν τὸν ἥλιον οὐδὲν φθέγγονται τῶν βεβήλων, πατρίους δέ τινας εἰς αὐτὸν εὐχὰς ὥσπερ ἱκετεύοντες ἀνατεῖλαι. Μετὰ ταῦτα πρὸς ἃς ἕκαστοι τέχνας ἴσασιν ὑπὸ τῶν ἐπιμελητῶν ἀφεῖνται καὶ μέχρι πέμπτης ὥρας ἐργασάμενοι συντόνως, ἔπειτα πάλιν εἰς ἓν ἀθροίζονται χωρίον ζωσάμενοί τε σκεπάσμασιν οὕτως ἀπολούονται τὸ σῶμα ψυχροῖς ὕδασι· καὶ μετὰ ταύτην τὴν ἁγνείαν εἰς ἴδιον οἴκημα συνίασιν, ἐν ᾧ μηδενὶ τῶν ἑτεροδόξων ἐπιτέτραπται παρελθεῖν. Αὐτοὶ δὲ καθαροὶ καθάπερ εἰς ἅγιόν τι τέμενος παραγίνονται τὸ δειπνητήριον. Καθεσθέντων δὲ μεθ' ἡσυχίας ὁ μὲν σιτοποιὸς ἐν τάξει παρατίθησιν ἄρτους, ὁ δὲ μάγειρος ἓν ἀγγεῖον ἐξ ἑνὸς ἐδέσματος ἑκάστῳ. Προκατεύχεται δὲ ὁ ἱερεὺς τῆς τροφῆς, ἁγνῆς οὔσης καὶ καθαρᾶς, καὶ γεύσασθαί τινα πρὶν τῆς εὐχῆς ἀθέμιτον· ἀριστοποιησάμενος δὲ ἐπεύχεται πάλιν, ἀρχόμενοί τε καὶ παυόμενοι γεραίρουσι τὸν θεόν. Ἔπειθ' ὡς ἱερὰς καταθέμενοι τὰς ἐσθῆτας πάλιν ἐπ' ἔργα τρέπονται μέχρι δείλης. Δειπνοῦσι δὲ ὑποστρέψαντες ὁμοίως, συγκαθεζομένων τῶν ξένων, οἳ τύχοιεν αὐτοῖς παρόντες. Οὔτε δὲ κραυγή ποτε τὸν οἶκον οὔτε θόρυβος μιαίνει· τὰς δὲ λαλιὰς ἐν τάξει παραχωροῦσιν ἀλλήλοις, καὶ τοῖς ἔξωθεν ὡς μυστήριόν τι φρικτὸν ἡ τῶν ἔνδον σιωπὴ καταφαίνεται. Τούτου δὲ αἴτιον ἡ διηνεκὴς νῆψις καὶ τὸ μετρεῖσθαι παρ' αὐτοῖς τροφὴν καὶ ποτὸν μέχρι κόρου. Τοῖς δὲ ζηλοῦσι τὴν αἵρεσιν οὐκ εὐθὺς ἡ πάροδος, ἀλλ' ἐπ' ἐνιαυτὸν ἔξω μένοντι τὴν αὐτὴν ὑποτίθενται δίαιταν, ἀξινάριόν τε καὶ περίζωμα δόντες καὶ λευκὴν ἐσθῆτα. Ἐπειδὰν δὲ ἐν τούτῳ τῷ χρόνῳ πεῖραν ἐγκρατείας δῷ, πρόσεισι μὲν ἔγγιον τῇ διαίτῃ καὶ καθαρώτερον τῶν πρὸς ἁγνείαν ὑδάτων μεταλαμβάνει. Παραλαμβάνεται δὲ εἰς τὰς συμβιώσεις οὐδέπω· μετὰ γὰρ τὴν τῆς καρτερίας ἐπίδειξιν δυσὶν ἄλλοις ἔτεσι τὸ ἦθος δοκιμάζεται, καὶ φανεὶς ἄξιος, οὕτως εἰς τὸν ὅμιλον ἐγκρίνεται. Πρὶν δὲ τῆς κοινῆς ἅψασθαι τροφῆς, ὅρκους αὐτοῖς ὄμνυσι φρικώδεις· πρῶτον μὲν εὐσεβήσειν τὸ θεῖον, ἔπειτα τὰ πρὸς ἀνθρώπους δίκαια φυλάξειν καὶ μήτε κατὰ γνώμην βλάψειν τινὰ μήτ' ἐξ ἐπιτάγματος, μισήσειν δ' ἀεὶ τοὺς ἀδίκους καὶ συναδικήσεσθαι τοῖς δικαίοις· τὸ πιστὸν πᾶσι μὲν παρέξειν, μάλιστα δὲ τοῖς κρατοῦσιν οὐ γὰρ δίχα θεοῦ περιγίγνεσθαί τινι τὸ ἄρχειν· κἂν αὐτὸς ἄρχῃ, μηδεπώποτε ἐξυβρίσαι εἰς τὴν ἐξουσίαν μηδὲ ἐσθῆτι ἤ τινι πλέονι κόσμῳ τοὺς ὑποτεταγμένους ὑπερλαμπρύνεσθαι· τὴν ἀλήθειαν ἀγαπᾶν ἀεὶ καὶ τοὺς ψευδομένους προβάλλεσθαι· χεῖρας κλοπῆς καὶ ψυχὴν ἀνοσίου κέρδους καθαρὰν φυλάξειν, καὶ μήτε κρύψειν τι τοὺς αἱρετιστὰς μήθ' ἑτέροις αὐτῶν τι μηνύσειν, κἂν μέχρι θανάτου τις βιάζηται. Πρὸς δὲ τούτοις ὄμνυσι μηδενὶ μὲν μεταδοῦναι τῶν δογμάτων ἑτέρως ἢ ὡς αὐτὸς παρέλαβεν, ἀφέξεσθαι δὲ λῃστείας καὶ συντηρήσειν ὁμοίως τά τε τῆς αἱρέσεως αὐτῶν βιβλία καὶ τὰ τῶν ἀγγέλων ὀνόματα. Τοιοῦτοι μὲν οἱ ὅρκοι· οἱ δὲ ἁλόντες καὶ ἐκβληθέντες κακῷ μόρῳ φθείρονται. Τοῖς γὰρ ὄρκοις καὶ τοῖς ἔθεσιν ἐνδεδεμένοι οὐδὲ τῆς παρὰ τοῖς ἄλλοις τροφῆς δύνανται μεταλαμβάνειν, ποηφαγοῦντες δὲ καὶ λιμῷ διαφθειρόμενοι ἀπόλλυνται. Διὸ δὴ πολλοὺς ἐλεήσαντες ἐν ταῖς ἐσχάταις ἀνάγκαις ἀνέλαβον, ἱκανὴν τιμωρίαν δεδωκέναι νομίζοντες ἐπὶ τοῖς ἁμαρτήμασι τὴν μέχρι θανάτου βάσανον. Τὴν δὲ σκαλίδα διδόασι τοῖς μέλλουσιν αἱρετισταῖς, ἐπεὶ καὶ αὐτοὶ ἄλλως οὐ θακεύουσιν ἢ βόθρον ὀρύξαντες εἰς βάθος ποδιαῖον περικαλύψαντές τε θοἰματίῳ, ὡς μὴ ταῖς αὐγαῖς ἐνυβρίζειν τοῦ θεοῦ. Τοσαύτη δέ ἐστιν αὐτῶν ἡ λιτότης ἡ περὶ τὴν δίαιταν καὶ ἡ ὀλιγότης ὡς ἐν τῇ ἑβδομάδι μὴ δεῖσθαι κενώσεως, ἣν τηρεῖν εἰώθασιν εἰς ὕμνους τῷ θεῷ καὶ εἰς ἀνάπαυσιν. Ἐκ δὲ τῆς ἀσκήσεως ταύτης τοσαύτην πεποίηνται καρτερίαν, ὡς στρεβλούμενοι καὶ λυγιζόμενοι καὶ καόμενοι καὶ διὰ πάντων ὁδεύοντες τῶν βασανιστηρίων ὀργάνων, ἵν' ἢ βλασφημήσωσι τὸν νομοθέτην ἢ φάγωσί τι τῶν ἀσυνήθων, οὐδέτερον ὑπομένειν. Διέδειξαν δὲ τοῦτο ἐν τῷ πρὸς Ῥωμαίους πολέμῳ. Ἐπεὶ οὐδὲ κολακεῦσαι τοὺς αἰκιζομένους ἢ δακρῦσαι ὑπομένουσι, μειδιῶντες δὲ ἐν ταῖς ἀλγηδόσι καὶ κατειρωνευόμενοι τῶν τὰς βασάνους προσφερόντων, εὔθυμοι τὰς ψυχὰς ἠφίεσαν, ὡς πάλιν κομιούμενοι· καὶ γὰρ ἔρρωται παρ' αὐτοῖς ἥδε ἡ δόξα, φθαρτὰ μὲν εἶναι τὰ σώματα καὶ τὴν ὕλην οὐ μόνιμον αὐτῶν, τὰς δὲ ψυχὰς ἀθανάτους ἀεὶ διαμένειν· καὶ συμπλέκεσθαι μὲν ἐκ τοῦ λεπτοτάτου φοιτώσας αἰθέρος, ῥύμῃ φυσικῇ κατασπωμένας, ἐπειδὰν δὲ ἀνεθῶσι τῶν κατὰ σάρκα δεσμῶν, οἷον δὴ μακρᾶς δουλείας ἀπηλλαγμένας, τότε χαίρειν καὶ μετεώρους φέρεσθαι. Ἀπὸ δὴ τῆς τοιαύτης διαίτης καὶ τῆς πρὸς ἀλήθειαν καὶ τὴν εὐσέβειαν ἀσκήσεως εἰκότως ἐν αὐτοῖς πολλοί, οἳ καὶ τὰ μέλλοντα προγινώσκουσιν, ὡς ἂν βίβλοις ἱεραῖς καὶ διαφόροις ἁγνείαις καὶ προφητῶν ἀποφθέγμασιν ἐμπαιδοτριβούμενοι· σπάνιον δέ, εἰ ἐν ταῖς προαγορεύσεσιν ἀστοχοῦσι. »

Ταῦτα μὲν ὁ Πορφύριος, ἐκ παλαιῶν, ὡς εἰκός, ἀναγνωσμάτων τῇ τῶν δηλουμένων ἀνδρῶν εὐσεβείᾳ τε ὁμοῦ καὶ φιλοσοφίᾳ ἐν τῷ τετάρτῳ συγγράμματι τῶν σπουδασθέντων αὐτῷ Περὶ τῆς τῶν ἐμψύχων ἀποχῆς ἐμαρτύρησεν.

ΚΕΦΑΛΑΙΟΝ Δ.

ΕΚΑΤΑΙΟΥ ΠΕΡΙ ΙΟΥΔΑΙΩΝ

Ἑκαταῖος δὲ ὁ Ἀβδηρίτης, ἀνὴρ φιλόσοφος ἅμα καὶ περὶ τὰς πράξεις ἱκανώτατος, ἰδίαν βίβλον ἀναθεὶς τῇ περὶ Ἰουδαίων ἱστορίᾳ, πλεῖστα περὶ αὐτῶν διέξεισιν, ἀφ' ὧν ἐπὶ τοῦ παρόντος ἀρκέσει παρατεθέντα ταῦτα·

« Ἔστι γὰρ τῶν Ἰουδαίων τὰ μὲν πολλὰ ὀχυρώματα κατὰ τὴν χώραν καὶ κῶμαι· μία δὲ πόλις ὀχυρά, πεντήκοντα μάλιστα σταδίων τὴν περίμετρον, ἣν οἰκοῦσι μὲν ἀνθρώπων περὶ δώδεκα μυριάδες, καλοῦσι δ' αὐτὴν Ἱεροσόλυμα. Ἐνταῦθα δέ ἐστι κατὰ μέσον μάλιστα τῆς πόλεως περίβολος λίθινος, μῆκος ὡς πεντάπλεθρος, εὖρος δὲ πήχεων ἑκατόν, ἔχων διπλᾶς πύλας, ἐν ᾧ βωμός ἐστι τετράγωνος, ἀτμήτων συλλέκτων ἀργῶν λίθων οὕτως συγκείμενος, πλευρὰν δὲ ἑκάστην εἴκοσι πήχεων, ὕψος δεκάπηχυ. Καὶ παρ' αὐτὸν οἴκημα μέγα, οὗ βωμός ἐστι καὶ λυχνίον· ἀμφότερα χρυσᾶ, δύο τάλαντα τὴν ὁλκήν· ἐπὶ δὲ τούτων φῶς ἐστιν ἀναπόσβεστον καὶ τὰς νύκτας καὶ τὰς ἡμέρας. Ἄγαλμα δ' οὐκ ἔστιν οὐδ' ἀνάθημα τὸ παράπαν οὐδὲ φύτευμα παντελῶς οὐδὲ οἷον ἀλσῶδες ἤ τι τοιοῦτον. Διατρίβουσι δ' ἐν αὐτῷ καὶ τὰς νύκτας καὶ τὰς ἡμέρας ἱερεῖς, ἁγνείας τινὰς ἁγνεύοντες καὶ τὸ παράπαν οἶνον οὐ πίνοντες ἐν τῷ ἱερῷ. »

Ταῦτα εἰπὼν ὑποβὰς ὅτι καὶ Ἀλεξάνδρῳ τῷ βασιλεῖ συνεστρατεύσαντο καὶ μετὰ ταῦτα τοῖς διαδόχοις αὐτοῦ, μεμαρτύρηκεν. Οἷς δ' αὐτὸς παρατυχεῖν φησιν ὑπ' ἀνδρὸς Ἰουδαίου κατὰ τὴν στρατείαν γενομένοις, τοῦτο παραθήσομαι. Λέγει δὲ οὕτως·

« Ἐμοῦ γοῦν ἐπὶ τὴν Ἐρυθρὰν Θάλασσαν βαδίζοντος συνηκολούθει τις μετὰ τῶν ἄλλων τῶν παραπεμπόντων ἡμᾶς ἱππέων Ἰουδαίων ὄνομα Μοσόλλαμος, ἄνθρωπος ἱκανὸς κατὰ ψυχήν, εὔρωστος καὶ τοξότης ὑπὸ δὴ πάντων ὁμολογούμενος καὶ τῶν Ἑλλήνων καὶ τῶν βαρβάρων ἄριστος. Οὗτος οὖν ὁ ἄνθρωπος, βαδιζόντων πολλῶν κατὰ τὴν ὁδὸν καὶ μάντεώς τινος ὀρνιθευομένου καὶ πάντας ἐπισχεῖν ἀξιοῦντος, ἠρώτησε διὰ τί προσμένουσι· δείξαντος δὲ τοῦ μάντεως αὐτῷ τὸν ὄρνιθα καὶ φήσαντος·

Ἐὰν μὲν αὐτοῦ μένῃ, προσμένειν συμφέρει πᾶσιν, ἐὰν δὲ ἀναστὰς εἰς τοὔμπροσθεν πέτηται, προάγειν, ἐὰν δὲ εἰς τοὔπισθεν, ἀναχωρεῖν αὖθις· σιωπήσας καὶ ἑλκύσας τὸ τόξον ἔβαλε καὶ τὸν ὄρνιθα πατάξας ἀπέκτεινεν. Ἀγανακτούντων δὲ τοῦ μάντεως καί τινων ἄλλων καὶ καταρωμένων αὐτῷ·

Τί μαίνεσθε, ἔφη, κακοδαίμονες; Εἶτα τὸν ὄρνιθα λαβὼν εἰς τὰς χεῖρας·

Πῶς γάρ, ἔφη, οὗτος τὴν αὑτοῦ σωτηρίαν οὐ προϊδών, περὶ τῆς ἡμετέρας πορείας ἡμῖν ἄν τι ὑγιὲς ἀνήγγειλεν; Εἰ γὰρ ἠδύνατο προγινώσκειν τὸ μέλλον, εἰς τὸν τόπον τοῦτον οὐκ ἂν ἦλθε, φοβούμενος μὴ τοξεύσας αὐτὸν ἀποκτείνῃ Μοσόλλαμος ὁ Ἰουδαῖος.»

« Ταῦτα καὶ ὁ Ἑκαταῖος·

ΚΕΦΑΛΑΙΟΝ Ε'

ΚΛΕΑΡΧΟΥ ΠΕΡΙ ΤΩΝ ΑΥΤΩΝ

« Καὶ Κλέαρχος δὲ ὁ περιπατητικὸς φιλόσοφος ἐν τῷ πρώτῳ Περὶ ὕπνου βιβλίῳ Ἀριστοτέλει τῷ φιλοσόφῳ τοιόνδε τινὰ περὶ Ἰουδαίων ἀνατίθησι λόγον, ὧδε πρὸς ῥῆμα γράφων·

« Ἀλλὰ τὰ μὲν πολλὰ μακρὸν ἂν εἴη λέγειν· ὅσα δ' ἔχει τῶν ἐκείνου θαυμασιότητά τινα καὶ φιλοσοφίαν ὁμοίως, διελθεῖν οὐ χεῖρον.

Σαφῶς δὲ ἴσθι, εἶπεν,

Ὑπεροχίδη, θαυμαστόν, ὀνείροις ἴσα σοι δόξω λέγειν. Καὶ ὁ Ὑπεροχίδης εὐλαβούμενος·

Δι' αὐτὸ γάρ, ἔφη, τοῦτο καὶ ζητοῦμεν ἀκοῦσαι πάντες.

Οὐκοῦν, εἶπεν ὁ Ἀριστοτέλης, κατὰ τὸ τῶν ῥητορικῶν παράγγελμα γένος αὐτοῦ πρῶτον διέλθωμεν, ἵνα μὴ ἀπειθῶμεν τοῖς τῶν ἀπαγγελιῶν διδασκάλοις.

Λέγε, εἶπεν ὁ Ὑπεροχίδης, οὕτως εἰ δοκεῖ.

Ἐκεῖνος τοίνυν τὸ μὲν γένος ἦν Ἰουδαῖος, ἐκ τῆς Κοίλης Συρίας, οὗτοι δ' εἰσὶν ἀπόγονοι τῶν ἐν Ἰνδοῖς φιλοσόφων· καλοῦνται δέ, ὥς φασιν, οἱ φιλόσοφοι παρὰ μὲν Ἰνδοῖς Καλανοί, παρὰ δὲ Σύροις Ἰουδαῖοι, τοὔνομα λαβόντες ἀπὸ τοῦ τόπου. Προσαγορεύεται γὰρ ὃν κατοικοῦσι τόπον Ἰουδαία· τὸ δὲ τῆς πόλεως αὐτῶν ὄνομα πάνυ σκολιόν ἐστιν, Ἱερουσαλὴμ γὰρ αὐτὴν καλοῦσιν. Οὗτος οὖν ὁ ἄνθρωπος ἐπιξενούμενός τε πολλοῖς κἀκ τῶν ἄνω τόπων εἰς τοὺς ἐπιθαλαττίους ὑποκαταβαίνων Ἑλληνικὸς ἦν οὐ τῇ διαλέκτῳ μόνον, ἀλλὰ καὶ τῇ ψυχῇ καὶ τότε διατριβόντων ἡμῶν περὶ τὴν Ἀσίαν, παραβαλὼν εἰς τοὺς αὐτοὺς τόπους ἅνθρωπος ἐντυγχάνει ἡμῖν τε καί τισιν ἑτέροις τῶν σχολαστικῶν, πειρώμενος αὐτῶν τῆς σοφίας. Ὡς δὲ πολλοῖς τῶν ἐν παιδείᾳ συνῳκείωτο, παρεδίδου τι μᾶλλον ὧν εἶχε.»

« Ταῦτα καὶ ὁ Κλέαρχος.

ΚΕΦΑΛΑΙΟΝ Ϛʹ.

ΚΛΗΜΕΝΤΟΣ ΠΕΡΙ ΤΩΝ ΜΝΗΜΟΝΕΥΣΑΝΤΩΝ ΤΟΥ ΙΟΥΔΑΙΩΝ ΕΘΝΟΥΣ

Τούτου δὲ μνημονεύει καὶ ὁ ἡμέτερος Κλήμης ἐν τῷ πρώτῳ Στρωματεῖ, δι' ὧν ταῦτά φησι·

« Κλέαρχος δὲ ὁ Περιπατητικὸς εἰδέναι φησί τινα Ἰουδαῖον, ὃς Ἀριστοτέλει συνεγένετο.»

Καὶ μεθ' ἕτερα ἐπιλέγει·

« Νουμᾶς δὲ ὁ Ῥωμαίων βασιλεὺς Πυθαγόρειος μὲν ἦν, ἐκ δὲ τῶν Μωσέως ὠφεληθεὶς διεκώλυσεν ἀνθρωποειδῆ καὶ ζῳόμορφον εἰκόνα θεοῦ Ῥωμαίους κτίζειν. Ἐν γοῦν ἑκατὸν καὶ ἑβδομήκοντα τοῖς πρώτοις ἔτεσι ναοὺς οἰκοδομούμενοι ἄγαλμα οὐδὲν οὔτε πλαστὸν οὔτε μὴν γραπτὸν ἐποιήσαντο. Ἐπεδείκνυτο γὰρ αὐτοῖς ὁ Νουμᾶς δι' ἐπικρύψεως ὡς οὐκ ἐφάψασθαι τοῦ βελτίστου δυνατὸν γλώσσῃ, μόνῳ δὲ τῷ νῷ.»

Ἔτι πρὸς τούτοις ἑξῆς ὑποβὰς τάδε φησί·

« Φανερώτατα δὲ Μεγασθένης ὁ συγγραφεὺς ὁ Σελεύκῳ τῷ Νικάνορι συμβεβιωκὼς ἐν τῇ τρίτῃ τῶν Ἰνδικῶν ὧδε γράφει·

 « Ἅπαντα μέντοι τὰ περὶ φύσεως εἰρημένα παρὰ τοῖς ἀρχαίοις λέγεται καὶ παρὰ τοῖς ἔξω τῆς Ἑλλάδος φιλοσοφοῦσι, τὰ μὲν παρ' Ἰνδοῖς ὑπὸ τῶν Βραχμάνων, τὰ δὲ ἐν Συρίᾳ ὑπὸ τῶν καλουμένων Ἰουδαίων.»

Ἔτι πρὸς τούτοις ὁ Κλήμης Ἀριστοβούλου τοῦ Περιπατητικοῦ καὶ Νουμηνίου τοῦ Πυθαγορείου μνημονεύει λέγων·

 « Ἀριστόβουλος δὲ ἐν τῷ πρώτῳ τῶν πρὸς τὸν Φιλομήτορα κατὰ λέξιν γράφει· «Κατηκολούθηκε δὲ ὁ Πλάτων τῇ καθ' ἡμᾶς νομοθεσίᾳ καὶ φανερός ἐστι περιειργασμένος ἕκαστα τῶν ἐν αὐτῇ λεγομένων. Διηρμήνευται δὲ πρὸ Δημητρίου ὑφ' ἑτέρων, πρὸ τῆς Ἀλεξάνδρου καὶ Περσῶν ἐπικρατήσεως, τά τε κατὰ τὴν ἐξ Αἰγύπτου ἐξαγωγὴν τῶν Ἑβραίων τῶν ἡμετέρων πολιτῶν καὶ ἡ τῶν γεγονότων ἁπάντων αὐτοῖς ἐπιφάνεια καὶ κράτησις τῆς χώρας καὶ τῆς ὅλης νομοθεσίας ἐπεξήγησις· ὥστε εὔδηλον εἶναι τὸν προειρημένον φιλόσοφον εἰληφέναι πολλά· γέγονε γὰρ πολυμαθὴς καθὼς καὶ Πυθαγόρας, πολλὰ τῶν παρ' ἡμῖν μετενέγκας εἰς τὴν ἑαυτοῦ δογματοποιίαν.»

Νουμήνιος δὲ ὁ Πυθαγορικὸς φιλόσοφος ἄντικρυς γράφει·

«Τί γάρ ἐστι Πλάτων ἢ Μωσῆς ἀττικίζων;»

Ταῦτα ὁ Κλήμης.

ΚΕΦΑΛΑΙΟΝ Ζʹ.

ΝΟΥΜΗΝΙΟΥ ΤΟΥ ΠΥΘΑΓΟΡΙΚΟΥ ΦΙΛΟΣΟΦΟΥ ΠΕΡΙ ΙΟΥΔΑΙΩΝ

Καὶ αὐτοῦ δὲ τοῦ Πυθαγορικοῦ φιλοσόφου, τοῦ Νουμηνίου λέγω, ἀπὸ τοῦ πρώτου Περὶ τἀγαθοῦ τάδε παραθήσομαι·

« Εἰς δὲ τοῦτο δεήσει εἰπόντα καὶ σημηνάμενον ταῖς μαρτυρίαις ταῖς Πλάτωνος ἀναχωρήσασθαι καὶ ξυνδήσασθαι τοῖς λόγοις τοῦ Πυθαγόρου, ἐπικαλέσασθαι δὲ τὰ ἔθνη τὰ εὐδοκιμοῦντα, προσφερόμενον αὐτῶν τὰς τελετὰς καὶ τὰ δόγματα τάς τε ἱδρύσεις συντελουμένας Πλάτωνι ὁμολογουμένως, ὁπόσας Βραχμᾶνες καὶ Ἰουδαῖοι καὶ Μάγοι καὶ Αἰγύπτιοι διέθεντο.»

Ταῦτα μὲν οὖν περὶ τῶνδε.

ΚΕΦΑΛΑΙΟΝ  Η'.

ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΜΩΣΕΩΣ ΟΜΟΥ ΚΑΙ ΠΕΡΙ ΙΟΥΔΑΙΩΝ

Καὶ ἐν τῇ τρίτῃ δὲ βίβλῳ Μωσέως ὁ αὐτὸς τάδε λέγων μνημονεύει·

« Τὰ δ' ἑξῆς Ἰαννῆς καὶ Ἰαμβρῆς Αἰγύπτιοι ἱερογραμματεῖς, ἄνδρες οὐδενὸς ἥττους μαγεῦσαι κριθέντες εἶναι, ἐπὶ Ἰουδαίων ἐξελαυνομένων ἐξ Αἰγύπτου. Μουσαίῳ γοῦν τῷ Ἰουδαίων ἐξηγησαμένῳ, ἀνδρὶ γενομένῳ θεῷ εὔξασθαι δυνατωτάτῳ, οἱ παραστῆναι ἀξιωθέντες ὑπὸ τοῦ πλήθους τοῦ τῶν Αἰγυπτίων οὗτοι ἦσαν τῶν τε συμφορῶν, ἃς ὁ Μουσαῖος ἐπῆγε τῇ Αἰγύπτῳ, τὰς νεανικωτάτας αὐτῶν ἐπιλύεσθαι ὤφθησαν δυνατοί.»

Διὰ δὴ τούτων ὁ Νουμήνιος καὶ τοῖς ὑπὸ Μωσέως ἐπιτελεσθεῖσι παραδόξοις θαύμασι καὶ αὐτῷ δὲ ὡς θεοφιλεῖ γενομένῳ μαρτυρεῖ.

ΚΕΦΑΛΑΙΟΝ Θʹ.

ΧΟΙΡΙΛΟΥ ΠΟΙΗΤΟΥ ΠΕΡΙ ΙΟΥΔΑΙΩΝ

Τοῦ δὲ Ἰουδαίων ἔθνους καὶ Χοιρίλος, ἀρχαῖος γενόμενος ποιητής, μέμνηται καὶ ὡς συνεστράτευσαν τῷ βασιλεῖ Ξέρξῃ ἐπὶ τὴν Ἑλλάδα. Λέγει δὲ οὕτως·

« Τῶν δ' ὄπιθεν διέβαινε γένος θαυμαστὸν ἰδέσθαι,
γλῶσσαν μὲν Φοίνισσαν ἀπὸ στομάτων ἀφιέντες,
ᾤκουν δ' ἐν Σολύμοις ὄρεσι πλατέῃ παρὰ λίμνῃ,
αὐχμαλέοι κεφαλάς, τροχοκουράδες· αὐτὰρ ὕπερθεν
ἵππων δαρτὰ πρόσωπ' ἐφόρουν ἐσκληκότα καπνῷ. »

Δῆλον δ' ἐστὶν ὅτι περὶ Ἰουδαίων αὐτῷ ταῦτ' εἴρηται ἐκ τοῦ καὶ τὰ Ἱεροσόλυμα ἐν τοῖς παρ' Ἕλλησι Σολύμοις ὀνομαζομένοις ὄρεσι κεῖσθαι, πλησίον δὲ εἶναι τὴν Ἀσφαλτῖτιν λίμνην, πλατυτάτην οὖσαν κατὰ τὸν ποιητὴν καὶ μείζονα πασῶν τῶν ἐν τῇ Συρίᾳ λιμνῶν.»

Ταῦτα μὲν οὖν καὶ οὗτος.

ΚΕΦΑΛΑΙΟΝ  Ιʹ.

ΕΚ ΤΩΝ ΠΟΡΦΥΡΙΟΥ ΧΡΗΣΜΟΙ ΤΟΥ ΑΠΟΛΛΩΝΟΣ ΠΕΡΙ ΕΒΡΑΙΩΝ

Ὁ δὲ Πορφύριος ἐν τῷ πρώτῳ τῆς Ἐκ λογίων φιλοσοφίας αὐτὸν εἰσάγει τὸν ἑαυτοῦ θεὸν τῷ Ἑβραίων γένει μετὰ τῶν ἄλλων τῶν ἐπὶ συνέσει βοωμένων ἐθνῶν σοφίαν ἐπιμαρτυροῦντα. Λέγει δὲ ὁ παρ' αὐτῷ Ἀπόλλων δι' οὗ ἐκτίθεται χρησμοῦ τάδε·

Ἐκκειμένων δέ, ἔτι περὶ τῶν θυσιῶν ἐπάγει οἷς προσέχειν δεῖ, ἅτε μεστοῖς οὖσι πάσης θεοσοφίας·

« αἰπεινὴ μὲν ὁδὸς μακάρων τρηχεῖά τε πολλόν,
χαλκοδέτοις τὰ πρῶτα διοιγομένη πυλεῶσιν·
ἀτραπιτοὶ δὲ ἔασιν ἀθέσφατοι ἐγγεγαυῖαι,
ἃς πρῶτοι μερόπων ἐπ' ἀπείρονα πρῆξιν ἔφηναν
οἱ τὸ καλὸν πίνοντες ὕδωρ Νειλώτιδος αἴης·
πολλὰς καὶ Φοίνικες ὁδοὺς μακάρων ἐδάησαν,
Ἀσσύριοι Λυδοί τε καὶ Ἑβραίων γένος ἀνδρῶν·»

καὶ τὰ τούτοις ἀκόλουθα. Οἷς ὁ συγγραφεὺς ἐπιλέγει·

« Χαλκόδετος γὰρ ἡ πρὸς θεοὺς ὁδὸς αἰπεινή τε καὶ τραχεῖα, ἧς πολλὰς ἀτραποὺς βάρβαροι μὲν ἐξεῦρον, Ἕλληνες δὲ ἐπλανήθησαν, οἱ δὲ κρατοῦντες ἤδη καὶ διέφθειραν. Τὴν δὲ εὕρεσιν Αἰγυπτίοις ὁ θεὸς ἐμαρτύρησε Φοίνιξί τε καὶ Χαλδαίοις Ἀσσύριοι γὰρ οὗτοι Λυδοῖς τε καὶ Ἑβραίοις. Ἔτι πρὸς τούτοις καὶ ἐν ἑτέρῳ χρησμῷ φησιν ὁ Ἀπόλλων· μοῦνοι Χαλδαῖοι σοφίην λάχον ἠδ' ἄρ' Ἑβραῖοι, αὐτογένεθλον ἄνακτα σεβαζόμενοι θεὸν ἁγνῶς. Καὶ πάλιν ἐρωτηθείς, τίνι λόγῳ πολλοὺς λέγουσιν οὐρανούς, ἔχρησε τάδε·

εἷς ἐν παντὶ πέλει κόσμου κύκλος, ἀλλὰ σὺν ἑπτὰ
ζώναισιν πεφόρηται ἐς ἀστερόεντα κέλευθα,
ἃς δὴ Χαλδαῖοι καὶ ἀριζήλωτοι Ἑβραῖοι
οὐρανίας ὀνόμηναν, ἐς ἑβδόματον δρόμον ἕρπειν.»

Περὶ μὲν οὖν τῆς Ἰουδαίων τε καὶ Ἑβραίων προσηγορίας τῆς τε παρ' αὐτοῖς πάλαι διαπρεπούσης εὐσεβείας τε καὶ φιλοσοφίας ἐκκείσθω ταῦτα. Περὶ δὲ τῆς πατρίου αὐτῶν ἱστορίας θέα ὁπόσοι συνεφώνησαν· Μωσέως ἐν ταῖς περὶ τοῦ παντὸς ἀρχαιολογίαις κατακλυσμὸν ἱστορήσαντος καὶ ὡς ὁ παρ' Ἑβραίοις ὀνομαζόμενος Νῶε ἐν λάρνακι ξύλου πεποιημένῃ μετὰ τῶν οἰκείων διασέσωσται, Βηρωσσὸς ὁ Χαλδαῖος καὶ Ἱερώνυμος ὁ Αἰγύπτιος Νικόλαός τε ὁ Δαμασκηνός, ἱστορικοὶ συγγραφεῖς, ὅπως τῶν αὐτῶν ἐμνημόνευσαν, Ἰώσηπος ἐν τῇ πρώτῃ τῆς Ἀρχαιολογίας τοῦτον παρατίθεται τὸν τρόπον·

ΚΕΦΑΛΑΙΟΝ  ΙΑʹ.

ΑΠΟ ΤΗΣ ΙΩΣΗΠΟΥ ΑΡΧΑΙΟΛΟΓΙΑΣ, ΟΠΟΣΟΙ ΤΩΝ ΕΞΩΘΕΝ ΣΥΓΓΡΑΦΕΩΝ ΕΜΝΗΣΘΗΣΑΝ ΤΟΥ ΠΑΡΑ ΜΩΣΕΙ ΚΑΤΑΚΛΥΣΜΟΥ

« Τοῦ δὲ κατακλυσμοῦ τούτου καὶ τῆς λάρνακος μέμνηνται πάντες οἱ τὰς βαρβαρικὰς ἱστορίας ἀναγεγραφότες, ὧν ἐστι καὶ Βηρωσσὸς ὁ Χαλδαῖος. Διηγούμενος γὰρ τὰ περὶ τὸν κατακλυσμὸν οὕτω που διέξεισι·

« Λέγεται δὲ καὶ τοῦ πλοίου ἐν τῇ Ἀρμενίᾳ πρὸς τῷ ὄρει τῶν Κορδυαίων ἔτι μέρος τε εἶναι καὶ κομίζειν τινὰς τῆς ἀσφάλτου ἀφαιροῦντας· χρῶνται δὲ μάλιστα οἱ ἄνθρωποι τῷ κομιζομένῳ πρὸς τοὺς ἀποτροπιασμούς.»

Μέμνηται δὲ τούτων καὶ Ἱερώνυμος ὁ Αἰγύπτιος, ὁ τὴν ἀρχαιολογίαν τὴν Φοινικικὴν συγγραψάμενος, καὶ Μνασέας δὲ καὶ ἄλλοι πλείους. Καὶ Νικόλαος δὲ ὁ Δαμασκηνὸς ἐν τῇ ἐνενηκοστῇ καὶ ἕκτῃ βίβλῳ ἱστορεῖ περὶ αὐτῶν, λέγων οὕτως·

« Ἔστιν ὑπὲρ τὴν Μινυάδα μέγα ὄρος κατὰ τὴν Ἀρμενίαν, Βάρις λεγόμενον, εἰς ὃ πολλοὺς συμφυγόντας ἐπὶ τοῦ κατακλυσμοῦ λόγος ἔχει περισωθῆναι καί τινα ἐπὶ λάρνακος ὀχούμενον ἐπὶ τὴν ἀκρώρειαν ὀκεῖλαι καὶ τὰ λείψανα τῶν ξύλων ἐπὶ πολὺ σωθῆναι. Γένοιτο δ' ἂν οὗτος ὅντινα καὶ Μωσῆς ἀνέγραψεν ὁ Ἰουδαίων νομοθέτης.»

Ταῦτα μὲν ὁ Ἰώσηπος.

ΚΕΦΑΛΑΙΟΝ  ΙΒʹ.

ΑΠΟ ΤΗΣ ΑΒΥΔΗΝΟΥ ΓΡΑΦΗΣ ΠΕΡΙ ΤΟΥ ΑΥΤΟΥ ΚΑΤΑΚΛΥΣΜΟΥ

Ἐγὼ δέ σοι τὰ Μηδικὰ καὶ Ἀσσύρια διελθὼν ἐκ τῆς Ἀβυδηνοῦ γραφῆς, περὶ τῆς αὐτῆς ἱστορίας τάσδε τοῦ ἀνδρὸς παραθήσομαι τὰς λέξεις·

« Μεθ' ὃν ἄλλοι τε ἦρξαν καὶ Σείσιθρος, ᾧ δὴ Κρόνος προσημαίνει μὲν ἔσεσθαι πλῆθος ὄμβρων Δεσίου πέμπτῃ ἐπὶ δέκα, κελεύει δὲ πᾶν ὅ τι γραμμάτων ἦν ἐχόμενον ἐν Ἡλίου πόλει τῇ ἐν Σιππάροισιν ἀποκρύψαι. Σείσιθρος δὲ ταῦτα ἐπιτελέα ποιήσας εὐθέως ἐπ' Ἀρμενίης ἀνέπλωε, καὶ παραυτίκα μιν κατελάμβανε τὰ ἐκ θεοῦ. Τρίτῃ δὲ ἡμέρῃ ἐπεί τε ὕων ἐκόπασε, μετίει τῶν ὀρνίθων πείρην ποιεύμενος, εἴ κου γῆν ἴδοιεν τοῦ ὕδατος ἐκδῦσαν. Αἱ δὲ ἐκδεχομένου σφέας πελάγεος ἀχανέος ἀπορέουσαι ὅκη κατορμίσονται παρὰ τὸν Σείσιθρον ὀπίσω κομίζονται, καὶ ἐπ' αὐτῇσιν ἕτεραι. Ὡς δὲ τῇσι τρίτῃσιν εὐτύχεεν ἀπίκατο γὰρ δὴ πηλοῦ κατάπλεοι τοὺς ταρσούς, θεοί μιν ἐξ ἀνθρώπων ἀφανίζουσι· τὸ δὲ πλοῖον ἐν Ἀρμενίῃ περίαπτα ξύλων ἀλεξιφάρμακα τοῖσιν ἐπιχωρίοισι παρείχετο.»

Ταῦτα μὲν οὖν οὗτος.

ΚΕΦΑΛΑΙΟΝ  ΙΓ'.

ΑΠΟ ΤΗΣ ΙΩΣΗΠΟΥ ΑΡΧΑΙΟΛΟΓΙΑΣ ΠΕΡΙ ΤΟΥ ΠΛΕΙΟΥΣ ΜΝΗΜΟΝΕΥΣΑΙ ΤΗΣ ΤΩΝ ΠΑΛΑΙΩΝ ΜΑΚΡΟΒΙΟΥ ΖΩΗΣ

Πάλιν δὲ Μωσέως τοὺς πρώτους φύντας ἀνθρώπων μακροβίους γεγονέναι φήσαντος, μάρτυρας καὶ τούτου παρατίθεται τοῦ λόγου τοὺς Ἑλλήνων συγγραφεῖς ὧδε λέγων ὁ Ἰώσηπος·

« Μηδεὶς δὲ πρὸς τὸν νῦν βίον καὶ τὴν βραχύτητα τῶν ἐτῶν ἃ ζῶμεν συμβαλὼν τὸν τῶν παλαιῶν ψευδῆ νομιζέτω τὰ περὶ ἐκείνων λεγόμενα, τῷ μηδὲ νῦν τοσοῦτον ἐν τῷ βίῳ παρατείνειν χρόνον τεκμαιρόμενος μηδ' ἐκείνους εἰς ἐκεῖνο τὸ μῆκος τῆς ζωῆς ἀφῖχθαι. Οἱ μὲν γὰρ θεοφιλεῖς ὄντες καὶ ὑπ' αὐτοῦ τοῦ θεοῦ γενόμενοι καὶ διὰ τὸ τὰς τροφὰς ἐπιτηδειοτέρας πρὸς πλείονα χρόνον οὔσας εἰκότως ἔζων πλῆθος τοσούτων ἐτῶν. Ἔπειτα καὶ δι' ἀρετὴν καὶ δι' εὐχρηστίαν ὧν ἐπενόουν ἀστρολογίας καὶ γεωμετρίας εἰς πλείονα ζῆν τὸν θεὸν αὐτοῖς παρασχεῖν, ἅπερ οὐκ ἦν ἀσφαλῶς αὐτοῖς προειπεῖν μὴ ζήσασιν ἑξακοσίους ἐνιαυτούς· διὰ γὰρ τούτων ὁ μέγας ἐνιαυτὸς πληροῦται. Μαρτυροῦσι δέ μου τῷ λόγῳ πάντες οἱ παρ' Ἕλλησι καὶ βαρβάροις συγγραψάμενοι τὰς ἀρχαιολογίας. Καὶ γὰρ καὶ Μάνεθως ὁ τὴν τῶν Αἰγυπτιακῶν ποιησάμενος ἀναγραφὴν καὶ Βηρωσσὸς ὁ τὰ Χαλδαϊκὰ συναγαγὼν καὶ Μόλος καὶ Ἑστιαῖος καὶ πρὸς αὐτοῖς ὁ Αἰγύπτιος Ἱερώνυμος οἵ τε τὰ Φοινικικὰ συνταξάμενοι συμφωνοῦσι τοῖς ὑπ' ἐμοῦ λεγομένοις· Ἡσίοδός τε καὶ Ἑκαταῖος καὶ Ἑλλάνικος καὶ Ἀκουσίλαος καὶ πρὸς τούτοις Ἔφορος και Νικόλαος ἱστοροῦσι τοὺς ἀρχαίους ζήσαντας ἔτη χίλια. Περὶ μὲν οὖν τούτων, ὡς ἂν ἑκάστοις ᾖ φίλον, οὕτως σκοπείτωσαν.»

ΚΕΦΑΛΑΙΟΝ ΙΔ'.

ΑΠΟ ΤΗΣ ΑΒΥΔΗΝΟΥ ΓΡΑΦΗΣ ΠΕΡΙ ΤΗΣ ΤΟΥ ΠΥΡΓΟΥ ΚΑΤΑΣΚΕΥΗΣ

Πάλιν Μωσέως περὶ τῆς τοῦ πύργου κατασκευῆς καὶ ὡς ἀπὸ μιᾶς γλώσσης εἰς πολλὰς συνεχύθησαν διαλέκτους ἱστορήσαντος, ἐν τῇ λεχθείσῃ Περὶ τῶν Ἀσσυρίων γραφῇ ὁ μικρῷ πρόσθεν δηλωθεὶς συγγραφεὺς τὰ ὅμοια μαρτυρεῖ λέγων ὧδε·

«Ἐν τῇ δὴ λέγουσι τοὺς πρώτους ἐκ γῆς ἀνασχόντας, ῥώμῃ τε καὶ μεγέθει χαυνωθέντας καὶ δὴ θεῶν καταφρονήσαντας ἀμείνονας εἶναι, τύρσιν ἠλίβατον ἀείρειν, ἵνα νῦν Βαβυλών ἐστιν· ἤδη τε ἆσσον εἶναι τοῦ οὐρανοῦ, καὶ τοὺς ἀνέμους θεοῖσι βωθέοντας ἀνατρέψαι περὶ αὐτοῖσι τὸ μηχάνημα· τοῦ δὴ τὰ ἐρείπια λέγεσθαι Βαβυλῶνα. Τέως δὲ ὄντας ὁμογλώσσους ἐκ θεῶν πολύθροον φωνὴν ἐνείκασθαι, μετὰ δὲ Κρόνῳ τε καὶ Τιτῆνι συστῆναι πόλεμον. Ὁ δὲ τόπος, ἐν ᾧ τὸν πύργον ᾠκοδόμησαν, νῦν Βαβυλὼν καλεῖται, διὰ τὴν σύγχυσιν τοῦ περὶ τὴν διάλεκτον πρῶτον ἐναργοῦς· Ἑβραῖοι γὰρ τὴν σύγχυσιν Βαβὲλ καλοῦσι. »

ΚΕΦΑΛΑΙΟΝ ΙΕ'.

ΩΣ ΚΑΙ ΕΤΕΡΟΙ ΠΛΕΙΟΥΣ ΕΜΝΗΣΘΗΣΑΝ ΤΟΥ ΑΥΤΟΥ· ΑΠΟ ΤΗΣ ΙΩΣΗΠΟΥ ΑΡΧΑΙΟΛΟΓΙΑΣ

Περὶ δὲ τοῦ πύργου τούτου καὶ τῆς ἀλλοφωνίας τῶν ἀνθρώπων μέμνηται καὶ Σίβυλλα, λέγουσα οὕτως·

«Πάντων ὁμοφώνων ὄντων τῶν ἀνθρώπων πύργον ᾠκοδόμησάν τινες ὑψηλότατον, ὡς ἐπὶ τὸν οὐρανὸν ἀναβησόμενοι δι' αὐτοῦ. Οἱ δὲ θεοὶ ἀνέμους ἐπιπέμψαντες ἀνέτρεψαν τὸν πύργον, καὶ ἰδίαν ἑκάστῳ φωνὴν ἔδωκαν, καὶ διὰ τοῦτο Βαβυλῶνα συνέβη κληθῆναι τὴν πόλιν.»

Περὶ δὲ τοῦ πεδίου τοῦ λεγομένου Σενναὰρ ἐν τῇ Βαβυλωνίᾳ χώρᾳ μνημονεύει Ἑστιαῖος, λέγων οὕτως·

«Τῶν δὲ ἱερέων τοὺς διασωθέντας, τὰ τοῦ Ἐνυαλίου Διὸς ἱερώματα λαβόντας, εἰς Σενναὰρ τῆς Βαβυλωνίας ἐλθεῖν· σκίδνανται δὴ τὸ λοιπὸν ἐντεῦθεν ὑπὸ τῆς ὁμογλωσσίας τὰς συνοικίας ποιησάμενοι πανταχοῦ, καὶ γῆν ἕκαστοι κατελάμβανον τὴν ἐντυχοῦσαν.»

ΚΕΦΑΛΑΙΟΝ ΙϚʹ.

ΟΣΟΙ ΠΕΡΙ ΤΟΥ ΠΑΝΤΩΝ ΕΒΡΑΙΩΝ ΠΡΟΠΑΤΟΡΟΣ ΑΒΡΑΑΜ ΕΜΝΗΣΘΗΣΑΝ

Πάλιν Μωσέως τὴν κατὰ τὸν Ἑβραίων προπάτορα Ἁβραὰμ ἱστορίαν εἰς πλάτος ἐκθεμένου, μαρτυρεῖν αὐτῷ καὶ τοὺς ἔξωθεν ἱστορικοὺς ὁ Ἰώσηπος λέγει διὰ τούτων·

«Μνημονεύει δὲ τοῦ πατρὸς ἡμῶν Ἁβραάμου Βηρωσσός, οὐκ ὀνομάζων, λέγων δὲ οὕτως·

«Μετὰ τὸν κατακλυσμὸν δεκάτῃ γενεᾷ παρὰ Χαλδαίοις τις ἦν δίκαιος ἀνὴρ καὶ μέγας καὶ τὰ οὐράνια ἔμπειρος.»

Ἑκαταῖος δὲ καὶ τοῦ μνησθῆναι πλεῖόν τι πεποίηκε· βιβλίον γὰρ περὶ αὐτοῦ συνταξάμενος κατέλιπε. Νικόλαος δὲ ὁ Δαμασκηνὸς ἐν τῇ τετάρτῃ τῶν ἱστοριῶν λέγει οὕτως·

«Ἁβραάμης ἐβασίλευε Δαμασκοῦ, ἔπηλυς σὺν στρατῷ ἀφιγμένος ἐκ τῆς γῆς τῆς ὑπὲρ Βαβυλῶνος, Χαλδαίων λεγομένης. Μετ' οὐ πολὺν δὲ χρόνον ἐξαναστὰς καὶ ἀπὸ ταύτης τῆς χώρας σὺν τῷ σφετέρῳ λαῷ εἰς τὴν τότε μὲν Χαναναίαν λεγομένην, νῦν δὲ Ἰουδαίαν, μετῴκησε καὶ οἱ ἀπ' ἐκείνου πληθύσαντες, περὶ ὧν ἐν ἑτέρῳ λόγῳ διέξειμι τὰ ἱστορούμενα. Τοῦ τε Ἁβραάμου ἔτι καὶ νῦν ἐν τῇ Δαμασκηνῇ τὸ ὄνομα δοξάζεται, καὶ κώμη ἀπ' αὐτοῦ δείκνυται Ἁβραάμου οἴκησις λεγομένη. Λιμοῦ δὲ χρόνοις ὕστερον τὴν Χαναναίαν καταλαβόντος, Ἅβραμος Αἰγυπτίους εὐδαιμονεῖν πυθόμενος διαίρειν πρὸς αὐτοὺς ἦν πρόθυμος, τῆς τε ἀφθονίας τῆς ἐκείνων μεθέξων καὶ τῶν ἱερέων ἀκροατὴς ἐσόμενος, ὧν λέγοιεν περὶ θεῶν· ἢ γὰρ κρείσσοσιν εὑρεθεῖσι κατακολουθήσειν ἢ μετακοσμήσειν αὐτοὺς ἐπὶ τὸ βέλτιον, αὐτὸς ἄμεινον φρονῶν.»

Εἶθ' ἑξῆς ἐπιλέγει·

«Καὶ συνῆν Αἰγυπτίων τοῖς λογιωτάτοις, τήν τε ἀρετὴν αὐτῷ καὶ τὴν ἐπ' αὐτῷ δόξαν ἐντεῦθεν ἐπιφανεστέραν συνέβη γενέσθαι. Τῶν γὰρ Αἰγυπτίων διαφόροις ἀρεσκομένων ἔθεσι καὶ τὰ παρ' ἀλλήλοις ἐκφαυλιζόντων νόμιμα καὶ διὰ τοῦτο δυσμενῶς ἐχόντων πρὸς ἀλλήλους, συμβαλὼν αὐτῶν ἑκάστοις καὶ διαπτύων τοὺς λόγους, οὓς ἐποιοῦντο περὶ τῶν ἰδίων, κενοὺς καὶ μηδὲν ἔχοντας ἀληθὲς ἀπέφαινε. Θαυμασθεὶς οὖν ὑπ' αὐτῶν ἐν ταῖς συνουσίαις ὡς συνετώτατος καὶ δεινὸς ἀνὴρ οὐ νοῆσαι μόνον, ἀλλὰ καὶ πεῖσαι λέγων περὶ ὧν ἂν ἐπιχειρήσειε διδάσκειν, τήν τε ἀριθμητικὴν αὐτοῖς χαρίζεται καὶ τὰ περὶ ἀστρολογίαν παραδίδωσι. Πρὸ γὰρ τῆς Ἁβραάμου παρουσίας Αἰγύπτιοι τούτων εἶχον ἀμαθῶς. Ἐκ Χαλδαίων γὰρ ταῦτ' ἐφοίτησεν εἰς Αἴγυπτον, ὅθεν ἦλθε καὶ εἰς τοὺς Ἕλληνας.»

Ταῦτα ὁ Ἰώσηπος.

ΚΕΦΑΛΑΙΟΝ ΙΖ'.

ΕΥΠΟΛΕΜΟΥ ΠΕΡΙ ΑΒΡΑΑΜ· ΑΠΟ ΤΗΣ ΑΛΕΞΑΝΔΡΟΥ ΤΟΥ ΠΟΛΥΙΣΤΟΡΟΣ ΠΕΡΙ ΙΟΥΔΑΙΩΝ ΓΡΑΦΗΣ

Συνᾴδει δὲ τούτοις καὶ ὁ Πολυΐστωρ Ἀλέξανδρος, πολύνους ὢν καὶ πολυμαθὴς ἀνὴρ τοῖς τε μὴ πάρεργον τὸν ἀπὸ παιδείας καρπὸν πεποιημένοις Ἕλλησι γνωριμώτατος, ὃς ἐν τῇ Περὶ Ἰουδαίων συντάξει τὰ κατὰ τὸν Ἁβραὰμ τοῦτον ἱστορεῖ κατὰ λέξιν τὸν τρόπον·

« Εὐπόλεμος δὲ ἐν τῷ περὶ Ἰουδαίων τῆς Ἀσσυρίας φησὶ πόλιν Βαβυλῶνα πρῶτον μὲν κτισθῆναι ὑπὸ τῶν διασωθέντων ἐκ τοῦ κατακλυσμοῦ· εἶναι δὲ αὐτοὺς γίγαντας, οἰκοδομεῖν δὲ τὸν ἱστορούμενον πύργον. Πεσόντος δὲ τούτου ὑπὸ τῆς τοῦ θεοῦ ἐνεργείας τοὺς γίγαντας διασπαρῆναι καθ' ὅλην τὴν γῆν. Δεκάτῃ δὲ γενεᾷ, φησίν, ἐν πόλει τῆς Βαβυλωνίας Καμαρίνῃ, ἥν τινας λέγειν πόλιν Οὐρίην εἶναι δὲ μεθερμηνευομένην Χαλδαίων πόλιν, ἢ ἐν τρισκαιδεκάτῃ γενέσθαι Ἁβραὰμ γενεᾷ, εὐγενείᾳ καὶ σοφίᾳ πάντας ὑπερβεβηκότα, ὃν δὴ καὶ τὴν ἀστρολογίαν καὶ Χαλδαϊκὴν εὑρεῖν ἐπί τε τὴν εὐσέβειαν ὁρμήσαντα εὐαρεστῆσαι τῷ θεῷ. Τοῦτον δὲ διὰ τὰ προστάγματα τοῦ θεοῦ εἰς Φοινίκην ἐλθόντα κατοικῆσαι, καὶ τροπὰς ἡλίου καὶ σελήνης καὶ τὰ ἄλλα πάντα διδάξαντα τοὺς Φοίνικας εὐαρεστῆσαι τῷ βασιλεῖ αὐτῶν. Ὕστερον δὲ Ἀρμενίους ἐπιστρατεῦσαι τοῖς Φοίνιξι· νικησάντων δὲ καὶ αἰχμαλωτισαμένων τὸν ἀδελφιδοῦν αὐτοῦ τὸν Ἁβραὰμ μετὰ οἰκετῶν βοηθήσαντα ἐγκρατῆ γενέσθαι τῶν αἰχμαλωτισαμένων καὶ τῶν πολεμίων αἰχμαλωτίσαι τέκνα καὶ γυναῖκας. Πρέσβεων δὲ παραγενομένων πρὸς αὐτὸν ὅπως χρήματα λαβὼν ἀπολυτρώσῃ ταῦτα, μὴ προελέσθαι τοῖς δυστυχοῦσιν ἐπεμβαίνειν, ἀλλὰ τὰς τροφὰς λαβόντα τῶν νεανίσκων ἀποδοῦναι τὰ αἰχμάλωτα ξενισθῆναί τε αὐτὸν ὑπὸ πόλεως ἱερὸν Ἀργαριζίν, ὃ εἶναι μεθερμηνευόμενον ὄρος ὑψίστου· παρὰ δὲ τοῦ Μελχισεδὲκ ἱερέως ὄντος τοῦ θεοῦ καὶ βασιλεύοντος λαβεῖν δῶρα. Λιμοῦ δὲ γενομένου τὸν Ἁβραὰμ ἀπαλλαγῆναι εἰς Αἴγυπτον πανοικίᾳ κἀκεῖ κατοικεῖν τήν τε γυναῖκα αὐτοῦ τὸν βασιλέα τῶν Αἰγυπτίων γῆμαι, φάντος αὐτοῦ ἀδελφὴν εἶναι. Περισσότερον δ' ἱστόρησεν ὅτι οὐκ ἠδύνατο αὐτῇ συγγενέσθαι καὶ ὅτι συνέβη φθείρεσθαι αὐτοῦ τὸν λαὸν καὶ τὸν οἶκον, μάντεις δὲ αὐτοῦ καλέσαντος τούτους φάναι μὴ εἶναι χήραν τὴν γυναῖκα· τὸν δὲ βασιλέα τῶν Αἰγυπτίων οὕτως ἐπιγνῶναι ὅτι γυνὴ ἦν τοῦ Ἁβραὰμ καὶ ἀποδοῦναι αὐτὴν τῷ ἀνδρί. Συζήσαντα δὲ τὸν Ἁβραὰμ ἐν Ἡλιουπόλει τοῖς Αἰγυπτίων ἱερεῦσι πολλὰ μεταδιδάξαι αὐτοὺς καὶ τὴν ἀστρολογίαν καὶ τὰ λοιπὰ τοῦτον αὐτοῖς εἰση γήσασθαι, φάμενον Βαβυλωνίους ταῦτα καὶ αὑτὸν εὑρηκέναι, τὴν δὲ εὕρεσιν αὐτῶν εἰς Ἐνὼχ ἀναπέμπειν, καὶ τοῦτον εὑρηκέναι πρῶτον τὴν ἀστρολογίαν, οὐκ Αἰγυπτίους. Βαβυλωνίους γὰρ λέγειν πρῶτον γενέσθαι Βῆλον, ὃν εἶναι Κρόνον· ἐκ τούτου δὲ γενέσθαι Βῆλον καὶ Χαναάν, τοῦτον δὲ τὸν Χαναὰν γεννῆσαι τὸν πατέρα τῶν Φοινίκων, τούτου δὲ Χοὺμ υἱὸν γενέσθαι, ὃν ὑπὸ τῶν Ἑλλήνων λέγεσθαι Ἄσβολον, πατέρα δὲ Αἰθιόπων, ἀδελφὸν δὲ τοῦ Μεστραείμ, πατρὸς Αἰγυπτίων· Ἕλληνας δὲ λέγειν τὸν Ἄτλαντα εὑρηκέναι ἀστρολογίαν, εἶναι δὲτὸν Ἄτλαντα τὸν αὐτὸν καὶ Ἐνώχ· τοῦ δὲ Ἐνὼχ γενέσθαι υἱὸν Μαθουσάλαν,ὃν πάντα δι' ἀγγέλων θεοῦ γνῶναι καὶ ἡμᾶς οὕτως ἐπιγνῶναι.»

ΚΕΦΑΛΑΙΟΝ ΙΗ'.

ΑΡΤΑΠΑΝΟΥ ΠΕΡΙ ΤΟΥ ΑΥΤΟΥ· ΑΠΟ ΤΗΣ ΑΥΤΗΣ ΤΟΥ ΠΟΛΥΙΣΤΟΡΟΣ ΓΡΑΦΗΣ

« Ἀρτάπανος δέ φησιν ἐν τοῖς Ἰουδαϊκοῖς τοὺς μὲν Ἰουδαίους ὀνομάζεσθαιἙρμιούθ, ὃ εἶναι μεθερμηνευθὲν κατὰ τὴν Ἑλληνίδα φωνὴν Ἰουδαῖοι· καλεῖσθαι δὲ αὐτοὺς Ἑβραίους ἀπὸ Ἁβραάμου. Τοῦτον δέ φησι πανοικίᾳ ἐλθεῖν εἰς Αἴγυπτον πρὸς τὸν τῶν Αἰγυπτίων βασιλέα Φαρεθώθην καὶ τὴν ἀστρολογίαν αὐτὸν διδάξαι· μείναντα δὲ ἔτη ἐκεῖ εἴκοσι πάλιν εἰς τοὺς κατὰ Συρίαν ἀπαλλαγῆναι τόπους· τῶν δὲ τούτῳ συνελθόντων πολλοὺς ἐν Αἰγύπτῳ καταμεῖναι διὰ τὴν εὐδαιμονίαν τῆς χώρας. Ἐν δὲ ἀδεσπότοις εὕρομεν τὸν Ἁβραὰμ ἀναφέροντα εἰς τοὺς γίγαντας, τούτους δὲ οἰκοῦντας ἐν τῇ Βαβυλωνίᾳ διὰ τὴν ἀσέβειαν ὑπὸ τῶν θεῶν ἀναιρεθῆναι, ὧν ἕνα Βῆλον ἐκφεύγοντα τὸν θάνατον ἐν Βαβυλῶνι κατοικῆσαι πύργον τε κατασκευάσαντα ἐν αὐτῷ διαιτᾶσθαι, ὃν δὴ ἀπὸ τοῦ κατασκευάσαντος Βήλου Βῆλον ὀνομασθῆναι. Τὸν δὲ Ἅβραμον τὴν ἀστρολογικὴν ἐπιστήμην παιδευθέντα πρῶτον μὲν ἐλθεῖν εἰς Φοινίκην καὶ τοὺς Φοίνικας ἀστρολογίαν διδάξαι, ὕστερον δὲ εἰς Αἴγυπτον παραγενέσθαι. »

ΚΕΦΑΛΑΙΟΝ ΙΘ'.

ΜΟΛΩΝΟΣ ΠΕΡΙ ΤΟΥ ΑΥΤΟΥ

« Ὁ δὲ τὴν συσκευὴν τὴν κατὰ Ἰουδαίων γράψας Μόλων μετὰ τὸν κατακλυσμόν φησιν ἀπὸ τῆς Ἀρμενίας ἀπελθεῖν τὸν περιλειφθέντα ἄνθρωπον μετὰ τῶν υἱῶν, ἐκ τῶν ἰδίων ἐξελαυνόμενον ὑπὸ τῶν ἐγχωρίων· διανύσαντα δὲ τὴν μεταξὺ χώραν ἐλθεῖν εἰς τὴν ὀρεινὴν τῆς Συρίας οὖσαν ἔρημον. Μετὰ δὲ τρεῖς γενεὰς Ἁβραὰμ γενέσθαι, ὃν δὴ μεθερμηνεύεσθαι πατρὸς φίλον, ὃν δὴ σοφὸν γενόμενον τὴν ἐρημίαν μεταδιώκειν· λαβόντα δὲ δύο γυναῖκας, τὴν μὲν ἐντοπίαν, συγγενῆ, τὴν δὲ Αἰγυπτίαν, θεράπαιναν, ἐκ μὲν τῆς Αἰγυπτίας γεννῆσαι δώδεκα υἱούς, οὓς δὴ εἰς Ἀραβίαν ἀπαλλαγέντας διελέσθαι τὴν χώραν καὶ πρώτους βασιλεῦσαι τῶν ἐγχωρίων· ὅθεν ἕως καθ' ἡμᾶς δώδεκα εἶναι βασιλεῖς Ἀράβων ὁμωνύμους ἐκείνοις. Ἐκ δὲ τῆς γαμετῆς υἱὸν αὐτῷ γενέσθαι ἕνα, ὃν Ἑλληνιστὶ Γέλωτα ὀνομασθῆναι. Καὶ τὸν μὲν Ἁβραὰμ γήρᾳ τελευτῆσαι, Γέλωτος δὲ καὶ γυναικὸς ἐγχωρίου υἱοὺς ἕνδεκα γενέσθαι καὶ δωδέκατον Ἰωσὴφ καὶ ἀπὸ τοῦδε τρίτον Μωσῆν.»

Τοσαῦτα ὁ Πολυΐστωρ· οἷς μεθ' ἕτερα ἐπιφέρει λέγων·

« Μετ' οὐ πολὺν δὲ χρόνον τὸν θεὸν τῷ Ἁβραὰμ προστάξαι Ἰσαὰκ τὸν υἱὸν ὁλοκαρπῶσαι αὐτῷ. Τὸν δὲ ἀναγαγόντα τὸν παῖδα ἐπὶ τὸ ὄρος πυρὰν νῆσαι καὶ ἐπιθεῖναι τὸν Ἰσαάκ· σφάζειν δὲ μέλλοντα κωλυθῆναι ὑπὸ ἀγγέλου, κριὸν αὐτῷ πρὸς τὴν κάρπωσιν παραστήσαντος· τὸν δὲ Ἁβραὰμ τὸν μὲν παῖδα καθελεῖν ἀπὸ τῆς πυρᾶς, τὸν δὲ κριὸν καρπῶσαι.»

ΚΕΦΑΛΑΙΟΝ Κ'.

ΦΙΛΩΝΟΣ ΠΕΡΙ ΤΟΥ ΑΥΤΟΥ

Φησὶ δὲ περὶ τούτου καὶ Φίλων ἐν τῷ πρώτῳ τῶν Περὶ Ἱεροσόλυμα·

« Ἔκλυον ἀρχεγόνοισι τὸ μηρίον ὥς ποτε θεσμοῖς,
Ἁβραὰμ κλυτοηχὲς ὑπερτέρῳ ἅμματι δεσμῶν,
παμφαές, πλήμμυρε μεγαυχήτοισι λογισμοῖς,
θειοφιλῆ θέλγητρα. Λιπόντι γὰρ ἀγλαὸν ἕρκος
αἰνοφύτων ἔκκαυμα βριήπυος αἰνετὸς ἴσχων
ἀθάνατον ποίησεν ἑὴν φάτιν, ἐξότε κείνου
ἔκγονος αἰνογόνοιο πολύμνιον ἔλλαχε κῦδος,»

καὶ τὰ ἑξῆς· οἷς μετ' ὀλίγα ἐπιφέρει·

« Ἀρτίχερος θηκτοῖο ξιφηφόρον ἐντύνοντος
λήματι καὶ σφαράγοιο παρακλιδὸν ἀθροισθέντος·
ἀλλ' ὁ μὲν ἐν χείρεσσι κερασφόρον ὤπασε κριόν,

καὶ τὰ τούτοις ἑπόμενα. »

Ταῦτα μὲν δὴ ἀπὸ τῆς προειρημένης τοῦ Πολυΐστορος γραφῆς. Καὶ ὁ Ἰώσηπος δὲ ἐν τῇ πρώτῃ τῆς Ἀρχαιολογίας τοῦ αὐτοῦ μνημονεύει διὰ τούτων·

« Λέγεται δὲ ὡς οὗτος ὁ Ἀφρὴν στρατεύσας ἐπὶ τὴν Λιβύην κατέσχεν αὐτὴν καὶ οἱ υἱωνοὶ αὐτοῦ κατοικήσαντες ἐν αὐτῇ τὴν γῆν ἀπὸ τοῦ ἐκείνου ὀνόματος Ἀφρικὰ προσηγόρευσαν. Μαρτυρεῖ δέ μου τῷ λόγῳ Ἀλέξανδρος ὁ Πολυΐστωρ λέγων οὕτως·

« Κλεόδημος δέ φησιν ὁ προφήτης, ὁ καὶ Μαλχᾶς, ἱστορῶν τὰ περὶ Ἰουδαίων, καθὼς καὶ Μωσῆς ἱστόρηκεν ὁ νομοθέτης αὐτῶν, ὅτι ἐκ τῆς Χεττούρας Ἁβραάμῳ ἐγένοντο παῖδες ἱκανοί· λέγει δὲ αὐτῶν καὶ τὰ ὀνόματα, ὀνομάζων τρεῖς, Ἀφέρ, Ἀσσουρί, Ἀφράν· καὶ ἀπὸ Ἀσσουρὶ μὲν τὴν Ἀσσυρίαἀπὸ δὲ τῶν δύο, Ἀφρά τε καὶ Ἀφέρ, πόλιν τε Ἀφρὰν καὶ τὴν χώραν Ἀφρικαὀνομασθῆναι. Τούτους δὲ Ἡρακλεῖ συστρατεῦσαι ἐπὶ Λιβύην καὶ Ἀνταῖον· γή μαντα δὲ τὴν Ἀφρὰ θυγατέρα Ἡρακλέα γεννῆσαι υἱὸν ἐξ αὐτῆς Διόδωρον. Τούτου δὲ γενέσθαι Σοφωνᾶν, ἀφ' οὗ τοὺς βαρβάρους Σοφὰς λέγεσθαι.»

Τὰ μὲν οὖν περὶ τοῦ Ἀβραὰμ ὡς ἐν ὀλίγοις τοσαῦτα παρακείσθω.

ΚΕΦΑΛΑΙΟΝ ΚΑ'.

ΔΗΜΗΤΡΙΟΥ ΠΕΡΙ ΤΟΥ ΙΑΚΩΒ· ΑΠΟ ΤΗΣ ΑΥΤΗΣ ΤΟΥ ΠΟΛΥΙΣΤΟΡΟΣ ΓΡΑΦΗΣ

Ἀπίωμεν δὲ πάλιν ἐπὶ τὸν Πολυΐστορα·

« Δημήτριός φησι τὸν Ἰακὼβ γενόμενον ἐτῶν ἑβδομήκοντα πέντε φυγεῖν εἰς Χαρρὰν τῆς Μεσοποταμίας, ἀποσταλέντα ὑπὸ τῶν γονέων διὰ τὴν πρὸς τὸν ἀδελφὸν κρυφίαν ἔχθραν Ἡσαῦ, διὰ τὸ εὐλογῆσαι αὐτὸν τὸν πατέρα δοκοῦντα εἶναι τὸν Ἡσαῦ, καὶ ὅπως λάβῃ ἐκεῖθεν γυναῖκα. Ἀφορμῆσαι οὖν τὸν Ἰακὼβ εἰς Χαρρὰν τῆς Μεσοποταμίας, τὸν μὲν πατέρα καταλιπόντα Ἰσαὰκ ἐτῶν ἑκατὸν τριάκοντα ἑπτά, αὐτὸν δὲ ὄντα ἐτῶν ἑβδομήκοντα ἑπτά. Διατρίψαντα οὖν αὐτὸν ἐκεῖ ἑπτὰ ἔτη Λάβαν τοῦ μητρῴου δύο θυγατέρας γῆμαι, Λείαν καὶ Ῥαχήλ, ὄντα ἐτῶν ὀγδοήκοντα τεσσάρων· καὶ γενέσθαι ἐν ἑπτὰ ἔτεσιν ἄλλοις αὐτῷ παιδία ιβʹ· ὀγδόῳ μὲν ἔτει μηνὶ δεκάτῳ Ῥουβίν· καὶ τῷ ἔτει δὲ τῷ ἐνάτῳ μηνὶ ὀγδόῳ Συμεών· καὶ τῷ ἔτει δὲ τῷ δεκάτῳ μηνὶ ἕκτῳ Λευίν· τῷ δὲ ἑνδεκάτῳ ἔτει μηνὶ τετάρτῳ Ἰούδαν. Ῥαχήλ τε μὴ τίκτουσανζηλῶσαι τὴν ἀδελφὴν καὶ παρακοιμίσαι τῷ Ἰακὼβ τὴν ἑαυτῆς παιδίσκην Ζελφάν, τῷ αὐτῷ χρόνῳ ᾧ καὶ Βάλλαν συλλαβεῖν τὸν Νεφθαλείμ, τῷ ἑνδεκάτῳ ἔτει μηνὶ πέμπτῳ, καὶ τεκεῖν τῷ δωδεκάτῳ ἔτει μηνὶ δευτέρῳ υἱόν, ὃν ὑπὸ Λείας Γὰδ ὀνομασθῆναι· καὶ ἐκ τῆς αὐτῆς τοῦ αὐτοῦ ἔτους καὶ μηνὸς δωδεκάτου ἕτερον τεκεῖν, ὃν καὶ αὐτὸν προσαγορευθῆναι ὑπὸ Λείας Ἀσήρ. Καὶ Λείαν πάλιν ἀντὶ τῶν μήλων τῶν μανδραγόρου, ἃ Ῥουβὴλ εἰσενεγκεῖν παρὰ Ῥαχήλ, συλλαβεῖν καὶ τὴν παιδίσκην Ζελφὰν τῷ αὐτῷ χρόνῳ, τῷ δωδεκάτῳ ἔτει μηνὶ τρίτῳ, καὶ τεκεῖν τοῦ αὐτοῦ ἔτους μηνὸς δωδεκάτου υἱὸν καὶ ὄνομα αὐτῷ θέσθαι Ἰσσάχαρ. Καὶ πάλιν Λείαν τῷ τρισκαιδεκάτῳ ἔτει μηνὶ δεκάτῳ υἱὸν ἄλλον τεκεῖν, ᾧ ὄνομα Ζαβουλών, καὶ τὴν αὐτὴν τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει μηνὶ ὀγδόῳ τεκεῖν υἱὸν ὄνομα Δάν. Ἐν ᾧ καὶ Ῥαχὴλ λαβεῖν ἐν γαστρὶ τῷ αὐτῷ χρόνῳ, ᾧ καὶ Λείαν τεκεῖν θυγατέρα Δείναν, καὶ τεκεῖν τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει μηνὶ ὀγδόῳ υἱόν, ὃν ὀνομασθῆναι Ἰωσήφ, ὥστε γεγονέναι ἐν τοῖς ἑπτὰ ἔτεσι τοῖς παρὰ Λάβαν δώδεκα παιδία. Θέλοντα δὲ τὸν Ἰακὼβ πρὸς τὸν πατέρα εἰς Χαναὰν ἀπιέναι, ἀξιωθέντα ὑπὸ Λάβαν ἄλλα ἔτη ἓξ μεῖναι, ὥστε τὰ πάντα αὐτὸν μεῖναι ἐν Χαρρὰν παρὰ Λάβαν ἔτη εἴκοσι. Πορευομένῳ δ' αὐτῷ εἰς Χαναὰν ἄγγελον τοῦ θεοῦ παλαῖσαι καὶ ἅψασθαι τοῦ πλάτους τοῦ μηροῦ τοῦ Ἰακώβ, τὸν δὲ ναρκήσαντα ἐπισκάζειν· ὅθεν οὐκ ἐσθίεσθαι τῶν κτηνῶν τὸ ἐν τοῖς μηροῖς νεῦρον. Καὶ φάναι αὐτῷ τὸν ἄγγελον ἀπὸ τοῦδε μηκέτι Ἰακώβ, ἀλλ' Ἰσραὴλ ὀνομασθήσεσθαι. Καὶ ἐλθεῖν αὐτὸν τῆς Χαναὰν γῆς εἰς ἑτέραν πόλιν Σικίμων, ἔχοντα παιδία Ῥουβὶμ ἐτῶν δώδεκα μηνῶν δυοῖν, Συμεῶνα ἐτῶν ἕνδεκα μηνῶν τεσσάρων, Λευὶν ἐτῶν δέκα μηνῶν ἕξ, Ἰούδαν ἐτῶν ἐννέα μηνῶν ὀκτώ, Νεφθαλεὶμ ἐτῶν ὀκτὼ μηνῶν δέκα, Γὰδ ἐτῶν ὀκτὼ μηνῶν δέκα, Ἀσὴρ ἐτῶν ὀκτώ, Ἰσσάχαρ ἐτῶν ὀκτώ, Ζαβουλὼν ἐτῶν ἑπτὰ μηνῶν δυοῖν, Δείναν ἐτῶν ἓξ μηνῶν τεσσάρων, Ἰωσὴφ ἐτῶν ἓξ μηνῶν τεσσάρων. Παροικῆσαι δὲ Ἰσραὴλ παρὰ Ἐμμὼρ ἔτη δέκα, καὶ φθαρῆναι τὴν Ἰσραὴλ θυγατέρα Δείναν ὑπὸ Συχὲμ τοῦ Ἐμμὼρ υἱοῦ, ἐτῶν οὖσαν δεκαὲξ μηνῶν τεσσάρων. Ἐξαλλομένους δὲ τοὺς Ἰσραὴλ υἱούς, Συμεῶνα μὲν ὄντα ἐτῶν εἰκοσιενὸς μηνῶν τεσσάρων, Λευὶν δὲ ἐτῶν εἴκοσι μηνῶν ἕξ, ἀποκτεῖναι τόν τε Ἐμμὼρ καὶ Συχὲμ τὸν υἱὸν αὐτοῦ καὶ πάντας τοὺς ἄρσενας διὰ τὴν Δείνας φθοράν· Ἰακὼβ δὲ τότε εἶναι ἐτῶν ἑκατὸν ἑπτά. Ἐλθόντα τε οὖν αὐτὸν εἰς Λουζὰ τῆς Βαιθήλ, φάναι τὸν θεὸν μηκέτι Ἰακώβ, ἀλλ' Ἰσραὴλ ὀνομάζεσθαι. Ἐκεῖθεν δὲ ἐλθεῖν εἰς Χαφραθά, ἔνθεν παραγενέσθαι εἰς Ἐφραθά, ἣν εἶναι Βηθλεέμ, καὶ γεννῆσαι αὐτὸν ἐκεῖ Βενιαμίν, καὶ τελευτῆσαι Ῥαχήλ, τεκοῦσαν τὸν Βενιαμίν, συμβιῶσαι δ' αὐτῇ τὸν Ἰακὼβ ἔτη εἴκοσι τρία. Αὐτόθεν δὲ ἐλθεῖν τὸν Ἰακὼβ εἰς Μαμβρὶ τῆς Χεβρὼν πρὸς Ἰσαὰκ τὸν πατέρα. Εἶναι δὲ τότε Ἰωσὴφἐτῶν δεκαεπτά, καὶ πραθῆναι αὐτὸν εἰς Αἴγυπτον καὶ ἐν τῷ δεσμωτηρίῳ μεῖναι ἔτη δεκατρία, ὥστ' εἶναι αὐτὸν ἐτῶν τριάκοντα, Ἰακὼβ δὲ ἐτῶν ἑκατὸν εἴκοσιν, ἐν ᾧ καὶ τελευτῆσαι τὸν Ἰσαὰκ ἔτει ἑνὶ ἔμπροσθεν, ἐτῶν ὄντα ἑκατὸν ὀγδοήκοντα. Κρίναντα δὲ τῷ βασιλεῖ τὸν Ἰωσὴφ τὰ ἐνύπνια ἄρξαι Αἰγύπτου ἔτη ἑπτά, ἐν οἷς καὶ συνοικῆσαι Ἀσενέθ, Πεντεφρῆ τοῦ Ἡλιουπόλεως ἱερέως θυγατρί, καὶ γεννῆσαι Μανασσῆν καὶ Ἐφραΐμ· καὶ τοῦ λιμοῦ ἐπιγενέσθαι ἔτη δύο. Τὸν δὲ Ἰωσὴφ ἔτη ἐννέα εὐτυχήσαντα πρὸς τὸν πατέρα μὴ πέμψαι, διὰ τὸ ποιμένα αὐτόν τε καὶ τοὺς ἀδελφοὺς εἶναι· ἐπονείδιστον δὲ Αἰγυπτίοις εἶναι τὸ ποιμαίνειν. Ὅτι δὲ διὰ τοῦτο οὐκ ἔπεμψεν αὐτὸν δεδηλωκέναι· ἐλθόντων γὰρ αὐτοῦ τῶν συγγενῶν φάναι αὐτοῖς, ἐὰν κληθῶσιν ὑπὸ τοῦ βασιλέως καὶ ἐρωτῶνται τί διαπράσσονται, λέγειν κτηνοτρόφους αὐτοὺς εἶναι. Διαπορεῖσθαι δὲ διὰ τί ποτε ὁ Ἰωσὴφ Βενιαμὶν ἐπὶ τοῦ ἀρίστου πενταπλασίονα μερίδα ἔδωκε, μὴ δυναμένου αὐτοῦ τοσαῦτα καταναλῶσαι κρέα. Τοῦτο οὖν αὐτὸν πεποιηκέναι διὰ τὸ ἐκ τῆς Λείας τῷ πατρὶ αὐτοῦ γεγονέναι υἱοὺς ἑπτά, ἐκ δὲ Ῥαχὴλ τῆς μητρὸς αὐτοῦ δύο· διὰ τοῦτο τῷ Βενιαμὶν πέντε μερίδας παραθεῖναι καὶ αὐτὸν λαβεῖν δύο· γενέσθαι οὖν ἑπτά, ὅσας καὶ τοὺς ἐκ τῆς Λείας υἱοὺς λαβεῖν. Ὡσαύτως δὲ καὶ ἐπὶ τοῦ τὰς στολὰς δοῦναι ἑκάστῳ διπλᾶς, τῷ δὲ Βενιαμὶν πέντε καὶ τριακοσίους χρυσοῦς καὶ τῷ πατρὶ δὲ ἀποστεῖλαι κατὰ ταὐτά, ὥστε τὸν οἶκον αὐτοῦ τῆς μητρὸς εἶναι ἴσον. Οἰκῆσαι δὲ αὐτοὺς ἐν γῇ Χαναάν, ἀφ' οὗ ἐκλεγῆναι Ἁβραὰμ ἐκ τῶν ἐθνῶν καὶ μετελθεῖν εἰς Χαναάν, Ἁβραὰμ ἐτῶν εἴκοσι πέντε, Ἰσαὰκ ἐτῶν ἑξήκοντα, Ἰακὼβ ἐτῶν ἑκατὸν τριάκοντα· γίνεσθαι τὰ πάντα ἔτη ἐν γῇ Χαναὰν σιεʹ. Καὶ τῷ τρίτῳ ἔτει λιμοῦ οὔσης ἐν Αἰγύπτῳ ἐλθεῖν εἰς Αἴγυπτον τὸν Ἰακὼβ ὄντα ἐτῶν ἑκατὸν τριάκοντα, Ῥουβὶν ἐτῶν μεʹ, Συμεῶνα ἐτῶν μδʹ, Λευὶν ἐτῶν μγʹ, Ἰούδαν ἐτῶν μβʹ μηνῶν δύο, Νεφθαλεὶμ ἐτῶν μαʹ μηνῶν ζʹ, Γὰδ ἐτῶν μαʹ μηνῶν γʹ, Ἀσὴρ ἐτῶν μʹ μηνῶν ὀκτώ, Ζαβουλὼν ἐτῶν μʹ, Δείναν ἐτῶν λθʹ, Βενιαμὶν ἐτῶν κηʹ.Ττὸν δὲ Ἰωσήφ φησι γενέσθαι ἐν Αἰγύπτῳ ἔτη λθʹ. Εἶναι δὲ ἀπὸ τοῦ Ἀδὰμ ἕως τοῦ εἰσελθεῖν εἰς Αἴγυπτον τοὺς τοῦ Ἰωσὴφ συγγενεῖς ἔτη ͵γχκδʹ. Ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἕως τῆς Ἰακὼβ παρουσίας εἰς Αἴγυπτον ἔτη ͵ατξʹ· ἀφ' οὗ δὲ ἐκλεγῆναι Ἁβραὰμ ἐκ τῶν ἐθνῶν καὶ ἐλθεῖν ἐκ Χαρρὰν εἰς Χαναὰν ἕως εἰς Αἴγυπτον τοὺς περὶ Ἰακὼβ ἐλθεῖν, ἔτη σιεʹ. Ἰακὼβ δὲ εἰς Χαρρὰν πρὸς Λάβαν ἐλθεῖν ἐτῶν ὄντα πʹ καὶ γεννῆσαι Λευίν· Λευὶν δὲ ἐν Αἰγύπτῳ ἐπιγενέσθαι ἔτη ιζʹ, ἀφ' οὗ ἐκ Χαναὰν αὐτὸν ἐλθεῖν εἰς Αἴγυπτον, ὥστε εἶναι αὐτὸν ἐτῶν ξʹ, καὶ γεννῆσαι Κλάθ, τῷ αὐτῷ δὲ ἔτει ᾧ γενέσθαι Κλάθ, τελευτῆσαι Ἰακὼβ ἐν Αἰγύπτῳ, εὐλογήσαντα τοὺς Ἰωσὴφ υἱούς, ὄντα ἐτῶν ρμζʹ, καταλιπόντα Ἰωσὴφ ὄντα ἐτῶν νϚʹ. Λευὶν δὲ γενόμενον ἐτῶν ρλζʹ τελευτῆσαι, Κλὰθ δὲ ὄντα ἐτῶν μʹ γεννῆσαι Ἀμβράμ, ὃν ἐτῶν εἶναι ιδʹ ἐν ᾧ τελευτῆσαι Ἰωσὴφ ἐν Αἰγύπτῳ ὄντα ριʹ ἐτῶν· Κλὰθ δὲ γενόμενον ἐτῶν ἑκατὸν λγʹ τελευτῆσαι. Ἀμβρὰμ δὲ λαβεῖν γυναῖκα τὴν τοῦ θείου θυγατέρα Ἰωχαβὲτ καὶ ὄντα ἐνιαυτῶν οεʹ γεννῆσαι Ἀαρὼν καὶ Μωσῆν· γεννῆσαι δὲ Μωσῆν τὸν Ἀμβρὰμ ὄντα ἐτῶν οηʹ, καὶ γενόμενον Ἀμβρὰμἐτῶν ρλ ʹ τελευτῆσαι.»

Ταῦτά μοι κείσθω ἀπὸ τῆς Ἀλεξάνδρου τοῦ Πολυΐστορος γραφῆς. Ἑξῆς δ' ἐπισυνήφθω καὶ τάδε·

ΚΕΦΑΛΑΙΟΝ ΚΒ'.

ΘΕΟΔΟΤΟΥ ΠΕΡΙ ΤΟΥ ΙΑΚΩΒ

Τὰ δὲ Σίκιμά φησι Θεόδοτος ἐν τῷ περὶ Ἰουδαίων ἀπὸ Σικιμίου τοῦ Ἑρμοῦ λαβεῖν τὴν ὀνομασίαν· τοῦτον γὰρ καὶ κτίσαι τὴν πόλιν· κεῖσθαι δ' αὐτήν φησιν ἐν τῇ περὶ Ἰουδαίων οὕτως·

« Ἡ δ' ἄρ' ἔην ἀγαθή τε καὶ αἰγινόμος καὶ ὑδρηλή,
οὐδὲ μὲν ἔσκεν ὁδὸς δολιχὴ πόλιν εἰσαφικέσθαι
ἀγρόθεν· οὐδέ ποτε δρία λαχνήεντα πονεῦσιν.
Ἐξ αὐτῆς δὲ μάλ' ἄγχι δύ' οὔρεα φαίνετ' ἐρυμνά,
ποίης τε πλήθοντα καὶ ὕλης· τῶν δὲ μεσηγὺ
ἀτραπιτὸς τέτμηται ἀραιή αὐλῶπις· ἐν δ' ἑτέρωθι
ἡ διερὴ Σικίμων καταφαίνεται, ἱερὸν ἄστυ,
νέρθεν ὑπὸ ῥίζῃ δεδμημένον, ἀμφὶ δὲ τεῖχος
λισσὸν ὑπώρειαν ὑποδέδρομεν αἰπύθεν ἕρκος.»

Ὕστερον δέ φησιν αὐτὴν ὑπὸ Ἑβραίων κατασχεθῆναι, δυναστεύοντος Ἐμμώρ· τὸν γὰρ Ἐμμὼρ υἱὸν γεννῆσαι Συχέμ. Φησὶ δέ·

« Ἐνθένδε, ξένε, ποιμενόφι πτόλιν ἤλυθ' Ἰακὼβ εὐρεῖαν Σικίμων· ἐπὶ δ' ἀνδράσι τοῖσιν ἔτῃσιν ἀρχὸς Ἐμὼρ σὺν παιδὶ Συχέμ, μάλ' ἀτειρέε φῶτε.»

Εἶτα περὶ Ἰακὼβ καὶ τὴν εἰς Μεσοποταμίαν αὐτοῦ παρουσίαν καὶ τὸν τῶν δύο γυναικῶν γάμον καὶ τὴν τῶν τέκνων γένεσιν καὶ τὴν παρουσίαν τὴν ἐκ Μεσοποταμίας ἐπὶ τὰ Σίκιμα. εἶπε δέ·

« Ἰακὼβ Συρίην κτηνοτρόφον ἷκτο καὶ εὐρὺ
ῥεῖθρον Ἐϋφρήταο λίπεν ποταμοῦ κελάδοντος.
Ἤλυθε γὰρ κἀκεῖθι λιπὼν δριμεῖαν ἐνιπὴν
αὐτοκασιγνήτοιο· πρόφρων ὑπέδεκτο δόμονδε
Λάβαν, ὅς οἱ ἔην μὲν ἀνεψιός, ἀλλὰ τότ' οἶος
ἤνασσεν Συρίης, νειηγενὲς αἷμα λεγογχώς.
Τῷ δὲ γάμον κούρης μὲν ὑπέσχετο καὶ κατένευσεν
ὁπλοτάτης· οὐ μὴν τελέθειν ἐπεμαίετο πάμπαν,
ἀλλὰ δόλον τολύπευσε καὶ εἰς λέχος ἀνέρι πέμπε
Λείαν, ἥ οἱ ἔην προγενεστέρη. Οὐδέ μιν ἔμπης
ἔλλαθεν, ἀλλ' ἐνόησε κακορραφίην καὶ ἔδεκτο
παῖδ' ἑτέρην, ἀμφοῖν δ' ἐμίγη σὺν ὁμαίμοσιν ᾗσι.
Τῷ δ' υἱεῖς ἐγένοντο νόῳ πεπνυμένοι αἰνῶς
ἕνδεκα καὶ κούρη Δείνα περικαλλὲς ἔχουσα
εἶδος, ἐπίστρεπτον δὲ δέμας καὶ ἀμύμονα θυμόν.»

Ἀπὸ δὲ τοῦ Εὐφράτου φησὶ τὸν Ἰακὼβ ἐλθεῖν εἰς τὰ Σίκιμα πρὸς Ἐμμώρ· τὸν δὲ ὑποδέξασθαι αὐτὸν καὶ μέρος τι τῆς χώρας δοῦναι. Καὶ αὐτὸν μὲν τὸν Ἰακὼβ γεωμορεῖν, τοὺς δὲ υἱοὺς αὐτοῦ ἕνδεκα τὸν ἀριθμὸν ὄντας ποιμαίνειν, τὴν δὲ θυγατέρα Δείναν καὶ τὰς γυναῖκας ἐριουργεῖν. Καὶ τὴν Δείναν παρθένον οὖσαν εἰς τὰ Σίκιμα ἐλθεῖν πανηγύρεως οὔσης βουλομένην θεάσασθαι τὴν πόλιν· Συχὲμ δὲ τὸν τοῦ Ἐμμὼρ υἱὸν ἰδόντα ἐρασθῆναι αὐτῆς καὶ ἁρπάσαντα ὡς ἑαυτὸν διακομίσαι καὶ φθεῖραι αὐτήν. Αὖθις δὲ σὺν τῷ πατρὶ ἐλθόντα πρὸς τὸν Ἰακὼβ αἰτεῖν αὐτὴν πρὸς γάμου κοινωνίαν· τὸν δὲ οὐ φάναι δώσειν, πρὶν ἂν ἢ πάντας τοὺς οἰκοῦντας τὰ Σίκιμα περιτεμνομένους Ἰουδαΐσαι· τὸν δὲ Ἐμμὼρ φάναι πείσειν αὐτούς. Φησὶ δὲ περὶ τοῦ δεῖν περιτέμνεσθαι αὐτοὺς ὁ Ἰακώβ·

« Οὐ γὰρ δὴ θεμιτόν γε τόδ' Ἑβραίοισι τέτυκται,
γαμβροὺς ἄλλοθεν εἴς γε νυούς τ' ἀγέμεν ποτὶ δῶμα,
ἀλλ' ὅστις γενεῆς ἐξεύχεται εἶναι ὁμοίης.»

Εἶτα ὑποβὰς περὶ τῆς περιτομῆς·

« Ὅς ποτ', ἐπεὶ πάτρης ἐξήγαγε δῖον Ἀβραάμ,
αὐτὸς ἀπ' οὐρανόθεν κάλεσ' ἀνέρα παντὶ σὺν οἴκῳ
σάρκ' ἀποσυλῆσαι πόσθης ἄπο, καί ῥ' ἐτέλεσσεν·
ἀστεμφὲς δὲ τέτυκται, ἐπεὶ θεὸς αὐτὸς ἔειπε.»

Πορευθέντος οὖν εἰς τὴν πόλιν τοῦ Ἐμμὼρ καὶ τοὺς ὑποτασσομένους παρακαλοῦντος περιτέμνεσθαι, ἕνα τῶν Ἰακὼβ υἱῶν τὸ ὄνομα Συμεῶνα διαγνῶναι τόν τε Ἐμμὼρ καὶ τὸν Συχὲμ ἀνελεῖν, τὴν ὕβριν τῆς ἀδελφῆς μὴ βουληθέντα πολιτικῶς ἐνεγκεῖν· ταῦτα δὲ διαγνόντα Λευὶν τῷ ἀδελφῷ κοινώσασθαι· λαβόντα δ' αὐτὸν συγκάταινον ἐπὶ τὴν πρᾶξιν παρορμῆσαι, λόγιον προφερόμενον τὸν θεὸν ἀνελεῖν φάμενον τοῖς Ἁβραὰμ ἀπογόνοις δέκα ἔθνη δώσειν. Φησὶ δὲ οὕτως ὁ Συμεὼν πρὸς τὸν Λευίν·

« Εὖ γὰρ ἐγὼ μῦθόν γε πεπυσμένος εἰμὶ θεοῖο·
δώσειν γάρ ποτ' ἔφησε δέκ' ἔθνεα παισὶν Ἁβραάμ.»

Τὸν δὲ θεὸν αὐτοῖς τοῦτον τὸν νοῦν ἐμβαλεῖν διὰ τὸ τοὺς ἐν Σικίμοις ἀσεβεῖς εἶναι. Φησὶ δέ·

« Βλάπτε θεὸς Σικίμων οἰκήτορας, οὐ γὰρ ἔτιον
εἰς αὐτοὺς ὅστις κε μόλῃ κακὸς οὐδὲ μὲν ἐσθλός·
οὐδὲ δίκας ἐδίκαζον ἀνὰ πτόλιν οὐδὲ θέμιστας·
λοίγια δ' ὠρώρει τοῖσιν μεμελημένα ἔργα.»

Τὸν οὖν Λευὶν καὶ τὸν Συμεῶνα εἰς τὴν πόλιν καθωπλισμένους ἐλθεῖν καὶ πρῶτα μὲν τοὺς ἐντυγχάνοντας ἀναιρεῖν, ἔπειτα δὲ καὶ τὸν Ἐμμὼρ καὶ τὸν Συχὲμ φονεῦσαι. Λέγει δὲ περὶ τῆς ἀναιρέσεως αὐτῶν οὕτως·

« Ὣς τότε δὴ Συμεὼν μὲν Ἐμὼρ ὤρουσεν ἐπ' αὐτὸν
πλῆξέ τέ οἱ κεφαλήν, δειρὴν δ' ἕλεν ἐν χερὶ λαιῇ,
λεῖψε δ' ἔτι σπαίρουσαν, ἐπεὶ πόνος ἄλλος ὀρώρει.
Τόφρα δὲ καὶ Λευὶν μένος ἄσχετος ἔλλαβε χαίτης
γούνων ἁπτόμενον Συχὲμ ἄσπετα μαργήναντα.
Ἤλασε δὲ κληῗδα μέσην, δῦ δὲ ξίφος ὀξὺ
σπλάγχνα διὰ στέρνων, λίπε δὲ ψυχὴ δέμας εὐθύς.»

Πυθομένους δὲ καὶ τοὺς ἑτέρους ἀδελφοὺς τὴν πρᾶξιν αὐτῶν ἐπιβοηθῆσαι καὶ τὴν πόλιν ἐκπορθῆσαι καὶ τὴν ἀδελφὴν ἀναρρυσαμένους μετὰ τῶν αἰχμαλώτων εἰς τὴν πατρῴαν ἔπαυλιν διακομίσαι.»

ΚΕΦΑΛΑΙΟΝ ΚΓ'.

ΑΡΤΑΠΑΝΟΥ ΠΕΡΙ ΤΟΥ ΙΩΣΗΦ· ΑΠΟ ΤΗΣ ΑΥΤΗΣ ΤΟΥ ΠΟΛΥΙΣΤΟΡΟΣ ΓΡΑΦΗΣ

Τούτοις καὶ τὰ ἑξῆς περὶ τοῦ Ἰωσὴφ ἐκ τῆς αὐτῆς τοῦ Πολυΐστορος γραφῆς ἐπισυνήφθω·

« Ἀρτάπανος δέ φησιν ἐν τῷ Περὶ Ἰουδαίων τῷ Ἁβραὰμ Ἰωσὴφ ἀπογονον γενέσθαι, υἱὸν δὲ Ἰακώβου· συνέσει δὲ καὶ φρονήσει παρὰ τοὺς ἄλλους διενεγκόντα ὑπὸ τῶν ἀδελφῶν ἐπιβουλευθῆναι· προϊδόμενον δὲ τὴν ἐπισύστασιν δεηθῆναι τῶν ἀστυγειτόνων Ἀράβων εἰς τὴν Αἴγυπτον αὐτὸν διακομίσαι· τοὺς δὲ τὸ ἐντυγχανόμενον ποιῆσαι· εἶναι γὰρ τοὺς τῶν Ἀράβων βασιλεῖς ἀπογόνους Ἰσραήλ, υἱοὺς τοῦ Ἁβραάμ, Ἰσαὰκ δὲ ἀδελφούς. Ἐλθόντα δὲ αὐτὸν εἰς τὴν Αἴγυπτον καὶ συσταθέντα τῷ βασιλεῖ διοικητὴν τῆς ὅλης γενέσθαι χώρας. Καὶ πρότερον ἀτάκτως τῶν Αἰγυπτίων γεωμορούντων, διὰ τὸ τὴν χώραν ἀδιαίρετον εἶναι καὶ τῶν ἐλασσόνων ὑπὸ τῶν κρεισσόνων ἀδικουμένων, τοῦτον πρῶτον τήν τε γῆν διελεῖν καὶ ὅροις διασημήνασθαι καὶ πολλὴν χερσευομένην γεωργήσιμον ἀποτελέσαι καί τινας τῶν ἀρουρῶν τοῖς ἱερεῦσιν ἀποκληρῶσαι. Τοῦτον δὲ καὶ μέτρα εὑρεῖν καὶ μεγάλως αὐτὸν ὑπὸ τῶν Αἰγυπτίων διὰ ταῦτα ἀγαπηθῆναι. Γῆμαι δ' αὐτὸν Ἡλιουπολίτου ἱερέως Ἀσενὲθ θυγατέρα, ἐξ ἧς γεννῆσαι παῖδας. Μετὰ δὲ ταῦτα παραγενέσθαι πρὸς αὐτὸν τόν τε πατέρα καὶ τοὺς ἀδελφοὺς κομίζοντας πολλὴν ὕπαρξιν καὶ κατοικισθῆναι ἐν τῇ Ἡλίου πόλει καὶ Σάει καὶ τοὺς Σύρους πλεονάσαι ἐν τῇ Αἰγύπτῳ. Τούτους δέ φησι καὶ τὸ ἐν Ἀθὼς καὶ τὸ ἐν Ἡλιουπόλει ἱερὸν κατασκευάσαι τοὺς Ἑρμιοὺθ ὀνομαζομένους. Μετὰ δὲ ταῦτα τελευτῆσαι τόν τε Ἰωσὴφ καὶ τὸν βασιλέα τῶν Αἰγυπτίων. Τὸν οὖν Ἰωσὴφ κρατοῦντα τῆς Αἰγύπτου τὸν τῶν ἑπτὰ ἐτῶν σῖτον, γενόμενον κατὰ τὴν φορὰν ἄπλετον, παραθέσθαι καὶ τῆς Αἰγύπτου δεσπότην γενέσθαι.»

ΚΕΦΑΛΑΙΟΝ ΚΔ'.

ΦΙΛΩΝΟΣ ΠΕΡΙ ΤΟΥ ΙΩΣΗΦ· ΑΠΟ ΤΗΣ ΑΥΤΗΣ ΓΡΑΦΗΣ

Μαρτυρεῖ δὲ ταῖς ἱεραῖς βίβλοις καὶ Φίλων ἐν τῇ ιδʹ τῶν Περὶ Ἱεροσόλυμα, λέγων οὕτως·

«Τοῖσιν ἕδος μακαριστὸν ὅλης μέγας ἔκτισεν ἄκτωρ
ὕψιστος καὶ πρόσθεν ἀφ' Ἁβραάμοιο καὶ Ἰσὰκ
Ἰακὼβ εὐτέκνοιό θ' ὅθεν Ἰωσήφ, ὃς ὀνείρων
θεσπιστὴς σκηπτοῦχος ἐν Αἰγύπτοιο θρόνοισι,
δινεύσας λαθραῖα χρόνου πλημμυρίδι μοίρης»,

καὶ τὰ ἑξῆς. Ταῦτα καὶ περὶ τοῦ Ἰωσήφ.»

Ἄκουε δὲ οἷα καὶ περὶ τοῦ Ἰὼβ ὁ αὐτὸς ἱστορεῖ·

ΚΕΦΑΛΑΙΟΝ ΚΕ'.

ΑΡΙΣΤΕΟΥ ΠΕΡΙ ΤΟΥ ΙΩΒ ΟΜΟΙΩΣ

« Ἀριστέας δέ φησιν ἐν τῷ Περὶ Ἰουδαίων τὸν Ἠσαῦ γήμαντα Βασσάρανυἱὸν ἐν Ἐδὼμ γεννῆσαι Ἰώβ· κατοικεῖν δὲ τοῦτον ἐν τῇ Αὐσίτιδι χώρᾳ ἐπὶ τοῖς ὅροις τῆς Ἰδουμαίας καὶ Ἀραβίας. Γενέσθαι δ' αὐτὸν δίκαιον καὶ πολύκτηνον· κτήσασθαι γὰρ αὐτὸν πρόβατα μὲν ἑπτακισχίλια, καμήλους δὲ τρισχιλίας, ζεύγη βοῶν πεντακόσια, ὄνους θηλείας νομάδας πεντακοσίας· εἶχε δὲ καὶ γεωργίας ἱκανάς. Τοῦτον δὲ τὸν Ἰὼβ πρότερον Ἰωβὰβ ὀνομάζεσθαι. Πειράζοντα δ' αὐτὸν τὸν θεὸν ἐμμεῖναι, μεγάλαις δὲ περιβαλεῖν αὐτὸν ἀτυχίαις. Πρῶτον μὲν γὰρ αὐτοῦ τούς τε ὄνους καὶ τοὺς βοῦς ὑπὸ λῃστῶν ἀπολέσθαι, εἶτα τὰ πρόβατα ὑπὸ πυρὸς ἐκ τοῦ οὐρανοῦ πεσόντος κατακαῆναι σὺν τοῖς ποιμέσι· μετ' οὐ πολὺ δὲ καὶ τὰς καμήλους ὑπὸ λῃστῶν ἀπελαθῆναι· εἶτα τὰ τέκνα αὐτοῦ ἀποθανεῖν, πεσούσης τῆς οἰκίας· αὐθημερὸν δὲ αὐτοῦ καὶ τὸ σῶμα ἑλκῶσαι. Φαύλως δὲ αὐτοῦ διακειμένου ἐλθεῖν εἰς ἐπίσκεψιν Ἐλίφαν τὸν Θαιμανιτῶν βασιλέα καὶ Βαλδὰδ τὸν Σαυχαίων τύραννον καὶ Σωφὰρ τὸν Μινναίων βασιλέα, ἐλθεῖν δὲ καὶ Ἐλιοῦν τὸν Βαραχιὴλ τὸν Ζωβίτην· παρακαλούμενον δὲ φάναι καὶ χωρὶς παρακλήσεως ἐμμενεῖν αὑτὸν ἔν τε τῇ εὐσεβείᾳ καὶ τοῖς δεινοῖς. Τὸν δὲ θεὸν ἀγασθέντα τὴν εὐψυχίαν αὐτοῦ τῆς τε νόσου αὐτὸν ἀπολῦσαι καὶ πολλῶν κύριον ὑπάρξεων ποιῆσαι.»

Τοσαῦτα καὶ περὶ τούτων ὁ Πολυΐστωρ.

ΚΕΦΑΛΑΙΟΝ Κςʹ.

ΕΥΠΟΛΕΜΟΥ ΠΕΡΙ ΜΩΣΕΩΣ

Καὶ περὶ Μωσέως δὲ ὁ αὐτὸς πλεῖστα παρατίθεται, ὧν καὶ αὐτῶν ἐπακοῦσαι ἄξιον·

« Εὐπόλεμος δέ φησι τὸν Μωσῆν πρῶτον σοφὸν γενέσθαι καὶ γράμματα παραδοῦναι τοῖς Ἰουδαίοις πρῶτον, παρὰ δὲ Ἰουδαίων Φοίνικας παραλαβεῖν, Ἕλληνας δὲ παρὰ Φοινίκων, νόμους τε πρῶτον γράψαι Μωσῆν τοῖς Ἰουδαίοις.»

ΚΕΦΑΛΑΙΟΝ ΚΖ'.

ΑΡΤΑΠΑΝΟΥ ΠΕΡΙ ΜΩΣΕΩΣ ΟΜΟΙΩΣ

« Ἀρτάπανος δέ φησιν ἐν τῇ Περὶ Ἰουδαίων, Ἁβραὰμ τελευτήσαντος καὶτοῦ υἱοῦ αὐτοῦ Μεμψασθενώθ, ὁμοίως δὲ καὶ τοῦ βασιλέως τῶν Αἰγυπτίων, τὴν δυναστείαν παραλαβεῖν τὸν υἱὸν αὐτοῦ Παλμανώθην. Τοῦτον δὲ τοῖς Ἰουδαίοις φαύλως προσφέρεσθαι· καὶ πρῶτον μὲν τήν τε Σάιν οἰκοδομῆσαι τό τε ἐπ' αὐτῇ ἱερὸν καθιδρύσασθαι, εἶτα τὸν ἐν Ἡλιουπόλει ναὸν κατασκευάσαι. Τοῦτον δὲ γεννῆσαι θυγατέρα Μέρριν, ἣν Χενεφρῇ τινι κατεγγυῆσαι, τῶν ὑπὲρ Μέμφιν τόπων βασιλεύοντι· πολλοὺς γὰρ τότε τῆς Αἰγύπτου βασιλεύειν· ταύτην δὲ στεῖραν ὑπάρχουσαν ὑποβαλέσθαι τινὸς τῶν Ἰουδαίων παιδίον, τοῦτο δὲ Μώϋσον ὀνομάσαι· ὑπὸ δὲ τῶν Ἑλλήνων αὐτὸν ἀνδρωθέντα Μουσαῖον προσαγορευθῆναι. Γενέσθαι δὲ τὸν Μώϋσον τοῦτον Ὀρφέως διδάσκαλον. Ἀνδρωθέντα δ' αὐτὸν πολλὰ τοῖς ἀνθρώποις εὔχρηστα παραδοῦναι· καὶ γὰρ πλοῖα καὶ μηχανὰς πρὸς τὰς λιθοθεσίας καὶ τὰ Αἰγύπτια ὅπλα καὶ τὰ ὄργανα τὰ ὑδρευτικὰ καὶ πολεμικὰ καὶ τὴν φιλοσοφίαν ἐξευρεῖν· ἔτι δὲ τὴν πόλιν εἰς λ ʹ νομοὺς διελεῖν καὶ ἑκάστῳ τῶν νομῶν ἀποτάξαι τὸν θεὸν σεφθήσεσθαι τά τε ἱερὰ γράμματα τοῖς ἱερεῦσιν, εἶναι δὲ καὶ αἰλούρους καὶ κύνας καὶ ἴβεις· ἀπονεῖμαι δὲ καὶ τοῖς ἱερεῦσιν ἐξαίρετον χώραν. Ταῦτα δὲ πάντα ποιῆσαι χάριν τοῦ τὴν μοναρχίαν βεβαίαν τῷ Χενεφρῇ διαφυλάξαι. Πρότερον γὰρ ἀδιατάκτους ὄντας τοὺς ὄχλους ποτὲ μὲν ἐκβάλλειν, ποτὲ δὲ καθιστάνειν βασιλεῖς, καὶ πολλάκις μὲν τοὺς αὐτούς, ἐνιάκις δὲ ἄλλους. Διὰ ταῦτα οὖν τὸν Μώϋσον ὑπὸ τῶν ὄχλων ἀγαπηθῆναι καὶ ὑπὸ τῶν ἱερέων ἰσοθέου τιμῆς καταξιωθέντα προσαγορευθῆναι Ἑρμῆν, διὰ τὴν τῶν ἱερῶν γραμμάτων ἑρμηνείαν. Τὸν δὲ Χενεφρῆν ὁρῶντα τὴν ἀρετὴν τοῦ Μωΰσου φθονῆσαι αὐτῷ καὶ ζητεῖν αὐτὸν ἐπ' εὐλόγῳ αἰτίᾳ τινὶ ἀνελεῖν. Καὶ δή ποτε τῶν Αἰθιόπων ἐπιστρατευσαμένων τῇ Αἰγύπτῳ τὸν Χενεφρῆν ὑπολαβόντα εὑρηκέναι καιρὸν εὔθετον πέμψαι τὸν Μώϋσον ἐπ' αὐτοὺς στρατηγὸν μετὰ δυνάμεως· τὸ δὲ τῶν γεωργῶν αὐτῷ συστῆσαι πλῆθος, ὑπολαβόντα ῥᾳδίως αὐτὸν διὰ τὴν τῶν στρατιωτῶν ἀσθένειαν ὑπὸ τῶν πολεμίων ἀναιρεθήσεσθαι. Τὸν δὲ Μώϋσον ἐλθόντα ἐπὶ τὸν Ἑρμοπολίτην ὀνομαζόμενον νομόν, ἔχοντα περὶ δέκα μυριάδας γεωργῶν, αὐτοῦ καταστρατοπεδεῦσαι· πέμψαι δὲ στρατηγοὺς τοὺς προκαθεδουμένους τῆς χώρας, οὓς δὴ πλεονεκτεῖν ἐπιφανῶς κατὰ τὰς μάχας· λέγειν δέ φησιν Ἡλιουπολίτας γενέσθαι τὸν πόλεμον τοῦτον ἔτη δέκα. Τοὺς οὖν περὶ τὸν Μώϋσον διὰ τὸ μέγεθος τῆς στρατιᾶς πόλιν ἐν τούτῳ κτίσαι τῷ τόπῳ καὶ τὴν ἶβιν ἐν αὐτῇ καθιερῶσαι, διὰ τὸ ταύτην τὰ βλάπτοντα ζῷα τοὺς ἀνθρώπους ἀναιρεῖν· προσαγορεῦσαι δὲ αὐτὴν Ἑρμοῦ πόλιν. Οὕτω δὴ τοὺς Αἰθίοπας, καίπερ ὄντας πολεμίους, στέρξαι τὸν Μώϋσον ὥστε καὶ τὴν περιτομὴν τῶν αἰδοίων παρ' ἐκείνου μαθεῖν· οὐ μόνον δὲ τούτους, ἀλλὰ καὶ τοὺς ἱερεῖς ἅπαντας. Τὸν δὲ Χενεφρῆν λυθέντος τοῦ πολέμου λόγῳ μὲν αὐτὸν ἀποδέξασθαι, ἔργῳ δὲ ἐπιβουλεύειν. Παρελόμενον γοῦν αὐτοῦ τοὺς ὄχλους τοὺς μὲν ἐπὶ τὰ ὅρια τῆς Αἰθιοπίας πέμψαι προφυλακῆς χάριν, τοῖς δὲ προστάξαι τὸν ἐν Διὸς πόλει ναὸν ἐξ ὀπτῆς πλίνθου κατεσκευασμένον καθαιρεῖν, ἕτερον δὲ λίθινον κατασκευάσαι τὸ πλησίον ὄρος λατομήσαντας· τάξαι δὲ ἐπὶ τῆς οἰκοδομίας ἐπιστάτην Ναχέρωτα. Τὸν δὲ ἐλθόντα μετὰ Μωΰσου εἰς Μέμφιν πυθέσθαι παρ' αὐτοῦ εἴ τι ἄλλο ἐστὶν εὔχρηστον τοῖς ἀνθρώποις· τὸν δὲ φάναι γένος τῶν βοῶν, διὰ τὸ τὴν γῆν ἀπὸ τούτων ἀροῦσθαι· τὸν δὲ Χενεφρῆν, προσαγορεύσαντα ταῦρον Ἆπιν, κελεῦσαι ἱερὸν αὐτοῦ τοὺς ὄχλους καθιδρύσασθαι καὶ τὰ ζῷα τὰ καθιερωθέντα ὑπὸ τοῦ Μωΰσου κελεύειν ἐκεῖ φέροντας θάπτειν, κατακρύπτειν θέλοντα τὰ τοῦ Μωΰσου ἐπινοήματα. Ἀποξενωσάντων δὲ αὐτὸν τῶν Αἰγυπτίων ὁρκωμοτῆσαι τοὺς φίλους μὴ ἐξαγγεῖλαι τῷ Μωΰσῳ τὴν ἐπισυνισταμένην αὐτῷ ἐπιβουλὴν καὶ προβαλέσθαι τοὺς ἀναιρήσοντας αὐτόν. Μηδενὸς δ' ὑπακούσαντος ὀνειδίσαι τὸν Χενεφρῆν Χανεθώθην, τὸν μάλιστα προσαγορευόμενον ὑπ' αὐτοῦ· τὸν δὲ ὀνειδισθέντα ὑποσχέσθαι τὴν ἐπίθεσιν, λαβόντα καιρόν. Ὑπὸ δὲ τοῦτον τὸν καιρὸν τῆς Μέρριδος τελευτησάσης ὑποσχέσθαι τὸν Χενεφρῆν τῷ τε Μωΰσῳ καὶ τῷ Χανεθώθῃ τὸ σῶμα διακομίσαντας εἰς τοὺς ὑπὲρ Αἴγυπτον τόπους θάψαι, ὑπολαβόντα τὸν Μώϋσον ὑπὸ τοῦ Χανεθώθου ἀναιρεθήσεσθαι. Πορευομένων δὲ αὐτῶν τὴν ἐπιβουλὴν τῷ Μωΰσῳ τῶν συνειδότων ἐξαγγεῖλαί τινα· τὸν δὲ φυλάσσοντα αὑτὸν τὴν μὲν Μέρριν θάψαι, τὸν δὲ ποταμὸν καὶ τὴν ἐν ἐκείνῳ πόλιν Μερόην προσαγορεῦσαι· τιμᾶσθαι δὲ τὴν Μέρριν ταύτην ὑπὸ τῶν ἐγχωρίων οὐκ ἐλαχίστως ἢ τὴν Ἶσιν. Ἀάρωνα δὲ τὸν τοῦ Μωΰσου ἀδελφὸν τὰ περὶ τὴν ἐπιβουλὴν ἐπιγνόντα συμβουλεῦσαι τῷ ἀδελφῷ φυγεῖν εἰς τὴν Ἀραβίαν· τὸν δὲ πεισθέντα, ἀπὸ Μέμφεως τὸν Νεῖλον διαπλεύσαντα ἀπαλλάσσεσθαι εἰς τὴν Ἀραβίαν. Τὸν δὲ Χανεθώθην πυθόμενον τοῦ Μωΰσου τὴν φυγὴν ἐνεδρεύειν ὡς ἀναιρήσοντα· ἰδόντα δὲ ἐρχόμενον σπάσασθαι τὴν μάχαιραν ἐπ' αὐτόν, τὸν δὲ Μώϋσον προκαταταχήσαντα τήν τε χεῖρα κατασχεῖν αὐτοῦ καὶ σπασάμενον τὸ ξίφος φονεῦσαι τὸν Χανεθώθην· διεκδρᾶναι δὲ εἰς τὴν Ἀραβίαν καὶ Ῥαγουήλῳ τῷ τῶν τόπων ἄρχοντι συμβιοῦν, λαβόντα τὴν ἐκείνου θυγατέρα· τὸν δὲ Ῥαγουῆλον βούλεσθαι στρα τεύειν ἐπὶ τοὺς Αἰγυπτίους, κατάγειν βουλόμενον τὸν Μώϋσον καὶ τὴν δυναστείαν τῇ τε θυγατρὶ καὶ τῷ γαμβρῷ κατασκευάσαι· τὸν δὲ Μώϋσον ἀποκωλῦσαι, στοχαζόμενον τῶν ὁμοφύλων· τὸν δὲ Ῥαγουῆλον διακωλύοντα στρατεύειν τοῖς Ἄραψι προστάξαι λῃστεύειν τὴν Αἴγυπτον. Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον καὶ τὸν Χενεφρῆν πρῶτον ἁπάντων ἀνθρώπων ἐλεφαντιάσαντα μεταλλάξαι· τούτῳ δὲ τῷ πάθει περιπεσεῖν διὰ τὸ τοὺς Ἰουδαίους προστάξαι σινδόνας ἀμφιέννυσθαι, ἐρεᾶν δὲ ἐσθῆτα μὴ ἀμπέχεσθαι, ὅπως ὄντες ἐπίσημοι κολάζωνται ὑπ' αὐτοῦ. Τὸν δὲ Μώϋσον εὔχεσθαι τῷ θεῷ, ἤδη ποτὲ τοὺς λαοὺς παῦσαι τῶν κακοπαθειῶν. Ἱλασκομένου δ' αὐτοῦ αἰφνιδίως φησὶν ἐκ τῆς γῆς πῦρ ἀναφθῆναι καὶ τοῦτο κάεσθαι, μήτε ὕλης μήτε ἄλλης τινὸς ξυλείας οὔσης ἐν τῷ τόπῳ. Τὸν δὲ Μώϋσον δείσαντα τὸ γεγονὸς φεύγειν· φωνὴν δ' αὐτῷ θείαν εἰπεῖν στρατεύειν ἐπ' Αἴγυπτον καὶ τοὺς Ἰουδαίους διασώσαντα εἰς τὴν ἀρχαίαν ἀγαγεῖν πατρίδα. Τὸν δὲ θαρρήσαντα δύναμιν πολεμίαν ἐπάγειν διαγνῶναι τοῖς Αἰγυπτίοις· πρῶτον δὲ πρὸς Ἀάρωνα τὸν ἀδελφὸν ἐλθεῖν. Τὸν δὲ βασιλέα τῶν Αἰγυπτίων πυθόμενον τὴν τοῦ Μωΰσου παρουσίαν καλέσαι πρὸς αὑτὸν καὶ πυνθάνεσθαι ἐφ' ὅ τι ἥκοι· τὸν δὲ φάναι, διότι προστάσσειν αὐτῷ τὸν τῆς οἰκουμένης δεσπότην ἀπολῦσαι τοὺς Ἰουδαίους. Τὸν δὲ πυθόμενον εἰς φυλακὴν αὐτὸν καθεῖρξαι· νυκτὸς δὲ ἐπιγενομένης τάς τε θύρας πάσας αὐτομάτως ἀνοιχθῆναι τοῦ δεσμωτηρίου καὶ τῶν φυλάκων οὓς μὲν τελευτῆσαι, τινὰς δὲ ὑπὸ τοῦ ὕπνου παρεθῆναι τά τε ὅπλα κατεαγῆναι. Ἐξελθόντα δὲ τὸν Μώϋσον ἐπὶ τὰ βασίλεια ἐλθεῖν· εὑρόντα δὲ ἀνεῳγμένας τὰς θύρας εἰσελθεῖν καὶ ἐνθάδε τῶν φυλάκων παρειμένων τὸν βασιλέα ἐξεγεῖραι. Τὸν δὲ ἐκπλαγέντα ἐπὶ τῷ γεγονότι κελεῦσαι τῷ Μωΰσῳ τὸ τοῦ πέμψαντος αὐτὸν θεοῦ εἰπεῖν ὄνομα, διαχλευάσαντα αὐτόν· τὸν δὲ προσκύψαντα πρὸς τὸ οὖς εἰπεῖν, ἀκούσαντα δὲ τὸν βασιλέα πεσεῖν ἄφωνον, διακρατηθέντα δὲ ὑπὸ τοῦ Μωΰσου πάλιν ἀναβιῶσαι· γράψαντα δὲ τοὔνομα εἰς δέλτον κατασφραγίσασθαι τῶν τε ἱερέων τὸν φαυλίσαντα ἐν τῇ πινακίδι τὰ γεγραμμένα μετὰ σπασμοῦ τὸν βίον ἐκλιμπάνειν· εἰπεῖν τε τὸν βασιλέα σημεῖόν τι αὐτῷ ποιῆσαι· τὸν δὲ Μώϋσον ἣν εἶχε ῥάβδον ἐκβαλόντα ὄφιν ποιῆσαι· πτοηθέντων δὲ πάντων ἐπιλαβόμενον τῆς οὐρᾶς ἀνελέσθαι καὶ πάλιν ῥάβδον ποιῆσαι· προελθόντα δὲ μικρὸν τὸν Νεῖλον τῇ ῥάβδῳ πατάξαι, τὸν δὲ ποταμὸν πολύχουν γενόμενον κατακλύζειν ὅλην τὴν Αἴγυπτον· ἀπὸ τότε δὲ καὶ τὴν κατάβασιν αὐτοῦ γίνεσθαι· συναγαγὸν δὲ τὸ ὕδωρ ἐποζέσαι καὶ τὰ ποτάμια διαφθεῖραι ζῷα τούς τε λαοὺς διὰ τὴν δίψαν φθείρεσθαι. Τὸν δὲ βασιλέα τούτων γενομένων τῶν τεράτων φάναι μετὰ μῆνα τοὺς λαοὺς ἀπολύσειν, ἐὰν ἀποκαταστήσῃ τὸν ποταμόν· τὸν δὲ Μώϋσον πάλιν τῇ ῥάβδῳ πατάξαντα τὸ ὕδωρ συστεῖλαι τὸ ῥεῦμα. Τούτου δὲ γενομένου τὸν βασιλέα τοὺς ἱερεῖς τοὺς ὑπὲρ Μέμφιν καλέσαι καὶ φάναι αὐτοὺς ἀναιρήσειν καὶ τὰ ἱερὰ κατασκάψειν, ἐὰν μὴ καὶ αὐτοὶ τερατουργήσωσί τι. Τοὺς δὲ τότε διά τινων μαγγάνων καὶ ἐπαοιδῶν δράκοντα ποιῆσαι καὶ τὸν ποταμὸν μεταχρῶσαι. Τὸν δὲ βασιλέα φρονηματισθέντα ἐπὶ τῷ γεγονότι, πάσῃ τιμωρίᾳ καὶ κολάσει καταικίζειν τοὺς Ἰουδαίους. Τὸν δὲ Μώϋσον ταῦτα ὁρῶντα ἄλλα τε σημεῖα ποιῆσαι καὶ πατάξαντα τὴν γῆν τῇ ῥάβδῳ ζῷόν τι πτηνὸν ἀνεῖναι λυμαίνεσθαι τοὺς Αἰγυπτίους, πάντας τε ἐξελκωθῆναι τὰ σώματα. Τῶν δὲ ἰατρῶν μὴ δυναμένων ἰᾶσθαι τοὺς κάμνοντας, οὕτως πάλιν ἀνέσεως τυχεῖν τοὺς Ἰουδαίους. Πάλιν τε τὸν Μώϋσον βάτραχον διὰ τῆς ῥάβδου ἀνεῖναι, πρὸς δὲ τούτοις ἀκρίδας καὶ σκνίφας. Διὰ τοῦτο δὲ καὶ τοὺς Αἰγυπτίους τὴν ῥάβδον ἀνατιθέναι εἰς πᾶν ἱερόν, ὁμοίως δὲ καὶ τῇ Ἴσιδι, διὰ τὸ τὴν γῆν εἶναι Ἶσιν, παιομένην δὲ τῇ ῥάβδῳ τὰ τέρατα ἀνεῖναι. Τοῦ δὲ βασιλέως ἔτι ἀφρονουμένου τὸν Μώϋσον χάλαζάν τε καὶ σεισμοὺς διὰ νυκτὸς ἀποτελέσαι, ὥστε τοὺς τὸν σεισμὸν φεύγοντας ἀπὸ τῆς χαλάζης ἀναιρεῖσθαι τούς τε τὴν χάλαζαν ἐκκλίνοντας ὑπὸ τῶν σεισμῶν διαφθείρεσθαι. Συμπεσεῖν δὲ τότε τὰς μὲν οἰκίας πάσας τῶν τε ναῶν τοὺς πλείστους. Τελευταῖον τοιαύταις συμφοραῖς περιπεσόντα τὸν βασιλέα τοὺς Ἰουδαίους ἀπολῦσαι· τοὺς δὲ χρησαμένους παρὰ τῶν Αἰγυπτίων πολλὰ μὲν ἐκπώματα, οὐκ ὀλίγον δὲ ἱματισμὸν ἄλλην τε παμπληθῆ γάζαν, διαβάντας τοὺς κατὰ τὴν Ἀραβίαν ποταμοὺς καὶ διαβάντας ἱκανὸν τόπον ἐπὶ τὴν Ἐρυθρὰν τριταίους ἐλθεῖν Θάλασσαν. Μεμφίτας μὲν οὖν λέγειν ἔμπειρον ὄντα τὸν Μώϋσον τῆς χώρας τὴν ἄμπωτιν τηρήσαντα διὰ ξηρᾶς τῆς θαλάσσης τὸ πλῆθος περαιῶσαι. Ἡλιουπολίτας δὲ λέγειν ἐπικαταδραμεῖν τὸν βασιλέα μετὰ πολλῆς δυνάμεως, ἅμα καὶ τοῖς καθιερωμένοις ζῴοις, διὰ τὸ τὴν ὕπαρξιν τοὺς Ἰουδαίους τῶν Αἰγυπτίων χρησαμένους διακομίζειν. Τῷ δὲ Μωΰσῳ φωνὴν θείαν γενέσθαι πατάξαι τὴν θάλασσαν τῇ ῥάβδῳ καὶ διαστῆσαι. Τὸν δὲ Μώϋσον ἀκούσαντα ἐπιθιγεῖν τῇ ῥάβδῳ τοῦ ὕδατος, καὶ οὕτως τὸ μὲν νᾶμα διαστῆναι, τὴν δὲ δύναμιν διὰ ξηρᾶς ὁδοῦ πορεύεσθαι. Συνεμβάντων δὲ τῶν Αἰγυπτίων καὶ διωκόντων φησὶ πῦρ αὐτοῖς ἐκ τῶν ἔμπροσθεν ἐκλάμψαι, τὴν δὲ θάλασσαν πάλιν τὴν ὁδὸν ἐπικλύσαι· τοὺς δὲ Αἰγυπτίους ὑπό τε τοῦ πυρὸς καὶ τῆς πλημμυρίδος πάντας διαφθαρῆναι· τοὺς δὲ Ἰουδαίους διαφυγόντας τὸν κίνδυνον τεσσαράκοντα ἔτη ἐν τῇ ἐρήμῳ διατρῖψαι, βρέχοντος αὐτοῖς τοῦ θεοῦ κρίμνον ὅμοιον ἐλύμῳ, χιόνι παραπλήσιον τὴν χρόαν. Γεγονέναι δέ φησι τὸν Μώϋσον μακρόν, πυρρακῆ, πολιόν, κομήτην, ἀξιωματικόν. Ταῦτα δὲ πρᾶξαι περὶ ἔτη ὄντα ὀγδοήκοντα ἐννέα.»

ΚΕΦΑΛΑΙΟΝ ΙΗ'.

ΕΖΕΚΙΗΛΟΥ ΠΕΡΙ ΜΩΣΕΩΣ

Περὶ δὲ τοῦ τὸν Μώϋσον ἐκτεθῆναι ὑπὸ τῆς μητρὸς εἰς τὸ ἕλος καὶ ὑπὸ τῆς τοῦ βασιλέως θυγατρὸς ἀναιρεθῆναι καὶ τραφῆναι ἱστορεῖ καὶ Ἐζεκιῆλος ὁ τῶν τραγῳδιῶν ποιητής, ἄνωθεν ἀναλαβὼν τὴν ἱστορίαν ἀπὸ τῶν σὺν Ἰακὼβ παραγενομένων εἰς Αἴγυπτον πρὸς Ἰωσήφ. Λέγει δὲ οὕτως, τὸν Μώϋσον παρεισάγων λέγοντα·

« Ἀφ' οὗ δ' Ἰακὼβ γῆν λιπὼν Χαναναίαν
κατῆλθ' ἔχων Αἴγυπτον ἑπτάκις δέκα
ψυχὰς σὺν αὑτῷ καὶ ἐπεγέννησεν πολὺν
λαὸν κακῶς πράσσοντα καὶ τεθλιμμένον,
ἐς ἄχρι τούτων τῶν χρόνων κακούμενον
κακῶν ὑπ' ἀνδρῶν καὶ δυναστείας χερός.
Ἰδὼν γὰρ ἡμῶν γένναν ἅλις ηὐξημένην
δόλον καθ' ἡμῶν πολὺν ἐμηχανήσατο
βασιλεὺς Φαραώ, τοὺς μὲν ἐν πλινθεύμασιν
οἰκοδομίαις τε βαρέσιν αἰκίζων βροτοὺς
πόλεις τ' ἐπύργου σφῶν ἕκατι δυσμόρων.
Ἔπειτα κηρύσσει μὲν Ἑβραίων γένει
τἀρσενικὰ ῥίπτειν ποταμὸν ἐς βαθύρροον.
Ἐνταῦθα μήτηρ ἡ τεκοῦσ' ἔκρυπτέ με
τρεῖς μῆνας, ὡς ἔφασκεν. Οὐ λαθοῦσα δὲ
ὑπεξέθηκε, κόσμον ἀμφιθεῖσά μοι,
παρ' ἄκρα ποταμοῦ λάσιον εἰς ἕλος δασύ·
Μαριὰμ δ' ἀδελφή μου κατώπτευεν πέλας.
Κἄπειτα θυγάτηρ βασιλέως ἅβραις ὁμοῦ
κατῆλθε λουτροῖς χρῶτα φαιδρῦναι νέον·
ἰδοῦσα δ' εὐθὺς καὶ λαβοῦσ' ἀνείλετο,
ἔγνω δ' Ἑβραῖον ὄντα· καὶ λέγει τάδε
Μαριὰμ ἀδελφὴ προσδραμοῦσα βασιλίδι·
« θέλεις τροφόν σοι παιδὶ τῷδ' εὕρω ταχὺ
ἐκ τῶν Ἑβραίων;» Ἡ δ' ἐπέσπευσεν κόρην.
Μολοῦσα δ' εἶπε μητρὶ καὶ παρῆν ταχὺ
αὐτή τε μήτηρ καὶ ἔλαβέν μ' ἐς ἀγκάλας.
Εἶπεν δὲ θυγάτηρ βασιλέως· Τοῦτον, γύναι,
τρόφευε, κἀγὼ μισθὸν ἀποδώσω σέθεν.
Ὄνομα δὲ Μωσῆν ὠνόμαζε, τοῦ χάριν
ὑγρᾶς ἀνεῖλε ποταμίας ἀπ' ᾐόνος.»

Τούτοις μεθ' ἕτερα ἐπιλέγει καὶ περὶ τούτων ὁ Ἐζεκιῆλος ἐν τῇ τραγῳδίᾳ, τὸν Μωυσῆν παρεισάγων λέγοντα·

« Ἐπεὶ δὲ καιρὸς νηπίων παρῆλθέ μοι,
ἤγαγέ με μήτηρ βασιλίδος πρὸς δώματα,
ἅπαντα μυθεύσασα καὶ λέξασά μοι
γένος πατρῷον καὶ θεοῦ δωρήματα.
Ἕως μὲν οὖν τὸν παιδὸς εἴχομεν χρόνον,
τροφαῖσι βασιλικαῖσι καὶ παιδεύμασιν
ἅπανθ' ὑπισχνεῖθ', ὡς ἀπὸ σπλάγχνων ἑῶν·
ἐπεὶ δὲ πλήρης κόλπος ἡμερῶν παρῆν,
ἐξῆλθον οἴκων βασιλικῶν πρὸς ἔργα γὰρ
θυμός μ' ἄνωγε καὶ τέχνασμα βασιλέως.
Ὁρῶ δὲ πρῶτον ἄνδρας ἐν χειρῶν νόμῳ,
τὸν μέν γ' Ἑβραῖον, τὸν δὲ γένος Αἰγύπτιον.
Ἰδὼν δ' ἐρήμους καὶ παρόντα μηδένα
ἐρρυσάμην ἀδελφόν, ὃν δ' ἔκτειν' ἐγώ,
ἔκρυψα δ' ἄμμῳ τοῦτον, ὥστε μὴ εἰσιδεῖν
ἕτερόν τιν' ἡμᾶς κἀπογυμνῶσαι φόνον.
Τῇ 'παύριον δὲ πάλιν ἰδὼν ἄνδρας δύο,
μάλιστα δ' αὐτοὺς συγγενεῖς, πατουμένους
λέγω· Τί τύπτεις ἀσθενέστερον σέθεν;
Ὁ δ' εἶπεν· Ἡμῖν τίς σ' ἀπέστειλε κριτὴν
ἢ 'πιστάτην ἐνταῦθα; Μὴ κτενεῖς σύ με,
ὥσπερ τὸν ἐχθὲς ἄνδρα; Καὶ δείσας ἐγὼ
ἔλεξα· Πῶς ἐγένετο συμφανὲς τόδε;
Καὶ πάντα βασιλεῖ ταῦτ' ἀπήγγειλεν ταχύ·
ζητεῖ δὲ Φαραὼ τὴν ἐμὴν ψυχὴν λαβεῖν·
ἐγὼ δ' ἀκούσας ἐκποδὼν μεθίσταμαι
καὶ νῦν πλανῶμαι γῆν ἐπ' ἀλλοτέρμονα.»

Εἶτα περὶ τῶν τοῦ Ῥαγουὴλ θυγατέρων οὕτως ἐπιβάλλει·

« Ὁρῶ δὲ ταύτας ἑπτὰ παρθένους τινάς.»

Ἐρωτήσαντός τε αὐτὰς τίνες εἴησαν αἱ παρθένοι, φησὶν ἡ Σεπφώρα·

« Λιβύη μὲν ἡ γῆ πᾶσα κλῄζεται, ξένε,
οἰκοῦσι δ' αὐτὴν φῦλα παντοίων γενῶν,
Αἰθίοπες ἄνδρες μέλανες· ἄρχων δ' ἐστὶ γῆς
εἷς καὶ τύραννος καὶ στρατηλάτης μόνος.
Ἄρχει δὲ πόλεως τῆσδε καὶ κρίνει βροτοὺς
ἱερεύς, ὅς ἐστ' ἐμοῦ τε καὶ τούτων πατήρ.»

Εἶτα περὶ τοῦ ποτισμοῦ τῶν θρεμμάτων διελθὼν περὶ τοῦ Σεπφώρας ἐπιβάλλει γάμου, δι' ἀμοιβαίων παρεισάγων τόν τε Χοὺμ καὶ τὴν Σεπφώραν λέγοντας·

Χ. «Ὅμως κατειπεῖν χρή σε, Σεπφώρα, τάδε.

Σ. « Ξένῳ πατήρ με τῷδ' ἔδωκεν εὐνέτιν.»

ΚΕΦΑΛΑΙΟΝ ΚΘ'.

ΔΗΜΗΤΡΙΟΥ ΠΕΡΙ ΤΟΥ ΑΥΤΟΥ ΟΜΟΙΩΣ

« Δημήτριος δὲ περὶ τῆς ἀναιρέσεως τοῦ Αἰγυπτίου καὶ τῆς διαφορᾶς τῆς πρὸς τὸν μηνύσαντα τὸν τελευτήσαντα ὁμοίως τῷ τὴν ἱερὰν βίβλον γράψαντι ἱστόρησε· φυγεῖν μέντοι γε τὸν Μωσῆν εἰς Μαδιὰμ καὶ συνοικῆσαι ἐκεῖ τῇ Ἰοθὼρ θυγατρὶ Σεπφώρᾳ, ἣν εἶναι, ὅσα στοχάζεσθαι ἀπὸ τῶν ὀνομάτων, τῶν γενομένων ἐκ Χεττούρας, τοῦ Ἁβραὰμ γένους, ἐκ τοῦ Ἰεζὰν τοῦ γενομένου Ἁβραὰμ ἐκ Χεττούρας· ἐκ δὲ τοῦ Ἰεζὰν γενέσθαι Δαδάν, ἐκ δὲ Δαδὰν Ῥαγουήλ, ἐκ δὲ Ῥαγουὴλ Ἰοθὼρ καὶ Ὀβάβ, ἐκ δὲ τοῦ Ἰοθὼρ Σεπφώραν, ἣ γῆμαι Μωσῆν. Καὶ τὰς γενεὰς δὲ συμφωνεῖν· τὸν γὰρ Μωσῆν εἶναι ἀπὸ Ἁβραὰμ ἕβδομον, τὴν δὲ Σεπφώραν ἕκτην. Συνοικοῦντος γὰρ ἤδη τοῦ Ἰσαάκ, ἀφ' οὗ Μωσῆν εἶναι, γῆμαι Ἁβραὰμ τὴν Χεττούραν ὄντα ἐτῶν ρμʹ καὶ γεννῆσαι Ἰσαὰρ ἐξ αὐτῆς δεύτερον· τὸν δὲ Ἰσαὰκ ὄντα ἐτῶν ἑκατὸν γεννῆσαι. Ὥστε μβʹ ἐτῶν ὕστερον γεγονέναι τὸν Ἰσαάρ, ἀφ' οὗ τὴν Σεπφώραν γεγενεαλογῆσθαι. Οὐδὲν οὖν ἀντιπίπτει τὸν Μωσῆν καὶ τὴν Σεπφώραν κατὰ τοὺς αὐτοὺς γεγονέναι χρόνους. Κατοικεῖν δὲ αὐτοὺς Μαδιὰμ πόλιν, ἣν ἀπὸ ἑνὸς τῶν Ἁβραὰμ παίδων ὀνομασθῆναι. Φησὶ γὰρ τὸν Ἁβραὰμ τοὺς παῖδας πρὸς ἀνατολὰς ἐπὶ κατοικίαν πέμψαι· διὰ τοῦτο δὲ καὶ Ἀαρὼν καὶ Μαριὰμ εἰπεῖν ἐν Ἀσηρὼθ Μωσῆν Αἰθιοπίδα γῆμαι γυναῖκα.»

ΚΕΦΑΛΑΙΟΝ Λ'.

ΕΖΕΚΙΗΛΟΥ ΠΕΡΙ ΤΟΥ ΑΥΤΟΥ ΟΜΟΙΩΣ

Λέγει δὲ περὶ τούτων καὶ Ἐζεκιῆλος ἐν τῇ Ἐξαγωγῇ, προσπαρειληφὼς τὸν ὄνειρον τὸν ὑπὸ Μωσέως μὲν ἑωραμένον, ὑπὸ δὲ πενθεροῦ διακεκριμένον. Λέγει δὲ αὐτὸς ὁ Μωσῆς δι' ἀμοιβαίων πρὸς τὸν πενθερὸν οὕτως πως·

« Ἔδοξ' ὄρους κατ' ἄκρα Σιναίου θρόνον
μέγαν τιν' εἶναι μέχρις οὐρανοῦ πτυχός,
ἐν τῷ καθῆσθαι φῶτα γενναῖόν τινα
διάδημ' ἔχοντα καὶ μέγα σκῆπτρον χερὶ
εὐωνύμῳ μάλιστα. Δεξιᾷ δέ μοι
ἔνευσε, κἀγὼ πρόσθεν ἐστάθην θρόνου.
Σκῆπτρον δέ μοι παρέδωκε καὶ εἰς θρόνον μέγαν
εἶπεν καθῆσθαι· βασιλικὸν δ' ἔδωκέ μοι
διάδημα καὶ αὐτὸς ἐκ θρόνων χωρίζεται.
Ἐγὼ δ' ἐσεῖδον γῆν ἅπασαν ἔγκυκλον
καὶ ἔνερθε γαίας καὶ ἐξύπερθεν οὐρανοῦ,
καί μοί τι πλῆθος ἀστέρων πρὸς γούνατα
ἔπιπτ', ἐγὼ δὲ πάντας ἠριθμησάμην,
κἀμοῦ παρῆγεν ὡς παρεμβολὴ βροτῶν.
Εἶτ' ἐμφοβηθεὶς ἐξανίσταμ' ἐξ ὕπνου. »

Ὁ δὲ πενθερὸς αὐτοῦ τὸν ὄνειρον ἐπικρίνει οὕτως·

« Ὦ ξένε, καλόν σοι τοῦτ' ἐσήμηνεν θεός·
ζῴην δ', ὅταν σοι ταῦτα συμβαίνῃ ποτέ.
Ἆρά γε μέγαν τιν' ἐξαναστήσεις θρόνον
καὶ αὐτὸς βραβεύσεις καὶ καθηγήσῃ βροτῶν;
Τὸ δ' εἰσθεᾶσθαι γῆν ὅλην τ' οἰκουμένην
καὶ τὰ ὑπένερθε καὶ ὑπὲρ οὐρανὸν θεοῦ·
ὄψει τά τ' ὄντα τά τε προτοῦ τά θ' ὕστερον.»

Περὶ δὲ τῆς καιομένης βάτου καὶ τῆς ἀποστολῆς αὐτοῦ τῆς πρὸς Φαραὼ πάλιν παρεισάγει δι' ἀμοιβαίων τὸν Μωσῆν τῷ θεῷ διαλεγόμενον. Φησὶ δὲ ὁ Μωσῆς·

« Ἔα· τί μοι σημεῖον ἐκ βάτου τόδε,
τεράστιόν τε καὶ βροτοῖς ἀπιστία;
Ἄφνω βάτος μὲν καίεται πολλῷ πυρί,
αὐτοῦ δὲ χλωρὸν πᾶν μένει τὸ βλαστάνον.
Τί δή; Προελθὼν ὄψομαι τεράστιον
μέγιστον· οὐ γὰρ πίστιν ἀνθρώποις φέρει.»

Εἶτα ὁ θεὸς αὐτῷ προσομιλεῖ·

« Ἔπισχες, ὦ φέριστε, μὴ προσεγγίσῃς,
Μωσῆ, πρὶν ἢ τῶν σῶν ποδῶν λῦσαι δέσιν·
ἁγία γὰρ ἧς σὺ γῆς ἐφέστηκας πέλει,
ὁ δ' ἐκ βάτου σοι θεῖος ἐκλάμπει λόγος.
Θάρσησον, ὦ παῖ, καὶ λόγων ἄκου' ἐμῶν·
ἰδεῖν γὰρ ὄψιν τὴν ἐμὴν ἀμήχανον
θνητὸν γεγῶτα, τῶν λόγων δ' ἔξεστί σοι
ἐμῶν ἀκούειν, τῶν ἕκατ' ἐλήλυθα.
Ἐγὼ θεὸς σῶν, ὧν λέγεις, γεννητόρων,
Ἁβραάμ τε καὶ Ἰσαὰκ καὶ Ἰακώβου τρίτου.
Μνησθεὶς δ' ἐκείνων καὶ ἔτ' ἐμῶν δωρημάτων
πάρειμι σῶσαι λαὸν Ἑβραίων ἐμόν,
ἰδὼν κάκωσιν καὶ πόνον δούλων ἐμῶν.
Ἀλλ' ἕρπε καὶ σήμαινε τοῖς ἐμοῖς λόγοις
πρῶτον μὲν αὐτοῖς πᾶσιν Ἑβραίοις ὁμοῦ,
ἔπειτα βασιλεῖ τὰ ὑπ' ἐμοῦ τεταγμένα,
ὅπως σὺ λαὸν τὸν ἐμὸν ἐξάγοις χθονός.»

Εἶτα ὑποβάς τινα ἀμοιβαῖα αὐτὸς ὁ Μωσῆς λέγει·

« Οὐκ εὔλογος πέφυκα, γλῶσσα δ' ἐστί μοι
δύσφραστος, ἰσχνόφωνος, ὥστε μὴ λόγους ἐμοὺς
γενέσθαι βασιλέως ἐναντίον.»

Εἶτα πρὸς ταῦτα ὁ θεὸς αὐτῷ ἀποκρίνεται·

« Ἀάρωνα πέμψω σὸν κασίγνητον ταχύ,
ᾧ πάντα λέξεις τἀξ ἐμοῦ λελεγμένα,
καὶ αὐτὸς λαλήσει βασιλέως ἐναντίον,
σὺ μὲν πρὸς ἡμᾶς, ὁ δὲ λαβὼν σέθεν πάρα. »

Περὶ δὲ τῆς ῥάβδου καὶ τῶν ἄλλων τεράτων οὕτω δι' ἀμοιβαίων εἴρηκε·

« Θ. Τί δ' ἐν χεροῖν σοῖν τοῦτ' ἔχεις; Λέξον τάχος.

Μ. Ῥάβδον τετραπόδων καὶ βροτῶν κολάστριαν.

Θ. Ῥῖψον πρὸς οὖδας καὶ ἀποχώρησον ταχύ.
Δράκων γὰρ ἔσται φοβερός, ὥστε θαυμάσαι.

Μ. Ἰδοὺ βέβληται· δέσποθ', ἵλεως γενοῦ· ὡς φοβερός,
ὡς πέλωρος· οἴκτειρον σύ με·
πέφρικ' ἰδών, μέλη δὲ σώματος τρέμει.

Θ. Μηδὲν φοβηθῇς, χεῖρα δ' ἐκτείνας λαβὲ
οὐράν, πάλιν δὲ ῥάβδος ἔσσεθ' ὥσπερ ἦν.
Ἔνθες δὲ χεῖρ' εἰς κόλπον ἐξένεγκέ τε.

Μ. Ἰδοὺ τὸ ταχθέν, γέγονεν ὡσπερεὶ χιών.

Θ. Ἔνθες πάλιν δ' εἰς κόλπον, ἔσται δ' ὥσπερ ἦν.»

Τούτοις ἐπάγει, μετά τινα τὰ μεταξὺ αὐτῷ εἰρημένα, λεγών·

Ταῦτα δέ φησιν οὕτως καὶ Ἐζεκιῆλος ἐν τῇ Ἐξαγωγῇ λέγων, περὶ μὲν τῶν σημείων τὸν θεὸν παρεισάγων λέγοντα οὕτως·

« Ἐν τῇδε ῥάβδῳ πάντα ποιήσεις κακά·
πρῶτον μὲν αἷμα ποτάμιον ῥυήσεται
πηγαί τε πᾶσαι καὶ ὑδάτων συστήματα·
βατράχων τε πλῆθος καὶ σκνίπας ἐμβαλῶ χθονί.
Ἔπειτα τέφραν οἷς καμιναίαν πάσω,
ἀναβρυήσει δ' ἐν βροτοῖς ἕλκη πικρά.
Κυνόμυια δ' ἥξει καὶ βροτοὺς Αἰγυπτίων
πολλοὺς κακώσει. Μετὰ δὲ ταῦτ' ἔσται πάλιν
λοιμός, θανοῦνται δ' οἷς ἔνεστι καρδία
σκληρά. Πικράνω δ' οὐρανόν· χάλαζα νῦν
σὺν πυρὶ πεσεῖται καὶ νεκροὺς θήσει βροτούς.
Καρποί τ' ὀλοῦνται τετραπόδων τε σώματα·
σκότος τε θήσω τρεῖς ἐφ' ἡμέρας ὅλας
ἀκρίδας τε πέμψω, καὶ περισσὰ βρώματα
ἅπαντ' ἀναλώσουσι καὶ καρποῦ χλόην.
Ἐπὶ πᾶσι τούτοις τέκν' ἀποκτενῶ βροτῶν
πρωτόγονα. Παύσω δ' ὕβριν ἀνθρώπων κακῶν.
Φαραὼ δὲ βασιλεὺς πείσετ' οὐδὲν ὧν λέγω,
πλὴν τέκνον αὐτοῦ πρωτόγονον ἕξει νεκρόν·
καὶ τότε φοβηθεὶς λαὸν ἐκπέμψει ταχύ·
πρὸς τοῖσδε λέξεις πᾶσιν Ἑβραίοις ὁμοῦ·
Ὁ μεὶς ὅδ' ὑμῖν πρῶτος ἐνιαυτῶν πέλει·
ἐν τῷδ' ἀπάξω λαὸν εἰς ἄλλην χθόνα,
εἰς ἣν ὑπέστην πατράσιν Ἑβραίων γένους.
Λέξεις δὲ λαῷ παντί, μηνὸς οὗ λέγω
διχομηνία τὸ πάσχα θύσαντας θεῷ
τῇ πρόσθε νυκτὶ αἵματι ψαῦσαι θύρας,
ὅπως παρέλθῃ σῆμα δεινὸς ἄγγελος.
Ὑμεῖς δὲ νυκτὸς ὀπτὰ δαίσεσθε κρέα.
Σπουδῇ δὲ βασιλεὺς ἐκβαλεῖ πρόπαντ' ὄχλον.
Ὅταν δὲ μέλλητ' ἀποτρέχειν, δώσω χάριν
λαῷ, γυνή τε παρὰ γυναικὸς λήψεται
σκεύη κόσμον τε πάνθ', ὃν ἄνθρωπος φέρει,
χρυσόν τε καὶ τὸν ἄργυρον ἠδὲ καὶ στολάς,
ἵν' ὧν ἔπραξαν μισθὸν ἀποδῶσι βροτοῖς.
Ὅταν δ' ἐς ἴδιον χῶρον εἰσέλθηθ', ὅπως
ἀφ' ἧσπερ ἠοῦς ἐφύγετ', Αἰγύπτου δ' ἄπο
ἑπτὰ διοδοιποροῦντες ἡμέρας ὁδόν,
πάντες τοσαύτας ἡμέρας ἔτος κάτα
ἄζυμα ἔδεσθε καὶ θεῷ λατρεύσετε,
τὰ πρωτότευκτα ζῷα θύοντες θεῷ,
ὅσ' ἂν τέκωσι παρθένοι πρώτως τέκνα
τἀρσενικὰ διανοίγοντα μήτρας μητέρων.»

 Καὶ πάλιν περὶ τῆς αὐτῆς ταύτης ἑορτῆς φησὶν ἐπεξεργαζόμενον ἀκριβέστερον εἰρηκέναι·

« Ἀνδρῶν Ἑβραίων τοῦδε τοῦ μηνὸς λαβὼν
κατὰ συγγενείας πρόβατα καὶ μόσχους βοῶν
ἄμωμα δεκάτῃ· καὶ φυλαχθήτω μέχρι
τετρὰς ἐπιλάμψει δεκάδι, καὶ πρὸς ἑσπέραν
θύσαντες ὀπτὰ πάντα σὺν τοῖς ἔνδοθεν
οὕτως φάγεσθε ταῦτα· περιεζωσμένοι
καὶ κοῖλα ποσσὶν ὑποδέδεσθε καὶ χερὶ
βακτηρίαν ἔχοντες. Ἐν σπουδῇ τε γὰρ
βασιλεὺς κελεύσει πάντας ἐκβαλεῖν χθονός·
κεκλήσεται δὲ πᾶς. Καὶ ὅταν θύσητε δέ,
δέσμην λαβόντες χερσὶν ὑσσώπου κόμης
εἰς αἷμα βάψαι καὶ θιγεῖν σταθμῶν δυοῖν,
ὅπως παρέλθῃ θάνατος Ἑβραίων ἄπο.
Ταύτην δ' ἑορτὴν δεσπότῃ τηρήσετε,
ἕφθ' ἡμέρας ἄζυμα· καὶ οὐ βρωθήσεται
ζύμη. Κακῶν γὰρ τῶνδ' ἀπαλλαγήσεται,
καὶ τοῦδε μηνὸς ἔξοδον διδοῖ θεός·
ἀρχὴ δὲ μηνῶν καὶ χρόνων οὗτος πέλει.»

Πάλιν μεθ' ἕτερα ἐπιλέγει·

« Φησὶ δὲ καὶ Ἐζεκιῆλος ἐν τῷ δράματι τῷ ἐπιγραφομένῳ Ἐξαγωγή, παρεισάγων ἄγγελον λέγοντα τήν τε τῶν Ἑβραίων διάθεσιν καὶ τὴν τῶν Αἰγυπτίων φθορὰν οὕτως·

« Ὡς γὰρ σὺν ὄχλῳ τῷδ' ἀφώρμησεν δόμων
βασιλεὺς Φαραὼ μυρίων ὅπλων μέτα
ἵππου τε πάσης καὶ ἁρμάτων τετραόρων
καὶ προστάταισι καὶ παραστάταις ὁμοῦ,
ἦν φρικτὸς ἀνδρῶν ἐκτεταγμένων ὄχλος.
Πεζοὶ μὲν ἐν μέσοισι καὶ φαλαγγικοὶ
διεκδρομὰς ἔχοντες ἅρμασιν τόπους·
ἱππεῖς δ' ἔταξε τοὺς μὲν ἐξ εὐωνύμων,
ἐκ δεξιῶν δὲ πάντας Αἰγυπτίου στρατοῦ.
Τὸν πάντα δ' αὐτῶν ἀριθμὸν ἠρόμην ἐγώ στρατοῦ·
μυριάδες ἦσαν ἑκατὸν εὐάνδρου λεώς.
Ἐπεὶ δ' Ἑβραίων οὑμὸς ἤντησε στρατός,
οἱ μὲν παρ' ἀκτὴν πλησίον βεβλημένοι
Ἐρυθρᾶς Θαλάσσης ᾔεσαν ἠθροϊσμένοι·
οἱ μὲν τέκνοισι νηπίοις δίδουν βορὰν
ὁμοῦ τε καὶ δάμαρσιν, ἔμπονοι κόπῳ·
κτήνη τε πολλὰ καὶ δόμων ἀποσκευή·
αὐτοὶ δ' ἄνοπλοι πάντες εἰς μάχην χέρας
ἰδόντες ἡμᾶς ἠλάλαξαν ἔνδακρυν
φωνὴν πρὸς αἰθέρα τ' ἐτάθησαν ἀθρόοι.
Θεὸν πατρῷον. Ἦν πολὺς δ' ἀνδρῶν ὄχλος.
Ἡμᾶς δὲ χάρμα πάντας εἶχεν ἐν μέρει.
Ἔπειθ' ὑπ' αὐτοὺς θήκαμεν παρεμβολήν
Βεελζεφών τις κλῄζεται πόλις βροτοῖς.
Ἐπεὶ δὲ Τιτὰν ἥλιος δυσμαῖς προσῆν,
ἐπέσχομεν, θέλοντες ὄρθριον μάχην,
πεποιθότες λαοῖσι καὶ φρικτοῖς ὅπλοις.
Ἔπειτα θείων ἄρχεται τεραστίων
θαυμάστ' ἰδέσθαι. Καί τις ἐξαίφνης μέγας
στῦλος νεφώδης ἐστάθη πρὸ γῆς, μέγας,
παρεμβολῆς ἡμῶν τε καὶ Ἑβραίων μέσος.
Κἄπειθ' ὁ κείνων ἡγεμὼν Μωσῆς, λαβὼν
ῥάβδον θεοῦ, τῇ δὴ πρὶν Αἰγύπτῳ κακὰ
σημεῖα καὶ τεράατ' ἐξεμήσατο,
ἔτυψ' Ἐρυθρᾶς νῶτα καὶ ἔσχισεν μέσον
βάθος Θαλάσσης· οἱ δὲ σύμπαντες σθένει
ὤρουσαν ὠκεῖς ἁλμυρᾶς δι' ἀτραποῦ.
Ἡμεῖς δ' ἐπ' αὐτῆς ᾠχόμεσθα συντόμως
κατ' ἴχνος αὐτῶν· νυκτὸς εἰσεκύρσαμεν
βοηδρομοῦντες· ἁρμάτων δ' ἄφνω τροχοὶ
οὐκ ἐστρέφοντο, δέσμιοι δ' ὣς ἥρμοσαν.
Ἀπ' οὐρανοῦ δὲ φέγγος ὡς πυρὸς μέγα
ὤφθη τι ἡμῖν· ὡς μὲν εἰκάζειν, παρῆν
αὐτοῖς ἀρωγὸς ὁ θεός. Ὡς δ' ἤδη πέραν
ἦσαν θαλάσσης, κῦμα δ' ἐρροίβδει μέγα
σύνεγγυς ἡμῶν. Καί τις ἠλάλαξ' ἰδών·
Φεύγωμεν οἴκοι πρόσθεν Ὑψίστου χέρας·
οἷς μὲν γάρ ἐστ' ἀρωγός, ἡμῖν δ' ἀθλίοις
ὄλεθρον ἕρδει. Καὶ συνεκλύσθη πόρος
Ἐρυθρᾶς Θαλάσσης καὶ στρατὸν διώλεσε.»

Καὶ πάλιν μετ' ὀλίγα·

Ἐκεῖθεν ἦλθον ἡμέρας τρεῖς, ὡς αὐτός τε ὁ Δημήτριος λέγει καὶ συμφώνως τούτῳ ἡ ἱερὰ βίβλος. Μὴ ἔχοντα δὲ ὕδωρ ἐκεῖ γλυκύ, ἀλλὰ πικρόν, τοῦ θεοῦ εἰπόντος ξύλον τι ἐμβαλεῖν εἰς τὴν πηγὴν καὶ γενέσθαι γλυκὺ τὸ ὕδωρ. Ἐκεῖθεν δὲ εἰς Ἐλεὶμ ἐλθεῖν καὶ εὑρεῖν ἐκεῖ δώδεκα μὲν πηγὰς ὑδάτων, ἑβδομήκοντα δὲ στελέχη φοινίκων. Περὶ τούτων καὶ τοῦ φανέντος ὀρνέου Ἐζεκιῆλος ἐν τῇ Ἐξαγωγῇ παρεισάγει τινὰ λέγοντα τῷ Μωσεῖ περὶ μὲν τῶν φοινίκων καὶ τῶν δώδεκα πηγῶν οὕτως·

« Κράτιστε Μωσῆ, πρόσχες, οἷον εὕρομεν
τόπον πρὸς αὐτῇ τῇδέ γ' εὐαεῖ νάπῃ.
Ἔστιν γάρ, ὥς που καὶ σὺ τυγχάνεις ὁρῶν,
ἐκεῖ· τόθεν δὲ φέγγος ἐξέλαμψέ νυν
κατ' εὐφρόνης σημεῖον ὡς στῦλος πυρός.
Ἐνταῦθα λειμῶν' εὕρομεν κατάσκιον
ὑγράς τε λιβάδας· δαψιλὴς χῶρος βαθύς,
πηγὰς ἀφύσσων δώδεκ' ἐκ μιᾶς πέτρας,
στελέχη δ' ἐρυμνὰ πολλὰ φοινίκων πέλει
ἔγκαρπα, δεκάκις ἑπτά, καὶ ἐπίρρυτος χλόη
πέφυκε θρέμμασιν χορτάσματα.»

Εἶτα ὑποβὰς περὶ τοῦ φανέντος ὀρνέου διεξέρχεται·

« Ἕτερον δὲ πρὸς τοῖσδ' εἴδομεν ζῷον ξένον,
θαυμαστόν, οἷον οὐδέπω ὥρακέ τις.
Διπλοῦν γὰρ ἦν τὸ μῆκος ἀετοῦ σχεδόν,
πτεροῖσι ποικίλοισιν ἠδὲ χρώμασι.
Στῆθος μὲν αὐτοῦ πορφυροῦν ἐφαίνετο,
σκέλη δὲ μιλτόχρωτα, καὶ κατ' αὐχένων
κροκωτίνοις μαλλοῖσιν εὐτρεπίζετο.
Κάρα δὲ κοττοῖς ἡμέροις παρεμφερές,
καὶ μηλίνῃ μὲν τῇ κόρῃ προσέβλεπε
κύκλῳ· κόρη δὲ κόκκος ὣς ἐφαίνετο.
Φωνὴν δὲ πάντων εἶχεν ἐκπρεπεστάτην.
Βασιλεὺς δὲ πάντων ὀρνέων ἐφαίνετο,
ὡς ἦν νοῆσαι· πάντα γὰρ τὰ πτήν' ὁμοῦ
ὄπισθεν αὐτοῦ δειλιῶντ' ἐπέσσυτο,
αὐτὸς δὲ πρόσθεν, ταῦρος ὣς γαυρούμενος, ἔ
βαινε κραιπνὸν βῆμα βαστάζων ποδός.»

Καὶ μετὰ βραχέα·

« Ἐπιζητεῖν δέ τινα πῶς οἱ Ἰσραηλῖται ὅπλα ἔσχον ἄνοπλοι ἐξελθόντες· ἔφασαν γὰρ τριῶν ἡμερῶν ὁδὸν ἐξελθόντες καὶ θυσιάσαντες πάλιν ἀνακάμψειν. Φαίνεται οὖν τοὺς μὴ κατακλυσθέντας τοῖς ἐκείνων ὅπλοις χρήσασθαι.»

ΚΕΦΑΛΑΙΟΝ ΛΑ'.

ΕΥΠΟΛΕΜΟΥ ΠΕΡΙ ΔΑΒΙΔ ΚΑΙ ΣΟΛΟΜΩΝΟΣ ΟΙ ΕΒΑΣΙΛΕΥΣΑΝ ΕΒΡΑΙΩΝ ΚΑΙ ΠΕΡΙ ΙΕΡΟΣΟΛΥΜΩΝ

« Εὐπόλεμος δέ φησιν ἔν τινι Περὶ τῆς Ἠλίου προφητείας Μωσῆν προφητεῦσαι ἔτη μʹ· εἶτα Ἰησοῦν, τὸν τοῦ Ναυῆ υἱόν, ἔτη λʹ· βιῶσαι δ' αὐτὸν ἔτη ριʹ πῆξαί τε τὴν ἱερὰν σκηνὴν ἐν Σιλοῖ. Μετὰ δὲ ταῦτα προφήτην γενέσθαι Σαμουήλ. Εἶτα τῇ τοῦ θεοῦ βουλήσει ὑπὸ Σαμουὴλ Σαοῦλον βασιλέα  αἱρεθῆναι, ἄρξαντα δὲ ἔτη καʹ τελευτῆσαι. Εἶτα Δαβὶδ τὸν τούτου υἱὸν δυναστεῦσαι, ὃν καταστρέψασθαι Σύρους τοὺς παρὰ τὸν Εὐφράτην οἰκοῦντας ποταμὸν καὶ τὴν Κομμαγηνὴν καὶ τοὺς ἐν Γαλαδηνῇ Ἀσσυρίους καὶ Φοίνικας. Στρατεῦσαι δ' αὐτὸν καὶ ἐπὶ Ἰδουμαίους καὶ Ἀμμανίτας καὶ Μωαβίτας καὶ Ἰτουραίους καὶ Ναβαταίους καὶ Ναβδαίους, αὖθις δὲ ἐπιστρατεῦσαι ἐπὶ Σούρωνα βασιλέα Τύρου καὶ Φοινίκης· οὓς καὶ ἀναγκάσαι φόρους Ἰουδαίοις ὑποτελεῖν· πρός τε Οὐαφρῆν τὸν Αἰγύπτιον βασιλέα φιλίαν συνθέσθαι. Βουλόμενόν τε τὸν Δαβὶδ οἰκοδομῆσαι ἱερὸν τῷ θεῷ ἀξιοῦν τὸν θεὸν τόπον αὐτῷ δεῖξαι τοῦ θυσιαστηρίου. Ἔνθα δὴ ἄγγελον αὐτῷ ὀφθῆναι ἑστῶτα ἐπάνω τοῦ τόπου, οὗ τὸν βωμὸν ἱδρῦσθαι ἐν Ἱεροσολύμοις, καὶ κελεύειν αὐτὸν μὴ ἱδρύεσθαι τὸ ἱερόν, διὰ τὸ αἵματι ἀνθρωπίνῳ πεφύρθαι καὶ πολλὰ ἔτη πεπολεμηκέναι· εἶναι δ' αὐτῷ ὄνομα Διαναθάν· προστάξαι τε αὐτῷ τοῦτον ὅπως τῷ υἱῷ ἐπιτρέψῃ τὴν οἰκοδομίαν, αὐτὸν δὲ εὐτρεπίζειν τὰ πρὸς τὴν κατασκευὴν ἀνήκοντα, χρυσίον, ἀργύριον, χαλκόν, λίθους, ξύλα κυπαρίσσινα καὶ κέδρινα. Ἀκούσαντα δὲ τὸν Δαβὶδ πλοῖα ναυπηγήσασθαι ἐν Ἐλάνοις πόλει τῆς Ἀραβίας καὶ πέμψαι μεταλλευτὰς εἰς τὴν Οὐρφῆ νῆσον, κειμένην ἐν τῇ Ἐρυθρᾷ Θαλάσσῃ, μέταλλα χρυσικὰ ἔχουσαν· καὶ τὸ χρυσίον ἐκεῖθεν μετακομίσαι τοὺς μεταλλευτὰς εἰς τὴν Ἰουδαίαν. Βασιλεύσαντα δὲ τὸν Δαβὶδ ἔτη μʹ Σολομῶνι τῷ υἱῷ τὴν ἀρχὴν παραδοῦναι, ὄντι ἐτῶν ιβʹ, ἐνώπιον Ἠλεὶ τοῦ ἀρχιερέως καὶ τῶν δώδεκα φυλάρχων καὶ παραδοῦναι αὐτῷ τόν τε χρυσὸν καὶ ἄργυρον καὶ χαλκὸν καὶ λίθον καὶ ξύλα κυπαρίσσινα καὶ κέδρινα. Καὶ αὐτὸν μὲν τελευτῆσαι, Σολομῶνα δὲ βασιλεύειν καὶ γράψαι πρὸς Οὐαφρῆν τὸν Αἰγύπτου βασιλέα τὴν ὑπογεγραμμένην ἐπιστολήν.»

ΚΕΦΑΛΑΙΟΝ ΛΒ'.

ΕΠΙΣΤΟΛΗ ΣΟΛΟΜΩΝΟΣ

« Βασιλεὺς Σολομῶν Οὐαφρῇ βασιλεῖ Αἰγύπτου φίλῳ πατρικῷ χαίρειν Γίνωσκέ με παρειληφότα τὴν βασιλείαν παρὰ Δαβὶδ τοῦ πατρὸς διὰ τοῦ θεοῦ τοῦ μεγίστου, καὶ ἐπιτεταχότος μοι οἰκοδομῆσαι ἱερὸν τῷ θεῷ, ὃς τὸν οὐρανὸν καὶ τὴν γῆν ἔκτισεν, ἅμα δέ σοι γράψαι ἀποστεῖλαί μοι τῶν παρὰ σοῦ λαῶν, οἳ παραστήσονταί μοι μέχρι τοῦ ἐπιτελέσαι πάντα κατὰ τὴν χρείαν, καθότι ἐπιτέτακται.»

ΚΕΦΑΛΑΙΟΝ ΛΓ'.

ΕΠΙΣΤΟΛΗ ΟΥΑΦΡΗ ΑΝΤΙΓΡΑΦΟΣ

« Βασιλεὺς Οὐαφρῆς Σολομῶνι βασιλεῖ μεγάλῳ χαίρειν Ἅμα τῷ ἀναγνῶναι τὴν παρὰ σοῦ ἐπιστολὴν σφόδρα ἐχάρην καὶ λαμπρὰν ἡμέραν ἤγαγον ἐγώ τε καὶ ἡ δύναμίς μου πᾶσα ἐπὶ τῷ παρειληφέναι σε τὴν βασιλείαν παρὰ χρηστοῦ ἀνδρὸς καὶ δεδοκιμασμένου ὑπὸ τηλικούτου θεοῦ. Περὶ δὲ ὧν γράφεις μοι, περὶ τῶν κατὰ τοὺς λαοὺς τοὺς παρ' ἡμῖν, ἀπέσταλκά σοι μυριάδας ὀκτώ, ὧν καὶ τὰ πλήθη ἐξ ὧν εἰσι διασεσάφηκά σοι· ἐκ μὲν τοῦ Σεβριθίτου νομοῦ μυρίους, ἐκ δὲ τοῦ Μενδησίου καὶ Σεβεννύτου δισμυρίους· Βουσιρίτου, Λεοντοπολίτου καὶ Ἀθριβίτου ἀνὰ μυρίους. Φρόντισον δὲ καὶ τὰ δέοντα αὐτοῖς καὶ τὰ ἄλλα, ὅπως εὐτακτῇ, καὶ ἵνα ἀποκατασταθῶσιν εἰς τὴν ἰδίαν, ὡς ἂν ἀπὸ τῆς χρείας γενόμενοι.»

ΚΕΦΑΛΑΙΟΝ ΛΔ'.

ΕΠΙΣΤΟΛΗ ΣΟΛΟΜΩΝΟΣ

« Βασιλεὺς Σολομῶν Σούρωνι τῷ βασιλεῖ Τύρου καὶ Σιδῶνος καὶ Φοινίκης φίλῳ πατρικῷ χαίρειν Γίνωσκέ με παρειληφότα τὴν βασιλείαν παρὰ Δαβὶδ τοῦ πατρὸς διὰ τοῦ θεοῦ τοῦ μεγίστου, ἐπιτεταχότος μοι οἰκοδομῆσαι ἱερὸν τῷ θεῷ, ὃς τὸν οὐρανὸν καὶ τὴν γῆν ἔκτισεν, ἅμα δὲ καὶ σοὶ γράψαι ἀποστεῖλαί μοι τῶν παρὰ σοῦ λαῶν, οἳ συμπαραστήσονται ἡμῖν μέχρι τοῦ ἐπιτελέσαι τὴν τοῦ θεοῦ χρείαν, καθότι μοι ἐπιτέτακται. Γέγραφα δὲ καὶ εἰς τὴν Γαλιλαίαν καὶ Σαμαρεῖτιν καὶ Μωαβῖτιν καὶ Ἀμμανῖτιν καὶ Γαλαδῖτιν χορηγεῖσθαι αὐτοῖς τὰ δέοντα ἐκ τῆς χώρας, κατὰ μῆνα κόρους σίτου μυρίους· ὁ δὲ κόρος ἐστὶν ἀρταβῶν ἕξ· καὶ οἴνου κόρους μυρίους· ὁ δὲ κόρος τοῦ οἴνου ἐστὶ μέτρα δέκα. Τὸ δὲ ἔλαιον καὶ τὰ ἄλλα χορηγηθήσεται αὐτοῖς ἐκ τῆς Ἰουδαίας, ἱερεῖα δὲ εἰς κρεωφαγίαν ἐκ τῆς Ἀραβίας.»

ΚΕΦΑΛΑΙΟΝ ΛΕ'.

ΕΠΙΣΤΟΛΗ ΣΟΥΡΩΝΟΣ

« Σούρων Σολομῶνι βασιλεῖ μεγάλῳ χαίρειν Εὐλογητὸς ὁ θεός, ὃς τὸν οὐρανὸν καὶ τὴν γῆν ἔκτισεν, ὃς εἵλετο ἄνθρωπον χρηστὸν ἐκ χρηστοῦ ἀνδρός· ἅμα τῷ ἀναγνῶναι τὴν παρὰ σοῦ ἐπιστολὴν σφόδρα ἐχάρην καὶ εὐλόγησα τὸν θεὸν ἐπὶ τῷ παρειληφέναι σὲ τὴν βασιλείαν.  Περὶ δὲ ὧν γράφεις μοι, περὶ τῶν κατὰ τοὺς λαοὺς τοὺς παρ' ἡμῖν, ἀπέσταλκά σοι Τυρίων καὶ Φοινίκων ὀκτακισμυρίους καὶ ἀρχιτέκτονά σοι ἀπέσταλκα ἄνθρωπον Τύριον, ἐκ μητρὸς Ἰουδαίας, ἐκ τῆς φυλῆς τῆς Δαβίδ. Ὑπὲρ ὧν ἂν αὐτὸν ἐρωτήσῃς τῶν ὑπὸ τὸν οὐρανὸν πάντων κατ' ἀρχιτεκτονίαν, ὑφηγήσεταί σοι καὶ ποιήσει. Περὶ δὲ τῶν δεόντων καὶ ἀποστελλομένων σοι παίδων καλῶς ποιήσεις ἐπιστείλας τοῖς κατὰ τόπον ἐπάρχοις, ὅπως χορηγῆται τὰ δέοντα. Διελθὼν δὲ Σολομῶν, ἔχων τοὺς πατρικοὺς φίλους, ἐπὶ τὸ ὄρος τὸ τοῦ Λιβάνου μετὰ τῶν Σιδωνίων καὶ Τυρίων, μετήνεγκε τὰ ξύλα τὰ προκεκομμένα ὑπὸ τοῦ πατρὸς αὐτοῦ διὰ τῆς θαλάσσης εἰς Ἰόππην, ἐκεῖθεν δὲ πεζῇ εἰς Ἱεροσόλυμα. Καὶ ἄρξασθαι οἰκοδομεῖν τὸ ἱερὸν τοῦ θεοῦ, ὄντα ἐτῶν τρισκαίδεκα, ἐργάζεσθαι δὲ τὰ ἔθνη τὰ προειρημένα καὶ φυλὰς δώδεκα τῶν Ἰου δαίων καὶ παρέχειν ταῖς ἑκκαίδεκα μυριάσι τὰ δέοντα πάντα, κατὰ μῆνα φυλὴν μίαν. Θεμελιῶσαί τε τὸν ναὸν τοῦ θεοῦ, μῆκος πηχῶν ξʹ, πλάτος πηχῶν ξʹ, τὸ δὲ πλάτος τῆς οἰκοδομῆς καὶ τῶν θεμελίων πηχῶν ιʹ· οὕτω γὰρ αὐτῷ προστάξαι Νάθαν τὸν προφήτην τοῦ θεοῦ. Οἰκοδομεῖν δὲ ἐναλλὰξ δόμον λίθινον καὶ ἔνδεσμον κυπαρίσσινον, πελεκίνοις χαλκοῖς ταλαντιαίοις καταλαμβάνοντας τοὺς δύο δόμους. Οὕτω δ' αὐτὸν οἰκοδομήσαντα ξυλῶσαι ἔσωθεν κεδρίνοις ξύλοις καὶ κυπαρισσίνοις, ὥστε τὴν λιθίνην οἰκοδομὴν μὴ φαίνεσθαι· χρυσῶσαί τε τὸν ναὸν ἔσωθεν χωννύντα πλινθία χρυσᾶ πενταπήχη καὶ προστιθέναι προσηλοῦντα ἥλοις ἀργυροῖς, ταλαντιαίοις τὴν ὁλκήν, μαστοειδέσι τὸν ῥυθμόν, τέσσαρσι δὲ τὸν ἀριθμόν. Οὕτω δ' αὐτὸν χρυσῶσαι ἀπὸ ἐδάφους ἕως τῆς ὀροφῆς τό τε ὀρόφωμα ποιῆσαι ἐκ φατνωμάτων χρυσῶν, τὸ δὲ δῶμα ποιῆσαι χαλκοῦν ἀπὸ κεραμίδων χαλκῶν, χαλκὸν χωνεύσαντα καὶ τοῦτον καταχέαντα. Ποιῆσαι δὲ δύο στύλους χαλκοῦς καὶ καταχρυσῶσαι αὐτοὺς χρυσίῳ ἀδόλῳ, δακτύλου τὸ πάχος. Εἶναι δὲ τοὺς στύλους τῷ ναῷ ἰσομεγέθεις, τὸ δὲ πλάτος κύκλῳ ἕκαστον κίονα πηχῶν δέκα· στῆσαι δὲ αὐτοὺς τοῦ οἴκου ὃν μὲν ἐκ δεξιῶν, ὃν δὲ ἐξ εὐωνύμων. Ποιῆσαι δὲ καὶ λυχνίας χρυσᾶς δέκα, δέκα τάλαντα ἑκάστην ὁλκὴν ἀγούσας, ὑπόδειγμα λαβόντα τὴν ὑπὸ Μωσέως ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου τεθεῖσαν· στῆσαι δ' ἐξ ἑκατέρου μέρους τοῦ σηκοῦ τὰς μὲν ἐκ δεξιῶν, τὰς δὲ ἐξ εὐωνύμων. Ποιῆσαι δ' αὐτὸν καὶ λύχνους χρυσοῦς οʹ, ὥστε καίεσθαι ἐφ' ἑκάστης λυχνίας ἑπτά. Οἰκοδομῆσαι δὲ καὶ τὰς πύλας τοῦ ἱεροῦ καὶ κατακοσμῆσαι χρυσίῳ καὶ ἀργυρίῳ· καὶ καταστεγάσαι φατνώμασι κεδρίνοις καὶ κυπαρισσίνοις. Ποιῆσαι δὲ καὶ κατὰ τὸ πρὸς βορρᾶν μέρος τοῦ ἱεροῦ στοὰν καὶ στύλους αὐτῇ ὑποστῆσαι χαλκοῦς μηʹ· κατασκευάσαι δὲ καὶ λουτῆρα χαλκοῦν, μῆκος πηχῶν κʹ καὶ πλάτος πηχῶν κʹ, τὸ δὲ ὕψος πηχῶν εʹ· ποιῆσαι δὲ ἐπ' αὐτῷ στεφάνην πρὸς τὴν βάσιν ἔξω ὑπερέχουσαν πῆχυν ἕνα πρὸς τὸ τοὺς ἱερεῖς τούς τε πόδας προσκλύζεσθαι καὶ τὰς χεῖρας νίπτεσθαι ἐπιβαίνοντας· ποιῆσαι δὲ καὶ τὰς βάσεις τοῦ λουτῆρος τορευτὰς χωνευτὰς δώδεκα καὶ τῷ ὕψει ἀνδρομήκεις καὶ στῆσαι ἐξ ὑστέρου μέρους ὑπὸ τὸν λουτῆρα, ἐκ δεξιῶν τοῦ θυσιαστηρίου. Ποιῆσαι δὲ καὶ βάσιν χαλκῆν τῷ ὕψει πηχῶν δυοῖν κατὰ τὸν λουτῆρα, ἵν' ἐφεστήκῃ ἐπ' αὐτῆς ὁ βασιλεύς, ὅταν προσεύχηται, ὅπως ὀπτάνηται τῷ λαῷ τῶν Ἰουδαίων. Οἰκοδομῆσαι δὲ καὶ τὸ θυσιαστήριον πηχῶν κεʹ ἐπὶ πήχεις κʹ, τὸ δὲ ὕψος πηχῶν δώδεκα. Ποιῆσαι δὲ καὶ δακτυλίους δύο χαλκοῦς ἁλυσιδωτοὺς καὶ στῆσαι αὐτοὺς ἐπὶ μηχανημάτων ὑπερεχόντων τῷ ὕψει τὸν ναὸν πήχεις κʹ καὶ σκιάζειν ἐπάνω παντὸς τοῦ ἱεροῦ· καὶ προσκρεμάσαι ἑκάστῃ δίκτυϊ κώδωνας χαλκοῦς ταλαντιαίους τετρακοσίους· καὶ ποιῆσαι ὅλας τὰς δίκτυας πρὸς τὸ ψοφεῖν τοὺς κώδωνας καὶ ἀποσοβεῖν τὰ ὄρνεα, ὅπως μὴ καθίζῃ ἐπὶ τοῦ ἱεροῦ μηδὲ νοσσεύῃ ἐπὶ τοῖς φατνώμασι τῶν πυλῶν καὶ στοῶν καὶ μολύνῃ τοῖς ἀποπατήμασι τὸ ἱερόν. Περιβαλεῖν δὲ καὶ τὰ Ἱεροσόλυμα τὴν πόλιν τείχεσι καὶ πύργοις καὶ τάφροις· οἰκοδομῆσαι δὲ καὶ βασίλεια ἑαυτῷ. Προσαγορευθῆναι δὲ τὸ ἀνάκτορον πρῶτον μὲν ἱερὸν Σολομῶνος, ὕστερον δὲ παρεφθαρμένως τὴν πόλιν ἀπὸ τοῦ ἱεροῦ Ἱερουσαλὴμ ὀνομασθῆναι, ὑπὸ δὲ τῶν Ἑλλήνων φερωνύμως Ἱεροσόλυμα λέγεσθαι. Συντελέσαντα δὲ τὸ ἱερὸν καὶ τὴν πόλιν τειχί σαντα ἐλθεῖν εἰς Σηλὼμ καὶ θυσίαν τῷ θεῷ εἰς ὁλοκάρπωσιν προσαγαγεῖν βοῦς χιλίους. Λαβόντα δὲ τὴν σκηνὴν καὶ τὸ θυσιαστήριον καὶ τὰ σκεύη, ἃ ἐποίησε Μωσῆς, εἰς Ἱεροσόλυμα ἐνεγκεῖν καὶ ἐν τῷ οἴκῳ θεῖναι. Καὶ τὴν κιβωτὸν δὲ καὶ τὸν βωμὸν τὸν χρυσοῦν καὶ τὴν λυχνίαν καὶ τὴν τράπεζαν καὶ τὰ ἄλλα σκεύη ἐκεῖ καταθέσθαι, καθὼς προστάξαι αὐτῷ τὸν προφήτην. Προσαγαγεῖν δὲ τῷ θεῷ θυσίαν μυρίαν, πρόβατα δισχίλια, μόσχους τρισχιλίους πεντακοσίους. Τὸ δὲ σύμπαν χρυσίον τὸ εἰς τοὺς δύο στύλους καὶ τὸν ναὸν καταχρησθὲν εἶναι τάλαντα μυριάδων υξʹ· εἰς δὲ τοὺς ἥλους καὶ τὴν ἄλλην κατασκευὴν ἀργυρίου τάλαντα χίλια διακόσια τριάκοντα δύο· χαλκοῦ δὲ εἰς τοὺς κίονας καὶ τὸν λουτῆρα καὶ τὴν στοὰν τάλαντα μύρια ὀκτακισχίλια πεντήκοντα. Ἀποπέμψαι δὲ τὸν Σολομῶνα καὶ τοὺς Αἰγυπτίους καὶ τοὺς Φοίνικας, ἑκάστους εἰς τὴν ἑαυτῶν, ἑκάστῳ χρυσοῦ σίκλους δόντα δέκα· τὸ δὲ τάλαντον εἶναι σίκλον. Καὶ τῷ μὲν Αἰγύπτου βασιλεῖ Οὐαφρῇ ἐλαίου μετρητὰς μυρίους, φοινικοβαλάνων ἀρτάβας χιλίας, μέλιτος δὲ ἀγγεῖνα ἑκατὸν καὶ ἀρώματα πέμψαι· τῷ δὲ Σούρωνι εἰς Τύρον πέμψαι τὸν χρυσοῦν κίονα, τὸν ἐν Τύρῳ ἀνακείμενον ἐν τῷ ἱερῷ τοῦ Διός.»

ΚΕΦΑΛΑΙΟΝ ΛϚ ʹ.

ΘΕΟΦΙΛΟΥ ΠΕΡΙ ΣΟΛΟΜΩΝΟΣ

« Θεόφιλος δέ φησι τὸν περισσεύσαντα χρυσὸν τὸν Σολομῶνα τῷ Τυρίων βασιλεῖ πέμψαι· τὸν δὲ εἰκόνα τῆς θυγατρὸς ζῷον ὁλοσώματον κατασκευάσαι, καὶ ἔλυτρον τῷ ἀνδριάντι τὸν χρυσοῦν κίονα περιθεῖναι.»

ΚΕΦΑΛΑΙΟΝ ΛΖʹ.

ΕΥΠΟΛΕΜΟΥ ΠΕΡΙ ΣΟΛΟΜΩΝΟΣ

« Ποιῆσαι δέ φησιν ὁ Εὐπόλεμος τὸν Σολομῶνα καὶ ἀσπίδας χρυσᾶς χιλίας, ὧν ἑκάστην πεντακοσίων εἶναι χρυσῶν. Βιῶσαι δὲ αὐτὸν ἔτη πεντήκοντα δύο, ὧν ἐν εἰρήνῃ βασιλεῦσαι ἔτη μʹ.»

ΚΕΦΑΛΑΙΟΝ ΛΗʹ.

ΤΙΜΟΧΑΡΟΥΣ ΠΕΡΙ ΤΗΣ ΙΕΡΟΥΣΑΛΗΜ

« Τιμοχάρης δέ φησιν ἐν τοῖς Περὶ Ἀντιόχου τὰ Ἱεροσόλυμα τὴν μὲν περίμετρον ἔχειν σταδίους μʹ· εἶναι δ' αὐτὴν δυσάλωτον, πάντοθεν ἀπορρῶξι περικλειομένην φάραγξιν. Ὅλην δὲ τὴν πόλιν ὕδασι καταρρεῖσθαι, ὥστε καὶ τοὺς κήπους ἐκ τῶν ἀπορρεόντων ὑδάτων ἐκ τῆς πόλεως ἄρδεσθαι. Τὴν δὲ μεταξὺ ἀπὸ τῆς πόλεως ἄχρι τεσσαράκοντα σταδίων ἄνυδρον εἶναι, ἀπὸ δὲ τῶν μʹ σταδίων πάλιν κάθυδρον ὑπάρχειν.»

ΚΕΦΑΛΑΙΟΝ ΛΘʹ.

ΤΟΥ ΤΗΣ ΣΥΡΙΑΣ ΣΧΟΙΝΟΜΕΤΡΟΥ ΠΕΡΙ ΤΗΣ ΙΕΡΟΥΣΑΛΗΜ

« Ὁ δὲ τῆς Συρίας σχοινομέτρης σχοινομέτρησιν γράψας ἐν τῇ πρώτῃ φησὶ κεῖσθαι Ἱεροσόλυμα ἐπὶ μετεώρου τε καὶ τραχέος τόπου· ᾠκοδομῆσθαι δέ τινα μὲν μέρη τοῦ τείχους ἀπὸ λίθου ξεστοῦ, τὰ δὲ πλείονα ἀπὸ χάλικος· καὶ ἔχειν τὴν περίμετρον τὴν πόλιν σταδίων κζʹ, ὑπάρχειν δὲ καὶ πηγὴν ἐν τῷ χωρίῳ ὕδωρ δαψιλὲς ἀναβλύζουσαν.»

ΚΕΦΑΛΑΙΟΝ Μ'.

ΦΙΛΩΝΟΣ ΠΕΡΙ ΤΩΝ ΕΝ ΙΕΡΟΣΟΛΥΜΟΙΣ ΥΔΑΤΩΝ

Φησὶ δὲ ὁ Φίλων ἐν τοῖς Περὶ Ἱεροσολύμων κρήνην εἶναι, ταύτην δὲ ἐν μὲν τῷ χειμῶνι ξηραίνεσθαι, ἐν δὲ τῷ θέρει πληροῦσθαι. Λέγει δὲ ἐν τῇ πρώτῃ οὕτως·

«Νηχόμενος δ' ἐφύπερθε τὸ θαμβηέστατον ἄλλο
δέρκηθρον· συναοιδὰ μεγιστούχοιο λοετροῖς
ῥεύματος ἐμπίπλησι βαθὺν ῥόον ἐξανιείσης,»

καὶ τὰ ἑξῆς. Οἷς πάλιν ὑποβὰς περὶ τῆς πληρώσεως ἐπιλέγει·

« Ῥεῦμα γὰρ ὑψιφάεννον, ἐν ὑετίοις νιφετοῖσιν
ἱέμενον, πολυγηθές, ὑπαὶ πύργοις συνόροισιν
στρωφᾶται, καὶ ξηρὰ πέδῳ κεκονιμένα κρήνης
τηλεφαῆ δείκνυσιν ὑπέρτατα θάμβεα λαῶν,»

καὶ τὰ τούτοις ἀκόλουθα. Εἶτα πάλιν περὶ τῆς τοῦ ἀρχιερέως κρήνης καὶ τῆς ἀποχετεύσεως διέξεισιν οὕτως·

« Αἰπὺ δ' ἄρ' ἐκπτύουσι διὰ χθονὸς ὑδροχόοισι
σωλῆνες,»

καὶ ὅσα ἄλλα τούτοις ἕπεται.»

Τοσαῦτα μὲν δὴ τὰ ἀπὸ τῶν Ἀλεξάνδρου τοῦ Πολυΐστορος.

 

ΚΕΦΑΛΑΙΟΝ ΜΑ'.

ΑΡΙΣΤΕΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΙΕΡΟΥΣΑΛΗΜ ΥΔΑΤΩΝ

Περὶ δὲ τῶν ἐν τῇ Ἱερουσαλὴμ ὑδάτων καὶ ὁ Ἀριστέας ἐν τῷ γραφέντι αὐτῷ βιβλίῳ Περὶ τῆς ἑρμηνείας τοῦ τῶν Ἰουδαίων νόμου ταῦτα ἱστορεῖ·

« Ὁ δὲ οἶκος ἀποβλέπει πρὸς ἠῶ, τὰ δ' ὀπίσθια αὐτοῦ πρὸς ἑσπέραν. Τὸ δὲ πᾶν ἔδαφος λιθόστρωτον καθέστηκε καὶ κλίματα πρὸς τοὺς καθήκοντας τόπους ἔχει τῆς τῶν ὑδάτων ἐπιρροῆς ἕνεκεν, ἣ γίνεται διὰ τὴν σμῆξιν τῶν ἀπὸ τῶν θυσιῶν αἱμάτων· πολλαὶ γὰρ μυριάδες κτηνῶν προσάγονται κατὰ τὰς τῶν ἑορτῶν ἡμέρας. Ὕδατος δὲ ἀνέκλειπτός ἐστι σύστασις, ὡς ἂν καὶ πηγῆς ἔσωθεν πολυρρύτου φυσικῶς ἐπιρρεούσης, ἔτι δὲ θαυμασίων καὶ ἀδιηγήτων ὑποδοχείων ὑπαρχόντων ὑπὸ γῆν, καθὼς ἐπέφαινον, πέντε σταδίων κυκλόθεν τῆς κατὰ τὸ ἱερὸν καταβολῆς, καὶ ἐκ τούτων σύριγγας ἀναρίθμους, καθ' ἕκαστον μέρος ἑαυτὰς συναπτόντων τῶν ῥευμάτων· καὶ ταῦτα πάντα μεμολιβῶσθαι κατ' ἐδάφους καὶ τῶν τοίχων, ἐπὶ δὲ τούτων κεχύσθαι πολὺ πλῆθος κονιάσεως, ἐνεργῶς γεγενημένων ἁπάντων.»

ΚΕΦΑΛΑΙΟΝ ΜΒʹ.

ΕΥΠΟΛΕΜΟΥ ΠΕΡΙ ΙΕΡΕΜΙΟΥ ΤΟΥ ΠΡΟΦΗΤΟΥ ΟΜΟΙΩΣ

Ἐπὶ τούτοις καὶ τῆς Ἱερεμίου προφητείας τοῦ Πολυΐστορος μνήμην πεποιημένου, ἡμᾶς ἀποσιωπῆσαι ταύτην πάντων ἂν εἴη παραλογώτατον. Κείσθω τοίνυν καὶ αὕτη·

« Εἶτα Ἰωναχείμ· ἐπὶ τούτου προφητεῦσαι Ἱερεμίαν τὸν προφήτην. Τοῦτον ὑπὸ τοῦ θεοῦ ἀποσταλέντα καταλαβεῖν τοὺς Ἰουδαίους θυσιάζοντας εἰδώλῳ  χρυσῷ, ᾧ εἶναι ὄνομα Βάαλ. Τοῦτον δὲ αὐτοῖς τὴν μέλλουσαν ἀτυχίαν δηλῶσαι. Τὸν δὲ Ἰωναχεὶμ ζῶντα αὐτὸν ἐπιβαλέσθαι κατακαῦσαι· τὸν δὲ φάναι τοῖς ξύλοις τούτοις Βαβυλωνίοις ὀψοποιήσειν καὶ σκάψειν τὰς τοῦ Τίγριδος καὶ Εὐφράτου διώρυχας αἰχμαλωτισθέντας. Τὸν δὲ τῶν Βαβυλωνίων βασιλέα ἀκούσαντα Ναβουχοδονόσορ τὰ ὑπὸ τοῦ Ἱερεμίου προμαντευθέντα παρακαλέσαι Ἀστιβάρην τὸν Μήδων βασιλέα συστρατεύειν αὐτῷ. Παραλαβόντα δὲ Βαβυλωνίους καὶ Μήδους καὶ συναγαγόντα πεζῶν μὲν ὀκτωκαίδεκα, ἱππέων δὲ μυριάδας δώδεκα καὶ πεζῶν ἅρματα μυρία, πρῶτον μὲν τὴν Σαμαρεῖτιν καταστρέψασθαι καὶ Γαλιλαίαν καὶ Σκυθόπολιν καὶ τοὺς ἐν τῇ Γαλααδίτιδι οἰκοῦντας Ἰουδαίους· αὖθις δὲ τὰ Ἱεροσόλυμα παραλαβεῖν καὶτὸν Ἰουδαίων βασιλέα Ἰωναχεὶμ ζωγρῆσαι· τὸν δὲ χρυσὸν τὸν ἐν τῷ ἱερῷ καὶ ἄργυρον καὶ χαλκὸν ἐκλέξαντα εἰς Βαβυλῶνα ἀποστεῖλαι, χωρὶς τῆς κιβωτοῦ καὶ τῶν ἐν αὐτῇ πλακῶν· ταύτην δὲ τὸν Ἱερεμίαν κατασχεῖν.»

 

ΚΕΦΑΛΑΙΟΝ ΜΓʹ.

ΒΗΡΩΣΣΟΥ ΠΕΡΙ ΤΗΣ ΙΟΥΔΑΙΩΝ ΑΙΧΜΑΛΩΣΙΑΣ ΤΗΣ ΥΠΟ ΝΑΒΟΥΧΟΔΟΝΟΣΟΡ ΓΕΝΟΜΕΝΗΣ· ΑΠΟ ΤΟΥ ΠΡΩΤΟΥ ΤΗΣ ΙΩΣΗΠΟΥ ΑΡΧΑΙΟΛΟΓΙΑΣ

Τούτοις ἐπισυνάψαι ἀναγκαῖον καὶ τὰ περὶ τῆς Ἰουδαίων αἰχμαλωσίας τῆς ὑπὸ Ναβουχοδονόσορ γεγενημένης·

« Συμμίξας δὲ Ναβουχοδονόσορος τῷ ἀποστάτῃ καὶ παραταξάμενος αὐτοῦ τε ἐκυρίευσε καὶ τὴν χώραν ἐξ αὐτῆς ὑπὸ τὴν αὐτῶν βασιλείαν ἐποιήσατο. Τῷ τε πατρὶ αὐτοῦ συνέβη Ναβοπαλλασάρῳ, κατὰ τοῦτον τὸν καιρὸν ἀρρωστήσαντι, ἐν τῇ Βαβυλωνίων πόλει μεταλλάξαι τὸν βίον, ἔτη βεβασιλευκότι καʹ· αἰσθόμενος δὲ μετ' οὐ πολὺν χρόνον τὴν τοῦ πατρὸς τελευτὴν Ναβουχοδονόσορος, καταστήσας τὰ κατὰ τὴν Αἴγυπτον πράγματα καὶ τὴν λοιπὴν χώραν καὶ τοὺς αἰχμαλώτους Ἰουδαίων τε καὶ Φοινίκων καὶ Σύρων τῶν κατὰ τὴν Αἴγυπτον ἐθνῶν συντάξας τισὶ τῶν φίλων, εἰς τὴν Βαβυλωνίαν παρεγένετο.»

Καὶ μεθ' ἕτερά φησι·

« Ναβουχοδονόσορος μὲν οὖν μετὰ τὸ ἄρξασθαι τοῦ προειρημένου τείχους ἐμπεσὼν εἰς ἀρρωστίαν μετήλλαξε τὸν βίον, βεβασιλευκὼς ἔτη μγʹ, τῆς δὲ βασιλείας κύριος ἐγένετο ὁ υἱὸς αὐτοῦ Εὐιλμαλούρουχος. Οὗτος προστὰς τῶν πραγμάτων ἀνόμως καὶ ἀσελγῶς, ἐπιβουλευθεὶς ὑπὸ τοῦ τὴν ἀδελφὴν ἔχοντος αὐτοῦ Νηριγλισάρου ἀνῃρέθη, βασιλεύσας ἔτη βʹ. Μετὰ δὲ τὸ ἀναιρεθῆναι τοῦτον διαδεξάμενος τὴν ἀρχὴν ὁ ἐπιβουλεύσας αὐτῷ Νηριγλίσαρος ἐβασίλευσεν ἔτη δʹ. Τούτου υἱὸς Λαβαεσσοάραχος ἐκυρίευσε μὲν τῆς βασι λείας, παῖς ὤν, μῆνας ἐννέα· ἐπιβουλευθεὶς δὲ διὰ τὸ πολλὰ ἐμφαίνειν κακοήθη  ὑπὸ τῶν φίλων ἀπετυμπανίσθη. Ἀπολομένου δὲ τούτου συνελθόντες οἱ ἐπιβουλεύσαντες αὐτῷ κοινῇ τὴν βασιλείαν περιέθηκαν Ναβοννήδῳ τινὶ τῶν ἐκ Βαβυλῶνος ὄντι ἐκ τῆς αὐτῆς ἐπισυστάσεως. Ἐπὶ τούτου τὰ περὶ ποταμὸν τείχη τῆς Βαβυλωνίων πόλεως ἐξ ὀπτῆς πλίνθου καὶ ἀσφάλτου κατεκοσμήθη. Οὔσης δὲ τῆς βασιλείας αὐτοῦ ἐν τῷ ἑπτακαιδεκάτῳ ἔτει προσεληλυθὼς Κῦρος ἐκ τῆς Περσίδος μετὰ δυνάμεως πολλῆς, καταστρεψάμενος τὴν λοιπὴν βασιλείαν ἅπασαν ὥρμησεν ἐπὶ τῆς Βαβυλωνίας. Αἰσθόμενος δὲ Ναβόννηδος τὴν ἔφοδον αὐτοῦ, ἀπαντήσας μετὰ τῆς δυνάμεως καὶ παραταξάμενος ἡσσηθεὶς τῇ μάχη καὶ φυγὼν ὀλιγοστὸς συνεκλείσθη εἰς τὴν Βορσιππηνῶν πόλιν. Κῦρος δὲ Βαβυλῶνα καταλαβόμενος καὶ συντάξας τὰ ἔξω τῆς πόλεως τείχη κατασκάψαι, διὰ τὸ λίαν αὐτῷ πραγματικὴν καὶ δυσάλωτον φανῆναι τὴν πόλιν, ἀνέζευξεν ἐπὶ Βόρσιππον, ἐκπολιορκήσων τὸν Ναβόννηδον. Τοῦ δὲ Ναβοννήδου οὐχ ὑπομείναντος τὴν πολιορκίαν, ἀλλ' ἐγχειρίσαντος αὑτὸν πρότερον, χρησάμενος Κῦρος φιλανθρώπως καὶ δοὺς οἰκητήριον αὐτῷ Καρμανίαν ἐξέπεμψεν ἐκ τῆς Βαβυλωνίας. Ναβόννηδος μὲν οὖν τὸν λοιπὸν τοῦ χρόνου διαγενόμενος ἐν ἐκείνῃ τῇ χώρᾳ κατέστρεψε τὸν βίον.

Ταῦτα σύμφωνον ἔχει ταῖς ἡμετέραις βίβλοις τὴν ἀλήθειαν. Γέγραπται γὰρ ἐν αὐταῖς ὅτι Ναβουχοδονόσορος ὀκτωκαιδεκάτῳ τῆς αὐτοῦ βασιλείας ἔτει τὸν παρ' ἡμῖν ναὸν ἠρήμωσε, καὶ ἦν ἀφανὴς ἐπὶ ἔτη πεντήκοντα. Δευτέρῳ δὲ τῆς Κύρου βασιλείας ἔτει τῶν θεμελίων ὑποβληθέντων, δεκάτῳ πάλιν τῆς Δαρείου βασιλείας ἐτελέσθη.»

Ταῦτα ὁ Ἰώσηπος. Εὗρον δὲ καὶ ἐν τῇ Ἀβυδηνοῦ περὶ Ἀσσυρίων γραφῇ περὶ τοῦ Ναβουχοδονόσορ ταῦτα·

ΚΕΦΑΛΑΙΟΝ ΜΔʹ.

ΑΒΥΔΗΝΟΥ ΠΕΡΙ ΤΟΥ ΝΑΒΟΥΧΟΔΟΝΟΣΟΡ

Μεγασθένης δέ φησι Ναβουκοδρόσορον Ἡρακλέος ἀλκιμώτερον γεγονότα ἐπί τε Λιβύην καὶ Ἰβηρίην στρατεῦσαι· ταύτας δὲ χειρωσάμενον ἀπόδασμον αὐτέων εἰς τὰ δεξιὰ τοῦ Πόντου κατοικίσαι. Μετὰ δὲ λέγεται πρὸς Χαλδαίων ὡς ἀναβὰς ἐπὶ τὰ  βασιλήϊα κατασχεθείη θεῷ ὅτεῳ δή, φθεγξάμενος δὲ εἶπεν·

« Οὗτος ἐγὼ Ναβουκοδρόσορος, ὦ Βαβυλώνιοι, τὴν μέλλουσαν ὑμῖν προαγγέλλω συμφορήν, τὴν οὔτε Βῆλος ἐμὸς πρόγονος οὔτε βασίλεια Βηλτὶς ἀποτρέψαι Μοίρας πεῖσαι σθένουσιν. Ἥξει Πέρσης ἡμίονος, τοῖσιν ὑμετέροισι δαίμοσι χρεώμενος συμμάχοισιν· ἐπάξει δὲ δουλοσύνην. Οὗ δὴ ἂν αἴτιος ἔσται Μήδης, τὸ Ἀσσύριον αὔχημα. Ὡς εἴθε μιν, πρόσθεν ἢ προδοῦναι τοὺς πολιήτας, Χάρυβδίν τινα ἢ θάλασσαν εἰσδεξαμένην ἀϊστῶσαι πρόρριζον· ἤ μιν ἄλλας ὁδοὺς στραφέντα φέρεσθαι διὰ τῆς ἐρήμου, ἵνα οὔτε ἄστεα οὔτε πάτος ἀνθρώπων, θῆρες δὲ νομὸν ἔχουσι καὶ ὄρνιθες πλάζονται, ἔν τε πέτρῃσι καὶ χαράδρῃσι μοῦνον ἀλώμενον· ἐμέ τε πρὶν εἰς νόον βαλέσθαι ταῦτα, τέλεος ἀμείνονος κυρῆσαι.»

Ὁ μὲν θεσπίσας παραχρῆμα ἠφάνιστο· ὁ δέ οἱ παῖς Ἀμιλμαρούδοκος ἐβασίλευε. Τὸν δ' ὁ κηδεστὴς ἀποκτείνας Ἰγλισάρης λείπει παῖδα Λαβασσοάρασκον. Τούτου δὲ ἀποθανόντος βιαίῳ μόρῳ Ναβαννήδοχον ἀποδείκνυσι βασιλέα, προσήκοντά οἱ οὐδέν. Τὸν δὲ Κῦρος ἑλὼν Βαβυλῶνα Καρμανίης ἡγεμονίῃ δωρέεται.»

 

ΚΕΦΑΛΑΙΟΝ ΜΕ'.

ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΤΗΣ ΒΑΒΥΛΩΝΟΣ ΚΤΙΣΕΩΣ

Καὶ περὶ τοῦ κτίσαι δὲ τὸν Ναβουχοδονόσορ τὴν Βαβυλῶνα ὁ αὐτὸς ταῦτα γράφει·

« Λέγεται δὲ πάντα μὲν ἐξ ἀρχῆς ὕδωρ εἶναι, θάλασσαν καλεομένην. Βῆλον δέ σφεα παῦσαι, χώρην ἑκάστῳ ἀπονείμαντα, καὶ Βαβυλῶνα τείχει περιβαλεῖν, τῷ χρόνῳ δὲ τῷ ἱκνευμένῳ ἀφανισθῆναι. Τειχίσαι δὲ αὖθις Ναβουχοδονόσορον τὸ μέχρι τῆς Μακεδονίων ἀρχῆς διαμεῖναν, ἐὸν χαλκόπυλον.»

Καὶ μεθ' ἕτερα ἐπιλέγει·

« Ναβουχοδονόσορος δὲ διαδεξάμενος τὴν ἀρχὴν Βαβυλῶνα μὲν ἐτείχισε τριπλῷ περιβόλῳ ἐν πεντεκαίδεκα ἡμέρῃσι τόν τε Ἀρμακάλην ποταμὸν ἐξήγαγεν, ἐόντα κέρας Εὐφρήτεω, τόν τε Ἀκράκανον. Ὑπὲρ δὲ τῆς Σιππαρηνῶν πόλιος λάκκον ὀρυξάμενος, περίμετρον μὲν τεσσαράκοντα παρασαγγέων, βάθος δ' ὀργυιέων εἴκοσι, πύλας ἐπέστησε, τὰς ἀνοίγοντες ἄρδεσκον τὸ πεδίον· καλέουσι δ' αὐτὰς ὀχετογνώμονας. Ἀπετείχισε δὲ καὶ τῆς Ἐρυθρῆς Θαλάσσης τὴν ἐπίκλυσιν καὶ Τερηδόνα πόλιν ἔκτισε κατὰ τὰς Ἀράβων εἰσβολάς· τά τε βασιλήϊα δένδροις ἤσκησε, κρεμαστοὺς παραδείσους ὀνομάσας.»

Καὶ ταῦτα δέ μοι ἀπὸ τῆς δηλωθείσης κείσθω γραφῆς διὰ τὸ φέρεσθαι ἐν τῇ τοῦ Δανιὴλ προφητείᾳ ὡς ἄρα Ναβουχοδονόσορ ἐν τῷ ναῷ τῆς βασιλείας αὐτοῦ τῷ ἐν Βαβυλῶνι περιπατῶν μέγα φρονήσας ἀπηυθαδίσατο εἰπών·

«Οὐχ αὕτη ἐστὶ Βαβυλὼν ἡ μεγάλη, ἣν ἐγὼ ᾠκοδόμησα εἰς οἶκον βασιλείας, ἐν τῷ κράτει τῆς ἰσχύος μου, εἰς τιμὴν τῆς δόξης μου; Ὅτε ἔτι τοῦ λόγου ἐπὶ στόματος ὄντος αὐτοῦ»

τὰ τῆς μετελθούσης καταστροφῆς αὐτῷ γέγονε.

Ταῦτα μὲν οὖν ἡμῖν αὐτάρκως περὶ τῶνδε. Προσκείσθω δὲ ἐπὶ πᾶσι καὶ τὰ ἀπὸ τῆς Ἰουδαίων Ἀρχαιότητος Ἰωσήπου, ἔνθα μυρίων συγγραφέων αὐτολεξεὶ παραθεὶς φωνὰς ταῦτα ἐπιλέγει·

ΚΕΦΑΛΑΙΟΝ ΜϚʹ.

ΙΩΣΗΠΟΥ ΠΕΡΙ ΤΩΝ ΜΝΗΜΟΝΕΥΣΑΝΤΩΝ ΤΟΥ ΙΟΥΛΑΙΩΝ ΕΘΝΟΥΣ

« Ἀρκοῦσι δ' ὅμως εἰς τὴν ἀπόδειξιν τῆς ἀρχαιότητος αἵ τε Σύρων καὶ Χαλδαίων καὶ Φοινίκων ἀναγραφαὶ πρὸς ἐκείναις τε τοσοῦτοι τῶν Ἑλλήνων συγγραφεῖς, ἔτι δὲ πρὸς τοῖς εἰρημένοις Θεόφιλος καὶ Θεόδοτος καὶ Μνασέας καὶ Ἀριστοφάνης καὶ Ἑρμογένης Εὐήμερός τε καὶ Κόμων καὶ Ζωπυρίων καὶ πολλοί τινες ἄλλοι τάχα οὐ γὰρ ἔγωγε πᾶσιν ἐντετύχηκα τοῖς βιβλίοις παρέργως ἡμῶν μεμνημονεύκασιν. Οἱ πολλοὶ δὲ τῶν εἰρημένων ἀνδρῶν τῆς μὲν ἀληθείας τῶν ἐξ ἀρχῆς πραγμάτων διήμαρτον, ὅτι μὴ ταῖς ἱεραῖς ἡμῶν βίβλοις ἐνέτυχον· κοινῶς μέντοι περὶ τῆς ἀρχαιότητος ἅπαντες μεμαρτυρήκασιν, ὑπὲρ οὗ τὰ νῦν λέγειν προεθέμην. Ὁ μέντοι Φαληρεὺς Δημήτριος καὶ Φίλων ὁ πρεσβύτερος καὶ Εὐπόλεμος οὐ πολὺ τῆς ἀληθείας διήμαρτον. Οἷς συγγινώσκειν ἄξιον· οὐ γὰρ ἐνῆν αὐτοῖς μετὰ πάσης ἀκριβείας τοῖς ἡμετέροις γράμμασι παρακολουθεῖν.»

Ταῦτα καὶ ὁ Ἰώσηπος. Ὅτῳ δὲ φίλον τοῖς περὶ τῆς Ἰουδαίων ἀρχαιότητος λόγοις ἐντυχεῖν τοῦ ἀνδρός, πλείστας ἂν εὕροι συμφώνους ταῖς ἐκτεθείσαις μαρτυρίας. Καὶ πολὺς δὲ ἄλλος μαρτύρων ἡμῖν ὄχλος παλαιῶν τε καὶ νέων συγγραφέων ἐπιρρεῖ, τὴν ὁμοίαν τοῖς τεθεῖσι ψῆφον ἐπισφραγιζομένων, ὧν τὰς φωνάς, λόγου προνοούμενοι συμμετρίας, τοῖς φιλομαθέσι ζητεῖν τε καὶ διερευνᾶν ἀπολείψαντες ἐπὶ τὴν λείπουσαν αὐτοὶ μεταβησόμεθα ἐπαγγελίαν.