RETOUR À L’ENTRÉE DU SITE

 

RETOURNER à LA TABLE DES MATIÈRES D'eusèbe

 

 

EUSÈBE DE CÉSARÉE

 

Préparation évangélique

LIVRE XΙ

traduction française numérisée par Marc Szwajcer

Si vous voulez la traduction française d'un chapitre, cliquez sur le chapitre

ΤΑΔΕ ΤΟ ΔΕΚΑΤΟΝ ΠΕΡΙΕΧΕΙ ΣΥΓΓΡΑΜΜΑ ΤΗΣ ΕΥΑΓΓΕΛΙΚΗΣ ΠΡΟΠΑΡΑΣΚΕΥΗΣ

ΙΑ

αʹ. Προοίμιον περὶ τῆς ὑποθέσεως

βʹ. Ὡς ἡ κατὰ Πλάτωνα φιλοσοφία τῇ καθ´ Ἑβραίους ἐν ἀναγκαιοτάτοις ἐπηκολούθησεν

γʹ. Περὶ τοῦ τριμεροῦς τῆς κατὰ Πλάτωνα φιλοσοφίας· ἀπὸ τῶν Ἀττικοῦ

δʹ. Ἀριστοκλέους περὶ τῆς κατὰ Πλάτωνα φιλοσοφίας

εʹ. Περὶ τῶν παρ´ Ἑβραίοις ἠθικῶν δογμάτων

Ϛʹ. Περὶ τῆς παρ´ Ἑβραίοις λογικῆς πραγματείας

ζʹ. Περὶ τῆς παρ´ Ἑβραίοις τῶν ὀνομάτων ὀρθότητος

ηʹ. Περὶ τῆς καθ´ Ἑβραίους φυσιολογίας

θʹ. Περὶ τῆς τῶν νοητῶν φυσιολογίας

ιʹ. Περὶ τοῦ ὄντος, Μωσέως καὶ Πλάτωνος

ιαʹ. Νουμηνίου τοῦ Πυθαγορείου περὶ τοῦ αὐτοῦ

ιβʹ. Πλουτάρχου περὶ τοῦ αὐτοῦ

ιγʹ. Ὅτι ἄρρητον τὸ θεῖον

ιδʹ. Ὅτι θεὸς εἷς ἐστι μόνος

ιεʹ. Περὶ τοῦ δευτέρου αἰτίου Ἑβραίων καὶ Πλάτωνος

ιϚʹ. <Φίλωνος περὶ τοῦ δευτέρου αἰτίου>

ιζʹ. <Πλάτωνος περὶ τοῦ δευτέρου αἰτίου>

ιηʹ. Πλωτίνου περὶ τοῦ αὐτοῦ

ιθʹ. Νουμηνίου περὶ τοῦ αὐτοῦ

κʹ. Ἀμελίου περὶ τῆς τοῦ Ἑβραίου θεολογίας

καʹ. Περὶ τῶν τριῶν ἀρχικῶν ὑποστάσεων

κβʹ. Περὶ τῆς τἀγαθοῦ οὐσίας

κγʹ. Νουμηνίου περὶ τἀγαθοῦ

κδʹ. Περὶ τῶν παρὰ Πλάτωνι ἰδεῶν

κεʹ. Φίλωνος περὶ τῶν παρὰ Μωσεῖ ἰδεῶν

κϚʹ. Κλήμεντος περὶ τοῦ αὐτοῦ

κζʹ. Ἑβραίων καὶ Πλάτωνος περὶ τῶν ἐναντίων δυνάμεων

κηʹ. Περὶ ψυχῆς ἀθανασίας Ἑβραίων καὶ Πλάτωνος

κθʹ. Πορφυρίου περὶ τοῦ αὐτοῦ

λʹ. Περὶ τοῦ γενητὸν εἶναι τὸν κόσμον

λαʹ. Περὶ τῶν κατ´ οὐρανὸν φωστήρων

λβʹ. Ὅτι πάντα καλὰ τὰ ἔργα τοῦ θεοῦ

λγʹ. Περὶ τῆς ἀλλοιώσεως καὶ μεταβολῆς τοῦ κόσμου

λδʹ. Περὶ τῆς τῶν τετελευτηκότων ἀναβιώσεως

λεʹ. Πάλιν περὶ συντελείας κόσμου

λϚʹ. Ὡς καί νεκροὺς ἐγηγέρθαι ὁ Πλάτων ὁμοίως τοῖς Ἑβραίων λόγοις ἱστορεῖ

λζʹ. Πλουτάρχου περὶ τοῦ ὁμοίου

ληʹ. Ὡς καὶ τὰ περὶ τῆς λεγομένης ἐπουρανίου γῆς ὁ Πλάτων ὁμοίως Ἑβραίοις διέξεισιν

λθʹ. Ὡς καὶ τὰ περὶ τῆς μετὰ θάνατον κρίσεως ὁμοίως Ἑβραίοις καὶ ὁ Πλάτων ἔσεσθαι πιστεύει

αʹ. ΠΡΟΟΙΜΙΟΝ ΠΕΡΙ ΤΗΣ ΥΠΟΘΕΣΕΩΣ

Ὁ μὲν δὴ τοῦ μετὰ χεῖρας προάγων τῆς Εὐαγγελικῆς Προπαρασκευῆς δέκατος ὢν τόμος οὐκ ἐμαῖς φωναῖς, ταῖς δ´ ἔξωθεν συνίστη μαρτυρίαις τὸ μὴ ἀπεικὸς εἶναι τοὺς Ἕλληνας, μηδὲν οἴκοθεν σοφὸν ἐπενηνεγμένους, εἰ μὴ ὅτι μόνην τὴν ἐν λόγοις δεινότητά τε καὶ εὐγλωττίαν, τὰ πάντα δὲ παρὰ βαρβάρων ἐσκευωρημένους, μηδὲ τὰ Ἑβραίων ἀγνοῆσαι λόγια καὶ τούτων δὲ ἐν μέρει καθάψασθαι, ὅτι μηδὲ τῆς τῶν σφετέρων ἐν συγγράμμασι φιλοτιμίας καθαρὰς ἐφυλάξαντο κλοπῆς τὰς χεῖρας. Κλέπτας γὰρ αὐτοὺς οὐχ ὁ παρ´ ἡμῶν, ὡς ἔφην, λόγος, ὁ δ´ ἐξ αὐτῶν παρεστήσατο. Οὐ μὴν ἀλλὰ καὶ σφόδρα νέους ὁμοῦ τῇ φρονήσει καὶ τὴν ἡλικίαν αὐτούς, παρὰ πλεῖστον ὅσον τῆς Ἑβραϊκῆς λειπομένους ἀρχαιολογίας, ἐν ταὐτῷ διὰ τῆς τῶν χρόνων παραθέσεως ἔγνωμεν. Ταῦτα μὲν οὖν ὁ πρὸ τούτου· ὁ δέ γε παρὼν ἐπείγεται λοιπὸν ἤδη, ὥσπερ τι χρέος, τὴν ἐπηγγελμένην ὑπόσχεσιν ἀποδοῦναι καὶ τὴν ἔν τισιν, εἰ καὶ μὴ ἐν πᾶσι, τοῖς δογματικοῖς θεωρήμασι πρὸς τὰ Ἑβραίων λόγια συμφωνίαν τῶν παρ´ Ἕλλησι φιλοσόφων ἐκφᾶναι· ὧν τοὺς περιττοὺς παραιτησάμενος τὸν κορυφαῖον ἁπάντων ἀνακαλεῖται, μόνῳ χρῆναι δεῖν ἀντὶ πάντων ἡγούμενος γνώμονι χρήσασθαι τοῦ προβλήματος Πλάτωνι, ἐπεὶ καὶ οὗτος μόνος ἔοικε τῇ δόξῃ τοὺς πάντας ὑπερακοντίσας αὐτάρκης ἡμῖν ἔσεσθαι πρὸς τὴν τοῦ ζητουμένου σύστασιν. Εἰ δέ που δέοι, σαφηνείας ἕνεκα τῆς τοῦ ἀνδρὸς διανοίας, καὶ τοῖς τὴν κατ´ αὐτὸν ἐζηλωκόσι φιλοσοφίαν μάρτυσι χρήσομαι, τὰς αὐτῶν ἐκθησόμενος φωνὰς ἐπὶ συστάσει τοῦ προκειμένου. Τετηρήσθω δέ μοι τὸ μὴ πάντ´ ἐπὶ πάντ´ ἐπιτυχῶς εἰρῆσθαι τῷ ἀνδρί, εἰ καὶ τὰ πλεῖστα αὐτῷ σὺν ἀληθείᾳ ἐκπεφώνηται. Ὃ δὴ καὶ αὐτὸ κατὰ τὸν δέοντα καιρὸν παραστήσομεν, οὐκ αὐτοῦ διαβολῆς, ἀπολογίας δὲ ἡμετέρας χάριν, δι´ ἣν τὴν βάρβαρον φιλοσοφίαν τῆς Ἑλληνικῆς ὁμολογοῦμεν προησμενικέναι.

βʹ. ΩΣ Η ΚΑΤΑ ΠΛΑΤΩΝΑ ΦΙΛΟΣΟΦΙΑ ΤΗΙ ΚΑΘ´ ΕΒΡΑΙΟΥΣ ΕΝ ΤΟΙΣ ΑΝΑΓΚΑΙΟΤΑΤΟΙΣ ΕΠΗΚΟΛΟΥΘΗΣΕΝ

Εἰς τρία διελόντος μέρη τοῦ Πλάτωνος τὸν πάντα τῆς φιλοσοφίας λόγον, εἰς φυσικόν, ἠθικόν, λογικόν, εἶτ´ αὖ πάλιν τὸν φυσικὸν διελομένου εἴς τε τὴν τῶν αἰσθητῶν θεωρίαν καὶ τὴν τῶν ἀσωμάτων κατανόησιν, εὕροις ἂν καὶ παρ´ Ἑβραίοις τὸ τριμερὲς τοῦτο τῆς διδασκαλίας εἶδος, ὅτι δὴ καὶ παρ´ αὐτοῖς τὰ ὅμοια πρόσθεν ἢ Πλάτωνα γενέσθαι πεφιλοσόφητο. Πρῶτον δὲ τῶν Πλάτωνος ἀκοῦσαι ἄξιον, εἶθ´ οὕτως καὶ τὰ Ἑβραίων ἐπισκοπῆσαι. Θήσω δὲ τὰ ἀρέσκοντα Πλάτωνι ἀπὸ τῶν τὰ αὐτοῦ πρεσβευόντων, ὧν Ἀττικὸς διαφανὴς ἀνὴρ τῶν Πλατωνικῶν φιλοσόφων ὧδέ πη τὰ δοκοῦντα τῷ ἀνδρὶ διέξεισιν, ἐν οἷς ἵσταται

 ’Πρὸς τοὺς διὰ τῶν Ἀριστοτέλους τὰ Πλάτωνος ὑπισχνουμένους‘.

γʹ. ΑΤΤΙΚΟΥ ΠΕΡΙ ΤΟΥ ΤΡΙΜΕΡΟΥΣ ΤΗΣ ΚΑΤΑ ΠΛΑΤΩΝΑ ΦΙΛΟΣΟΦΙΑΣ

"Τριχῆ τοίνυν διαιρουμένης τῆς ἐντελοῦς φιλοσοφίας, εἴς τε τὸν ἠθικὸν καλούμενον τόπον καὶ τὸν φυσικὸν καὶ ἔτι τὸν λογικόν, καὶ τοῦ μὲν πρώτου κατασκευάζοντος ἡμῶν ἕκαστον καλὸν καὶ ἀγαθὸν καὶ τοὺς οἴκους ὅλους εἰς τὸ ἄριστον ἐπανορθοῦντος, ἤδη δὲ καὶ δῆμον σύμπαντα πολιτείᾳ τῇ διαφερούσῃ καὶ νόμοις τοῖς ἀκριβεστάτοις κοσμοῦντος, τοῦ δευτέρου δὲ πρὸς τὴν περὶ τῶν θείων γνῶσιν διήκοντος αὐτῶν τε τῶν πρώτων καὶ τῶν αἰτίων καὶ τῶν ἄλλων, ὅσα ἐκ τούτων γίνεται, ἃ δὴ περὶ φύσεως ἱστορίαν ὁ Πλάτων ὠνόμακεν, εἰς δὲ τὴν περὶ τούτων ἀμφοτέρων διάκρισίν τε καὶ εὕρεσιν τοῦ τρίτου παραλαμβανομένου· ὅτι μὲν Πλάτων πρῶτος καὶ μάλιστα συναγείρας εἰς ἓν πάντα τὰ τῆς φιλοσοφίας μέρη, τέως ἐσκεδασμένα καὶ διερριμμένα ὥσπερ τὰ τοῦ Πενθέως μέλη, καθάπερ εἶπέ τις, σῶμά τι καὶ ζῷον ὁλόκληρον ἀπέφηνε τὴν φιλοσοφίαν, δῆλα παντὶ λεγόμενα. Οὔτε γὰρ οἱ περὶ Θαλῆν καὶ Ἀναξιμένην καὶ Ἀναξαγόραν καὶ ὅσοι κατὰ ταὐτὸ γεγόνασι τούτοις, ἀγνοοῦνται περὶ μόνην τὴν ὑπὲρ τῆς φύσεως τῶν ὄντων σκέψιν διατρίψαντες· οὐ μὴν οὐδὲ Πιττακὸς καὶ Περίανδρος καὶ Σόλων καὶ Λυκοῦργος καὶ οἱ παραπλήσιοι τούτοις λανθάνουσί τινας τὴν αὑτῶν φιλοσοφίαν εἰς πολιτείαν καταθέντες· Ζήνων δὲ καὶ πᾶν τὸ Ἐλεατικὸν τοῦτο διδασκαλεῖον καὶ αὐτὸ γνώριμον ἐπὶ τῇ τέχνῃ τῶν λόγων μάλιστα σπουδάσαν. Τούτοις δὲ ἐπιγενόμενος Πλάτων, ἀνὴρ ἐκ φύσεως ἀρτιτελὴς καὶ πολὺ διενεγκών, οἷα κατάπεμπτος ὡς ἀληθῶς ἐκ θεῶν, ἵν´ ὁλόκληρος ὀφθῇ ἡ δι´ αὐτοῦ φιλοσοφία, παρῆκέ τε οὐδὲν καὶ ἕκαστα ἠκρίβωσε, μήτε ἐλλείπων πρὸς τὸ ἀναγκαῖον μήτε πρὸς τὸ ἄχρηστον ἐξενεχθείς. Ἐπεὶ τοίνυν πάντων ἔφαμεν μετεῖναι τῷ Πλατωνικῷ καὶ φυσιολογοῦντι καὶ περὶ ἠθῶν λέγοντι καὶ διαλεγομένῳ, φέρε καθ´ ἕκαστον ἐπισκεψώμεθα."

Ταῦτα μὲν ὁ Ἀττικός· ἐπιμαρτυρεῖ δὲ τοῖς αὐτοῖς καὶ ὁ Περιπατητικὸς Ἀριστοκλῆς, ἐν ἑβδόμῳ συγγράμματι ὧν Περὶ φιλοσοφίας συνέταξεν ὧδε λέγων πρὸς ῥῆμα·

δʹ. ΑΡΙΣΤΟΚΛΕΟΥΣ ΠΕΡΙ ΤΗΣ ΚΑΤΑ ΠΛΑΤΩΝΑ ΦΙΛΟΣΟΦΙΑΣ

"Ἐφιλοσόφησε δὲ Πλάτων, εἰ καί τις ἄλλος τῶν πώποτε, γνησίως καὶ τελείως. Οἱ μὲν γὰρ ἀπὸ Θάλεω φυσιολογοῦντες διετέλεσαν, οἱ δὲ περὶ Πυθαγόραν ἐπεκρύψαντο πάντα· Ξενοφάνης δὲ καὶ οἱ ἀπ´ ἐκείνου τοὺς ἐριστικοὺς κινήσαντες λόγους πολὺν μὲν ἐνέβαλον ἴλιγγον τοῖς φιλοσόφοις, οὐ μὴν ἐπόρισάν γέ τινα βοήθειαν. Οὐχ ἥκιστα δὲ καὶ Σωκράτης, αὐτὸ δὴ τὸ λεγόμενον, ἐγένετο πῦρ ἐπὶ πυρί, καθάπερ αὐτὸς ἔφη Πλάτων. Εὐφυέστατος γὰρ ὢν καὶ δεινὸς ἀπορῆσαι περὶ παντὸς ὁτουοῦν ἐπεισήνεγκε τάς τε ἠθικὰς καὶ πολιτικὰς σκέψεις, ἔτι δὲ τὴν περὶ τῶν ἰδεῶν, πρῶτος ἐπιχειρήσας ὁρίζεσθαι· πάντα δὲ ἐγείρων λόγον καὶ περὶ πάντων ζητῶν ἔφθη τελευτήσας. Ἄλλοι δ´ ἀποτεμόμενοι μέρη τινὰ περὶ ταῦτα διέτριψαν, οἱ μὲν ἰατρικήν, οἱ δὲ τὰς μαθηματικὰς ἐπιστήμας, ἔνιοι δὲ περὶ τοὺς ποιητὰς καὶ τὴν μουσικήν. Οἱ μέντοι πολλοὶ τὰς τῶν λόγων δυνάμεις ἐθαύμασαν, ὧν οἱ μὲν ῥήτορας, οἱ δὲ διαλεκτικοὺς προσεῖπον ἑαυτούς. Οἱ μέντοι Σωκράτην διαδεξάμενοι καὶ πάνυ τινὲς ἐγένοντο παντοῖοι καὶ ὑπεναντίοι τὰς γνώμας. Οἱ μὲν γὰρ κυνισμοὺς καὶ ἀτυφίας καὶ ἀπαθείας ὕμνουν, ἄλλοι δ´ αὖ πάλιν ἡδονάς. Καὶ οἱ μὲν εἰδέναι πάντα ἐκόμπαζον, οἱ δὲ ἁπλῶς μηθέν. Ἔτι δ´ οἱ μὲν ἐν μέσῳ καὶ ἐν ὄψει πάντων ἐκαλινδοῦντο, τοῖς πολλοῖς ἐξομιλοῦντες, ἄλλοι δ´ αὖ τοὐναντίον ἀπρόσιτοι καὶ ἀπροσαύδητοι διετέλουν ὄντες. Πλάτων μέντοι κατανοήσας ὡς εἴη μία τις ἡ τῶν θείων καὶ ἀνθρωπείων ἐπιστήμη, πρῶτος διεῖλε καὶ ἔφη τὴν μέν τινα περὶ τῆς τοῦ παντὸς φύσεως εἶναι πραγματείαν, τὴν δὲ περὶ τῶν ἀνθρωπείων, τρίτην δὲ τὴν περὶ τοὺς λόγους. Ἠξίου δὲ μὴ δύνασθαι τὰ ἀνθρώπεια κατιδεῖν ἡμᾶς, εἰ μὴ τὰ θεῖα πρότερον ὀφθείη· καθάπερ γὰρ οἱ ἰατροὶ μέρη τινὰ θεραπεύοντες ἐπιμελοῦνται τῶν ὅλων σωμάτων πρῶτον, οὕτω χρῆναι καὶ τὸν μέλλοντα τἀνθάδε κατόψεσθαι τὴν τῶν ὅλων φύσιν εἰδέναι πρότερον· μέρος τε εἶναι τῶν ὄντων τὸν ἄνθρωπον καὶ τἀγαθὸν διττόν, τὸ μὲν ἡμέτερον, τὸ δὲ τοῦ παντός, κυριώτερον δὲ τὸ τοῦ παντός· διὰ γὰρ ἐκείνου καὶ τοῦτο γίγνεσθαι. Φησὶ δ´ Ἀριστόξενος ὁ μουσικὸς Ἰνδῶν εἶναι τὸν λόγον τοῦτον. Ἀθήνησι γὰρ ἐντυχεῖν Σωκράτει τῶν ἀνδρῶν ἐκείνων ἕνα τινὰ κἄπειτα αὐτοῦ πυνθάνεσθαι τί ποιῶν φιλοσοφοίη· τοῦ δὲ εἰπόντος ὅτι ζητῶν περὶ τοῦ ἀνθρωπείου βίου, καταγελάσαι τὸν Ἰνδόν, λέγοντα μὴ δύνασθαί τινα τὰ ἀνθρώπεια κατιδεῖν ἀγνοοῦντά γε τὰ θεῖα. Τοῦτο μὲν οὖν εἰ ἀληθές ἐστιν, οὐκ ἂν δύναιτό τις διατεινόμενος εἰπεῖν. Διεῖλε δ´ οὖν ὁ Πλάτων τήν τε περὶ τῶν ὅλων φιλοσοφίαν καὶ τὴν πολιτικήν, ἔτι δὲ τὴν λογικήν."

Τοιαύτης οὔσης τῆς κατὰ Πλάτωνα φιλοσοφίας καιρὸς καὶ τὴν Ἑβραίων ἐπισκέψασθαι, μακρῷ πρόσθεν ἢ Πλάτωνα γενέσθαι τὸν ὅμοιον πεφιλοσοφηκότων τρόπον. Εὕροις δ´ οὖν καὶ παρ´ αὐτοῖς τήνδε σύμφωνον τὴν τριμέρειαν ἠθικῶν τε καὶ λογικῶν καὶ φυσικῶν μαθημάτων, τόνδε ἐπιστήσας τὸν τρόπον·

εʹ. ΠΕΡΙ ΤΩΝ ΠΑΡ´ ΕΒΡΑΙΟΙΣ ΗΘΙΚΩΝ ΔΟΓΜΑΤΩΝ

Τὰ μὲν οὖν ἠθικὰ πρώτιστα πάντων φιλοτίμως ἐσπουδασμένα παρ´ αὐτοῖς ἔργοις πολὺ πρότερον τῶν λόγων μάθοις ἂν τὰ κατὰ τοὺς ἄνδρας διασκοπούμενος, ἐπεὶ καὶ τέλος ἀγαθῶν τοῦ τε μακαρίως ζῆν ὕστατον ὅρον τὴν εὐσέβειαν τήν τε διὰ τῆς τῶν ἠθῶν κατορθώσεως πρὸς τὸν θεὸν φιλίαν ἡγήσαντό τε καὶ μετεδίωξαν, ἀλλ´ οὐ σωμάτων ἡδονὴν κατ´ Ἐπίκουρον οὐδ´ αὖ τὴν τριγένειαν τῶν ἀγαθῶν κατ´ Ἀριστοτέλην, τὰ περὶ σῶμα καὶ τὰ ἐκτὸς ἐν ἴσῳ τοῖς τῆς ψυχῆς ἀγαθοῖς ἐκτετιμηκότα, οὐ  μὴν οὐδὲ τὴν ἐσχάτην ἄγνοιάν τε καὶ ἀμαθίαν, ἣν ὀνόματι σεμνοτέρῳ τινὲς ἐποχὴν ἀνειρήκασιν, ἀλλ´ οὐδ´ αὖ τῆς ψυχῆς τὴν ἀρετήν· πόση γὰρ ἐν ἀνθρώποις αὕτη καὶ τί καθ´ ἑαυτὴν ἄνευ θεοῦ πρὸς τὸν ἄλυπον συντείνοι ἂν βίον; Δι´ ὃν τὰ πάντα τῆς εἰς τὸν θεὸν ἐλπίδος, πείσματος ὥσπερ ἀρραγοῦς, ἐξάψαντες, τὸν θεοφιλῆ μόνον ἀπέφηναν εἶναι μακάριον· ὅτι δὴ ὁ πάντων ἀγαθῶν ταμίας θεός, ζωῆς ὢν πάροχος καὶ αὐτῆς ἀρετῆς πηγὴ τῶν τε περὶ σῶμα καὶ τῶν ἐκτὸς ἁπάντων χορηγὸς ὑπάρχων, μόνος ἂν εἴη πρὸς τὸν μακάριον βίον τῷ τὴν πρὸς αὐτὸν φιλίαν διὰ τῆς παναληθοῦς εὐσεβείας στειλαμένῳ αὐτάρκης. Ἔνθεν ὁ πάνσοφος Μωσῆς πρῶτος ἁπάντων ἀνθρώπων γραφῇ παραδοὺς τὸν τῶν πρὸ αὐτοῦ θεοφιλῶν Ἑβραίων βίον, τὸν πολιτικὸν ὁμοῦ καὶ πρακτικὸν δι´ ὑφηγήσεως ἱστορικῆς ὑποτέθειται τρόπον. Ἧς ἀρχόμενος ἀπὸ τῶν καθόλου τὴν διδασκαλίαν ἐποιήσατο, θεὸν τῶν ὅλων αἴτιον ὑποστησάμενος κοσμογονίαν τε καὶ ἀνθρωπογονίαν ὑπογράψας. Εἶθ´ οὕτως ἀπὸ τῶν καθόλου ἐπὶ τὰ κατὰ μέρος προελθὼντῷ λόγῳ καὶ διὰ τῆς τῶν παλαιῶν ἀνδρῶν μνήμης εἰς τὸν τῆς ἐκείνων ἀρετῆς τε καὶ θεοσεβείας ζῆλον τοὺς φοιτητὰς παρορμήσας, οὐ μὴν ἀλλὰ καὶ αὐτὸς αὐθέντης νόμων εὐσεβῶν τῶν πρὸς αὐτοῦ τεθέντων ἀποφανθείς, κατὰ πάντα δῆλος ἂν εἴη τοῦ φιλοθέου τρόπου διὰ τῆς τῶν ἠθῶν ἐπιμελείας πρόνοιαν πεποιημένος, ὥσπερ οὖν καὶ τοῦτο προλαβὼν ὁ λόγος ἐν τοῖς πρόσθεν φανερὸν κατεστήσατο. Μακρὸν δ´ ἂν εἴη καὶ τοὺς ἑξῆς μετὰ Μωσέα προφήτας τούς τε τούτων προτρεπτικοὺς μὲν ἀρετῆς, ἀποτρεπτικοὺς δὲ κακίας ἁπάσης λόγους ἐν τῷδε καταβάλλεσθαι. Τί δ´ εἴ σοι τοῦ σοφωτάτου Σολομῶνος τὰς ἠθικὰς παραφέροιμι διδασκαλίας, αἷς καὶ οἰκείων λόγων ἀνέθηκε σύγγραμμα, Παροιμίας ἐπονομάσας, ἐπιτόμους γνώμας ἀποφθέγμασιν ἐοικυίας ὑποθέσει περιλαβὼν μιᾷ; Καὶ τὸν μὲν ἠθικὸν τρόπον ταύτη πη παῖδες Ἑβραίων ἐκ παλαιῶν πρὶν ἢ καὶ τὰ πρῶτα στοιχεῖα μαθεῖν Ἕλληνας, αὐτοί τε ἐπαιδεύοντο καὶ τοῖς προσιοῦσι τῆς αὐτῆς ἀφθόνως ἐκοινώνουν παιδείας.

Ϛʹ. ΠΕΡΙ ΤΗΣ ΠΑΡ´ ΕΒΡΑΙΟΙΣ ΛΟΓΙΚΗΣ ΠΡΑΓΜΑΤΕΙΑΣ

Καὶ τὸν λογικὸν δὲ τρόπον τῆς Ἑβραίων φιλοσοφίας οὐ, καθάπερ Ἕλλησι φίλον, δεινότητι σοφισμάτων καὶ λογισμοῖς πρὸς ἀπάτην τετεχνασμένοις δεῖν ᾤοντο μετιέναι, καταλήψει δὲ αὐτῆς ἀληθείας, ἣν ὑπὸ θείου φωτὸς τὰς ψυχὰς καταυγασθέντες οἱ παρ´ αὐτοῖς θεόσοφοι εὕραντό τε καὶ ἐφωτίσθησαν. Ἐφ´ ἣν ἀκονῶντες τοὺς τὰ οἰκεῖα μαθήματα παιδευομένους, λόγων τε αὐτοῖς ἱερῶν ἀπαγγελίας ἱστοριῶν τε σεμνῶν διηγήματα ᾠδῶν τε καὶ ἐπῳδῶν ἐμμέτρους συνθέσεις καὶ ἔτι προβλήματα καὶ αἰνίγματα καί τινας σοφὰς καὶ ἀλληγορικὰς θεωρίας μετὰ κάλλους εὐεπείας καὶ τῆς κατὰ τὴν οἰκείαν γλῶτταν εὐφραδοῦς ἀπαγγελίας ἐξέτι νηπίας αὐτοῖς παρεδίδοσαν ἡλικίας. Ναὶ μὴν καὶ τῶν πρώτων μαθημάτων δευτερωταί τινες ἦσαν αὐτοῖς (οὕτω δὲ φίλον τοὺς ἐξηγητὰς τῶν παρ´ αὐτοῖς γραφῶν ὀνομάζειν), οἳ τὰ δι´ αἰνιγμῶν ἐπεσκιασμένα, εἰ καὶ μὴ τοῖς πᾶσι, τοῖς γοῦν πρὸς τὴν τούτων ἀκοὴν ἐπιτηδείοις δι´ ἑρμηνείας καὶ σαφηνείας ἐξέφαινον. Ταύτη τοι πάλιν ὁ σοφώτατος παρὰ τοῖσδε Σολομῶν ἐνθένδε ποθὲν τὴν καταρχὴν τοῦ τῶν Παροιμιῶν ἐποιήσατο συγγράμματος, μονονουχὶ τὴν αἰτίαν αὐτῷ τῆς γραφῆς ταύτην εἶναι διδάξας δι´ ὧν αὐτοῖς ῥήμασι δεῖν ἔφησε πάντα ἄνδρα

"Γνῶναι σοφίαν καὶ παιδείαν καὶ νοῆσαι λόγους φρονήσεως δέξασθαί τε στροφὰς λόγων νοῆσαί τε δικαιοσύνην ἀληθῆ καὶ κρίμα κατευθύνειν, ἵνα δῶ," φησίν, "ἀκάκοις πανουργίαν παιδί τε νέῳ αἴσθησιν καὶ ἔννοιαν. Τῶνδε γὰρ ἀκούσας σοφὸς σοφώτερος ἔσται, ὁ δὲ νοήμων κυβέρνησιν κτήσεται νοήσει τε παραβολὴν καὶ σκοτεινὸν λόγον ῥήσεις τε σοφῶν καὶ αἰνίγματα. "

 Καὶ τὰ μὲν τῆς τοῦ δηλωθέντος συγγράμματος ἐπαγγελίας τοιαῦτά τινα ἦν· τὰς δ´ ἐν μέρει τῶν λεχθέντων προτάσεις καὶ τούτων τὰς ἐπιλύσεις τήν τε λογικὴν πραγματείαν οἰκείως τῇ τῶν ἀνδρῶν σοφίᾳ τε καὶ φωνῇ διὰ πασῶν τῶν παρ´ αὐτοῖς προφητικῶν γραφῶν φερομένην, ὅτῳ φίλον, τῆς τούτων ἐντεύξεως τὰς βίβλους ἐπὶ σχολῆς μετὰ χεῖρας λαβὼν εἴσεται. Εἰ δέ τις καὶ τῆς γλώσσης αὐτῆς φιλοκάλως γένοιτο ἐν πείρᾳ, ἴδοι ἄν, οἷα παρὰ βαρβάροις, ἄνδρας λογικωτάτους οὐδὲν σοφιστῶν οὐδὲ ῥητόρων ἀποδέοντας τῇ οἰκείᾳ γλώσσῃ. Εἶεν δ´ ἂν αὐτοῖς καὶ ἔμμετροι ποιήσεις, ὡς ἡ μεγάλη Μωσέως ᾠδὴ καὶ τοῦ Δαβὶδ ὁ ριηʹ Ψαλμός, τῷ καλουμένῳ παρ´ Ἕλλησιν ἡρῴῳ μέτρῳ συντεταγμένοι. Φασὶ γοῦν ἑξάμετρα εἶναι ταῦτα, δι´ ἑκκαίδεκα συλλαβῶν πεποιημένα. Καὶ τὰ λοιπὰ δὲ τὰ παρ´ αὐτοῖς στιχήρη δι´ ἐπῶν λέγεται τριμέτρων τε καὶ τετραμέτρων κατὰ τὴν οἰκείαν αὐτῶν συγκεῖσθαι φωνήν. Καὶ τὰ μὲν τῆς λέξεως αὐτοῖς ὧδέ πη λογικῆς συνέσεως ἔχει, τὰ δὲ δὴ τῆς διανοίας οὐδ´ ἔστι παραβαλεῖν ἀνθρώποις· θεοῦ γὰρ καὶ αὐτῆς ἀληθείας λόγια δι´ αὐτῶν ἐκπεφωνημένα, θεσπίσματα καὶ προρρήσεις μαθήματά τε εὐσεβῆ καὶ τῆς τῶν ὄντων ἐπιγνώσεως δόγματα, περιειλήφασι. Τεκμήρια δ´ ἂν λάβοις τῆς παρὰ τοῖς ἀνδράσι λογικῆς ἀκριβείας ἀπὸ τῆς ὀρθότητος τῆς τῶν ὀνομάτων θέσεως, ἧς πέρι καὶ ὁ Πλάτων τῇ Ἑβραίων μαρτυρῶν δόξῃ δῆλος ἂν εἴη καὶ κατ´ αὐτό γε τοῦτο σύμφωνος ὢν τῇ κατὰ τοὺς ἄνδρας φιλοσοφίᾳ, ὡς γοῦν ἐκ τούτων διαγνῶναι ῥᾴδιον·

ζʹ. ΠΕΡΙ ΤΗΣ ΠΑΡ´ ΕΒΡΑΙΟΙΣ ΤΩΝ ΟΝΟΜΑΤΩΝ ΟΡΘΟΤΗΤΟΣ

Πρώτου Μωσέως μακρῷ πρόσθεν ἢ τὸ φιλοσοφίας ὄνομα εἰς Ἕλληνας ἐλθεῖν διὰ πάσης αὐτοῦ τῆς γραφῆς μυρία περὶ τῆς τῶν ὀνομάτων θέσεως πεπραγματευμένου καὶ τοτὲ μὲν φυσικώτατα τῶν παρ´ αὐτῷ πάντων τὰς ἐπωνυμίας διατεταγμένου, τοτὲ δὲ τῷ θεῷ τὴν κρίσιν τῆς τῶν εὐσεβῶν ἀνδρῶν μετωνυμίας ἀναθέντος φύσει τε, ἀλλ´ οὐ θέσει τὰ ὀνόματα κατὰ τῶν πραγμάτων κεῖσθαι πεπαιδευκότος, ἑπόμενος ὁ Πλάτων συμφέρεται τοῖς αὐτοῖς, οὐκ ἄλλως ἢ βαρβάρων μνησθεὶς καὶ παρὰ τοῖσδε φήσας τόνδε σῴζεσθαι τὸν τρόπον, τάχα που τοὺς Ἑβραίους αἰνιττόμενος, ἐπεὶ μηδὲ παρ´ ἑτέροις βαρβάροις ῥᾴδιον τὴν τοιάνδε παραφυλάξαι θεωρίαν. Λέγει δ´ οὖν ἐν Κρατύλῳ·

"Καὶ οὐ τοῦτο εἶναι ὄνομα ὃ ἄν τινες συνθέμενοι καλεῖν καλῶσι, τῆς αὑτῶν φωνῆς μόριον ἐπιφθεγγόμενοι, ἀλλ´ ὀρθότητά τινα τῶν ὀνομάτων πεφυκέναι καὶ Ἕλλησι καὶ βαρβάροις τὴν αὐτὴν ἅπασι."

Καὶ προϊὼν ἑξῆς φησιν·

"Οὐκοῦν οὕτως ἀξιώσεις καὶ τὸν νομοθέτην τόν τε ἐνθάδε καὶ τὸν ἐν τοῖς βαρβάροις, ἕως ἂν τὸ τοῦ ὀνόματος εἶδος ἀποδιδῷ τὸ προσῆκον ἑκάστῳ ἐν ὁποιαισοῦν συλλαβαῖς, οὐδὲν χείρω νομοθέτην εἶναι τὸν ἐνθάδε ἢ τὸν ὁπουοῦν ἄλλοθι."

Εἶθ´ ἑξῆς πάλιν τὸν ἐπιστήμονα τῆς ὀρθότητος τῶν ὀνομάτων διαλεκτικὸν εἶναι φήσας καὶ νομοθέτην οὕτω λέγει·

"Τέκτονος μὲν ἄρα ἔργον ἐστὶ τὸ ποιῆσαι πηδάλιον ἐπιστατοῦντος κυβερνήτου, εἰ μέλλει καλὸν εἶναι τὸ πηδάλιον.

Φαίνεται.

Νομοθέτου δέ γε, ὡς ἔοικεν, ὄνομα, ἐπιστάτην ἔχοντος διαλεκτικὸν ἄνδρα, εἰ μέλλει καλῶς ὄνομα τεθήσεσθαι.

Ἔστι ταῦτα.

Κινδυνεύει ἄρα, ὦ Ἑρμόγενες, εἶναι οὐ φαῦλον, ὡς σὺ οἴει, ἡ τοῦ ὀνόματος θέσις οὐδὲ φαύλων ἀνδρῶν οὐδὲ τῶν ἐπιτυχόντων. Καὶ Κρατύλος ἀληθῆ λέγει, λέγων φύσει τὰ ὀνόματα εἶναι τοῖς πράγμασι, καὶ οὐ πάντα δημιουργὸν ὀνομάτων εἶναι, ἀλλὰ μόνον ἐκεῖνον τὸν ἀποβλέποντα εἰς τὸ τῇ φύσει ὄνομα ὂν ἑκάστῳ καὶ δυνάμενον αὐτοῦ τὸ εἶδος τιθέναι εἴς τε τὰ γράμματα καὶ τὰς συλλαβάς."

Τοσαῦτα εἰπὼν μετὰ πλεῖστα βαρβάρων αὖθις ἀναφέρει τὴν μνήμην κἄπειτα εἰς Ἕλληνας παρὰ βαρβάρων ἥκειν τὰ πολλὰ τῶν ὀνομάτων διαρρήδην ὁμολογεῖ, φάσκων αὐτοῖς ῥήμασιν·

"Ἐννοῶ ὅτι πολλὰ οἱ Ἕλληνες ὀνόματα, ἄλλως τε καὶ 〈οἱ〉 ὑπὸ τοῖς βαρβάροις οἰκοῦντες, παρὰ τῶν βαρβάρων εἰλήφασι.

Τί οὖν δή;

Εἴ τις ζητοῖ ταῦτα κατὰ τὴν Ἑλληνικὴν φωνὴν ὡς ἐοικότως κεῖται, ἀλλὰ μὴ κατ´ ἐκείνην ἐξ ἧς τὸ ὄνομα τυγχάνει ὄν, οἶσθα ὅτι ἀποροῖ ἄν.

Εἰκότως."

Ταῦτα ὁ Πλάτων. Φθάνει γε μὴν αὐτὸν ὁ Μωσῆς, ὃς οἷα δὴ σοφὸς νομοθέτης ὢν ὁμοῦ καὶ διαλεκτικὸς ἐπάκουσον τί φησί·

 "Καὶ ἔπλασεν ὁ θεὸς ἐκ τῆς γῆς πάντα τὰ θηρία τοῦ ἀγροῦ καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδάμ, ἰδεῖν τί καλέσει αὐτά. Καὶ πᾶν ὃ ἂν ἐκάλεσεν αὐτὸ Ἀδὰμ ψυχὴν ζῶσαν, τοῦτο ἦν ὄνομα αὐτοῦ."

διὰ γὰρ τοῦ φάναι "τοῦτο ἦν ὄνομα αὐτοῦ" τί ἄλλο ἢ κατὰ φύσιν τεθεῖσθαι τὰς προσηγορίας παρίστησι; Τὸ γὰρ ἐπικληθὲν ἄρτι φησὶ τοῦτο καὶ πάλαι πρότερον ἐν τῇ φύσει περιέχεσθαι εἶναί τε καὶ προϋπάρχειν ἑκάστῳ τῶν ἐπωνομασμένων τοῦτο ὄνομα, ὅπερ ὁ δηλούμενος ἄνθρωπος ἐπιθειάσας  δυνάμει κρείττονι τέθειται. Καὶ αὐτὸ δὲ τὸ Ἀδάμ, Ἑβραῖον ὑπάρχον ὄνομα, παρὰ τῷ Μωσεῖ τοῦ γηγενοῦς ἀνθρώπου γένοιτ´ ἂν ἐπώνυμον, ὅτι δὴ παρ´ Ἑβραίοις Ἀδὰμ ἡ γῆ καλεῖται, παρ´ ὃ καὶ ὁ πρῶτος γηγενὴς ἐτύμως Ἀδὰμ ὑπὸ Μωσέως ἀνείρηται. Ἔχοι δ´ ἂν καὶ ἄλλην ἡ προσηγορία διάνοιαν, εἰς τὸ ἐρυθρὸν μεταλαμβανομένη καὶ τὴν τοῦ σώματος παριστῶσα φύσιν, ἀλλὰ τὸν μὲν γεώδη καὶ γήινον καὶ γηγενῆ ἢ τὸν σωματικὸν καὶ σάρκινον ἄνθρωπον τῷ τοῦ Ἀδὰμ ἐπεσημήνατο προσρήματι. Καλοῦσι δὲ καὶ ἄλλως παῖδες Ἑβραίων τὸν ἄνθρωπον, Ἐνὼς ἐπονομάζοντες, ὃν δή φασιν εἶναι τὸ ἐν ἡμῖν λογικόν, ἕτερον ὄντα τὴν φύσιν τοῦ γεώδους Ἀδάμ. Διάνοιαν δὲ περιέχει καὶ ὁ Ἐνὼς οἰκείαν, ἐπιλήσμων τῇ Ἑλλήνων ἑρμηνευόμενος φωνῇ. Τοιοῦτον δὲ πέφυκεν ὑπάρχειν τὸ ἐν ἡμῖν λογικὸν τῆς πρὸς τὸ θνητὸν καὶ ἄλογον συμπλοκῆς ἕνεκα. Τὸ μὲν γὰρ πάντη καθαρὸν καὶ ἀσώματον καὶ θεῖον λογικὸν οὐ μόνον τῶν πρόσθεν γενομένων τὴν μνήμην, ἀλλὰ καὶ τῶν μελλόντων ἔσεσθαι τὴν γνῶσιν δι´ ἄκραν ἀρετὴν θεωρίας περιείληφε. Τὸ δ´ ἐν σαρξὶ πεπιλημένον ὀστέοις τε καὶ νεύροις καταπεπαρμένον ὄγκον τε μέγαν καὶ βαρὺν ἐπηχθισμένον τὸ σῶμα λήθης πολλῆς καὶ ἀμαθίας συνιδὼν ὁ παρ´ Ἑβραίοις λόγιος εὐθυβόλῳ κέκληκε προσρήματι Ἐνὼς ἐπονομάσας, ὅπερ δηλοῖ τὸν ἐπιλήσμονα. Κεῖται γοῦν παρά τινι προφήτῃ·

"Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ; Ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν;"

ἀνθ´ οὗ τὸ Ἑβραϊκὸν ἐπὶ μὲν τῆς πρώτης τοῦ ἀνθρώπου κλήσεως τὸ Ἐνὼς περιείληφεν, ὡσεὶ ἔλεγε σαφέστερον· Τί οὗτός ἐστιν ὁ ἐπιλήσμων, ὅτι σύ, ὦ θεέ, μιμνήσκῃ αὐτοῦ, καίπερ ὄντος ἐπιλήσμονος; Τὸ δὲ

"ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν"·

"ἢ υἱὸς Ἀδάμ"

κεῖται παρὰ τοῖς δηλουμένοις, ὡς εἶναι τὸν αὐτὸν καὶ Ἀδὰμ καὶ Ἐνώς, τοῦ μὲν σαρκικοῦ διὰ τοῦ Ἀδάμ, τοῦ δὲ λογικοῦ διὰ τοῦ Ἐνὼς παρισταμένου. 

Καὶ τὰ μὲν Ἑβραίων λόγια οὕτω πως διαιρεῖ τὴν ἐτυμολογίαν· ὁ δὲ Πλάτων τὸν ἄνθρωπον τῇ Ἑλλήνων φωνῇ παρὰ τὸ ἀναθρεῖν φησι κεκλῆσθαι λέγων·

"Ὁ δὲ ἄνθρωπος ἅμα ἑώρακε, τοῦτο δέ ἐστιν ὄπωπε, καὶ ἀναθρεῖ καὶ λογίζεται τοῦτο ὃ ὄπωπεν, ἵνα ᾖ ἀναθρῶν ἃ ὄπωπε."

Πάλιν Ἑβραῖοι τὸν ἄνδρα ΕΙΣ καλοῦσι. Παρῆκται δὲ αὐτοῖς τοὔνομα ἀπὸ τοῦ ΕΣ, δι´ οὗ σημαίνουσι τὸ πῦρ, ἵνα ᾖ παρὰ τὸ θερμὸν καὶ διάπυρον τῆς τοῦ ἀνδρὸς φύσεως ὁ ἀνὴρ ὠνομασμένος. Ἡ δὲ γυνή, ἐπείπερ εἴρηται ἐκ τοῦ ἀνδρὸς εἰλῆφθαι, καὶ τὴν προσηγορίαν ἐπικοινωνεῖ τῷ ἀνδρί. ΕΣΣΑ γὰρ ἡ γυνὴ λέγεται παρ´ αὐτοῖς, ὥσπερ ΕΙΣ ὁ ἀνήρ. Ὁ δὲ Πλάτων τὸν ἄνδρα παρὰ τὴν ἄνω ῥοὴν ὀνομάζεσθαι λέγει· καὶ ἐπιλέγει·

"Ἡ δὲ γυνὴ γονή μοι φαίνεται βούλεσθαι εἶναι."

Πάλιν Μωσῆς τὸν οὐρανὸν ἐτύμως τῇ Ἑβραίων γλώσσῃ "στερέωμα" προσαγορεύει, παρὰ τὸ πρῶτον εἶναι μετὰ τὴν ἀσώματον καὶ νοερὰν οὐσίαν τοῦδε τοῦ κόσμου στερεὸν καὶ αἰσθητὸν σῶμα. Ὁ δὲ Πλάτων τῷ οὐρανῷ φησιν ὀρθῶς ὄνομα κεῖσθαι διὰ τὸ ἄνω ὁρᾶν ποιεῖν. Πάλιν Ἑβραῖοι τὸ μὲν ἀνωτάτω τοῦ θεοῦ κύριον ὄνομα ἄρρητον εἶναι καὶ ἄφθεγκτον οὐδὲ φαντασίᾳ διανοίας ληπτὸν εἶναί φασιν· αὐτὸ δὲ τοῦτο καθ´ ὃ θεὸν ὀνομάζομεν, Ἐλωεὶμ καλοῦσι, παρὰ τὸ ἤλ, ὡς ἔοικε· τοῦτο δ´ ἑρμηνεύουσιν ἰσχὺν καὶ δύναμιν· ὥστ´ εἶναι τοῦ θεοῦ τοὔνομα παρ´ αὐτοῖς ἀπὸ τῆς ἀμφ´ αὐτὸν δυνάμεώς τε καὶ ἰσχύος ἐπιλελογισμένον, δι´ ἧς νοεῖται παντοδύναμος καὶ πάντα ἰσχύων, ὡς ἂν τὰ πάντα συστησάμενος. Ὁ δὲ Πλάτων θεὸν καὶ θεοὺς παρὰ τὸ θέειν, ὅπερ ἐστὶ τρέχειν, τοὺς ἐν οὐρανῷ φωστῆρας ἐπικεκλῆσθαί φησι.

Τοιαῦτα δή τινα, ὡς ἐν τύπῳ φάναι, τὰ παρ´ Ἑβραίοις καὶ τὰ παρὰ Πλάτωνι περὶ ὀρθότητος ὀνομάτων διηκρίβωται. Καὶ τὰς ἐν ἀνθρώποις δὲ προσηγορίας μετά τινος διανοίας φησὶν ὁ Πλάτων τεθεῖσθαι καὶ τόν γε  λόγον ἀποδιδόναι πειρᾶται, οὐκ οἶδ´ ὅπως τὸν μὲν Ἕκτορα κεκλῆσθαι εἰπὼν ἀπὸ τοῦ ἔχειν καὶ κρατεῖν, διὰ τὸ βασιλέα εἶναι τῶν Τρώων· τὸν δὲ Ἀγαμέμνονα διὰ τὸ ἄγαν μένειν καὶ τοῖς δόξασι περὶ τῶν Τρώων εὐτόνως καὶ καρτερῶς παραμένειν· τὸν δὲ Ὀρέστην διὰ τὸ ὀρεινὸν καὶ ἄγριον καὶ θηριῶδες τοῦ τρόπου· καὶ τὸν μὲν Ἀτρέα διὰ τὸ ἀτηρόν τινα γεγονέναι τὸ ἦθος· τὸν δὲ Πέλοπα οἷόν τινα οὐ τὰ πόρρω, ἀλλὰ μόνα τὰ πέλας καὶ ἐγγὺς ὁρῶντα· τὸν δὲ Τάνταλον ταλάντατόν τινά φησι διὰ τὰ περὶ αὐτὸν δυστυχήματα σημαίνειν. Ταῦτα καὶ τοιαῦτα μυρία ἄλλα εὕροις ἂν εἰρημένα τῷ Πλάτωνι, φύσει τεθεῖσθαι, ἀλλ´ οὐ θέσει τοῖς πρώτοις τὰ ὀνόματα διδάσκειν πειρωμένῳ. Ἀλλ´ οὐ καὶ τὰ παρὰ Μωσεῖ βεβιασμένα ἂν εἴποις οὐδέ γε κατά τινα σοφιστικὴν εὑρεσιλογίαν πεποιημένα, μαθὼν ὡς ὁ μὲν παρ´ Ἑβραίοις Κάϊν "ζῆλος" παρ´ Ἕλλησι μεταλαμβάνεται, τούτου δ´ ἠξιώθη τοῦ προσρήματος ὁ δηλούμενος διὰ τὸ ζηλῶσαι τὸν ἀδελφὸν τὸν Ἄβελ. Καὶ ὁ Ἄβελ δὲ ἑρμηνεύεται "πένθος", τοῦ τοιοῦδε πάθους γεγονὼς καὶ αὐτὸς τοῖς γονεῦσιν αἴτιος, οἳ κατά τινα θειοτέραν προμήθειαν γενομένοις τοῖς παισὶ ταύτας τέθεινται ἐπωνυμίας. Τί δ´ εἴ σοι τὸν Ἁβραὰμ παραφέροιμι; Μετεωρολόγος τις οὗτος καὶ τῆς τῶν ἄστρων θεωρίας τῶν τε κατ´ οὐρανὸν μαθημάτων εἰδήμων τὸ πρίν, ὅτε τῆς Χαλδαϊκῆς μετεποιεῖτο σοφίας, γεγονὼς Ἅβραμ ἐκαλεῖτο· τοῦτο δ´ Ἑλλήνων φωνῇ πατέρα μετέωρον σημαίνει. Ἀλλ´ ὁ θεός γε αὐτὸν τῶν τῇδε ἐπὶ τὰ ἀφανῆ καὶ τῶν ὁρωμένων ἐπέκεινα προάγων εὐθυβόλῳ κέχρηται μετωνυμίᾳ,

"Οὐκέτι," φήσας, "κληθήσεται τὸ ὄνομά σου Ἅβραμ, ἀλλ´ Ἁβραὰμ ἔσται τὸ ὄνομά σου, ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε."

Τοῦτο δὲ ὁποίας ἔχεται διανοίας μακρὸς ἂν εἴη λόγος. Ἀπαρκεῖ δὲ κἀν τούτῳ τὸν Πλάτωνα μάρτυρα τοῦ λόγου παραθέσθαι, ὑπὸ θειοτέρας δυνάμεως ἔνια τῶν ὀνομάτων τεθεῖσθαι φάμενον. Λέγει δ´ οὖν αὐτοῖς ῥήμασιν·

"Ἐσπουδάσθαι γὰρ ἐνταῦθα μάλιστα πρέπει τὴν θέσιν τῶν ὀνομάτων· ἴσως δὲ ἔνια αὐτῶν καὶ ὑπὸ θειοτέρας δυνάμεως ἢ τῆς τῶν ἀνθρώπων ἐγενήθη."

Τοῦτό γέ τοι αὐτὸ διὰ πλειόνων καὶ ἡ παρ´ Ἑβραίοις ἱερὰ πιστοῦται γραφή· πρῶτός τε Μωσῆς ἁπάντων, ὃς ἐκ θειοτέρας δυνάμεως τὸν Ἁβραὰμ καὶ τὸν τούτου παῖδα τὸν Ἰσαὰκ καὶ ἔτι τὸν Ἰσραὴλ ἐπωνομάσθαι ἐδίδαξε. Γέλως δὲ ὁ Ἰσαὰκ ἑρμηνεύεται, τὸ τῆς ἐναρέτου χαρᾶς ἐπαγόμενος σύμβολον, ἣν τοῖς θεοφιλέσι γέρας ἐξαίρετον δώσειν ὁ θεὸς ἐπήγγελται. Ὁ δὲ τούτου παῖς Ἰσραὴλ ἦν μὲν τὸ πρὶν τὸ τοῦ Ἰακὼβ ὄνομα ἐπενηνεγμένος, ἀντὶ δὲ τοῦ Ἰακὼβ ὁ θεὸς αὐτῷ τὸ τοῦ Ἰσραὴλ ὄνομα δωρεῖται, τὸν ἀσκητὴν καὶ πρακτικὸν ἐπὶ τὸν θεωρητικὸν μεταστησάμενος. Πτερνιστὴς γὰρ ὁ Ἰακὼβ ἑρμηνεύεται ὡς τὸν ἀρετῆς ἐναθλῶν ἀγῶνα· Ἰσραὴλ δὲ ὁρῶν θεόν, ὁποῖος ἂν εἴη ὁ γνωστικὸς καὶ θεωρητικὸς ἐν ἀνθρώπῳ νοῦς. Τί με δεῖ νῦν τοῦ πανσόφου Μωσέως ἢ τῶν παρ´ Ἑβραίοις ἱερῶν λόγων διὰ μυρίων ἄλλων τὴν ὀρθότητα τῆς τῶν οἰκείων ὀνομάτων θέσεως ἐξαπλοῦν, μακροτέρας σχολῆς δεομένων τῶν κατὰ τὸν τόπον; Αὐτίκα δὴ καὶ τῶν πρώτων τῆς γραμματικῆς στοιχείων Ἕλληνες μὲν οὐκ ἂν ἔχοιεν τὰς ἐτυμολογίας εἰπεῖν, οὐδ´ αὐτός γ´ ἂν φαίη Πλάτων τὸν λόγον ἢ τὸν λογισμὸν τῶν φωνηέντων ἢ τῶν συμφώνων. Ἑβραίων δ´ ἂν εἴποιεν παῖδες τοῦ τε Ἄλφα τὴν αἰτίαν, ὃ παρ´ αὐτοῖς καλεῖται Ἄλφ, τοῦτο δὲ σημαίνει ’μάθησιν‘· καὶ τὸ Βῆτα, ὅπερ Βὴθ φίλον αὐτοῖς προσαγορεύειν, οὕτω δὲ τὸν ’οἶκον‘ ὀνομάζουσιν· ὥστε δηλοῦν τὴν διάνοιαν ’μάθησις οἴκου‘, ὡσεὶ σαφέστερον ἐλέγετο ’διδαχή τις καὶ μάθησις οἰκονομίας‘. Καὶ τὸ Γάμμα δὲ παρ´ αὐτοῖς κέκληται Γίμελ· οὕτω δὲ τὴν ’πλήρωσιν‘ ὀνομάζουσιν. Εἶτ´ ἐπειδὴ τὰς δέλτους Δὲλθ καλοῦσι, τὸ τέταρτον στοιχεῖον οὕτω προσεῖπον, ὁμοῦ διὰ τῶν δύο στοιχείων σημαίνοντες ὡς ὅτι ’ἡ ἔγγραφος μάθησις πλήρωσίς ἐστι δέλτων‘. Ἐπιὼν δέ τις καὶ τὰ λοιπὰ τῆς γραμματικῆς στοιχεῖα, μετά τινος αἰτίας καὶ λογισμοῦ εὕροι ἂν ἕκαστα παρ´ αὐτοῖς ὠνομασμένα, ἐπεὶ καὶ τῶν ἑπτὰ φωνηέντων τὴν ἐπὶ ταὐτὸ σύνθεσιν μιᾶς τινος ἀπορρήτου προσηγορίας περιέχειν φασὶν ἐκφώνησιν, ἣν διὰ τεσσάρων στοιχείων παῖδες Ἑβραίων σημειούμενοι ἐπὶ τῆς ἀνωτάτω τοῦ θεοῦ δυνάμεως κατατάττουσιν, ἄλεκτόν τι τοῖς πολλοῖς καὶ ἀπόρρητον τοῦτ´ εἶναι παῖς παρὰ πατρὸς εἰληφότες. Καὶ τῶν παρ´ Ἕλλησι δὲ σοφῶν οὐκ οἶδ´ ὁπόθεν τις τοῦτο μαθὼν ᾐνίξατο, ὧδέ πη δι´ ἐπῶν φήσας· ἑπτά με φωνήεντα θεὸν μέγαν ἄφθιτον αἰνεῖ γράμματα, τὸν πάντων ἀκάματον πατέρα. Εἰμὶ δ´ ἐγὼ πάντων χέλυς ἄφθιτος, ἣ τὰ λυρώδη ἡρμοσάμην δίνης οὐρανίοιο μέλη. Εὕροις δ´ ἂν καὶ τῶν λοιπῶν παρ´ Ἑβραίοις στοιχείων, ἐπιστήσας ἑκάστῳ, τὰ σημαινόμενα· τοῦτο δὲ ἤδη καὶ διὰ τῶν πρόσθεν ἡμῖν συνέστη, ὁπηνίκα  παρὰ βαρβάρων τὰ πάντα ὠφελῆσθαι τοὺς Ἕλληνας ἀπεδείκνυμεν. Πολλὴν δ´ ἄν τις καταμάθοι, τὴν Ἑβραίων γλῶτταν πολυπραγμονῶν, ὀνομάτων ὀρθότητα παρὰ τοῖς ἀνδράσι φερομένην, ἐπεὶ καὶ αὐτὸ τοῦ παντὸς ἔθνους τὸ προσηγορικὸν ὄνομα ἀπὸ τοῦ Ἕβερ τὸ παρωνύμιον εἴληφε· σημαίνει δὲ τοῦτο τὸν ’διαπερῶντα‘, ἐπεὶ καὶ διάβασις καὶ διαπερῶν τῇ Ἑβραίων φωνῇ ’Ἕβερ‘ ὀνομάζεται. Διδάσκει δὲ ὁ λόγος περᾶν καὶ διαβαίνειν ἀπὸ τῶν τῇδε ἐπὶ τὰ θεῖα μηδαμῶς τε ἐναπομένειν καὶ ἵστασθαι ἐπὶ τῇ θέᾳ τῶν ὁρωμένων, ἀπὸ δὲ τούτων ἐπὶ τὰ ἀφανῆ καὶ ἀόρατα τῆς περὶ τοῦ τῶν ὅλων ποιητοῦ τε καὶ δημιουργοῦ θεολογίας διαβαίνειν. Ταύτη τοι τοὺς πρώτους μόνῳ τῷ πανηγεμόνι καὶ αἰτίῳ τῶν ὅλων ἀνακειμένους εὐσεβείᾳ τε καθαρᾷ καὶ ἀληθεῖ προσανέχοντας Ἑβραίους ἐφώνουν, περατικούς τινας καὶ διαβεβηκότας τῇ διανοίᾳ τοὺς τοιούσδε ἀποκαλοῦντες. Τί με δεῖ νῦν ἐπὶ πλεῖον μηκύνειν τὰ πάντα συνάγοντα τῆς τῶν Ἑβραϊκῶν ὀνομάτων ὀρθότητός τε καὶ ἀκριβείας, τοῦ προβλήματος οἰκείας δεομένου πραγματείας; Πλὴν ὡς ἐν τύπῳ φάναι, ἡγοῦμαι καὶ διὰ τῶν λεχθέντων τῆς παρ´ Ἑβραίοις λογικῆς διδασκαλίας τὴν ἀπόδειξιν παρεσχηκέναι, εἰ δὴ κατὰ τὸν Πλάτωνα οὐ φαύλων ἦν ἀνδρῶν οὐδὲ τῶν τυχόντων, ἀλλὰ σοφοῦ καὶ διαλεκτικοῦ τινος νομοθέτου φύσιν ὀνομάτων οἰκείαν τοῖς πράγμασιν εὑρέσθαι, οἷος ἡμῖν ὁ Μωσῆς καὶ τὰ Ἑβραίων ἀποδέδεικται λόγια. Τί δὴ οὖν μετὰ τὰ λογικὰ ἕπεται ἢ τὰ φυσικὰ ἐπισκέψασθαι, ὅπως ποτὲ καὶ περὶ ταῦτα εἶχον Ἑβραίων παῖδες;

ηʹ. ΠΕΡΙ ΤΗΣ ΚΑΘ´ ΕΒΡΑΙΟΥΣ ΦΥΣΙΟΛΟΓΙΑΣ

Καὶ τὸ τρίτον δὲ μέρος τῆς καθ´ Ἑβραίους φιλοσοφίας (τοῦτο δ´ ἦν τὸ φυσικόν, διαιρούμενον καὶ παρ´ αὐτοῖς εἴς τε τὴν τῶν νοητῶν καὶ ἀσωμάτων ἐποπτείαν καὶ εἰς τὴν τῶν αἰσθητῶν φυσιολογίαν) οἱ κατὰ πάντα τέλειοι προφῆται ᾔδεσάν τε καὶ τοῖς οἰκείοις, ὅτε δὴ καιρὸς ἐκάλει, κατεμίγνυον λόγοις, οὐ στοχασμοῖς καὶ θνητῆς διανοίας ἐπιτηδεύσει μαθόντες οὐδ´ ἐπὶ διδασκάλοις ἀνδράσι σεμνυνόμενοι, θεοφορήσει δὲ κρείττονος δυνάμεως καὶ θείου πνεύματος ἐπιπνοίᾳ τὴν γνῶσιν ἀνατιθέντες. Ἔνθεν μυρία μὲν αὐτοῖς περὶ τῶν μελλόντων τεθέσπιστο, μυρία δὲ περὶ τῆς τοῦ παντὸς συστάσεως πεφυσιολόγητο, καὶ αὖ πάλιν μυρία περὶ ζῴων φύσεως διείληπτο, πλεῖστα δὲ ὅσα καὶ περὶ φυτῶν ταῖς οἰκείαις ἕκαστος προφητείαις καταβέβλητο. Μωσῆς δὲ καὶ λίθων δυνάμεις εὖ μάλα ἐξεπιστάμενος οὐ παρέργως ἐπὶ τῆς τοῦ ἀρχιερέως στολῆς τῇ τούτων κέχρητο θεωρίᾳ. Καὶ αὖ πάλιν Σολομῶν, εἰ καί τις ἄλλος, ἐν τῇ περὶ τούτων διαπρέψαι φυσιολογίᾳ πρὸς τῆς θείας μαρτυρεῖται γραφῆς, ὧδε περιεχούσης·

"Καὶ ἐλάλησε Σολομῶν τρισχιλίας παραβολάς, καὶ ἦσαν ᾠδαὶ αὐτοῦ πεντακισχίλιαι, καὶ ἐλάλησε περὶ τῶν ξύλων, ἀπὸ τῆς κέδρου τῆς ἐν τῷ Λιβάνῳ καὶ ἕως ὑσσώπου τῆς ἐκπορευομένης διὰ τοῦ τοίχου. Καὶ ἐλάλησε περὶ τῶν κτηνῶν καὶ περὶ τῶν πετεινῶν καὶ περὶ τῶν ἑρπετῶν καὶ περὶ τῶν ἰχθύων, καὶ παρεγίνοντο πάντες οἱ λαοὶ ἀκοῦσαι τῆς σοφίας Σολομῶν καὶ παρὰ πάντων τῶν βασιλέων τῆς γῆς, ὅσοι ἤκουσαν τὴν σοφίαν αὐτοῦ."

Ἐντεῦθεν ὁρμώμενος καὶ ὁ τὴν πανάρετον σοφίαν εἰς αὐτοῦ πρόσωπον ἀναθεὶς ἔφη·

"Αὐτὸς γάρ μοι ἔδωκε τῶν ὄντων γνῶσιν ἀψευδῆ, εἰδέναι σύστασιν κόσμου καὶ ἐνέργειαν στοιχείων, ἀρχὴν καὶ τέλος καὶ μεσότητα χρόνων, τροπῶν ἀλλαγὰς καὶ μεταβολὰς καιρῶν, ἐνιαυτοῦ κύκλους καὶ ἀστέρων θέσεις, φύσεις ζῴων καὶ θυμοὺς θηρίων, πνευμάτων βίας καὶ διαλογισμοὺς ἀνθρώπων, διαφορὰς φυτῶν καὶ δυνάμεις ῥιζῶν ὅσα τέ ἐστι κρυπτὰ καὶ ἀφανῆ ἔγνων. Ἡ γὰρ πάντων τεχνῖτις ἐδίδαξέ με σοφία."

Πάλιν τε ὁ αὐτὸς Σολομῶν τὴν ῥευστὴν τῶν σωμάτων οὐσίαν φυσιολογῶν ἐν Ἐκκλησιαστῇ φησι·

"Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης. Τίς περισσεία τῷ ἀνθρώπῳ ἐν παντὶ μόχθῳ αὐτοῦ, ᾧ μοχθεῖ ὑπὸ τὸν ἥλιον;"

Καὶ ἐπιλέγει·

"Τί τὸ γεγονός; Αὐτὸ τὸ γενησόμενον· καὶ τί τὸ πεποιημένον; Αὐτὸ τὸ ποιηθησόμενον. Καὶ οὐκ ἔστι πᾶν πρόσφατον ὑπὸ τὸν ἥλιον."

Ταῦτα γὰρ αὐτῷ καὶ τὰ τοιαῦτα πεφυσιολόγητο περὶ τῆς σωματικῆς οὐσίας. Εὕροις δ´ ἂν ἐπιὼν καὶ τοὺς ἄλλους Ἑβραίων σοφοὺς τῆς ὁμοίας οὐκ ἀμοίρους ἐπιστήμης. Φυτῶν γοῦν, ὡς ἔφην ἤδη πρότερον, μυρία καὶ ζῴων πέρι, χερσαίων τε καὶ ἐνύδρων, καὶ προσέτι πτηνῶν φύσεως εἴρηται αὐτοῖς. Ναὶ μὴν καὶ περὶ τῶν ἐν οὐρανῷ ἄστρων, ἐπεὶ καὶ Ἄρκτου καὶ Πλειάδος Ὠρίωνός τε καὶ Ἀρκτούρου, ὃν Ἀρκτοφύλακα καὶ Βοώτην ὀνομάζειν Ἕλλησι φίλον, μνήμη τις οὐχ ἡ τυχοῦσα τοῖς τῶν δηλουμένων ἐμφέρεται γράμμασιν. Ἀλλὰ καὶ τὰ περὶ συστάσεως κόσμου τά τε περὶ τῆς τοῦ παντὸς τροπῆς τε καὶ ἀλλοιώσεως ψυχῆς τε περὶ οὐσίας καὶ λογικῶν ἁπάντων φύσεως ὁρωμένης τε καὶ ἀφανοῦς δημιουργίας τῆς τε καθόλου προνοίας καὶ τούτων ἔτι πρότερον τὰ περὶ τοῦ πρώτου τῶν ὅλων αἰτίου τῆς τε τοῦ δευτέρου θεολογίας καὶ τῶν ἄλλων τῶν διανοίᾳ μόνῃ ληπτῶν τοὺς λόγους καὶ τὰς θεωρίας εὖ μάλα καὶ ἀκριβῶς περιειλήφασιν, ὡς μὴ ἂν ἁμαρτεῖν τοὺς μετὰ ταῦτα παρ´ Ἕλλησι τὴν τούτων φύσιν ἀνηρευνηκότας πρεσβύταις οἷα νεωτέρους κατηκολουθηκέναι φάναι. Ταῦτα μὲν δὴ καὶ περὶ τῆς τοῦ παντὸς φυσιολογίας. Διχῆ δὲ καὶ τὸν περὶ τούτων διαστειλάμενοι λόγον, τὸν μὲν περὶ τῶν αἰσθητῶν οὐκ  εἰς ἄκρον ᾤοντο δεῖν εἰς τοὺς πολλοὺς ἐκφέρειν οὐδέ γε τὰς αἰτίας τῆς τῶν ὄντων φύσεως τὸ δημῶδες πλῆθος ἐκδιδάσκειν, πλὴν ὅσον ἦν ἀναγκαῖον εἰδέναι, ὅτι γε μὴ ἀπηυτομάτισται τὸ πᾶν μηδ´ εἰκῆ καὶ ὡς ἔτυχεν ἐξ ἀλόγου φορᾶς ὑφέστηκεν, ἄγεται δ´ ὑφ´ ἡνιόχῳ θεοῦ λόγῳ καὶ δυνάμει σοφίας ἀρρήτου διακυβερνᾶται. Περὶ δὲ τῶν νοητῶν, ὅτι μέν ἐστι καὶ τίνα ὅπη τε διατάξεως ἔχει δυνάμεώς τε καὶ διαφορᾶς, εἴρηται μὲν καὶ ταῖς ἱεραῖς βίβλοις ἐγκαταβέβληται εἰς ἐξάκουστόν τε τοῖς πᾶσι παραδέδοται, καθ´ ὅσον εἰδέναι χρῆν τοὺς εὐσεβείας μεταποιουμένους εἰς ἀνάληψιν εὐλαβοῦς καὶ σώφρονος βίου. Τὸν δὲ δὴ βαθὺν καὶ λεληθότα περὶ τούτων λόγον ἐν ἀπορρήτοις ζητεῖν τε καὶ διδάσκεσθαι κατελίμπανον τοῖς οἵοις τε τὰ τοιάδε μυεῖσθαι. Βραχέα δέ, ὡς ἐν τύπῳ φάναι, εὖ ἂν ἔχοι καὶ τῆς τούτων διελθεῖν ἐποπτείας τόν τε Πλάτωνα κἀν τούτῳ τὰ φίλα πεφρονηκότα τοῖς δηλουμένοις παραστῆσαι.

θʹ. ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΝΟΗΤΩΝ ΦΥΣΙΟΛΟΓΙΑΣ

Οὐ μὴν ἀλλὰ καὶ ἐπὶ τῆς τῶν νοητῶν καὶ ἀσωμάτων παιδεύσεώς τε καὶ θεωρίας τῷ πανσόφῳ Μωσεῖ καὶ τοῖς Ἑβραίων προφήταις Πλάτων ὁ θαυμάσιος ἐπηκολουθηκέναι διὰ τῶν οἰκείων φωνῶν ἐστι δῆλος, εἴτ´ ἐξ ἀκοῆς εἰς αὐτὸν ἡκούσης μαθών (ἐπεὶ καὶ συνίσταται παρ´ Αἰγυπτίοις τηνικάδε τὰς διατριβὰς πεποιημένος, καθ´ ὃν Ἑβραῖοι τῆς οἰκείας δεύτερον ἀποπεσόντες γῆς Αἰγυπτίοις ἐπεχωρίαζον, Περσῶν ἐπικρατούντων) εἴτε καὶ παρ´ ἑαυτοῦ τῇ τῶν πραγμάτων ἐπιβαλὼν φύσει εἴθ´ ὁπωσοῦν ὑπὸ τοῦ θεοῦ καταξιωθεὶς τῆς γνώσεως.

"Ὁ θεὸς γὰρ αὐτοῖς (φησίν) ἐφανέρωσε. Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους."

Μάθοις δ´ ἂν τὸ εἰρημένον ὧδέ πη διασκοπούμενος·

ιʹ. ΠΕΡΙ ΤΟΥ ΟΝΤΟΣ, ΜΩΣΕΩΣ ΚΑΙ ΠΛΑΤΩΝΟΣ

Μωσέως ἐν ταῖς ἱεροφαντίαις χρησμὸν ἐκ προσώπου τοῦ θεοῦ φήσαντος

"Ἐγώ εἰμι ὁ ὤν. Οὕτως ἐρεῖς τοῖς υἱοῖς Ἰσραήλ· Ὁ ὢν ἀπέσταλκέ με πρὸς ὑμᾶς"

παραθεμένου καὶ τὸν θεὸν ἄντικρυς μόνον ὄντα καὶ τῆσδε κυρίως καὶ ἁρμοδίως ἠξιωμένον τῆς κλήσεως ἀποφηναμένου· πάλιν τε αὖ Σολομῶνος περὶ τῆς τῶν αἰσθητῶν καὶ σωματικῶν γενέσεώς τε καὶ φθορᾶς ἀνειπόντος·

"Τί τὸ γεγονός; Αὐτὸ τὸ γενησόμενον· καὶ τί τὸ πεποιημένον; Αὐτὸ τὸ ποιηθησόμενον. Καὶ οὐκ ἔστι πᾶν πρόσφατον ὑπὸ τὸν ἥλιον, ὃ λαλήσει καὶ ἐρεῖ· Ἴδε τοῦτο καινόν ἐστιν· ἤδη γέγονεν ἐν τοῖς αἰῶσι τοῖς γενομένοις ἀπὸ ἔμπροσθεν ἡμῶν·"

Τούτοις δὲ καὶ ἡμῶν ἀκολούθως εἰς δύο τὸ πᾶν διαιρούντων, εἴς τε νοητὸν καὶ αἰσθητόν, καὶ τὸ μὲν νοητὸν ἀσώματον καὶ λογικὸν τὴν φύσιν ἄφθαρτόν τε καὶ ἀθάνατον εἶναι ὁριζομένων, τὸ δ´ αἰσθητὸν ἐν ῥύσει καὶ φθορᾷ μεταβολῇ τε καὶ τροπῇ τῆς οὐσίας ὑπάρχειν, πάντων δ´ ἐπὶ μίαν ἀρχὴν ἀνακεφαλαιουμένων, ἕν τε εἶναι τὸ ἀγένητον καὶ τὸ κυρίως καὶ ἀληθῶς ὂν δογματιζόντων, τὸ πάντων ἀσωμάτων τε καὶ σωμάτων αἴτιον· θέα τίνα τρόπον οὐ μόνον τὴν διάνοιαν, ἀλλὰ καὶ τὰς λέξεις αὐτὰς καὶ τὰ ῥήματα τῆς Ἑβραίων γραφῆς παραξέσας ὁ Πλάτων ἐξοικειοῦται τὸ δόγμα, πλατύτερον ὧδέ πη διασαφῶν·

"Τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον; Καὶ τί τὸ γινόμενον μὲν ἀεί, ὂν δὲ οὐδέποτε; Τὸ μὲν δὴ νοήσει μετὰ λόγου περιληπτὸν ἀεὶ κατὰ τὰ αὐτὰ ὄν, τὸ δὲ αἰσθήσει ἀλόγῳ δοξαστὸν γινόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν."

Ἆρ´ οὐ σαφῶς πέφηνεν ὁ θαυμάσιος τὸ μὲν παρὰ Μωσεῖ φῆσαν λόγιον

"Ἐγώ εἰμι ὁ ὢν" μεταποιήσας διὰ τοῦ "τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον;"

καὶ τοῦτό γε λευκότερον διασαφήσας ἐν τῷ φάναι μηδ´ ἄλλο εἶναι τὸ ὂν ἢ τὸ οὐ σαρκὸς ὀφθαλμοῖς ὁρώμενον, νῷ δὲ καταλαμβανόμενον. Ἐρωτήσας γοῦν τί τὸ ὄν, αὐτὸς ἑαυτῷ ἀποκρίνεται, λέγων·

"Τὸ μὲν δὴ νοήσει μετὰ λόγου περιληπτὸν ὄν."

τὸ δὲ Σολομώντειον φῆσαν·

"Τί τὸ γεγονός; Αὐτὸ τὸ γενησόμενον· καὶ τί τὸ πεποιημένον; Αὐτὸ τὸ ποιηθησόμενον"

αὐτοῖς σχεδὸν ῥήμασι διερμηνεύσας δῆλος ἂν εἴη λέγων·

"Τὸ δ´ αἰσθήσει ἀλόγῳ δοξαστὸν γινόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν."

Οἷς καὶ ἐπιφέρει·

"Ταῦτα γὰρ πάντα μέρη χρόνου, τὸ ἦν καὶ ἔσται· ἃ δὴ φέροντες λανθάνομεν ἐπὶ τὴν ἀΐδιον οὐσίαν, οὐκ ὀρθῶς. Λέγομεν γὰρ δὴ ὡς ἦν ἐστί τε καὶ ἔσται. Τῇ δὲ τὸ ἔστι μόνον κατὰ τὸν ἀληθῆ λόγον προσήκει· τὸ δὲ ἦν καὶ τὸ ἔσται περὶ τὴν ἐν χρόνῳ γένεσιν οὖσαν πρέπει λέγεσθαι· κινήσεις γάρ ἐστον. τὸ δὲ ἀεὶ κατὰ τὰ αὐτὰ ἔχον ἀκινήτως οὔτε πρεσβύτερον οὔτε νεώτερον προσήκει γίνεσθαι διὰ χρόνον οὐδὲ γενέσθαι ποτὲ οὐδὲ γεγονέναι νῦν οὐδ´ εἰσαῦθις ἔσεσθαι τὸ παράπαν οὐδ´ ὅσα γένεσις τοῖς ἐν αἰσθήσει φερομένοις προσῆψεν, ἀλλὰ χρόνου ταῦτα, αἰῶνα μιμουμένου καὶ κατ´ ἀριθμὸν κυκλουμένου, Γέγονεν εἴδη. Καὶ πρὸς τούτοις ἔτι τὰ τοιάδε, τὸ γεγονὸς εἶναι γεγονὸς καὶ τὸ γιγνόμενον εἶναι γιγνόμενον ἔτι τε τὸ γενησόμενον εἶναι γενησόμενον."

Καὶ ἵνα γε μή τις ἡμᾶς παρερμηνεύειν ἡγήσηται τὰς τοῦ φιλοσόφου φωνάς, ὑπομνήμασι χρήσομαι τῶνδε τῶν λόγων τὴν διάνοιαν ἐκφαίνουσι. πλείους μὲν οὖν εἰς τὴν τούτων ἐπιβεβλήκασι θεωρίαν, ἐμοὶ δ´ ἐξαρκεῖ τὰ νῦν ἀνδρὸς ἐπιφανοῦς Νουμηνίου τοῦ Πυθαγορείου παραθέσθαι λέξεις, ἃς ἐν τῷ Περὶ τἀγαθοῦ δευτέρῳ συγγράμματι ὧδέ πη διέξεισιν·

ιαʹ. ΑΠΟ ΤΟΥ ΠΕΡΙ ΤΑΓΑΘΟΥ ΝΟΥΜΗΝΙΟΥ ΤΟΥ ΠΥΘΑΓΟΡΕΙΟΥ

"Φέρε οὖν ὅση δύναμις ἐγγύτατα πρὸς τὸ ὂν ἀναγώμεθα καὶ λέγωμεν· τὸ ὂν οὔτε ποτὲ ἦν οὔτε ποτὲ μὴ γένηται, ἀλλ´ ἔστιν ἀεὶ ἐν χρόνῳ ὡρισμένῳ, τῷ ἐνεστῶτι μόνῳ. Τοῦτον μὲν οὖν τὸν ἐνεστῶτα εἴ τις ἐθέλει ἀνακαλεῖν αἰῶνα, κἀγὼ συμβούλομαι· τὸν δὲ παρελθόντα χρόνον οἴεσθαι χρὴ ἡμᾶς διαπεφευγότα ἤδη διαπεφευγέναι ἀποδεδρακέναι τε εἰς τὸ εἶναι μηκέτι· ὅ τε αὖ μέλλων ἐστὶ μὲν οὐδέπω, ἐπαγγέλλεται δὲ οἷός τε ἔσεσθαι ἥξειν εἰς τὸ εἶναι. Οὔκουν εἰκός ἐστιν ἑνί γε τρόπῳ νομίζειν τὸ ὂν ἤτοι μὴ εἶναι ἢ μηκέτι ἢ μηδέπω, ὡς τούτου γε οὕτως λεγομένου ἓν γίνεταί τι ἐν τῷ λόγῳ μέγα ἀδύνατον, εἶναί τε ὁμοῦ ταὐτὸν καὶ μὴ εἶναι. Εἰ δὲ οὕτως ἔχει, σχολῇ γ´ ἂν ἄλλο τι εἶναι δύναιτο, τοῦ ὄντος αὐτοῦ μὴ ὄντος κατὰ αὐτὸ τὸ ὄν. Τὸ ἄρα ἂν ἀΐδιόν τε βέβαιόν τε ἐστὶν ἀεὶ κατὰ ταὐτὸν καὶ ταὐτόν. Οὐδὲ γέγονε μέν, ἐφθάρη δὲ οὐδ´ ἐμεγεθύνατο μέν, ἐμειώθη δὲ οὐδὲ μὴ〈ν〉 ἐγένετό πω πλεῖον ἢ ἔλασσον. Καὶ μὲν δὴ τά τε ἄλλα καὶ οὐδὲ τοπικῶς κινηθήσεται· οὐδὲ γὰρ θέμις αὐτῷ κινηθῆναι, οὐδὲ μὲν ὀπίσω οὐδὲ πρόσω, οὔτε ἄνω ποτὲ οὔτε κάτω, οὐδ´ εἰς δεξιὰ οὐδ´ εἰς ἀριστερὰ μεταθεύσεταί ποτε τὸ ὂν οὔτε περὶ τὸ μέσον ποτε ἑαυτοῦ κινηθήσεται, ἀλλὰ μᾶλλον καὶ ἑστήξεται καὶ ἀραρός τε καὶ ἑστηκὸς ἔσται κατὰ ταὐτὰ ἔχον ἀεὶ καὶ ὡσαύτως."

Καὶ ἑξῆς μεθ´ ἕτερα ἐπιλέγει·

"Τοσαῦτα μὲν οὖν μοι πρὸ ὁδοῦ. Αὐτὸς δ´ οὐκέτι σχηματισθήσομαι οὐδ´ ἀγνοεῖν φήσω τὸ ὄνομα τοῦ ἀσωμάτου· καὶ γὰρ κινδυνεύει νῦν ἤδη ἥδιον εἶναι εἰπεῖν μᾶλλον ἢ μὴ εἰπεῖν. Καὶ δῆτα λέγω τὸ ὄνομα αὐτῷ εἶναι τοῦτο τὸ πάλαι ζητούμενον. Ἀλλὰ μὴ γελασάτω τις, ἐὰν φῶ τοῦ ἀσωμάτου εἶναι ὄνομα οὐσίαν καὶ ὄν. Ἡ δὲ αἰτία τοῦ ὄντος ὀνόματός ἐστι τὸ μὴ γεγονέναι μηδὲ φθαρήσεσθαι μηδ´ ἄλλην μήτε κίνησιν μηδεμίαν ἐνδέχεσθαι μήτε μεταβολὴν κρείττω ἢ φαύλην, εἶναι δὲ ἁπλοῦν καὶ ἀναλλοίωτον καὶ ἐν ἰδέᾳ τῇ αὐτῇ καὶ μήτε ἐθελούσιον ἐξίστασθαι τῆς ταὐτότητος μήθ´ ὑφ´ ἑτέρου προσαναγκάζεσθαι. Ἔφη δὲ καὶ ὁ Πλάτων ἐν Κρατύλῳ τὰ ὀνόματα ὁμοιώσει τῶν πραγμάτων εἶναι αὐτὰ ἐπίθετα. Ἔστω οὖν καὶ δεδόχθω εἶναι τὸ ὂν ἀσώματον."

Εἶθ´ ὑποκαταβὰς ἐπιλέγει·

"Τὸ ὂν εἶπον ἀσώματον, τοῦτο δὲ εἶναι τὸ νοητόν. Τὰ μὲν οὖν λεχθέντα, ὅσα μνημονεύειν ἔστι μοι, τοιαῦτα γοῦν ἦν. Τὸν δ´ ἐπιζητοῦντα λόγον ἐθέλω παραμυθήσασθαι, τοσόνδε ὑπειπών, ὅτι ταῦτα τοῖς δόγμασι τοῖς Πλάτωνος εἰ μὴ συμβαίνει, ἀλλ´ ἑτέρου γε χρῆν οἴεσθαί τινος ἀνδρὸς μεγάλου, μέγα δυναμένου, οἵου Πυθαγόρου. Λέγει γοῦν Πλάτων (φέρ´ ἀναμνησθῶ πῶς λέγει)· ’Τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον; Καὶ τί τὸ γινόμενον μέν, ὂν δὲ οὐδέποτε; Τὸ μὲν δὴ νοήσει μετὰ λόγου περιληπτόν, τὸ δ´ αὖ δόξῃ μετὰ αἰσθήσεως ἀλόγου δοξαστόν, γινόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν.‘Ἤρετο γὰρ δή, τί ἐστι τὸ ὄν, φὰς αὐτὸ ἀγένητον ἀναμφιλέκτως. Γένεσιν γὰρ οὐκ ἔφη εἶναι τῷ ὄντι· ἐτρέπετο γὰρ ἄν· τρεπόμενον δὲ οὐκ ἦν ἀΐδιον."

Εἶτα ὑποβάς φησιν·

"Εἰ μὲν δὴ τὸ ὂν πάντως πάντη ἀΐδιόν τέ ἐστι καὶ ἄτρεπτον καὶ οὐδαμῶς οὐδαμῆ ἐξιστάμενον ἐξ ἑαυτοῦ, μένει δὲ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἕστηκε, Τοῦτο δήπου ἂν εἴη τὸ τῇ νοήσει μετὰ λόγου περιληπτόν. Εἰ δὲ τὸ σῶμα ῥεῖ καὶ φέρεται ὑπὸ τῆς εὐθὺ μεταβολῆς, ἀποδιδράσκει καὶ οὐκ ἔστιν. Ὅθεν οὐ πολλὴ μανία μὴ οὐ τοῦτο εἶναι ἀόριστον, δόξῃ δὲ μόνῃ δοξαστὸν καί, ὥς φησι Πλάτων, γινόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν;"

Ταῦτα μὲν οὖν ὁ Νουμήνιος, ὁμοῦ τὰ Πλάτωνος καὶ πολὺ πρότερον τὰ Μωσέως ἐπὶ τὸ σαφὲς διερμηνεύων. Εἰκότως δῆτα εἰς αὐτὸν ἐκεῖνο τὸ λόγιον περιφέρεται, δι´ οὗ φάναι μνημονεύεται·

"Τί γάρ ἐστι Πλάτων ἢ Μωσῆς ἀττικίζων;"

Θέα δὲ πρὸς τούτοις εἰ μὴ τὸν παρόντα νοῦν ἐπὶ πλεῖον καὶ ὁ Πλούταρχος ἐξαπλῶν συντρέχοι ἂν ταῖς τε προκειμέναις φωναῖς τῶν φιλοσόφων καὶ ταῖς αὖθις Ἑβραίων κειμέναις ἐν ἑτέραις θεολογίαις, δι´ ὧν τοτὲ μὲν εἰσάγεται λέγων ὁ χρηματίζων θεός·

"Διότι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν καὶ οὐκ ἠλλοίωμαι·"

Τοτὲ δ´ εἰς αὐτὸν ἀφορῶν ὁ προφήτης ἀποτείνεται, ὅτι δὴ τὰ μὲν ὁρατὰ πάντα τραπείη ἄν ποτε καὶ μεταβληθείη,

"Σὺ δὲ ὁ αὐτὸς εἶ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι."

Σκόπει γοῦν εἰ μὴ ὡς ἐν προτάσει τοῦ τε παρὰ Μωσεῖ φήσαντος

"Ἐγώ εἰμι ὁ ὢν"

καὶ τοῦ

"Ἐγὼ κύριος ὁ θεὸς ὑμῶν καὶ οὐκ ἠλλοίωμαι"

καὶ τοῦ

"Σὺ δὲ ὁ αὐτὸς εἶ"

δόξαι ἂν ὁ Πλούταρχος ἐν τῷ Περὶ τοῦ ΕΙ τοῦ ἐν Δελφοῖς τὴν διάνοιαν ὑφερμηνεύειν, τάδε λέγων πρὸς λέξιν·

ιβʹ. ΠΛΟΥΤΑΡΧΟΥ ΑΠΟ ΤΟΥ ΕΠΙΓΕΓΡΑΜΜΕΝΟΥ ΣΥΓΓΡΑΜΜΑΤΟΣ ΠΕΡΙ ΤΟΥ ΕΝ ΔΕΛΦΟΙΣ ΕΙ

"Οὔτε οὖν ἀριθμὸν οὔτε τάξιν οὔτε σύνδεσμον οὔτε ἄλλο τῶν ἐλλιπῶν μορίων οὐδὲν οἶμαι τὸ γράμμα σημαίνειν· ἀλλ´ ἔστιν αὐτοτελὴς τοῦ θεοῦ προσαγόρευσις καὶ προσφώνησις, ἅμα τῷ ῥήματι τὸν φθεγγόμενον εἰς ἔννοιαν καθιστᾶσα τῆς τοῦ θεοῦ δυνάμεως. Ὁ γὰρ θεὸς ἕκαστον ἡμῶν τῶν ἐνταῦθα προσιόντων οἷον ἀσπαζόμενος προσαγορεύει <τὸ γνῶθι σαυτόν>, ὃ τοῦ <χαῖρε δὴ> οὐθὲν μεῖόν ἐστιν· ἡμεῖς δὲ πάλιν ἀμειβόμενοι τὸν θεὸν <εἶ> φαμεν, ὡς ἀληθῆ καὶ ἀψευδῆ καὶ μόνην μόνῳ προσήκουσαν τὴν τοῦ εἶ προσαγόρευσιν ἀποδιδόντες. Ἡμῖν μὲν γὰρ ὄντως τοῦ εἶναι μέτεστιν οὐδέν, ἀλλὰ πᾶσα θνητὴ φύσις ἐν μέσῳ φθορᾶς καὶ γενέσεως γενομένη φάσμα παρέχει καὶ δόκησιν ἀμυδρὰν καὶ ἀβέβαιον αὑτῆς. ἂν δὲ τὴν διάνοιαν ἐπερείσῃ τις λαβέσθαι βουλόμενος, ὥσπερ ἡ σφοδρὰ περίδραξις ὕδατος τῷ πιέζειν καὶ εἰς ταὐτὸ συνάγειν διαρρέον ἀπόλλυσι τὸ περιλαμβανόμενον, οὕτω τῶν παθητῶν καὶ μεταβλητῶν ἑκάστου τὴν ἄγαν ἐνάργειαν ὁ λόγος διώκων ἀποσφάλλεται, τῇ μὲν εἰς τὸ γινόμενον αὐτοῦ, τῇ δὲ εἰς τὸ φθειρόμενον, οὐδενὸς λαβέσθαι μένοντος οὐδὲ ὄντος ὄντως δυνάμενος. ’ποταμῷ γὰρ οὐκ ἔστιν ἐμβῆναι δὶς τῷ αὐτῷ‘ καθ´ Ἡράκλειτον οὐδὲ θνητῆς οὐσίας δὶς ἅψασθαι κατὰ ἕξιν, ἀλλ´ ὀξύτητι καὶ τάχει μεταβολῆς σκίδνησι καὶ πάλιν συνάγει, μᾶλλον δὲ οὐδὲ πάλιν οὐδὲ ὕστερον, ἀλλ´ ἅμα συνίσταται καὶ ἀπολείπει καὶ πρόσεισι καὶ ἄπεισιν. Ὅθεν οὐδὲ εἰς τὸ εἶναι περαίνει τὸ γινόμενον αὐτῆς, τῷ μηδέποτε λήγειν μηδ´ ἵστασθαι τὴν γένεσιν, ἀλλ´ ἀπὸ σπέρματος ἀεὶ μεταβάλλουσαν ἔμβρυον ποιεῖν, εἶτα βρέφος, εἶτα παῖδα, μειράκιον ἐφεξῆς, νεανίσκον, ἄνδρα, πρεσβύτην, γέροντα, τὰς πρώτας φθείρουσαν γενέσεις καὶ ἡλικίας ταῖς ἐπιγινομέναις. Ἀλλ´ ἡμεῖς ἕνα φοβούμεθα γελοίως θάνατον, ἤδη τοσούτους τεθνηκότες καὶ θνήσκοντες. Οὐ γὰρ μόνον, ὡς Ἡράκλειτος ἔλεγε, ’πυρὸς θάνατος ἀέρι γένεσις‘, ἀλλ´ ἔτι σαφέστερον ἐπ´ αὐτῶν ἡμῶν· φθείρεται μὲν ὁ ἀκμάζων γενομένου γέροντος, ἐφθάρη δὲ ὁ νέος εἰς τὸν ἀκμάζοντα καὶ ὁ παῖς εἰς τὸν νέον, εἰς δὲ τὸν παῖδα τὸ νήπιον, ὁ δὲ χθὲς εἰς τὸν σήμερον τέθνηκεν, ὁ δὲ σήμερον εἰς τὸν αὔριον· μένει δὲ οὐδὲ εἷς οὐδὲ ἔστιν εἷς, ἀλλὰ γινόμεθα πολλοί, περὶ ἕν τι φάντασμα καὶ κοινὸν ἐκμαγεῖον ὕλης περιελαυνομένης καὶ ὀλισθαινούσης. Ἐπεὶ πῶς οἱ αὐτοὶ μένοντες ἑτέροις χαίρομεν νῦν, ἑτέροις πρότερον, τἀναντία φιλοῦμεν καὶ μισοῦμεν καὶ θαυμάζομεν καὶ ψέγομεν, ἄλλοις χρώμεθα λόγοις, ἄλλοις πάθεσιν, οὐκ εἶδος, οὐ μορφήν, οὐ διάνοιαν ἔτι τὴν αὐτὴν ἔχοντες; Οὔτε γὰρ ἄνευ μεταβολῆς ἕτερα πάσχειν εἰκὸς οὔτε μεταβάλλων ὁ αὐτὸς ἂν εἴη. Εἰ δὲ ὁ αὐτὸς οὐκ ἔστιν, οὐδ´ ἔστιν ἀλλ´ 〈ἢ〉 ἐκ τοῦ αὐτὸν μεταβάλλειν, γινόμενος ἕτερος ἐξ ἑτέρου· ψεύδεται δὲ ἡ αἴσθησις ἀγνοίᾳ τοῦ ὄντος εἶναι τὸ φαινόμενον. Τί οὖν ὄντως ὄν ἐστιν; Τὸ ἀΐδιον καὶ ἀγένητον καὶ ἄφθαρτον, ᾧ χρόνος οὐδεὶς μεταβολὴν ἐπάγει. Κινητὸν γάρ τι καὶ κινουμένῃ συμφανταζόμενον ὕλῃ καὶ ῥέον αἰεὶ καὶ μὴ στέγον ὥσπερ ἀγγεῖον φθορᾶς καὶ γενέσεως ὁ χρόνος. Οὗ δὴ τὸ μὲν ἔπειτα καὶ τὸ πρότερον καὶ τὸ ἔσται λεγόμενον καὶ τὸ γέγονεν αὐτόθεν ἐξομολόγησίς ἐστι  τοῦ μὴ ὄντος. Τὸ γὰρ ἐν τῷ εἶναι μηδέποτε γεγονὸς ἢ πεπαυμένον ἤδη τοῦ εἶναι λέγειν ὡς ἔστιν, εὔηθες καὶ ἄτοπον. Ἐν ᾧ δὲ μάλιστα τὴν νόησιν ἐπερείδοντες τοῦ χρόνου τὸ <ἐνέστηκε> καὶ τὸ <πάρεστι> καὶ τὸ <νῦν> φθεγγόμεθα, τοῦτ´ αὖ πάλιν ἐκδυόμενος ὁ λόγος ἀπόλλυσιν. Ἐκθλίβεται γὰρ εἰς τὸ μέλλον καὶ τὸ παρῳχημένον, ὥσπερ αὐγὴ βουλομένοις ἰδεῖν, ἐξ ἀνάγκης διιστάμενον. Εἰ δὲ ταὐτὰ τῷ μετροῦντι πέπονθεν ἡ μετρουμένη φύσις, οὐδὲ αὐτὴ μένον οὐδὲ ὄν ἐστι, ἀλλὰ γινομένη καὶ φθειρομένη κατὰ τὴν πρὸς τὸν χρόνον συννέμησιν. Ὅθεν οὐδὲν τοιοῦτον ἔστιν ἐπὶ τοῦ ὄντος λέγειν ὡς ἦν ἢ ἔσται· ταῦτα γὰρ ἐγκλίσεις τινὲς καὶ μεταβάσεις καὶ παραλλάξεις τοῦ μένειν ἐν τῷ εἶναι μὴ πεφυκότος. Ἀλλ´ ἔστιν ὁ θεός, εἰ χρὴ φάναι, καὶ ἔστι κατ´ οὐδένα χρόνον, ἀλλὰ κατὰ τὸν αἰῶνα τὸν ἀκίνητον καὶ ἄχρονον καὶ ἀνέγκλιτον καὶ οὗ πρότερον οὐδέν ἐστιν οὐδὲ ὕστερον οὐδὲ μέλλον οὐδὲ παρῳχημένον οὐδὲ πρεσβύτερον οὐδὲ νεώτερον· ἀλλ´ εἷς ὢν ἑνὶ τῷ νῦν τὸ ἀεὶ πεπλήρωκε· καὶ μόνον ἐστὶ τὸ κατ´ αὐτὸ ὄντως ὄν, οὐ γεγονὸς οὐδὲ ἐσόμενον οὐδὲ ἀρξάμενον οὐδὲ παυσόμενον. Οὕτως οὖν αὐτὸ δεῖ σεβομένους ἀσπάζεσθαι καὶ προσαγορεύειν ἢ καὶ νὴ Δί´, ὡς ἔνιοι τῶν παλαιῶν, ’εἶ ἕν.‘ οὐ γὰρ πολλὰ τὸ θεῖόν ἐστιν ὡς ἡμῶν ἕκαστος, ἐκ μυρίων διαφορῶν ἐν πάθεσι γινομένων ἄθροισμα παντοδαπὸν καὶ πανηγυρικὸν μεμιγμένον· ἀλλ´ ἓν εἶναι δεῖ τὸ ὄν, ὥσπερ ὂν τὸ ἕν· ἡ δὲ ἑτερότης, διαφορὰ τοῦ ὄντος, εἰς γένεσιν ἐξίσταται τοῦ μὴ ὄντος."

ιγʹ. ΟΤΙ ΑΡΡΗΤΟΝ ΤΟ ΘΕΙΟΝ

Μωσέως καὶ τῶν παρ´ Ἑβραίοις προφητῶν ἁπάντων ἄρρητον εἶναι τὸ θεῖον διδασκόντων καὶ τῆς ἀρρήτου προσηγορίας τὸ σύμβολον διὰ τῆς  παρ´ αὐτοῖς ἀνεκφωνήτου σημειώσεως ὑποφαινόντων, τούτοις καὶ ὁ Πλάτων συμφώνως αὐτοῖς ῥήμασιν ἐν τῇ μεγάλῃ Ἐπιστολῇ οἷά φησιν ἄκουε·

"Ῥητὸν γὰρ οὐδαμῶς ἐστιν ὡς ἄλλα μαθήματα, ἀλλ´ ἐκ πολλῆς συνουσίας γιγνομένης περὶ τὸ πρᾶγμα αὐτὸ καὶ τοῦ συζῆν ἐξαίφνης οἷον ἀπὸ πυρὸς πηδήσαντος ἐξαφθὲν φῶς τῇ ψυχῇ γενόμενον αὐτὸ ἑαυτὸ ἤδη τρέφει."

Καὶ τόδε δὲ τοῦ φωτὸς τὸ παράδειγμα προλαβὼν ἄλλος Ἑβραίων προφήτης παρέστησεν εἰπών·

"Ἐσημειώθη ἐφ´ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε."

καὶ ἄλλος πάλιν·

 "Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς."

ιδʹ. ΟΤΙ ΘΕΟΣ ΕΙΣ ΕΣΤΙ ΜΟΝΟΣ

Μωσέως περὶ τοῦ τῶν ὅλων θεοῦ φήσαντος·

"Ἄκουε, Ἰσραήλ, κύριος ὁ θεὸς ἡμῶν, κύριος εἶς ἐστι,"

Πάλιν ὁ Πλάτων τούτῳ συντρέχων ἕνα θεὸν εἶναι ὡς καὶ οὐρανὸν ἕνα διδάσκει, ὧδέ πη λέγων ἐν Τιμαίῳ·

"Πότερον οὖν ὀρθῶς ἕνα οὐρανὸν προσειρήκαμεν ἢ πολλοὺς καὶ ἀπείρους λέγειν ἦν ὀρθότερον; Ἕνα, εἴπερ κατὰ τὸ παράδειγμα δεδημιουργημένος ἔσται. Τὸ γὰρ περιέχον πάντα, ὁπόσα νοητὰ ζῷα, μεθ´ ἑτέρου δεύτερον οὐκ ἄν ποτε εἴη."

Δῆλος δέ ἐστιν ἕνα θεὸν εἰδώς, εἰ καὶ συνήθως Ἕλλησι τῇ τῶν πλειόνων εἴωθε χρῆσθαι προσηγορίᾳ, καὶ ἀπὸ τῆς πρὸς Διονύσιον Ἐπιστολῆς ἐν ᾗ σύμβολα διδοὺς τῶν τε διὰ σπουδῆς αὐτῷ γραφομένων ἐπιστολῶν καὶ τῶν ἄλλως ἀπερριμμένων, τῶν μὲν μηδὲν ἐχουσῶν σπουδαῖον σημεῖον τὸ τῶν θεῶν ὄνομα προτάξειν ἔφησε, τῶν δὲ πεφροντισμένως αὐτῷ συνταττομένων τὸ τοῦ θεοῦ. Λέγει δ´ οὖν ὧδε κατὰ λέξιν·

"Περὶ δὲ δὴ τοῦ ξυμβόλου τοῦ περὶ τὰς ἐπιστολάς, ὅσας τε ἂν ἐπιστέλλω σπουδῇ καὶ ὅσας μή, οἶμαι μέν σε μεμνῆσθαι, ὅμως δ´ ἐννόει καὶ σφόδρα  πρόσεχε τὸν νοῦν· πολλοὶ γὰρ οἱ κελεύοντες γράφειν, οὓς οὐ ῥᾴδιον φανερῶς διωθεῖσθαι. Τῆς μὲν οὖν σπουδαίας ἐπιστολῆς ὁ θεὸς ἄρχει, θεοὶ δὲ τῆς ἧττον."

Διαρρήδην δὲ ὁ αὐτὸς ὁμολογεῖ ἐκ παλαιῶν τὸ περὶ τοῦ θεοῦ δόγμα μεμαθηκέναι, λέγων ἐν τοῖς Νόμοις·

"Ὁ μὲν δὴ θεός, ὡς καὶ ὁ παλαιὸς λόγος, ἀρχὴν καὶ τελευτὴν καὶ μέσα τῶν ὄντων ἁπάντων ἔχων, εὐθείᾳ περαίνει κατὰ φύσιν περιπορευόμενος. Τῷ δ´ αἰεὶ ξυνέπεται δίκη, τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρός· ἧς ὁ μὲν εὐδαιμονήσειν μέλλων ἐχόμενος ξυνέπεται ταπεινὸς καὶ κεκοσμημένος· εἰ δέ τις ἐξαρθεὶς ὑπὸ μεγαλαυχίας ἢ χρήμασιν ἐπαιρόμενος ἢ τιμαῖς ἢ καὶ σώματος εὐμορφίᾳ ἅμα νεότητι καὶ ἀνοίᾳ φλέγεται τὴν ψυχὴν μεθ´ ὕβρεως, ὡς δὴ οὔτε ἄρχοντος οὔτε τινὸς ἡγεμόνος δεόμενος, ἀλλὰ καὶ ἄλλοις ἱκανὸς ὢν ἡγεῖσθαι, καταλείπεται ἔρημος θεοῦ, καταλειφθεὶς δὲ καὶ ἔτι ἄλλους τοιούτους προσλαβὼν σκιρτᾷ ταράττων πάντα ἅμα καὶ πολλοῖς τισιν ἔδοξεν εἶναί τις, μετὰ δὲ χρόνον οὐ πολὺν ὑποσχὼν τιμωρίαν οὐ μεμπτὴν τῇ δίκῃ ἑαυτόν τε καὶ οἶκον καὶ πόλιν ἄρδην ἀνάστατον ἐποίησε."

Ταῦτα ὁ Πλάτων. Σὺ δέ γε τῷ

"Ὁ μὲν δὴ θεὸς ἀρχὴν καὶ τελευτὴν καὶ μέσα τῶν ὄντων ἁπάντων ἔχων"

παράθες ἀπὸ τῆς Ἑβραίων προφητείας τὸ

"Ἐγὼ θεὸς πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα,"

τῷ δὲ

"Εὐθείᾳ περαίνει κατὰ φύσιν ἐπιπορευόμενος"

τὸ

"Εὐθύτητας εἶδε τὸ πρόσωπον αὐτοῦ"·

καὶ πρὸς τὸ

"Τῷ δ´ αἰεὶ ξυνέπεται δίκη τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρὸς"

σύγκρινον τὸ

"Δίκαιος κύριος καὶ δικαιοσύνας ἠγάπησε"

καὶ τὸ

"Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει κύριος"

καὶ τὸ

"Διότι ἔκδικος κύριος καὶ ἀνταποδίδωσι τοῖς περισσῶς ποιοῦσιν ὑπερηφανίαν·"

τῷ δὲ

"Ἧς ὁ εὐδαιμονήσειν μέλλων ἐχόμενος ξυνέπεται ταπεινὸς καὶ κεκοσμημένος"

ἑπόμενόν ἐστι τὸ

"Ὀπίσω κυρίου τοῦ θεοῦ σου πορεύσῃ·"

τῷ δὲ

"ὁ δ´ ἐξαρθεὶς ὑπὸ μεγαλαυχίας καταλείπεται ἔρημος θεοῦ"

τὸ

"Ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν"

καὶ

"Χαρμονὴ δὲ ἀσεβῶν πτῶμα ἐξαίσιον."

ταῦτα μὲν οὖν ἀπὸ μυρίων σμικρὰ περὶ τοῦ ἐπὶ πάντων θεοῦ. Θέα δὲ καὶ τὰ περὶ τοῦ δευτέρου αἰτίου·

ιεʹ. ΠΕΡΙ ΤΟΥ ΔΕΥΤΕΡΟΥ ΑΙΤΙΟΥ

Τὰ μὲν δὴ περὶ τοῦ πρώτου τῶν ὅλων αἰτίου τοῦτον ἡμῖν ἀνωμολογήσθω τὸν τρόπον. Ἐπίσκεψαι δὲ καὶ τὰ περὶ τοῦ δευτέρου, ὃν δὴ θεοῦ λόγον καὶ θεὸν ἐκ θεοῦ εἶναι τὰ Ἑβραίων παιδεύει λόγια, καθάπερ καὶ ἡμεῖς αὐτοὶ θεολογεῖν δεδιδάγμεθα. Ὁ μὲν οὖν Μωσῆς διαρρήδην δύο θεολογεῖ κυρίους, ἐν οἷς φησι·

"Καὶ ἔβρεξε κύριος παρὰ κυρίου πῦρ καὶ θεῖον ἐπὶ τὴν τῶν ἀσεβῶν πόλιν,"

Ἔνθα συνήθως ἐπὶ τῶν δύο τὴν ὁμοίαν τῶν παρ´ Ἑβραίοις χαρακτήρων ἐποιήσατο παράθεσιν· αὕτη δέ ἐστιν ἡ διὰ τῶν τεσσάρων στοιχείων ἀνεκφώνητος παρ´ αὐτοῖς θεολογία. Τούτῳ δὲ καὶ Δαβίδ, ἄλλος προφήτης ὁμοῦ καὶ βασιλεὺς Ἑβραίων, συνᾴδων φησίν·

"Εἶπεν ὁ κύριος τῷ κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου,"

Τὸν μὲν ἀνωτάτω θεὸν διὰ τοῦ πρώτου κυρίου, τὸν δὲ τούτου δεύτερον διὰ τῆς δευτέρας ὑποφήνας προσηγορίας. Τίνι γὰρ ἄλλῳ θέμις ὑπονοεῖν τὰ δεξιὰ τῆς ἀγεννήτου θεότητος παραχωρεῖσθαι ἢ μόνῳ τῷ περὶ οὗ ὁ λόγος; Ὃν ὁ αὐτὸς προφήτης ἐν ἑτέροις λευκότερον διασαφεῖ Λόγον τοῦ Πατρὸς δημιουργικὸν τῶν ὅλων ὑφιστάμενος εἶναι τὸν θεολογούμενον, ἐν οἷς φησι·

"Τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν."

Καὶ σωτῆρα δὲ τὸν αὐτὸν τῶν δεομένων τῆς παρ´ αὐτοῦ θεραπείας εἰσάγει, λέγων·

"Ἀπέστειλε τὸν λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτούς."

Καὶ ὁ τούτου δὲ παῖς ὁμοῦ καὶ διάδοχος Σολομῶν, ἑτέρῳ προσρήματι τὴν αὐτὴν παριστὰς διάνοιαν, ἀντὶ λόγου σοφίαν εἰπών, τάδε ὡς ἐξ αὐτῆς προσώπου διέξεισιν·

"Ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην."

Εἶθ´ ἑξῆς ἐπιλέγει·

"Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ· πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι, πρὸ τοῦ ὄρη ἑδρασθῆναι· πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. Ἡνίκα ἡτοίμαζε τὸν οὐρανόν, συμπαρήμην αὐτῷ."

Τοῦ δ´ αὐτοῦ πάλιν καὶ τάδε ἐστίν·

"Ὁ θεὸς ἐν τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν, ἡτοίμασε δὲ οὐρανοὺς ἐν φρονήσει."

Ἔτι δὲ καὶ τάδε λέγεται εἶναι τοῦ αὐτοῦ·

"Ὅσα ἐστὶ κρυπτὰ καὶ ἐμφανῆ ἔγνων· ἡ γὰρ πάντων τεχνῖτις ἐδίδαξέ με σοφία."

Εἶτ´ ἐπιλέγει·

"Τί δέ ἐστι σοφία καὶ πῶς ἐγένετο, ἀπαγγελῶ καὶ οὐκ ἀποκρύψω ὑμῖν μυστήρια, ἀλλ´ ἐξ ἀρχῆς γενέσεως ἐξιχνιάσω."

Καὶ ἑξῆς διασαφεῖ τὰ τοιάδε·

"Ἔστι γὰρ αὕτη πνεῦμα νοερόν, ἅγιον, μονογενές, πολυμερές, λεπτόν, εὐκίνητον, τρανόν, ἀμόλυντον, παντοδύναμον, πανεπίσκοπον καὶ διὰ πάντων χωροῦν πνευμάτων νοερῶν, καθαρῶν, λεπτοτάτων. Πάσης γὰρ κινήσεως κινητικώτερον σοφία. Διήκει δὲ καὶ χωρεῖ διὰ πάντων διὰ τὴν καθαρότητα. Ἀτμὶς γάρ ἐστι τῆς τοῦ θεοῦ δυνάμεως καὶ ἀπόρροια τῆς τοῦ παντοκράτορος δόξης εἰλικρινής. Διὰ τοῦτο οὐδὲν μεμολυσμένον εἰς αὐτὴν παρεμπίπτει. Ἀπαύγασμα γάρ ἐστι φωτὸς ἀϊδίου καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ θεοῦ ἐνεργείας καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ. Διατείνει δὲ ἀπὸ πέρατος εἰς πέρας εὐρώστως καὶ διοικεῖ τὰ πάντα χρηστῶς."

Ταῦτα μὲν ἡ γραφή. Τὴν δὲ τοῦ δόγματος διάνοιαν Φίλων ὁ Ἑβραῖος λευκότερον ἑρμηνεύων τοῦτον παρίστησι τὸν τρόπον·

ιϚʹ. ΦΙΛΩΝΟΣ ΠΕΡΙ ΤΟΥ ΔΕΥΤΕΡΟΥ ΑΙΤΙΟΥ

"Εὐπρεπὲς γὰρ τοῖς ἑταιρείαν πρὸς ἐπιστήμην θεμένοις ἐφίεσθαι μὲν τοῦ τὸ ὂν ἰδεῖν· εἰ δὲ μὴ δύναιντο, τὴν γοῦν εἰκόνα αὐτοῦ τὸν ἱερώτατον λόγον."

Ἐν τῷ δ´ αὐτῷ συγγράμματι καὶ τάδε φησί·

"Κἂν μηδέπω μέντοι τυγχάνῃ τις ἀξιόχρεως υἱὸς θεοῦ προσαγορεύεσθαι, σπουδαζέτω κοσμεῖσθαι κατὰ τὸν πρωτόγονον αὐτοῦ λόγον, τὸν ἀγγέλων πρεσβύτατον, ὡς ἂν ἀρχάγγελον πολυώνυμον ὑπάρχοντα· καὶ γὰρ ἀρχὴ καὶ ὄνομα θεοῦ καὶ λόγος καὶ ὁ κατ´ εἰκόνα ἄνθρωπος καὶ ὁ ὁρῶν Ἰσραὴλ προσαγορεύεται. Διὸ προήχθην ὀλίγῳ πρότερον ἐπαινέσαι τὰς ἀρετὰς τῶν φασκόντων ὅτι ’πάντες ἐσμὲν υἱοὶ ἑνὸς ἀνθρώπου.‘ Καὶ γὰρ εἰ μή πω ἱκανοὶ θεοῦ παῖδες νομίζεσθαι γεγόναμεν, ἀλλά τοι τῆς ἀειδοῦς εἰκόνος αὐτοῦ λόγου τοῦ ἱερωτάτου· θεοῦ γὰρ εἰκὼν λόγος ὁ πρεσβύτατος."

Καὶ πάλιν ἐπιλέγει·

"Ἤκουσα μέντοι καὶ τῶν Μωσέως ἑταίρων τινὸς ἀποφθεγξαμένου τοιόνδε λόγιον· ’Ἰδοὺ ἄνθρωπος ᾧ ὄνομα Ἀνατολή·‘ καινοτάτη πρόσρησις, ἐάν γε τὸν ἐκ σώματος καὶ ψυχῆς συνεστῶτα λέγεσθαι νομίσῃς, ἐὰν δὲ τὸν ἀσώματον ἐκεῖνον θείας ἰδέαν φοροῦντα εἰκόνος ὁμολογήσεις ὅτι εὐθυβολώτατον ὄνομα ἐπεφημίσθη τὸ Ἀνατολῆς αὐτῷ. Τοῦτον μὲν γὰρ πρεσβύτατον υἱὸν ὁ τῶν ὅλων ἀνέτειλε πατήρ, ὃν ἑτέρωθι πρωτόγονον ὠνόμασε. Καὶ ὁ γεννηθεὶς μέντοι μιμούμενος τὰς τοῦ πατρὸς ὁδοὺς πρὸς παραδείγματα ἀρχέτυπα τὰ ἐκείνου βλέπων ἐμόρφου τὰ εἴδη."

Ταῦτά μοι ἀπὸ τοῦ Ἑβραίου Φίλωνος ἐνταῦθα κείσθω, ληφθέντα ἐκ συγγράμματος ᾧ τέθειται ἐπιγραφὴ Περὶ τοῦ τὸ χεῖρον τῷ κρείττονι φιλεῖν ἐπιτίθεσθαι. Ἤδη δέ μοι καὶ ἄλλοτε τὰ τῆς τῶν παλαιῶν Ἑβραίων εὐσεβείας δόγματα παρατιθεμένῳ ἐν τοῖς τῆς Εὐαγγελικῆς Προπαρασκευῆς καὶ τὰ περὶ τοῦ δευτέρου αἰτίου διείληπται αὐτάρκως, ἐφ´ ἃ καὶ νῦν τοὺς φιλομαθεῖς ἀναπέμψω. Τοσούτων οὖν παρ´ Ἑβραίοις καὶ τόνδε τὸν τρόπον περὶ τοῦ δευτέρου τῶν ὅλων αἰτίου τεθεολογημένων καιρὸς ἤδη καὶ τοῦ Πλάτωνος ἐν Ἐπινομίδι τάδε λέγοντος ἐπακοῦσαι·

ιζʹ. ΠΛΑΤΩΝΟΣ ΠΕΡΙ ΤΟΥ ΔΕΥΤΕΡΟΥ ΑΙΤΙΟΥ

"Καὶ τιμὰς ἀποδιδῶμεν μὴ τῷ μὲν ἐνιαυτόν, τῷ δὲ μῆνα, τοῖς δὲ μή τινα μοῖραν τάττωμεν μηδέ τινα χρόνον, ἐν ᾧ διεξέρχεται τὸν αὑτοῦ πόλον, συναποτελῶν κόσμον, ὃν ἔταξε λόγος ὁ πάντων θειότατος· ὃν ὁ μὲν εὐδαίμων πρῶτον μὲν ἐθαύμασεν, ἔπειτα δὲ ἔρωτα ἔσχε τοῦ καταμαθεῖν ὁπόσα θνητῇ φύσει δυνατά."

Καὶ ἐν Ἐπιστολῇ δὲ τῇ πρὸς Ἑρμείαν Ἔραστόν τε καὶ Κορίσκον εὖ μάλα πεφυλαγμένως τέθειται τὸ δόγμα, ὧδε πρὸς λέξιν ἐπιστέλλων·

"Ταύτην τὴν ἐπιστολὴν πάντας ὑμᾶς τρεῖς ὄντας ἀναγνῶναι χρή, μάλιστα μὲν ἀθρόους, εἰ δὲ μή, κατὰ δύο κοινῇ κατὰ δύναμιν ὡς οἷόν τέ ἐστι πλειστάκις, καὶ χρῆσθαι συνθήκῃ καὶ νόμῳ [καὶ] κυρίῳ τούτῳ, ὅ ἐστι δίκαιον, ἐπομνύντας σπουδῇ τε ἅμα μὴ ἀμούσῳ καὶ τῇ τῆς σπουδῆς ἀδελφῇ παιδείᾳ, καὶ τὸν πάντων θεὸν ἡγεμόνα τῶν τε ὄντων καὶ τῶν μελλόντων τοῦ τε ἡγεμόνος καὶ αἰτίου πατέρα κύριον ἐπομνύντας· ὅν, ἐὰν ὀρθῶς φιλοσοφῶμεν, εἰσόμεθα πάντες σαφῶς εἰς δύναμιν ἀνθρώπων εὐδαιμόνων."

Ἆρά σοι δοκεῖ ταῦτα λέγων ὁ Πλάτων τοῖς Ἑβραίων ἐπηκολουθηκέναι δόγμασιν, ἢ πόθεν ἄλλοθεν ἐπῆλθεν αὐτῷ τοῦ πάντων τῶν γενητῶν αἰτίου  κρείττονα ἄλλον θεόν, τὸν δὴ καὶ πατέρα τοῦ πανηγεμόνος, προσειπεῖν; Πόθεν δ´ αὐτῷ τὸ τοῦ Κυρίου ἐπὶ τοῦ Πατρὸς τοῦ δημιουργοῦ τάξαι ὄνομα, μηδενός πω πρὸ αὐτοῦ Ἑλλήνων ἀκοαῖς, ἀλλὰ μηδὲ εἰς νοῦν ταῦτα καταβεβλημένου; Εἰ δὲ καὶ ἑτέρων ἡμῖν πάλιν μαρτύρων δεῖ εἰς ἀναμφίλεκτον παράστασιν τῆς τε τοῦ φιλοσόφου διανοίας καὶ τῆς τοῦ λόγου κατασκευῆς, ἐπάκουσον οἷά σοι Πλωτῖνος ἐν οἷς περὶ τῶν τριῶν ἀρχικῶν ὑποστάσεων συνέταξε διασαφεῖ γράφων·

ιηʹ. ΠΛΩΤΙΝΟΥ ΠΕΡΙ ΤΟΥ ΔΕΥΤΕΡΟΥ ΑΙΤΙΟΥ

"Κόσμον αἰσθητὸν τόνδε εἴ τις θαυμάζει, εἴς τε τὸ μέγεθος καὶ τὸ κάλλος καὶ τὴν τάξιν τῆς φορᾶς τῆς ἀϊδίου βλέπων καὶ θεοὺς τοὺς ἐν αὐτῷ, τοὺς μὲν ὁρωμένους, τοὺς δὲ καὶ ἀφανεῖς ὄντας, καὶ δαίμονας καὶ ζῷα φυτά τε πάντα, ἐπὶ τὸ ἀρχέτυπον αὐτοῦ καὶ τὸ ἀληθινώτερον ἀναβὰς κἀκεῖ πάντα ἰδέτω νοητὰ καὶ παρ´ αὐτῶν ἀΐδια ἐν οἰκείᾳ συνέσει καὶ ζωῇ καὶ τούτων τὸν ἀκήρατον νοῦν προστάτην καὶ σοφίαν ἀμήχανον."

Εἶθ´ ἑξῆς τούτοις ἐπιφέρει λέγων·

"Τίς οὖν ὁ τοῦτον γεννήσας; Ὁ ἁπλοῦς καὶ ὁ πρὸ τοῦ τοιούτου, ὁ αἴτιος τοῦ καὶ εἶναι καὶ πολὺν εἶναι τοῦτον, ὁ τὸν ἀριθμὸν ποιῶν· ὁ γὰρ ἀριθμὸς οὐ πρῶτος· καὶ γὰρ πρὸ τῆς δυάδος τὸ ἕν· δεύτερον δὲ δυὰς καὶ παρὰ τοῦ ἑνὸς γενομένη."

Καὶ πάλιν ὑποβὰς ἐπιλέγει·

"Πῶς οὖν καὶ τί δεῖ νοῆσαι περὶ ἐκεῖνο μένον; Περίλαμψιν ἐξ αὐτοῦ μέν, ἐξ αὐτοῦ δὲ μένοντος· οἷον ἡλίου τὸ περὶ αὐτὸν λαμπρὸν φῶς περιθέον ἐξ αὐτοῦ τε αἰεὶ γεννώμενον, μένοντος δέ. Καὶ πάντα τὰ ὄντα ἕως μένει, ἐκ τῆς αὑτῶν οὐσίας ἀναγκαίαν τὴν περὶ αὐτὰ πρὸς τὸ ἔξω αὐτῶν ἐκ τῆς παρούσης δυνάμεως δίδωσιν αὐτῶν ἐξηρτημένην ὑπόστασιν, εἰκόνα οὖσαν οἷον ἀρχετύπων, ὧν ἐξέφυ. Πῦρ μὲν τὴν παρ´ αὑτοῦ θερμότητα καὶ χιὼν οὐκ εἴσω μόνον τὸ ψυχρὸν κατέχει. Μάλιστα δὲ ὅσα εὐώδη μαρτυρεῖ τούτῳ· ἕως γάρ ἐστι, πρόεισί τι ἐξ αὐτῶν περὶ αὐτά, ὧν ἀπολαύει ὑποστάντων ὅ τι πλησίον. Καὶ πάντα δὲ ὅσα ἤδη τέλεια γεννᾷ· τὸ δὴ αἰεὶ τέλειον αἰεὶ καὶ ἀΐδιον γεννᾷ· καὶ ἔλαττον δὲ ἑαυτοῦ γεννᾷ. Τί οὖν χρὴ περὶ τοῦ τελειοτάτου λέγειν; Μηδὲν ἀπ´ αὐτοῦ ἢ τὰ μέγιστα μετ´ αὐτό. Μέγιστον δὲ μετ´ αὐτὸ νοῦς καὶ δεύτερον. Καὶ γὰρ ὁρᾷ ὁ νοῦς ἐκεῖνον καὶ δεῖται αὐτοῦ μόνου, ἐκεῖνος δὲ τούτου οὐδέν. Καὶ τὸ γεννώμενον ἀπὸ κρείττονος νοῦ νοῦν εἶναι· καὶ κρείττων ἁπάντων νοῦς, ὅτι τἄλλα μετ´ αὐτόν."

Τούτοις ἑξῆς ἐπιφέρει λέγων·

"Ποθεῖ δὲ πᾶν τὸ γεννῆσαν 〈τὸ γεγεννημένον〉 καὶ τοῦτο ἀγαπᾷ, καὶ μάλιστα ὅταν ὦσι μόνοι τὸ γεννῆσαν καὶ τὸ γεγεννημένον. Ὅταν δὲ καὶ τὸ ἄριστον ᾖ τὸ γεννῆσαν, ἐξ ἀνάγκης σύνεστιν αὐτῷ, ὡς τῇ ἑτερότητι μόνον κεχωρίσθαι. Εἰκόνα δὲ ἐκείνου εἶναι λέγομεν τὸν νοῦν· δεῖ γὰρ σαφέστερον λέγειν."

Καὶ πάλιν τούτοις ἐπιλέγει·

"Καὶ διὰ τοῦτο καὶ τὰ Πλάτωνος τριττά· πάντα περὶ τὸν πάντων βασιλέα φησὶ τὰ πρῶτα καὶ δεύτερον περὶ τὰ δεύτερα καὶ περὶ τὰ τρίτα τρίτον. Λέγει  δὲ καὶ τοῦ αἰτίου εἶναι πατέρα, αἴτιον μὲν τὸν νοῦν λέγων· δημιουργὸς γὰρ ὁ νοῦς αὐτῷ. Τοῦτον δέ φησι τὴν ψυχὴν ποιεῖν ἐν τῷ κρατῆρι ἐκείνῳ. Τοῦ δὲ αἰτίου νοῦ ὄντος πατέρα φησὶ τἀγαθὸν καὶ τὸ ἐπέκεινα νοῦ καὶ ἐπέκεινα οὐσίας. Πολλαχοῦ δὲ τὸ ὂν καὶ τὸν νοῦν τὴν ἰδέαν λέγει. Ὥστε Πλάτωνα εἰδέναι ἐκ μὲν τοῦ ἀγαθοῦ τὸν νοῦν, ἐκ δὲ τοῦ νοῦ τὴν ψυχήν, καὶ εἶναι τοὺς λόγους τούσδε μὴ καινοὺς μηδὲ νῦν, ἀλλὰ πάλαι μὲν εἰρῆσθαι μὴ ἀναπεπταμένως, τοὺς δὲ νῦν λόγους ἐξηγητὰς ἐκείνων γεγονέναι, μαρτυρίοις πιστωσαμένους τὰς δόξας ταύτας παλαιὰς εἶναι τοῖς αὐτοῦ Πλάτωνος γράμμασι."

Ταῦτα μὲν ὁ Πλωτῖνος· ὁ δὲ Νουμήνιος τὰ Πλάτωνος πρεσβεύων ἐν τοῖς Περὶ τἀγαθοῦ τάδε καὶ αὐτὸς περὶ τοῦ δευτέρου αἰτίου λέγων διερμηνεύει·

ιθʹ. ΝΟΥΜΗΝΙΟΥ ΠΕΡΙ ΤΟΥ ΔΕΥΤΕΡΟΥ ΑΙΤΙΟΥ

"Τὸν μέλλοντα δὲ συνήσειν θεοῦ πέρι πρώτου καὶ δευτέρου χρὴ πρότερον διελέσθαι ἕκαστα ἐν τάξει καὶ ἐν εὐθημοσύνῃ τινὶ κἄπειτα ἐπὰν δοκῇ ἤδη εὖ ἔχειν, τότε καὶ δεῖ ἐπιχειρεῖν εἰπεῖν κοσμίως, ἄλλως δὲ μή, ἢ τῷ πρωϊαίτερον πρὶν τὰ πρῶτα γενέσθαι ἁπτομένῳ σποδὸς ὁ θησαυρὸς γίνεσθαι λέγεται. Μὴ δὴ πάθωμεν ἡμεῖς ταὐτόν· θεὸν δὲ προσκαλεσάμενοι ἑαυτοῦ γνώμονα γενόμενον τῷ λόγῳ δεῖξαι θησαυρὸν φροντίδων, ἀρχώμεθα οὕτως· εὐκτέον μὲν ἤδη, διελέσθαι δὲ δεῖ. Ὁ θεὸς ὁ μὲν πρῶτος ἐν ἑαυτοῦ ὤν ἐστιν ἁπλοῦς, διὰ τὸ ἑαυτῷ συγγιγνόμενος διόλου μή ποτε εἶναι διαιρετός· ὁ θεὸς μέντοι ὁ δεύτερος καὶ τρίτος ἐστὶν εἷς· συμφερόμενος δὲ τῇ ὕλῃ δυάδι οὔσῃ ἑνοῖ μὲν αὐτήν, σχίζεται δὲ ὑπ´ αὐτῆς, ἐπιθυμητικὸν ἦθος ἐχούσης καὶ ῥεούσης. Τῷ οὖν μὴ εἶναι πρὸς τῷ νοητῷ (ἦν γὰρ ἂν πρὸς ἑαυτῷ) διὰ τὸ τὴν ὕλην βλέπειν ταύτης ἐπιμελούμενος ἀπερίοπτος ἑαυτοῦ γίνεται. Καὶ ἅπτεται τοῦ αἰσθητοῦ καὶ περιέπει ἀνάγει τε ἔτι εἰς τὸ ἴδιον ἦθος ἐπορεξάμενος τῆς ὕλης."

Καὶ μεθ´ ἕτερά φησι·

"Καὶ γὰρ οὔτε δημιουργεῖν ἐστι χρεὼν τὸν πρῶτον καὶ τοῦ δημιουργοῦντος δὲ θεοῦ χρὴ εἶναι νομίζεσθαι πατέρα τὸν πρῶτον θεόν. Εἰ μὲν οὖν περὶ τοῦ δημιουργικοῦ ζητοῖμεν, φάσκοντες δεῖν τὸν πρότερον ὑπάρξαντα οὕτως ἂν ποιεῖν ἔχειν διαφερόντως, ἐοικυῖα ἡ πρόσοδος αὕτη γεγονυῖα ἂν εἴη τοῦ λόγου· εἰ δὲ περὶ τοῦ δημιουργοῦ μή ἐστιν ὁ λόγος, ζητοῦμεν δὲ περὶ τοῦ πρώτου, ἀφοσιοῦμαί τε τὰ λεχθέντα καὶ ἔστω μὲν ἐκεῖνα ἄρρητα, μέτειμι δὲ ἑλεῖν τὸν λόγον, ἑτέρωθεν θηράσας. Πρὸ μέντοι τοῦ λόγου τῆς ἁλώσεως διομολογησώμεθα ἡμῖν αὐτοῖς ὁμολογίαν οὐκ ἀμφισβητήσιμον ἀκοῦσαι, τὸν μὲν πρῶτον θεὸν ἀργὸν εἶναι ἔργων ξυμπάντων καὶ βασιλέα, τὸν δημιουργικὸν δὲ θεὸν ἡγεμονεῖν δι´ οὐρανοῦ ἰόντα. Διὰ δὲ τούτου καὶ ὁ στόλος ἡμῖν ἐστι, κάτω τοῦ νοῦ πεμπομένου ἐν διεξόδῳ πᾶσι τοῖς κοινωνῆσαι συντεταγμένοις. Βλέποντος μὲν οὖν καὶ ἐπεστραμμένου πρὸς ἡμῶν ἕκαστον τοῦ θεοῦ συμβαίνει ζῆν τε καὶ βιώσκεσθαι τότε τὰ σώματα κηδεύοντα τοῦ θεοῦ τοῖς ἀκροβολισμοῖς· μεταστρέφοντος δὲ εἰς τὴν ἑαυτοῦ περιωπὴν τοῦ θεοῦ ταῦτα μὲν ἀποσβέννυσθαι, τὸν δὲ νοῦν ζῆν βίου ἐπαυρόμενον εὐδαίμονος."

Ταῦτα ὁ Νουμήνιος. σὺ δέ γε παράθες αὐτοῖς τὰ ἀπὸ τῆς τοῦ Δαβὶδ προφητείας πάλαι παρ´ Ἑβραίοις τοῦτον ᾀδόμενα τὸν τρόπον·

"Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας. Ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου· πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτοῖς εὔκαιρον. Δόντος σου αὐτοῖς συλλέξουσιν, ἀνοίξαντός σου τὴν χεῖρα τὰ πάντα πληρωθήσεται χρηστότητος. Ἀποστρέψαντος δέ σου τὸ πρόσωπον ταραχθήσονται. Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς."

Τί γὰρ ταῦτα διαφέροι ἂν τῆς φασκούσης τοῦ φιλοσόφου διανοίας ὡς ἄρα

"Βλέποντος μὲν καὶ ἐπεστραμμένου πρὸς ἡμῶν ἕκαστον τοῦ θεοῦ συμβαίνει ζῆν τε καὶ βιώσκεσθαι τότε τὰ σώματα κηδεύοντα τοῦ θεοῦ τοῖς ἀκροβολισμοῖς, μεταστρέφοντος δὲ εἰς τὴν ἑαυτοῦ περιωπὴν τοῦ θεοῦ ταῦτα ἀποσβέννυσθαι;"

Πάλιν δ´ αὖ τοῦ σωτηρίου λόγου παρ´ ἡμῖν φάντος·

"Ἐγώ εἰμι ἡ ἄμπελος, ὁ πατήρ μου ὁ γεωργός, ὑμεῖς τὰ κλήματα"

Ὁ Νουμήνιος ἐπάκουσον οἷα περὶ τοῦ δευτέρου αἰτίου θεολογεῖ·

"Ὥσπερ δὲ πάλιν λόγος ἐστὶ γεωργῷ πρὸς τὸν φυτεύοντα ἀναφερόμενος, τὸν αὐτὸν λόγον μάλιστά ἐστιν ὁ πρῶτος θεὸς πρὸς τὸν δημιουργόν. Ὁ μέν γε ὢν σπέρμα πάσης ψυχῆς σπείρει εἰς τὰ μεταλαγχάνοντα αὐτοῦ χρήματα ξύμπαντα· ὁ νομοθέτης δὲ φυτεύει καὶ διανέμει καὶ μεταφυτεύει εἰς ἡμᾶς ἑκάστους τὰ ἐκεῖθεν προκαταβεβλημένα."

Καὶ ἑξῆς δὲ πάλιν περὶ τοῦ πῶς ἀπὸ τοῦ πρώτου αἰτίου τὸ δεύτερον ὑπέστη τοιάδε φησίν·

"Ὁπόσα δὲ δοθέντα μέτεισι πρὸς τὸν λαμβάνοντα, ἀπελθόντα ἐκ τοῦ δεδωκότος (ἔστι 〈δὲ〉 θεραπεία, χρήματα, νόμισμα κοῖλον, ἐπίσημον)· ταυτὶ μὲν οὖν ἐστι θνητὰ καὶ ἀνθρώπινα, τὰ δὲ θεῖά ἐστιν οἷα μεταδοθέντα ἐνθένδ´ ἐκεῖθι γεγενημένα ἔνθεν τε οὐκ ἀπελήλυθε κἀκεῖθι γενόμενα τὸν μὲν ὤνησε, τὸν δ´ οὐκ ἔβλαψε καὶ προσώνησε τῇ περὶ ὧν ἠπίστατο ἀναμνήσει. Ἔστι δὲ τοῦτο τὸ καλὸν χρῆμα ἐπιστήμη ἡ καλή, ἧς ὤνατο μὲν ὁ λαβών, οὐκ ἀπολείπεται δ´ αὐτῆς ὁ δεδωκώς. Οἷον ἂν ἴδοις ἐξαφθέντα ἀφ´ ἑτέρου λύχνου λύχνον φῶς ἔχοντα, ὃ μὴ τὸν πρότερον ἀφείλατο ἀλλ´ ἢ τῆς ἐν αὐτῷ ὕλης πρὸς τὸ ἐκείνου πῦρ ἐξαφθείσης. Τοιοῦτον τὸ χρῆμά ἐστι τὸ τῆς ἐπιστήμης, ἣ δοθεῖσα καὶ ληφθεῖσα παραμένει μὲν τῷ δεδωκότι, σύνεστι δὲ τῷ λαβόντι ἡ αὐτή. Τούτου δὲ τὸ αἴτιον, ὦ ξένε, οὐδέν ἐστιν ἀνθρώπινον, ἀλλ´ ὅτι ἕξις τε καὶ οὐσία ἡ ἔχουσα τὴν ἐπιστήμην ἡ αὐτή ἐστι παρά τε τῷ δεδωκότι θεῷ καὶ παρὰ τῷ εἰληφότι ἐμοὶ καὶ σοί. Διὸ καὶ ὁ Πλάτων τὴν σοφίαν ὑπὸ Προμηθέως ἐλθεῖν εἰς ἀνθρώπους μετὰ φανοτάτου τινὸς πυρὸς ἔφη."

Καὶ πάλιν ὑποβὰς ἑξῆς φησιν·

"Εἰσὶ δ´ οὗτοι βίοι ὁ μὲν πρώτου, ὁ δὲ δευτέρου θεοῦ. Δηλονότι ὁ μὲν πρῶτος θεὸς ἔσται ἑστώς, ὁ δὲ δεύτερος ἔμπαλίν ἐστι κινούμενος· ὁ μὲν οὖν πρῶτος περὶ τὰ νοητά, ὁ δὲ δεύτερος περὶ τὰ νοητὰ καὶ αἰσθητά. Μὴ θαυμάσῃς δ´ εἰ τοῦτ´ ἔφην· πολὺ γὰρ ἔτι θαυμαστότερον ἀκούσῃ. Ἀντὶ γὰρ τῆς προσούσης τῷ δευτέρῳ κινήσεως τὴν προσοῦσαν τῷ πρώτῳ στάσιν φημὶ εἶναι κίνησιν σύμφυτον, ἀφ´ ἧς ἥ τε τάξις τοῦ κόσμου καὶ ἡ μονὴ ἡ ἀΐδιος καὶ ἡ σωτηρία ἀναχεῖται εἰς τὰ ὅλα."

Ἔτι τούτοις καὶ ἐν τῷ ἕκτῳ προστίθησι ταῦτα·

"Ἐπειδὴ ᾔδει ὁ Πλάτων παρὰ τοῖς ἀνθρώποις τὸν μὲν δημιουργὸν γινωσκόμενον μόνον, τὸν μέντοι πρῶτον νοῦν, ὅστις καλεῖται αὐτοόν, παντάπασιν ἀγνοούμενον παρ´ αὐτοῖς, διὰ τοῦτο οὕτως εἶπεν, ὥσπερ ἄν τις οὕτω λέγῃ· Ὦ ἄνθρωποι, ὃν τοπάζετε ὑμεῖς νοῦν οὐκ ἔστι πρῶτος, ἀλλὰ ἕτερος πρὸ τούτου νοῦς πρεσβύτερος καὶ θειότερος."

Καὶ μεθ´ ἕτερα ἐπιλέγει·

"Κυβερνήτης μέν που ἐν μέσῳ πελάγει φορούμενος ὑπὲρ πηδαλίων ὑψίζυγος τοῖς οἴαξι διιθύνει τὴν ναῦν ἐφεζόμενος, ὄμματα δ´ αὐτοῦ καὶ νοῦς εὐθὺ τοῦ αἰθέρος ξυντέταται πρὸς τὰ μετάρσια καὶ ἡ ὁδὸς αὐτῷ ἄνω δι´ οὐρανοῦ ἄπεισι, πλέοντι κάτω κατὰ τὴν θάλασσαν· οὕτω καὶ ὁ δημιουργὸς τὴν ὕλην, τοῦ μήτε διακροῦσαι μήτε ἀποπλαγχθῆναι αὐτήν, ἁρμονίᾳ ξυνδησάμενος αὐτὸς μὲν ὑπὲρ ταύτης ἵδρυται, οἷον ὑπὲρ νεὼς ἐπὶ θαλάττης, τῆς ὕλης· τὴν ἁρμονίαν δὲ ἰθύνει, ταῖς ἰδέαις οἰακίζων, βλέπει τε ἀντὶ τοῦ οὐρανοῦ εἰς τὸν ἄνω θεὸν προσαγόμενον αὐτοῦ τὰ ὄμματα λαμβάνει τε τὸ μὲν κριτικὸν ἀπὸ τῆς θεωρίας, τὸ δὲ ὁρμητικὸν ἀπὸ τῆς ἐφέσεως."

Καὶ ὁ σωτήριος παρ´ ἡμῖν λόγος·

"Οὐδέν," φησί, "δύναται ὁ υἱὸς ποιεῖν ἀφ´ ἑαυτοῦ, ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα."

Ἀλλὰ γὰρ τοσαῦτα καὶ περὶ τοῦδε ὁ Νουμήνιος. Ὅτι δὲ οὐκ οἰκεῖα, τὰ δὲ Πλάτωνι δοκοῦντα διεσάφει, οὐδὲν ἐπιλέγειν δεῖ ταῖς αὐτοῦ φωναῖς. Ὁ δέ γε Πλάτων ὅτι μὴ πρῶτος ταῖσδε κέχρηται ταῖς ἐπιβολαῖς, φθάνουσι δ´ αὐτὸν προειληφότες Ἑβραίων οἱ σοφοί, δέδεικται διὰ τῶν ἐκτεθειμένων. Εἰκότως δῆτα καὶ τῶν νέων φιλοσόφων διαφανὴς γεγονὼς Ἀμέλιος, τῆς Πλάτωνος καὶ αὐτὸς εἰ καί τις ἄλλος ζηλωτὴς φιλοσοφίας, πλὴν ἀλλὰ βάρβαρον ὀνομάσας τὸν Ἑβραῖον θεολόγον, εἰ καὶ μὴ ἐπ´ ὀνόματος ἠξίωσε τοῦ εὐαγγελιστοῦ Ἰωάννου μνήμην ποιήσασθαι, ἐπιμαρτυρεῖ δ´ οὖν ὅμως ταῖς αὐτοῦ φωναῖς, αὐτὰ δὴ ταῦτα πρὸς ῥῆμα γράφων·

κʹ. ΑΜΕΛΙΟΥ ΠΕΡΙ ΤΗΣ ΙΩΑΝΝΟΥ ΤΟΥ ΠΑΡ´ ΗΜΙΝ ΕΥΑΓΓΕΛΙΣΤΟΥ ΘΕΟΛΟΓΙΑΣ

"Καὶ οὗτος ἄρα ἦν ὁ λόγος καθ´ ὃν αἰεὶ ὄντα τὰ γινόμενα ἐγίνετο, ὡς ἂν καὶ ὁ Ἡράκλειτος ἀξιώσειε καὶ νὴ Δί´ ὃν ὁ βάρβαρος ἀξιοῖ ἐν τῇ τῆς ἀρχῆς τάξει τε καὶ ἀξίᾳ καθεστηκότα πρὸς θεὸν εἶναι καὶ θεὸν εἶναι· δι´ οὗ πάνθ´ ἁπλῶς γεγενῆσθαι· ἐν ᾧ τὸ γενόμενον ζῶν καὶ ζωὴν καὶ ὂν πεφυκέναι· καὶ εἰς τὰ σώματα πίπτειν καὶ σάρκα ἐνδυσάμενον φαντάζεσθαι ἄνθρωπον μετὰ τοῦ καὶ τηνικαῦτα δεικνύειν τῆς φύσεως τὸ μεγαλεῖον· ἀμέλει καὶ ἀναλυθέντα πάλιν ἀποθεοῦσθαι καὶ θεὸν εἶναι, οἷος ἦν πρὸ τοῦ εἰς τὸ σῶμα καὶ τὴν σάρκα καὶ τὸν ἄνθρωπον καταχθῆναι."

Ταῦτ´ οὐκέτι ἐπεσκιασμένως, ἀλλ´ ἄντικρυς ἤδη γυμνῇ τῇ κεφαλῇ μεταπεφρασμένα ἐκ τῆς τοῦ βαρβάρου θεολογίας δῆλα ἂν εἴη. Ὁ δέ γε βάρβαρος τίς ἦν αὐτῷ εἰ μὴ ὁ τοῦ σωτῆρος ἡμῶν εὐαγγελιστὴς Ἰωάννης, Ἑβραῖος ὢν ἐξ Ἑβραίων; Ὅς που ἀρχόμενος τῆς οἰκείας γραφῆς ὧδέ πη θεολογεῖ·

"Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. Πάντα δι´ αὐτὸν ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν, ὃ γέγονεν. Ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. Καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός."

Tοῦ δ´ αὐτοῦ πέρι καὶ ἄλλος Ἑβραίων θεολόγος ἐπάκουσον οἷα διέξεισιν·

"Ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα· καὶ πάντα  δι´ αὐτοῦ συνέστηκε καὶ τὰ πάντα ἐν αὐτῷ ἐκτίσθη."

Ἀλλὰ καὶ τὰ περὶ τῆς τοῦ δευτέρου αἰτίου συστάσεώς τε καὶ οὐσιώσεως ὧδε τοῖς Ἑλλήνων σοφοῖς πρὸς τὰ Ἑβραίων συμπεφώνηται. Μετίωμεν δῆτα καὶ ἐφ´ ἕτερα.

καʹ. ΠΕΡΙ ΤΩΝ ΤΡΙΩΝ ΑΡΧΙΚΩΝ ΥΠΟΣΤΑΣΕΩΝ

Τῶν παρ´ Ἑβραίοις λογίων μετὰ τὸν περὶ πατρὸς καὶ υἱοῦ λόγον ἐν τρίτῃ τάξει τὸ ἅγιον πνεῦμα καταλεγόντων καὶ τήν γε ἁγίαν καὶ μακαρίαν τριάδα τοῦτον ὑποτιθεμένων τὸν τρόπον, ὡς ἂν τῆς τρίτης δυνάμεως πᾶσαν ὑπερβεβηκυίας γενητὴν φύσιν οὖσάν τε πρώτην μὲν τῶν διὰ τοῦ υἱοῦ συστασῶν νοερῶν οὐσιῶν, τρίτην δὲ ἀπὸ τοῦ πρώτου αἰτίου, θέα ὅπως καὶ ὁ Πλάτων τοιαῦτά τινα ᾐνίξατο διὰ τῆς πρὸς Διονύσιον ἐπιστολῆς λέγων·

"Φραστέον δή σοι δι´ αἰνιγμῶν, ἵν´ ἄν τι 〈ἡ〉 δέλτος ἢ πόντου ἢ γῆς ἐν πτυχαῖς πάθῃ, ὁ ἀναγνοὺς μὴ γνῷ. Ὧδε γὰρ ἔχει· περὶ τὸν πάντων βασιλέα πάντ´ ἐστὶ καὶ ἐκείνου ἕνεκα πάντα, καὶ ἐκεῖνο αἴτιον ἁπάντων καλῶν· δεύτερον δὲ περὶ τὰ δεύτερα καὶ τρίτον περὶ τὰ τρίτα. Ἡ οὖν ἀνθρωπίνη ψυχὴ περὶ αὐτὰ ὀρέγεται μαθεῖν ποῖα ἄττα ἐστί, βλέπουσα εἰς τὰ αὑτῆς συγγενῆ."

Ταῦτα οἱ τὸν Πλάτωνα διασαφεῖν πειρώμενοι ἐπὶ τὸν πρῶτον θεὸν ἀνάγουσιν ἐπί τε τὸ δεύτερον αἴτιον καὶ τρίτον τὴν τοῦ κόσμου ψυχήν, θεὸν τρίτον καὶ αὐτὴν εἶναι ὁριζόμενοι· οἱ δέ γε θεῖοι λόγοι τὴν ἁγίαν καὶ μακαρίαν τριάδα, Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος, ἐν ἀρχῆς λόγῳ τάττουσι κατὰ τὰ ἀποδεδομένα.

Ἕπεται τούτοις τὴν τοῦ ἀγαθοῦ ἐξετάσαι οὐσίαν.

κβʹ. ΠΕΡΙ ΤΗΣ ΤΑΓΑΘΟΥ ΟΥΣΙΑΣ

Τῆς παρ´ Ἑβραίοις θείας γραφῆς διαφόρως τὴν τοῦ ἀγαθοῦ οὐσίαν καὶ αὐτὸ τὸ ἀγαθὸν οὐδὲν ἄλλο εἶναι ἢ θεὸν διδασκούσης, δι´ ὧν τέ φησιν·

"Ἀγαθὸς κύριος πᾶσι τοῖς ὑπομένουσιν αὐτόν, ψυχῇ, ἣ ἐκζητήσει αὐτόν"

καὶ

"Ἐξομολογεῖσθε τῷ κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ"

δι´ ὧν τε ὁ σωτήριος λόγος πρὸς τὸν περὶ τοῦδε ἐρόμενον ἀπεφήνατο εἰπών·

"Τί με ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός·"

ἐπάκουσον τοῦ Πλάτωνος, ἅ φησιν ἐν Τιμαίῳ·

"Λέγωμεν δὴ δι´ ἥντινα αἰτίαν γένεσιν καὶ τὸ πᾶν τόδε ὁ ξυνιστὰς ξυνέστησεν. Ἀγαθὸς ἦν· ἀγαθῷ δὲ οὐδεὶς περὶ οὐδενὸς οὐδέποτε ἐγγίγνεται φθόνος. Τούτου δὲ ἐκτὸς ὢν πάντα ὅτι μάλιστα ἐβουλήθη γενέσθαι παραπλήσια ἑαυτῷ."

Καὶ ἐν τῇ Πολιτείᾳ δὲ ταῦτά φησιν·

"Ἆρ´ οὖν οὐ καὶ ὁ ἥλιος ὄψις μὲν οὐκ ἔστιν, αἴτιος δ´ ὢν αὐτῆς ὁρᾶται ὑπ´ αὐτῆς ταύτης; Οὕτως, ἦ δ´ ὅς. Τοῦτον τοίνυν, ἦν δ´ ἐγώ, φάναι με λέγειν τὸ〈ν〉 τοῦ ἀγαθοῦ ἔκγονον, ὃν τὸ ἀγαθὸν ἐγέννησεν ἀνάλογον ἑαυτῷ, ὅ τι περ αὐτὸ ἐν τῷ νοητῷ τόπῳ πρός τε νοῦν καὶ τὰ νοούμενα, 〈τοῦτο〉 τοῦτον ἐν τῷ ὁρατῷ πρός τε ὄψιν καὶ τὰ ὁρώμενα."

Καὶ ἑξῆς ἐπιλέγει·

"Τοῦτο τοίνυν τὸ τὴν ἀλήθειαν παρέχον τοῖς γινωσκομένοις καὶ τὸ γινώσκοντι τὴν δύναμιν ἀποδιδοῦν τὴν τοῦ ἀγαθοῦ ἰδέαν φάθι εἶναι."

Καὶ πάλιν φησί·

"Τὸν ἥλιον τοῖς ὁρωμένοις οὐ μόνον, οἶμαι, τὴν τοῦ ὁρᾶσθαι δύναμιν παρέχειν φήσεις, ἀλλὰ καὶ τὴν γένεσιν καὶ αὔξην καὶ τροφήν, οὐ γένεσιν αὐτὸν ὄντα. Πῶς γάρ; Καὶ τοῖς γινωσκομένοις τοίνυν μὴ μόνον τὸ γινώσκεσθαι φάναι ὑπὸ τοῦ ἀγαθοῦ παρεῖναι, ἀλλὰ καὶ τὸ εἶναί τε καὶ τὴν οὐσίαν ὑπ´ ἐκείνου αὐτοῖς προσεῖναι, οὐκ οὐσίας ὄντος τοῦ ἀγαθοῦ, ἀλλ´ ἐπέκεινα οὐσίας πρεσβείᾳ καὶ δυνάμει ὑπερέχοντος."

Σαφέστατα διὰ τούτων οὐ μόνον τὸ γινώσκεσθαι τὰς νοητὰς οὐσίας, ἀλλὰ καὶ τὸ εἶναι καὶ τὴν οὐσίαν ἔχειν παρὰ τοῦ ἀγαθοῦ, δηλαδὴ τοῦ θεοῦ, φησὶν ὁ Πλάτων τό τε ἀγαθὸν

"Μὴ εἶναι οὐσίαν, ἀλλ´ ἐπέκεινα τῆς οὐσίας, πρεσβείᾳ καὶ δυνάμει ὑπερέχον·"

ὥστε μὴ ὁμοούσια αὐτὰ τίθεσθαι, ἀλλὰ μηδὲ ἀγέννητα νομίζειν, ὅτι δὴ καὶ τὸ εἶναι καὶ τὴν οὐσίαν εἴληφε παρὰ τοῦ μὴ ὄντος οὐσίας, ἀλλ´ ἐπέκεινα οὐσίας πρεσβείᾳ καὶ δυνάμει ὑπερέχοντος· ὃν δὴ καὶ μόνον εἰκότως θεὸν τὰ Ἑβραίων ἀναγορεύει λόγια, ὡς ἂν τοῖς πᾶσιν αἴτιον ὄντα. Τὰ δὴ οὖν μήτε τὸ εἶναι μήτε τὴν οὐσίαν παρ´ ἑαυτῶν ἔχοντα, ἀλλὰ μηδὲ τῆς τἀγαθοῦ φύσεως ὄντα οὐ δὴ εὔλογον θεοὺς ἡγεῖσθαι, οἷς μὴ φύσει τὸ ἀγαθὸν πρόσεστιν· ἑνὶ γὰρ τοῦτο μόνῳ καὶ οὐδενὶ ἄλλῳ ἀναθετέον, τῷ μόνῳ ἀγαθῷ, ὃ δὴ καὶ

"Ἐπέκεινα πάσης οὐσίας πρεσβείᾳ τε καὶ δυνάμει ὑπερέχειν"

Θαυμασίως ὁ Πλάτων ἀνεφώνησε. Πάλιν δὲ καὶ ὁ Νουμήνιος ἐν τοῖς Περὶ τἀγαθοῦ τὴν τοῦ Πλάτωνος διάνοιαν ἑρμηνεύων, τοῦτον διέξεισι τὸν τρόπον·

κγʹ. ΝΟΥΜΗΝΙΟΥ ΠΕΡΙ ΤΑΓΑΘΟΥ

"Τὰ μὲν οὖν σώματα λαβεῖν ἡμῖν ἔξεστι σημαινομένοις ἔκ τε ὁμοίων ἀπό τε τῶν ἐν τοῖς παρακειμένοις γνωρισμάτων ἐνόντων· τἀγαθὸν δὲ οὐδενὸς ἐκ παρακειμένου οὐδὲ αὖ ἀπὸ ὁμοίου αἰσθητοῦ ἐστι λαβεῖν μηχανή τις οὐδεμία, ἀλλὰ δεήσει, οἷον εἴ τις ἐπὶ σκοπῇ καθήμενος ναῦν ἁλιάδα βραχεῖάν τινα τούτων τῶν ἐπακτρίδων, τῶν μόνων μίαν μόνην ἔρημον, μετακυμίοις ἐχομένην ὀξὺ δεδορκὼς μιᾷ βολῇ κατεῖδε τὴν ναῦν, οὕτως δεῖ τινα ἀπελθόντα πόρρω ἀπὸ τῶν αἰσθητῶν ὁμιλῆσαι τῷ ἀγαθῷ μόνῳ μόνον, ἔνθα μήτε τις ἄνθρωπος μήτε τι ζῷον ἕτερον μηδὲ σῶμα μέγα μηδὲ σμικρόν, ἀλλά τις ἄφατος καὶ ἀδιήγητος ἀτεχνῶς ἐρημία θεσπέσιος, ἔνθα τοῦ ἀγαθοῦ ἤθη διατριβαί τε καὶ ἀγλαΐαι, αὐτὸ δὲ ἐν εἰρήνῃ, ἐν εὐμενείᾳ, τὸ ἤρεμον, τὸ ἡγεμονικὸν ἵλεω ἐποχούμενον ἐπὶ τῇ οὐσίᾳ. Εἰ δέ τις πρὸς τοῖς αἰσθητοῖς λιπαρῶν τὸ ἀγαθὸν ἐφιπτάμενον φαντάζεται κἄπειτα τρυφῶν οἴοιτο τῷ ἀγαθῷ ἐντετυχηκέναι, τοῦ παντὸς ἁμαρτάνει. Τῷ γὰρ ὄντι οὐ ῥᾳδίας, θείας δὲ πρὸς αὐτὸ δεῖ μεθόδου· καὶ ἔστι κράτιστον τῶν αἰσθητῶν ἀμελήσαντι, νεανιευσαμένῳ πρὸς τὰ μαθήματα, τοὺς ἀριθμοὺς θεασαμένῳ, οὕτως ἐκμελετῆσαι μάθημα, τί ἐστι τὸ ὄν."

Ταῦτα μὲν ἐν τῷ πρώτῳ· ἐν δὲ τῷ πέμπτῳ ταῦτά φησιν·

"Εἰ δ´ ἔστι μὲν νοητὸν ἡ οὐσία καὶ ἡ ἰδέα, ταύτης δ´ ὡμολογήθη πρεοβύτερον καὶ αἴτιον εἶναι ὁ νοῦς, αὐτὸς οὗτος μόνος εὕρηται ὢν τὸ ἀγαθόν. Kαὶ γὰρ εἰ ὁ μὲν δημιουργὸς θεός ἐστι γενέσεως, ἀρκεῖ τὸ ἀγαθὸν οὐσίας εἶναι ἀρχή. Ἀνάλογον δὲ τούτῳ μὲν ὁ δημιουργὸς θεός, ὢν αὐτοῦ μιμητής, τῇ δὲ οὐσίᾳ ἡ γένεσις, 〈ἣ〉 εἰκὼν αὐτῆς ἐστι καὶ μίμημα. Εἴπερ δὲ ὁ δημιουργὸς ὁ τῆς γενέσεώς ἐστιν ἀγαθός, ἦ που ἔσται καὶ ὁ τῆς οὐσίας δημιουργὸς αὐτοάγαθον, σύμφυτον τῇ οὐσίᾳ. Ὁ γὰρ δεύτερος διττὸς ὢν αὐτοποιεῖ τήν τε ἰδέαν ἑαυτοῦ καὶ τὸν κόσμον, δημιουργὸς ὤν, ἔπειτα θεωρητικὸς ὅλως. συλλελογισμένων δ´ ἡμῶν ὀνόματα τεσσάρων πραγμάτων τέσσαρα ἔστω ταῦτα· ὁ μὲν πρῶτος θεὸς αὐτοάγαθον· ὁ δὲ τούτου μιμητὴς δημιουργὸς ἀγαθός· ἡ δ´ οὐσία μία μὲν ἡ τοῦ πρώτου, ἑτέρα δὲ ἡ τοῦ δευτέρου· ἧς μίμημα ὁ καλὸς κόσμος, κεκαλλωπισμένος μετουσίᾳ τοῦ καλοῦ."

Καὶ ἐν τῷ ἕκτῳ δὲ ἐπιλέγει·

"Μετέχει δὲ αὐτοῦ τὰ μετίσχοντα ἐν ἄλλῳ μὲν οὐδενί, ἐν δὲ μόνῳ τῷ φρονεῖν· ταύτη ἄρα καὶ τῆς ἀγαθοῦ συμβάσεως ὀνίναιτ´ ἄν, ἄλλως δ´ οὔ. Καὶ μὲν δὴ τὸ φρονεῖν, τοῦτο δὴ συντετύχηκε μόνῳ τῷ πρώτῳ. ὑφ´ οὗ οὖν τὰ ἄλλα ἀποχραίνεται καὶ ἀγαθοῦται, ἐὰν τοῦτο ἐκείνῳ μόνον μόνῳ προσῇ, ἀβελτέρας ἂν εἴη ψυχῆς ἔτι ἀμφιλογεῖν. Εἰ γὰρ ἀγαθός ἐστιν ὁ δεύτερος οὐ παρ´ ἑαυτοῦ, παρὰ δὲ τοῦ πρώτου, πῶς οἷόν τε ὑφ´ οὗ μετουσίας ἐστὶν οὗτος ἀγαθός, μὴ ἀγαθὸν 〈εἶναι〉, ἄλλως τε κἂν τύχῃ αὐτοῦ ὡς ἀγαθοῦ μεταλαχὼν ὁ δεύτερος; Οὕτως τοι ὁ Πλάτων ἐκ συλλογισμοῦ τῷ ὀξὺ βλέποντι ἀπέδωκε τὸ ἀγαθὸν ὅτι ἐστὶν ἕν."

Καὶ πάλιν ἑξῆς φησι·

"Ταῦτα δὲ οὕτως ἔχοντα ἔθηκεν ὁ Πλάτων ἄλλῃ καὶ ἄλλῃ χωρίσας· ἰδίᾳ μὲν γὰρ τὸν κυκλικὸν ἐπὶ τοῦ δημιουργοῦ ἐγράψατο ἐν Τιμαίῳ εἰπὼν ’ἀγαθὸς ἦν‘· ἐν δὲ τῇ Πολιτείᾳ τὸ ἀγαθὸν εἶπεν ἀγαθοῦ ἰδέαν, ὡς δὴ τοῦ δημιουργοῦ ἰδέαν οὖσαν τὸ ἀγαθόν, ὅστις πέφανται ἡμῖν ἀγαθὸς μετουσίᾳ τοῦ πρώτου τε καὶ μόνου. Ὥσπερ γὰρ ἄνθρωποι μὲν λέγονται τυπωθέντες ὑπὸ τῆς ἀνθρώπου ἰδέας, βόες δ´ ὑπὸ τῆς βοός, ἵπποι δ´ ὑπὸ τῆς ἵππου ἰδέας, οὕτως καὶ εἰκότως ὁ δημιουργός, εἴπερ ἐστὶ μετουσίᾳ τοῦ πρώτου ἀγαθοῦ ἀγαθός, 〈ἀγαθοῦ〉 ἰδέα ἂν εἴη ὁ πρῶτος νοῦς, ὢν αὐτοάγαθον."

κδʹ. ΠΕΡΙ ΤΩΝ ΠΑΡΑ ΠΛΑΤΩΝΙ ΙΔΕΩΝ

"Οὕτω δὲ γεγενημένος" (δῆλον δ´ ὅτι ὁ κόσμος) "πρὸς τὸ λόγῳ καὶ φρονήσει περιληπτὸν καὶ κατὰ τὰ αὐτὰ ἔχον δεδημιούργηται. Τούτων δὲ ὑπαρχόντων αὖ πᾶσα ἀνάγκη τόνδε τὸν κόσμον εἰκόνα τινὸς εἶναι. Τὰ γὰρ δὴ νοητὰ ζῷα πάντα ἐκεῖνο ἐν ἑαυτῷ περιλαβὸν ἔχει, καθάπερ ὅδε ὁ κόσμος ἡμᾶς."

Ταῦτα μὲν ὁ Πλάτων ἐν Τιμαίῳ. Τὴν δὲ τῶν εἰρημένων διάνοιαν ἐκ τῶν Διδύμῳ Περὶ τῶν ἀρεσκόντων Πλάτωνι συντεταγμένων ἐκθήσομαι. Γράφει δὲ οὕτως·

"Τῶν κατὰ φύσιν αἰσθητῶν κατὰ γένος ὡρισμένα τινὰ παραδείγματα φάμενος εἶναι τὰς ἰδέας, ὧν τὰς ἐπιστήμας γίνεσθαι καὶ τοὺς ὅρους· παρὰ πάντας γὰρ ἀνθρώπους ἄνθρωπόν τινα νοεῖσθαι καὶ παρὰ πάντας ἵππους ἵππον καὶ κοινῶς παρὰ τὰ ζῷα ζῷον ἀγένητον καὶ ἄφθαρτον. Ὃν τρόπον δὲ σφραγῖδος μιᾶς ἐκμαγεῖα γίνεσθαι πολλὰ καὶ συχνὰς εἰκόνας ἑνὸς ἀνδρός, οὕτως ἐκ μιᾶς ἑκάστης ἰδέας αἰσθητῶν σωμάτων φύσεις παμπληθεῖς, τῆς μὲν ἀνθρώπων ἀνθρώπους ἅπαντας, ... Καὶ κατὰ τὸν αὐτὸν λόγον ἐπὶ τῶν ἄλλων τῶν κατὰ φύσιν. Εἶναι δὲ τὴν ἰδέαν ἀΐδιον οὐσίαν, αἰτίαν καὶ ἀρχὴν τοῦ ἕκαστον εἶναι τοιοῦτον οἵα ἐστὶν αὐτή. Καθάπερ οὖν τὰς κατὰ μέρος ὥσπερ ἀρχέτυπα τῶν αἰσθητῶν προηγεῖσθαι σωμάτων, οὕτως τὴν πάσας ἐν ἑαυτῇ περιέχουσαν, καλλίστην καὶ τελειοτάτην οὖσαν, ὑπάρχειν τοῦδε παράδειγμα τοῦ κόσμου· πρὸς γὰρ ταύτην ἀφομοιωθέντα ὑπὸ τοῦ δημιουργήσαντος αὐτὸν ἀπειργάσθαι θεοῦ κατὰ πρόνοιαν ἐκ τῆς πάσης οὐσίας."

Ταῦτα καὶ ἀπὸ τοῦ δεδηλωμένου ἀνδρός. Φθάνει γε μὴν καὶ ταῦτα Μωσῆς ὁ πάνσοφος, πρὸ τοῦ φαινομένου ἡλίου καὶ ἄστρων καὶ πρὸ τοῦ ὁρωμένου οὐρανοῦ, ὃ δὴ στερέωμα καλεῖ, πρό τε τῆς καθ´ ἡμᾶς ξηρᾶς γῆς καὶ πρὸ τῆς παρ´ ἡμῖν ἡμέρας καὶ νυκτὸς φῶς ἕτερον παρὰ τὸ τοῦ ἡλίου ἡμέραν τε καὶ νύκτα καὶ τὰ λοιπὰ πρὸς τοῦ πανηγεμόνος καὶ αἰτίου τῶν ὅλων θεοῦ πεποιῆσθαι διδάσκων. Ἀλλὰ καὶ οἱ μετὰ Μωσέα παῖδες Ἑβραίων ἥλιόν τινα εἶναι ἀσώματον οὐ πᾶσιν ὁρατὸν οὐδὲ θνητοῖς ὀφθαλμοῖς ὑπαγόμενον ὁρίζονται, ὡς ὁ προφήτης ἐκ προσώπου θεοῦ λέγων·

"Τοῖς δὲ φοβουμένοις με ἀνατελεῖ ἥλιος δικαιοσύνης."

Καὶ αὐτὴν δὲ δικαιοσύνην, οὐχὶ τὴν ποιὰν ἐν ἀνθρώποις, ἀλλὰ τὴν ταύτης ἰδέαν οἶδεν ἄλλος Ἑβραίων προφήτης, ὁ φήσας περὶ θεοῦ·

"Τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην; Ἐκάλεσεν αὐτὴν κατὰ πρόσωπον αὐτοῦ, καὶ πορεύσεται; Δώσει ἐνώπιον ἐθνῶν."

Καὶ Λόγον δὲ θεῖον ἀσώματον καὶ οὐσιώδη ἀρτίως ἡμῖν ὁ κοινὸς ἡμῶν λόγος ἐν τοῖς πρόσθεν ἀπὸ τῆς Ἑβραίων παρίστη γραφῆς. Οὗ πέρι Λόγου καὶ τάδε παρὰ τοῖς αὐτοῖς εἴρηται·

"Ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ θεοῦ δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις."

Λέγεται καὶ ζωή, λέγεται καὶ σοφία, λέγεται καὶ ἀλήθεια. Καὶ πάντα τὰ κατ´ οὐσίαν ὄντα τε καὶ ὑφεστῶτα οἱ Ἑβραίων λόγοι διδάσκουσιν (εἰ δὴ Ἑβραῖοι καὶ οἱ τοῦ σωτῆρος ἡμῶν ἀπόστολοί τε καὶ μαθηταί), ναὶ μὴν καὶ μυρίας ἄλλας ἀσωμάτους δυνάμεις οὐρανοῦ τε ἐπέκεινα καὶ πάσης τῆς ὑλικῆς καὶ ῥοώδους οὐσίας, ὧν τὰς εἰκόνας ἐν τοῖς αἰσθητοῖς φασι κατα〈τε〉τυπῶς〈θ〉αι, ἐφ´ ὧν ἤδη καὶ τοὔνομα τῆς εἰκόνος παρειλήφασι. Τὸν γοῦν ἄνθρωπον εἰκόνα διαρρήδην νοητοῦ παραδείγματος εἶναι καὶ πάντα τὸν ἀνθρώπων βίον ἐν εἰκόνι διαπορεύεσθαι εἰρήκασι. Λέγει δ´ οὖν ὁ Μωσῆς·

"Καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ´ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν."

Καὶ πάλιν ἄλλος Ἑβραῖος τὰ πάτρια φιλοσοφῶν·

"Μέντοιγε," φησίν, "ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος."

Ἤδη δὲ καὶ οἱ τῶν ἱερῶν νόμων ἐξηγηταὶ ἐπάκουσον ὅπως τὴν ἐν τοῖς Μωσέως γράμμασι διάνοιαν σαφηνίζουσι. Λέγει δ´ οὖν ὁ Ἑβραῖος Φίλων τὰ πάτρια διερμηνεύων αὐτοῖς ῥήμασιν·

κεʹ. ΦΙΛΩΝΟΣ ΠΕΡΙ ΤΩΝ ΠΑΡΑ ΜΩΣΕΙ ΙΔΕΩΝ

"Εἰ δέ τις ἐθελήσειε γυμνότερον χρήσασθαι τοῖς ὀνόμασιν, οὐδὲν ἂν ἕτερον εἴποι τὸν νοητὸν κόσμον ἢ θεοῦ λόγον ἤδη κοσμοποιοῦντος. Οὐδὲ γὰρ ἡ νοητὴ πόλις ἕτερόν τί ἐστιν ἢ ὁ τοῦ ἀρχιτέκτονος λογισμὸς ἤδη τὴν νοητὴν πόλιν κτίζειν διανοουμένου. Τὸ δὲ δόγμα τοῦτο Μωσέως ἐστίν, οὐκ ἐμόν. Τὴν γοῦν ἀνθρώπου γένεσιν ἀναγράφων ἐν τοῖς ἔπειτα διαρρήδην ὁμολογεῖ, ὡς ἄρα ’κατ´ εἰκόνα θεοῦ‘ διετυπώθη. Εἰ δὲ τὸ μέρος εἰκὼν εἰκόνος, δηλονότι καὶ τὸ ὅλον εἶδος, σύμπας οὗτος ὁ αἰσθητὸς κόσμος, εἰ μείζων τῆς ἀνθρωπίνης ἐστί, μίμημα θείας εἰκόνος· δῆλον 〈δὲ〉 ὅτι καὶ ἡ ἀρχέτυπος σφραγίς, ὅν φαμεν νοητὸν εἶναι κόσμον, αὐτὸς ἂν εἴη τὸ παράδειγμα, ἀρχέτυπος ἰδέα τῶν ἰδεῶν, ὁ θεοῦ λόγος. Φησὶ δ´ ὡς ’ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν,‘ τὴν ἀρχὴν παραλαμβάνων οὐχ, ὡς οἴονταί τινες, τὴν κατὰ χρόνον· χρόνος γὰρ οὐκ ἦν πρὸ κόσμου, ἀλλ´ ἢ σὺν αὐτῷ γέγονεν ἢ μετ´ αὐτόν. Ἐπεὶ γὰρ διάστημα τῆς τοῦ κόσμου κινήσεώς ἐστιν ὁ χρόνος, πρότερον δὲ τοῦ κινουμένου κίνησις οὐκ ἂν γένοιτο, ἀλλ´ ἢ ἀναγκαῖον αὐτὴν ὕστερον ἢ ἅμα συνίστασθαι, ἀναγκαῖον ἄρα καὶ τὸν χρόνον ἢ ἰσήλικα κόσμου γεγονέναι ἢ νεώτερον ἐκείνου, πρεσβύτερον δὲ ἀποφαίνεσθαι τολμᾶν ἀφιλόσοφον. Εἰ δ´ ἀρχὴ μὴ παραλαμβάνεται τὰ νῦν ἡ κατὰ χρόνον, εἰκὸς ἂν εἴη μηνύεσθαι τὴν κατ´ ἀριθμόν, ὡς τὸ ’ἐν ἀρχῇ ἐποίησεν‘ ἴσον εἶναι τῷ ’πρῶτον ἐποίησε τὸν οὐρανόν‘."

Εἶθ´ ἑξῆς λέγει·

"Πρῶτον οὖν ὁ ποιῶν ἐποίει οὐρανὸν ἀσώματον καὶ γῆν ἀόρατον καὶ ἀέρος ἰδέαν καὶ κενοῦ· ὧν τὸ μὲν ἐπεφήμισε σκότος, ἐπειδὴ μέλας ὁ ἀὴρ τῇ φύσει, τὴν δὲ ἄβυσσον· πολύβυθον γὰρ τό γε κενὸν καὶ ἀχανές. Εἶθ´ ὕδατος ἀσώματον οὐσίαν καὶ πνεύματος καὶ ἐπὶ πᾶσιν ἑβδόμου φωτός, ὃ πάλιν ἀσώματον ἦν καὶ νοητὸν ἡλίου παράδειγμα καὶ πάντα ὅσα φωσφόρα ἄστρα κατὰ τὸν οὐρανὸν ἔμελλε συνίστασθαι. Προνομίας δὲ τό τε πνεῦμα καὶ τὸ φῶς ἠξιοῦτο. Τὸ μὲν γὰρ ὠνόμασε θεοῦ, διότι ζωτικώτατον τὸ πνεῦμα, ζωῆς δὲ θεὸς αἴτιος, τὸ δὲ φῶς, ὅτι ὑπερβάλλον καλόν· τοσούτῳ τὸ νοητὸν τοῦ ὁρατοῦ λαμπρότερόν τε καὶ αὐγοειδέστερον, ὅσῳπερ ἥλιος, οἶμαι, σκότους καὶ ἡμέρα νυκτὸς καὶ τὰ κριτήρια, νοῦς ὁ τῆς ὅλης ψυχῆς ἡγεμών, ὀφθαλμῶν σώματος. Τὸ δὲ ἀόρατον καὶ νοητὸν φῶς ἐκεῖνο θείου λόγου γέγονεν εἰκὼν τοῦ διερμηνεύσαντος τὴν γένεσιν αὐτοῦ· καὶ ἔστιν ὑπερουράνιος ἀστήρ, πηγὴ τῶν αἰσθητῶν ἀστέρων, ἣν οὐκ ἂν ἀπὸ σκοποῦ καλέσειεν ἄν τις παναύγειαν, ἀφ´ ἧς ἥλιος καὶ σελήνη καὶ οἱ ἄλλοι πλανῆται καὶ ἀπλανεῖς ἀρύτονται, καθ´ ὅσον ἑκάστῳ δύναμις, τὰ πρέποντα φέγγη, τῆς ἀμιγοῦς καὶ καθαρᾶς αὐγῆς ἐκείνης ἀμαυρουμένης, οὗ ἂν ἄρξηται τρέπεσθαι κατὰ τὴν ἐκ νοητοῦ πρὸς αἰσθητὸν μεταβολήν. Εἰλικρινὲς γὰρ οὐδὲν τῶν ἐν αἰσθήσει."

Καὶ μετὰ βραχέα ἐπιλέγει·

"Ἐπεὶ δὲ φῶς μὲν ἐγένετο, σκότος δ´ ὑπεξέστη καὶ ἀνεχώρησεν, ὅροι δ´ ἐν τοῖς μεταξὺ διαστήμασιν ἐπάγησαν ἑσπέρα καὶ πρωΐα, κατὰ τἀναγκαῖον τοῦ χρόνου μέτρον ἀπετελεῖτο εὐθὺς ὃ καὶ ἡμέραν καλῶς ποιῶν ἐκάλεσεν, καὶ ἡμέραν οὐχὶ πρώτην, ἀλλὰ μίαν, ἣ λέλεκται διὰ τὴν τοῦ νοητοῦ κόσμου μόνωσιν, μοναδικὴν ἔχοντος φύσιν. Ὁ μὲν οὖν ἀσώματος κόσμος ἤδη πέρας εἶχεν, ἱδρυθεὶς ἐν τῷ θείῳ λόγῳ· ὁ δ´ αἰσθητὸς πρὸς παράδειγμα τούτου ἐτελειογονεῖτο. Καὶ πρῶτον αὐτοῦ τῶν μερῶν, ὃ καὶ πάντων ἄριστον, ἐποίει τὸν οὐρανὸν ὁ δημιουργός, ὃν ἐτύμως στερέωμα προσηγόρευσεν, ἅτε σωματικὸν ὄντα· τὸ γὰρ σῶμα φύσει στερεόν, ὅ τι περ καὶ τριχῆ διαστατόν· στερεοῦ δὲ καὶ σώματος ἔννοια τίς ἑτέρα πλὴν τὸ πάντη διεστηκός; Εἰκότως οὖν ἀντιθεὶς τῷ νοητῷ καὶ ἀσωμάτῳ τὸν αἰσθητὸν καὶ σωματοειδῆ, τοῦτον στερεὸν ἐκάλεσε."

Ταῦτα ὁ Φίλων. συνᾴδει δὲ αὐτῷ καὶ ὁ Κλήμης ἐν τῷ ἕκτῳ Στρωματεῖ λέγων ὧδε·

κϚʹ. ΚΛΗΜΕΝΤΟΣ ΠΕΡΙ ΤΟΥ ΑΥΤΟΥ

"Κόσμον τε αὖθις τὸν μὲν νοητὸν οἶδεν ἡ βάρβαρος φιλοσοφία, τὸν δὲ αἰσθητόν· τὸν μὲν ἀρχέτυπον, τὸν δὲ εἰκόνα τοῦ καλοῦ παραδείγματος. Καὶ τὸν μὲν ἀνατίθησι μονάδι, ὡς ἂν νοητόν, τὸν δὲ αἰσθητὸν ἑξάδι· γάμος γὰρ παρὰ τοῖς Πυθαγορείοις, ὡς ἂν γόνιμος ἀριθμός, ἡ ἑξὰς καλεῖται. Καὶ ἐν μὲν τῇ μονάδι συνίστησιν οὐρανὸν ἀόρατον καὶ γῆν ἁγίαν καὶ φῶς νοητόν. ’ἐν ἀρχῇ γάρ,‘ φησίν, ’ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· ἡ δὲ γῆ ἦν ἀόρατος.‘ εἶτ´ ἐπιφέρει· ’Καὶ εἶπεν ὁ θεός· Γενέσθω φῶς, καὶ ἐγένετο φῶς.‘ ἐν δὲ τῇ κοσμογονίᾳ τῇ αἰσθητῇ στερεὸν οὐρανὸν δημιουργεῖ (τὸ δὲ στερεὸν αἰσθητόν) γῆν τε ὁρατὴν καὶ φῶς βλεπόμενον. ἆρ´ οὐ δοκεῖ σοι ἐντεῦθεν ὁ Πλάτων ζῴων ἰδέας ἐν τῷ νοητῷ ἀπολείπειν κόσμῳ καὶ τὰ εἴδη τὰ αἰσθητὰ κατὰ τὰ γένη δημιουργεῖν τὰ νοητά; Εἰκότως ἄρα ἐκ γῆς μὲν τὸ σῶμα διαπλάττεσθαι λέγει Μωσῆς, ὃ γήϊνόν φησιν ὁ Πλάτων σκῆνος, ψυχὴν δὲ τὴν λογικὴν ἄνωθεν ἐμπνευσθῆναι ὑπὸ θεοῦ εἰς πρόσωπον. Ἐνταῦθα γὰρ τὸ ἡγεμονικὸν ἱδρῦσθαι λέγουσι, τὴν διὰ τῶν αἰσθητηρίων ἐπεισόδιον τῆς ψυχῆς ἐπὶ τοῦ πρωτοπλάστου εἴσοδον ἑρμηνεύοντες, διὸ καὶ ’κατ´ εἰκόνα καὶ καθ´ ὁμοίωσιν‘ τὸν ἄνθρωπον γεγονέναι. Εἰκὼν μὲν γὰρ θεοῦ λόγος ὁ θεῖος καὶ βασιλικός, ἄνθρωπος ἀπαθής· εἰκὼν δὲ εἰκόνος ἀνθρώπινος νοῦς."

[Ἀκούσωμεν δὲ καὶ τῶν ῥηθησομένων·]

κζʹ. ΕΒΡΑΙΩΝ ΚΑΙ ΠΛΑΤΩΝΟΣ ΠΕΡΙ ΤΩΝ ΕΝΑΝΤΙΩΝ ΔΥΝΑΜΕΩΝ

Ἔτι πρὸς τούτοις ὁ Πλάτων τοῖς Ἑβραίων ἐπακολουθήσας λόγοις οὐ μόνον ἀσωμάτους καὶ ἀγαθὰς δυνάμεις, ἀλλὰ καὶ ἐναντίας φησὶν εἶναι, ὧδέ πη γράφων ἐν τῷ δεκάτῳ τῶν Νόμων·

"Ψυχὴν διοικοῦσαν καὶ ἐνοικοῦσαν τοῖς πάντη κινουμένοις οὐ καὶ τὸν οὐρανὸν ἀνάγκη διοικεῖν φάναι;

Τί μήν;

Μίαν, ἢ πλείους; Ἐγὼ ὑπὲρ σφῶν ἀποκρινοῦμαι. Δυοῖν μέν που ἔλαττον μηδὲν τιθῶμεν, τῆς τε εὐεργέτιδος καὶ τῆς τἀναντία δυναμένης ἐξεργάζεσθαι."

Εἶθ´ ὑποβάς φησιν·

"Ἐπειδὴ γὰρ συνεχωρήσαμεν ἡμῖν αὐτοῖς εἶναι μὲν τὸν οὐρανὸν πολλῶν μεστὸν ἀγαθῶν, εἶναι δὲ καὶ τῶν ἐναντίων, πλειόνων δὲ τῶν μή, μάχη, φαμέν, ἀθάνατός ἐσθ´ ἡ τοιαύτη καὶ φυλακῆς θαυμαστῆς δεομένη ξύμμαχοί τε ἡμῖν θεοί τε καὶ δαίμονες, ἡμεῖς δ´ αὖ κτήματα θεῶν καὶ δαιμόνων".

Πόθεν καὶ ταῦτα τῷ Πλάτωνι ἐγὼ μὲν οὐκ ἂν ἔχοιμι φράζειν· ὃ δ´ ἔχω φάναι, ἀληθές, μυρίοις πρόσθεν ἢ Πλάτωνα γενέσθαι χρόνοις καὶ τοῦθ´ Ἑβραίοις ἀνωμολογῆσθαι τὸ δόγμα. Λέγει δ´ οὖν ἡ παρ´ αὐτοῖς γραφή·

"Καὶ ἦν ὡς ἡ ἡμέρα αὕτη, καὶ ἦλθον οἱ ἄγγελοι τοῦ θεοῦ παραστῆναι ἐνώπιον τοῦ θεοῦ· καὶ ὁ διάβολος ἦλθεν ἐν μέσῳ αὐτῶν, περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας αὐτήν,"

Διάβολον μὲν τὴν ἐναντίαν δύναμιν, ἀγγέλους δὲ θεοῦ τὰς ἀγαθὰς προσειποῦσα. Ταύτας δὲ τὰς ἀγαθὰς δυνάμεις καὶ πνεύματα θεῖα καὶ λειτουργοὺς θεοῦ προσαγορεύει ἐν οἷς φησιν·

"Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα."

Ἀλλὰ καὶ τὴν διαμάχην τῶν ἐναντίων ὧδε παρίστησιν ὁ φήσας·

"Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους [τοῦ αἰῶνος] τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις."

Ἄντικρυς δ´ ἔοικεν ὁ Πλάτων τὸ Μωσέως λόγιον μεταφράζειν τὸ φῆσαν·

"Ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ,"

δι´ ὧν ’κτήματα θεῶν καὶ δαιμόνων‘ τὸ πᾶν γένος ἀνθρώπων εἶναι ὡρίσατο.

κηʹ. ΠΕΡΙ ΨΥΧΗΣ ΑΘΑΝΑΣΙΑΣ ΕΒΡΑΙΩΝ ΚΑΙ ΠΛΑΤΩΝΟΣ

Καὶ ἐν τοῖς περὶ ψυχῆς δὲ ἀθανασίας οὐδὲν Μωσέως ὁ Πλάτων διέστηκε τῇ δόξῃ. Ὁ μέν γε πρῶτος ἀθάνατον οὐσίαν εἶναι τὴν ἐν ἀνθρώπῳ ψυχὴν ὡρίσατο, εἰκόνα φήσας ὑπάρχειν αὐτὴν θεοῦ, μᾶλλον δὲ κατ´ εἰκόνα θεοῦ γεγενῆσθαι.

"Εἶπε γὰρ ὁ θεός" (φησίν)· "Ποιήσωμεν ἄνθρωπον κατ´ εἰκόνα ἡμετέραν καὶ καθ´ ὁμοίωσιν. Καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ´ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν."

Καὶ ἑξῆς τὸν σύνθετον τῷ λόγῳ διαιρῶν εἴς τε τὸ φαινόμενον σῶμα καὶ εἰς τὸν κατὰ ψυχὴν νοούμενον ἐπιλέγει·

"Καὶ ἔλαβεν ὁ θεὸς χοῦν ἀπὸ τῆς γῆς καὶ ἔπλασε τὸν ἄνθρωπον καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν."

Ἀλλὰ καὶ ἀρχικόν φησιν αὐτὸν καὶ βασιλικὸν γεγονέναι τῶν ἐπὶ γῆς ἁπάντων. Λέγει οὖν·

"Καὶ εἶπεν ὁ θεός· Ποιήσωμεν ἄνθρωπον κατ´ εἰκόνα ἡμετέραν καὶ καθ´ ὁμοίωσιν, καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν κτηνῶν καὶ πάσης τῆς γῆς. Καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον ἐν εἰκόνι αὐτοῦ, κατ´ εἰκόνα θεοῦ  ἐποίησεν αὐτόν."

Πῶς δ´ ἂν ἄλλως εἰκὼν ἐπινοοῖτο θεοῦ καὶ ὁμοίωμα ἢ κατὰ τὰς ἐν τῷ θεῷ δυνάμεις καὶ κατὰ τὴν τῆς ἀρετῆς ὁμοιότητα; Μωσεῖ δὴ καὶ ἐν τούτοις ὥσπερ μεμαθητευμένος ὁ Πλάτων ἐπάκουσον ἐν τῷ Ἀλκιβιάδῃ οἷά φησιν·

"Ἔχομεν οὖν εἰπεῖν ὅ τι τῆς ψυχῆς ἐστι θειότατον ἢ τοῦτο περὶ ὃ εἰδέναι τε καὶ φρονεῖν ἐστιν;

Οὐκ ἔχομεν.

Τῷ θεῷ ἄρα τοῦτο ἔοικεν αὐτῆς· καί τις εἰς τοῦτο βλέπων καὶ πᾶν τὸ θεῖον γνούς, θεόν τε καὶ φρόνησιν, οὕτω καὶ ἑαυτὸν ἂν γνοίη μάλιστα.

Φαίνεται.

Ἆρ´ οὖν, ὅθ´ ὥσπερ κάτοπτρά ἐστι σαφέστερα τοῦ ἐν τῷ ὀφθαλμῷ ἐνόπτρου καὶ καθαρώτερα καὶ λαμπρότερα, οὕτω καὶ ὁ θεὸς τοῦ ἐν τῇ ἡμετέρᾳ ψυχῇ βελτίστου καθαρώτερόν τε καὶ λαμπρότερον τυγχάνει ὄν;

Ἔοικέ γε, ὦ Σώκρατες.

Εἰς τὸν θεὸν ἄρα βλέποντες ἐκείνῳ καλλίστῳ ἐνόπτρῳ χρῴμεθ´ ἂν καὶ τῶν ἀνθρωπίνων εἰς τὴν ψυχῆς ἀρετὴν καὶ οὕτως ἂν μάλιστα ὁρῷμεν καὶ γινώσκοιμεν ἡμᾶς αὐτούς.

Ναί."

Ταῦτα μὲν ἐν τῷ Ἀλκιβιάδῃ. Ἐν δὲ τῷ Περὶ ψυχῆς ὅπως πλατύτερον ἑρμηνεύει τὰ κατὰ τοὺς τόπους·

"Θῶμεν οὖν βούλει, ἔφη, δύο εἴδη τῶν ὄντων, τὸ μὲν ὁρατόν, τὸ δὲ ἀειδές; Θῶμεν, ἔφη. Καὶ τὸ μὲν ἀειδὲς ἀεὶ κατὰ ταὐτὰ ἔχον, τὸ δὲ ὁρατὸν μηδέποτε κατὰ ταὐτά; Καὶ ταῦτα, ἔφη, θῶμεν. Φέρε δή, ἦ δ´ ὅς, ἄλλο τι δὴ ἡμῶν αὐτῶν τὸ μὲν σῶμά ἐστι, τὸ δὲ ψυχή; Οὐδὲν ἄλλο, ἔφη. Ποτέρῳ οὖν ὁμοιότερον τῷ εἴδει φαῖμεν ἂν εἶναι καὶ ξυγγενέστερον τὸ σῶμα; Πανταχῇ τοῦτό γε δὴ τῷ ὁρατῷ. Τί δὲ ἡ ψυχή; Ὁρατὸν ἢ ἀειδές; Οὐχ ὑπὸ ἀνθρώπων γε, ὦ Σώκρατες, ἔφη. Ἀλλὰ μὴν ἡμεῖς γε τὰ ὁρατὰ καὶ τὰ μὴ τῇ τῶν ἀνθρώπων φύσει ἐλέγομεν, ἢ ἄλλῃ τινὶ οἴει; Τῇ τῶν ἀνθρώπων. Τί οὖν περὶ ψυχῆς λέγομεν; Ὁρατὸν ἢ ἀόρατον εἶναι; Οὐχ ὁρατόν. Ἀειδὲς ἄρα; Ναί. Ὁμοιότερον ἄρα ψυχὴ σώματός ἐστι τῷ ἀειδεῖ, τὸ δὲ τῷ ὁρατῷ. Πᾶσα ἀνάγκη, ὦ Σώκρατες. Οὐκοῦν καὶ πάλαι ἐλέγομεν, ὅτι ἡ ψυχὴ ὅταν μὲν τῷ σώματι χρῆται εἰς τὸ σκοπεῖν τι, ἢ διὰ τοῦ ὁρᾶν ἢ διὰ τοῦ ἀκούειν ἢ δι´ ἄλλης τινὸς αἰσθήσεως (τοῦτο γάρ ἐστι τὸ διὰ τοῦ σώματος σκοπεῖν τι), τότε μὲν ἕλκεται ὑπὸ τοῦ σώματος εἰς ταῦτα τὰ μηδέποτε κατὰ ταὐτὰ ἔχοντα καὶ αὐτὴ πλανᾶται καὶ ταράττεται καὶ ἰλιγγιᾷ ὥσπερ μεθύουσα, ἅτε τοιούτων ἐφαπτομένη; Πάνυ γε. Ὅταν δὲ αὐτὴ καθ´ αὑτὴν σκοπῇ, ἐκεῖσε οἴχεται εἰς τὸ καθαρὸν καὶ ἀεὶ ὂν καὶ ἀθάνατον καὶ ὡσαύτως ἔχον, καὶ ὡς ξυγγενὴς οὖσα αὐτοῦ ἀεὶ μετ´ ἐκείνου τε γίνεται, ὅταν περ αὐτὴ καθ´ αὑτὴν γένηται καὶ ἐνῇ αὐτῇ, καὶ πέπαυταί τε τοῦ πλάνου καὶ περὶ ἐκεῖνα ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχει, ἅτε τοιούτων ἐφαπτομένη. Καὶ τοῦτο αὐτῆς τὸ πάθημα φρόνησις κέκληται. Παντάπασιν, ἔφη, καλῶς καὶ ἀληθῆ λέγεις, ὦ Σώκρατες. Ποτέρῳ οὖν αὖ σοι δοκεῖ τῷ εἴδει καὶ ἐκ τῶν πρόσθεν καὶ ἐκ τῶν νῦν λεγομένων ἡ ψυχὴ ὁμοιότερον εἶναι καὶ ξυγγενέστερον; Πᾶς ἂν ἔμοιγε δοκεῖ, ἦ δ´ ὅς, συγχωρῆσαι, ὦ Σώκρατες, ἐκ ταύτης τῆς μεθόδου καὶ ὁ δυσμαθέστατος ὅτι ὅλῳ καὶ παντὶ ὁμοιότερόν ἐστιν ψυχὴ τῷ ἀεὶ ὡσαύτως ἔχοντι μᾶλλον ἢ τῷ μή. Τί δὲ τὸ σῶμα; Τῷ ἑτέρῳ. Ὅρα δὴ καὶ τῇδε· ὅτι ἐπειδὰν ἐν τῷ αὐτῷ ὦσι ψυχὴ καὶ σῶμα, τῷ μὲν δουλεύειν καὶ ἄρχεσθαι ἡ φύσις προστάττει, τῇ δὲ ἄρχειν καὶ δεσπόζειν· καὶ κατὰ ταῦτα αὖ πότερόν σοι δοκεῖ ὅμοιον τῷ θείῳ καὶ πότερον τῷ θνητῷ; Ἢ οὐ δοκεῖ σοι τὸ μὲν θεῖον οἷον ἄρχειν τε καὶ ἡγεμονεύειν πεφυκέναι, τὸ δὲ θνητὸν ἄρχεσθαί τε καὶ δουλεύειν; Ἔμοιγε. Ποτέρῳ οὖν ἡ ψυχὴ ἔοικε; Δῆλα δή, ὦ Σώκρατες, ὅτι ἡ μὲν ψυχὴ τῷ θείῳ, τὸ δὲ σῶμα τῷ θνητῷ. Σκόπει δή, ἔφη, ὦ Κέβης, εἰ ἐκ πάντων τῶν εἰρημένων τάδε ἡμῖν ξυμβαίνει· τῷ μὲν θείῳ καὶ ἀθανάτῳ καὶ νοητῷ καὶ μονοειδεῖ καὶ ἀδιαλύτῳ καὶ ἀεὶ ὡσαύτως κατὰ ταὐτὰ ἔχοντι ἑαυτῷ ὁμοιότατον εἶναι ψυχήν, τῷ δὲ ἀνθρωπίνῳ καὶ θνητῷ καὶ ἀνοήτῳ καὶ πολυειδεῖ καὶ διαλυτῷ καὶ μηδέποτε κατὰ ταὐτὰ ἔχοντι ἑαυτῷ ὁμοιότατον αὖ εἶναι τὸ σῶμα. Ἔχομέν τι παρὰ ταῦτα ἄλλο λέγειν, ὦ φίλε Κέβης, ὡς οὐχ οὕτως ἔχει; Οὐκ ἔχομεν. Τί οὖν; Τούτων οὕτως ἐχόντων ἆρ´ οὐ σώματι μὲν ταχὺ διαλύεσθαι προσήκει, ψυχῇ δὲ αὖ τὸ παράπαν ἀδιαλύτῳ εἶναι ἢ ἐγγύς τι τούτου; Πῶς γὰρ οὔ; Συννοεῖς οὖν, ἔφη, ὅτι ἐπειδὰν ἀποθάνῃ ὁ ἄνθρωπος, τὸ μὲν ὁρατὸν αὐτοῦ, τὸ σῶμα, καὶ ἐν ὁρατῷ κείμενον, ὃ δὴ νεκρὸν καλοῦμεν, ᾧ προσήκει διαλύεσθαι καὶ διαπίπτειν καὶ διαπνεῖσθαι, οὐκ εὐθὺς τούτων οὐδὲν πέπονθεν, ἀλλ´ ἐπιεικῶς συχνὸν ἐπιμένει χρόνον· ἐὰν μέν τις καὶ χαριέντως ἔχων τὸ σῶμα τελευτήσῃ καὶ ἐν τοιαύτῃ ὥρᾳ, καὶ πάνυ μάλα. Συμπεσὸν γὰρ τὸ σῶμα καὶ ταριχευθέν, ὥσπερ οἱ ἐν Αἰγύπτῳ ταριχευθέντες, ὀλίγου ὅλον μένει ἀμήχανον ὅσον χρόνον. Ἔνια δὲ μέρη τοῦ σώματος, καὶ ἐὰν σαπῇ, ὀστᾶ τε καὶ νεῦρα καὶ τὰ τοιαῦτα πάντα, ὅμως, ὡς ἔπος εἰπεῖν, ἀθάνατά ἐστιν ἢ οὔ; Ναί. Ἡ δὲ ψυχὴ  ἄρα (τὸ ἀειδές, τὸ εἰς τοιοῦτον τόπον ἕτερον οἰχόμενον γενναῖον καὶ καθαρὸν καὶ ἀειδῆ, εἰς Ἅιδου ὡς ἀληθῶς, παρὰ τὸν ἀγαθὸν καὶ φρόνιμον θεόν, οἷ, ἂν θεὸς ἐθέλῃ, αὐτίκα καὶ τῇ ἐμῇ ψυχῇ ἰτέον), αὐτὴ δὲ ἡμῖν ἡ τοιαύτη καὶ οὕτω πεφυκυῖα ἀπαλλαττομένη τοῦ σώματος εὐθὺς διαπεφύσηται καὶ ἀπόλωλεν, ὥς φασιν οἱ πολλοὶ ἄνθρωποι; Πολλοῦ γε δεῖ, ὦ φίλε Κέβης τε καὶ Σιμμία· ἀλλὰ πολλῷ μᾶλλον ὧδε ἔχει· ἐὰν μὲν καθαρὰ ἀπαλλάττηται, μηδὲν τοῦ σώματος συνεφέλκουσα, ἅτε οὐδὲν κοινωνοῦσα αὐτῷ ἐν τῷ βίῳ ἑκοῦσα εἶναι, ἀλλὰ φεύγουσα αὐτὸ καὶ συνηθροισμένη αὐτὴ εἰς αὑτήν, ἅτε μελετῶσα ἀεὶ 〈τοῦτο〉 (τοῦτο δὲ οὐδὲν ἄλλο ἐστὶν ἢ ὀρθῶς φιλοσοφοῦσα καὶ τῷ ὄντι τεθνάναι μελετῶσα ῥᾳδίως· ἢ οὐ τοῦτ´ ἂν εἴη μελέτη θανάτου;) Παντάπασί γε. Οὐκοῦν οὕτω μὲν ἔχουσα εἰς τὸ ὅμοιον αὐτῇ τὸ ἀειδὲς ἀπέρχεται, τὸ θεῖόν τε καὶ ἀθάνατον καὶ φρόνιμον, οἷ ἀφικομένῃ ὑπάρχει αὐτῇ εὐδαίμονι εἶναι, πλάνης καὶ ἀνοίας καὶ φόβων καὶ ἀγρίων ἐρώτων καὶ τῶν ἄλλων κακῶν τῶν ἀνθρωπείων ἀπηλλαγμένῃ, ὥσπερ δὲ λέγεται κατὰ τῶν μεμυημένων, ὡς ἀληθῶς τὸν λοιπὸν χρόνον μετὰ θεῶν διάγουσα, οὕτω φῶμεν, ὦ Κέβης, ἢ ἄλλως; Οὕτως νὴ Δία, ἔφη ὁ Κέβης. Ἂν δέ γε, οἶμαι, μεμιασμένη καὶ ἀκάθαρτος τοῦ σώματος ἀπαλλάττηται, ἅτε σώματι ἀεὶ ξυνοῦσα καὶ τοῦτο θεραπεύουσα καὶ ἐρῶσα καὶ γεγοητευμένη ὑπ´ αὐτοῦ ὑπό τε τῶν ἐπιθυμιῶν καὶ ἡδονῶν, ὥστε μηδὲν ἄλλο δοκεῖν εἶναι ἀληθὲς ἀλλ´ ἢ τὸ σωματοειδές, οὗ ἄν τις ἅψαιτο καὶ ἴδοι καὶ πίοι καὶ φάγοι καὶ πρὸς τὰ ἀφροδίσια χρήσαιτο, τὸ δὲ τοῖς ὄμμασι σκοτῶδες καὶ ἀειδές, νοητὸν δὲ καὶ φιλοσοφίᾳ αἱρετόν, τοῦτο δὲ 〈εἰθισμέν〉η μισεῖν τε καὶ τρέμειν καὶ φεύγειν· οὕτω δὴ ἔχουσαν οἴει ψυχὴν αὐτὴν καθ´ αὑτὴν εἰλικρινῆ ἀπαλλάξασθαι; Οὐδ´ ὁπωστιοῦν, ἔφη."

Ταῦτα ὁ Πλάτων· ἐξαπλοῖ δὲ τὴν διάνοιαν ὁ Πορφύριος ἐν τῷ πρώτῳ τῶν Πρὸς Βόηθον Περὶ ψυχῆς τοῦτον γράφων τὸν τρόπον·

κθʹ. ΠΟΡΦΥΡΙΟΥ ΠΕΡΙ ΤΟΥ ΑΥΤΟΥ

"Αὐτίκα λόγον ἰσχυρὸν εἶναι δοκοῦντα τῷ Πλάτωνι εἰς παράστασιν τῆς ψυχῆς ἀθανασίας, τὸν ἐκ τοῦ ὁμοίου. Εἰ γὰρ ὁμοία τῷ θείῳ καὶ ἀθανάτῳ καὶ ἀειδεῖ καὶ ἀσκεδάστῳ καὶ ἀδιαλύτῳ καὶ οὐσιωμένῳ καὶ συνεστῶτι ἐν ἀφθαρσίᾳ, πῶς οὐ τοῦ γένους ἂν εἴη τοῦ κατὰ τὸ παράδειγμα; Ὅταν γὰρ δύο τινῶν ἄκρων ἐναργῶς ἐναντίων, οἷον λογικοῦ τε καὶ ἀλόγου, ἄλλο τι ἀμφισβητῆται ποίας ἐστὶ μερίδος, εἷς ἦν καὶ οὗτος τρόπος ἀποδείξεως διὰ τοῦ δεῖξαι τίνι τῶν ἀντικειμένων ὅμοιον. Οὕτω γάρ, καίπερ ἐν ἀλογίᾳ κατὰ πρώτην ἡλικίαν τοῦ ἀνθρωπίνου γένους κατισχημένου πολλῶν τε ἄχρι γήρως ἐν τοῖς τῆς ἀλογίας ἁμαρτήμασι πλεοναζόντων, ὅμως διὰ τὸ τῷ καθαρῶς λογικῷ πολλὰς ὁμοιότητας φέρειν λογικὸν εἶναι τὸ γένος τοῦτο ἐξ ἀρχῆς ἐπιστεύθη. Ὄντος οὖν θείου συστήματος καὶ ἀκηράτου καὶ ἀλυμάντου προφανῶς τοῦ τῶν θεῶν, ὄντος δὲ πάλιν ἐναργῶς τοῦ χθονίου καὶ λυτοῦ καὶ ἐν διαφθορᾷ κειμένου, ἀμφισβητουμένης δὲ παρά τισι τῆς ψυχῆς τίνι τῶν προκειμένων μέρει προσκεχώρηκεν, ἐκ τῆς ὁμοιότητος ᾠήθη ὁ Πλάτων δεῖν ἀνιχνεύειν τὴν ἀλήθειαν. Kαὶ ἐπειδὴ τῷ μὲν θνητῷ τε καὶ λυτῷ καὶ ἀνοήτῳ καὶ ζωῆς ἀμετόχῳ καὶ διὰ τοῦτο ἁπτῷ τε καὶ αἰσθητῷ καὶ γινομένῳ καὶ ἀπολλυμένῳ οὐδαμῶς ἔοικε, τῷ δὲ θείῳ καὶ ἀθανάτῳ καὶ ἀειδεῖ καὶ νοερῷ ζῶντί τε καὶ ἀληθείας συγγενεῖ καὶ ὅσα ἐκεῖνος περὶ αὐτῆς ἀναλογίζεται, ἐδόκει μὴ τὰς μὲν ἄλλας ὁμοιότητας τοῦ θεοῦ ἐνεῖναι συγχωρεῖν, τὸ δὲ τῆς οὐσίας ἐμφερὲς ἀπ´ αὐτῆς ἐθέλειν ἀθετεῖν, δι´ ὃ καὶ τούτων αὐτὴν τυχεῖν συμβέβηκεν. Ὥσπερ γὰρ τὰ ταῖς ἐνεργείαις τῷ θεῷ ἀνόμοια εὐθὺς καὶ τῇ συστάσει τῆς οὐσίας ἐξήλλακτο, οὕτως ἀκόλουθον εἶναι τὰ τῶν αὐτῶν πως ἐνεργειῶν μέτοχα φθάνειν τὴν ὁμοιότητα τῆς οὐσίας κεκτημένα. Διὰ γὰρ τὴν ποιὰν οὐσίαν ποιὰς εἶναι καὶ τὰς ἐνεργείας, ὡς ἂν ἀπ´ αὐτῆς ῥεούσας καὶ αὐτῆς οὔσας βλαστήματα."

Τούτου τοίνυν τοῦ λόγου τὴν δύναμιν περιαιρῶν ὁ Βόηθος ἐπάκουσον εὐθὺς ἐν ἀρχῇ τοῦ λόγου ὃ πεποίηκε γράφων οὕτως·

"Εἰ μὲν ἀθάνατός ἐστιν ἡ ψυχὴ καὶ παντὸς ὀλέθρου κρείττων τις φύσις, πολλοὺς ἀναμείναντα χρὴ καὶ περιηγησάμενον λόγους ἀποφήνασθαι. Τὸ μέντοι τῶν περὶ ἡμᾶς ὁμοιότερον μηδὲν γενέσθαι θεῷ ψυχῆς, οὐ πολλῆς ἄν τις δεηθεὶς πραγματείας πιστεύσειεν, οὐ μόνον διὰ τὸ συνεχὲς καὶ ἄπαυστον τῆς κινήσεως, ἣν ἐν ἡμῖν ἐνδίδωσιν, ἀλλὰ τοῦ καθ´ ἑαυτὴν νοῦ. Εἰς ὅπερ ἀπιδὼν καὶ ὁ Κροτωνιάτης φυσικὸς εἶπεν ἀθάνατον αὐτὴν οὖσαν καὶ πᾶσαν ἠρεμίαν φύσει φεύγειν, ὥσπερ τὰ θεῖα τῶν σωμάτων. Ἀλλὰ καὶ καθάπαξ τὴν ἰδέαν τῆς ψυχῆς καὶ μάλιστα τὸν ἄρχοντα ἐν ἡμῖν νοῦν, ὁπηλίκα βουλεύματα καὶ ὁρμὰς πολλάκις ὁποίας ὑποκινεῖ, τῷ κατανοήσαντι πολλή τις ἂν πρὸς τὸν θεὸν ὁμοιότης ὑποφανείη."

Καὶ ἑξῆς ἐπιλέγει·

"Εἰ γὰρ ὡς ὁμοιότατον τῷ θείῳ πάντων χρημάτων ἡ ψυχὴ δείκνυται, τίς ἔτι χρεία τῶν ἄλλων δεῖσθαι λόγων εἰς ἀπόδειξιν τῆς ἀθανασίας αὐτῆς προοιμιαζόμενον καὶ μὴ καὶ τοῦτον ὡς ἕνα μετὰ τῶν πολλῶν καταριθμοῦντα, ἱκανὸν ὄντα ἐντρέψαι τοὺς εὐγνώμονας, ὡς οὐκ ἂν τῶν ἐμφερῶν τῷ θείῳ μετέσχεν ἐνεργειῶν μή τοι θεία γε οὖσα καὶ αὐτή; Εἰ γὰρ καίπερ ἐν τῷ θνητῷ καὶ λυτῷ καὶ ἀνοήτῳ καὶ καθ´ ἑαυτὸ νεκρῷ καὶ ἀεὶ ἀπολλυμένῳ καὶ διαρρέοντι εἰς τὴν τῆς ἀπωλείας μεταβολὴν κατορωρυγμένη αὐτό τε ποιεῖ καὶ συνέχει καὶ τὴν ἑαυτῆς θείαν ἀναδείκνυσιν οὐσίαν, καίπερ ἐπιπροσθουμένη καὶ ἐμποδιζομένη ὑπὸ τοῦ προκειμένου αὐτῇ πανωλέθρου πλάσματος, πῶς εἰ τοῦ 〈ἀ〉λόγου χωρισθείη, ὥσπερ χρυσίον περιπεπλασμένου πηλοῦ, οὐκ αὐτόθεν ἂν τὸ ἑαυτῆς εἶδος ἐκφήνειεν ὡς ἐμφερὲς ὂν μόνῳ τῷ θεῷ, ἀλλὰ καὶ διὰ τὸ μέτοχον αὐτοῦ εἶναι καὶ τὰς ἐν ταῖς ἐνεργείαις ὁμοιότητας διασῷζον καὶ ἐν τῷ μάλιστα θνητῷ αὐτῆς (ὥσπερ ἐστὶν ὅταν ἐν τῷ θνητῷ καθειρχθῇ) διὰ τοῦτο μὴ διαλυόμενον, ὅτι φύσεως ἦν τῆς ἀμοίρου φθορᾶς;"

Καὶ ὑποκαταβάς φησιν·

"Εἰκότως δὲ καὶ θεία φαίνεται ἀπὸ τῆς πρὸς τὸν ἀμέριστον ὁμοιώσεως καὶ θνητὴ ἀφ´ ὧν προσπελάζει τῇ θνητῇ φύσει· καὶ κάτεισι καὶ ἄνεισι καὶ θνητοειδής ἐστι καὶ τοῖς ἀθανάτοις ἐμφερής. Ἄνθρωπος γὰρ καὶ ὁ γαστρίζων ἑαυτὸν καὶ κεκορέσθαι σπουδάζων ὡς τὰ κτήνη· ἄνθρωπος δὲ καὶ ὁ σῴζειν ἐν πελάγει δι´ ἐπιστήμης ἐν κινδύνοις οἷός τε ὢν τὴν ναῦν καὶ ὁ σῴζειν ἐν νόσοις καὶ ὅ γε τὴν μὲν ἀλήθειαν εὑρίσκων, μεθοδεύσας δὲ καὶ πρὸς γνώσεως καταλήψεις πυρείων τε εὑρέσεις καὶ ὡροσκοπείων τηρήσεις καὶ μιμήσεις τῶν τοῦ δημιουργοῦ ποιημάτων μηχανησάμενος. Ἄνθρωπος γὰρ ἐπενόησεν ἐπὶ γῆς συνόδους τῶν ἑπτὰ μετὰ τῶν κινήσεων δημιουργῆσαι, διὰ μηχανημάτων τὰ ἐν οὐρανῷ μιμούμενος. Καὶ τί γὰρ οὐκ ἐπενόησεν, ἀποδεικνὺς τὸν θεῖον καὶ θεῷ παρισωμένον ἐν αὑτῷ νοῦν; Ἀφ´ ὧν Ὀλυμπίου τε καὶ θείου καὶ οὐδαμῶς θνητοῦ τολμήματα διαφαίνων τοὺς πολλοὺς διὰ φιλαυτίαν τῆς αὐτῶν εἰς τὰ κάτω ῥοπῆς ἰδεῖν αὐτὸν οὐχ οἵους τε ὄντας ἐκ τῶν ἔξωθεν φαινομένων ὁμοίως αὐτοῖς θνητοειδῆ δοξάζειν αὐτὸν ἀναπέπεικεν· ἑνὸς ὄντος καὶ τούτου τρόπου τῆς ἐκ κακίας παραμυθίας, τὸ τῇ ἀντανισώσει τῆς αὑτῶν ἀθλιότητος διὰ τὰ ἔξωθεν φαινόμενα προσαναπαυομένους πείθειν ἑαυτούς, ὅτι ὡς τὰ ἔξω καὶ τὰ εἴσω πάντες ἄνθρωποι."

Τούτων ἁπάντων διδάσκαλος πέφηνε γεγονὼς ὁ Μωσῆς, ὃς διεξιὼν τὴν πρώτην ἀνθρωπογονίαν κατὰ τὰς προτεθείσας λέξεις διὰ τῆς πρὸς τὸ θεῖον ἐξομοιώσεως τοὺς περὶ ψυχῆς ἀθανασίας λόγους ἐπιστώσατο. Ἀλλ´ ἐπειδὴ τὰ περὶ τῆς ἀσωμάτου καὶ ἀφανοῦς οὐσίας σύμφωνα καὶ ὁμόδοξα Μωσεῖ καὶ Πλάτωνι συνέστη, ὥρα καὶ τὰ λοιπὰ μέρη τῆς κατὰ Πλάτωνα φιλοσοφίας ἐπιθεωρῆσαι δεῖξαί τε τὸν ἄνδρα Ἑβραίοις κατὰ πάντα φίλον, ἐκτὸς εἰ μή που παρατραπεὶς ἀνθρωπινώτερον ἢ κατὰ τὸν ἀληθῆ φάναι τι  προήχθη λόγον. Αὐτίκα τῶν εἰρημένων ὅσα μὲν ἐπιτυχῶς λέλεκται τῷ ἀνδρὶ συντρέχοι ἂν τοῖς Μωσεῖ δεδογμένοις, ὅσα δὲ μὴ ἀρέσκοντα Μωσεῖ καὶ τοῖς προφήταις ὑπέλαβεν, οὐκ ἂν ἔχοι συνεστῶτα τὸν λόγον. Τοῦτο δ´ ἡμῖν ἐν καιρῷ τῷ δέοντι παραστήσεται. Τέως δ´, ἐπεὶ πεφώραται ἐν τῇ περὶ τῶν νοητῶν ἐποπτείᾳ συνῳδὰ καὶ σύμφωνα τὰ τεθειμένα, ὥρα ἐπανελθοῦσιν αὖθις ἐπὶ τὴν τῶν αἰσθητῶν φυσιολογίαν ἐν βραχέσι τὴν πρὸς τὰ Ἑβραίων ἐπιδραμεῖν τοῦ ἀνδρὸς συμφωνίαν.

λʹ. ΠΕΡΙ ΤΟΥ ΓΕΝΗΤΟΝ ΕΙΝΑΙ ΤΟΝ ΚΟΣΜΟΝ

Μωσέως γενητὸν ἀποφηναμένου τόδε τὸ πᾶν ὑπὸ τοῦ θεοῦ γενόμενον (λέγει δ´ οὖν ἀρχόμενος τῆς ἑαυτοῦ γραφῆς·

"Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν"

καὶ μετὰ τὰ κατὰ μέρος ἐπάγει·

"Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς, ὅτε ἐγένετο, ᾗ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν"),

ἄκουε τοῦ Πλάτωνος ὡς οὐκ ἐκπίπτει τῆς διανοίας ὧδέ πη καὶ αὐτὸς γράφων·

"Πᾶν δὲ αὖ τὸ γινόμενον ὑπ´ αἰτίου τινὸς ἐξ ἀνάγκης γίγνεσθαι· πάντη γὰρ ἀδύνατον χωρὶς αἰτίου γένεσιν ἔχειν."

Καὶ ἐπιλέγει·

"Ὁ δὴ πᾶς οὐρανὸς ἢ κόσμος ἢ καὶ ἄλλο, ὅ τι ποτὲ ὀνομαζόμενος μάλιστα ἂν δέχοιτο τοῦθ´ ἡμῖν ὠνομάσθω· σκεπτέον οὖν περὶ αὐτοῦ πρῶτον, ὅπερ ὑπόκειται περὶ παντὸς ἐν ἀρχῇ δεῖν σκοπεῖν, πότερον ἦν ἀεί, γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν, ἢ γέγονεν ἀπ´ ἀρχῆς τινος ἀρξάμενος. Γέγονεν· ὁρατὸς γὰρ ἁπτός τέ ἐστι καὶ σῶμα ἔχων, πάντα δὲ τὰ τοιαῦτα αἰσθητά, τὰ δ´ αἰσθητὰ δόξῃ περιληπτὰ καὶ γενητὰ ἐφάνη. Τῷ δ´ αὖ γενομένῳ φαμὲν ὑπ´ αἰτίου τινὸς ἀνάγκην εἶναι γενέσθαι. Τὸν μὲν οὖν ποιητὴν καὶ δημιουργὸν τοῦδε τοῦ παντὸς εὑρεῖν τε ἔργον καὶ εὑρόντα εἰς πάντας ἀδύνατον λέγειν."

Καὶ αὖθις ἑξῆς φησιν·

"Οὕτως οὖν δὴ κατὰ λόγον τὸν εἰκότα δεῖ λέγειν τόνδε τὸν κόσμον ζῷον ἔμψυχον ἔννουν τῇ ἀληθείᾳ διὰ τὴν τοῦ θεοῦ γενέσθαι πρόνοιαν."

λαʹ. ΠΕΡΙ ΤΩΝ ΚΑΤ´ ΟΥΡΑΝΟΝ ΦΩΣΤΗΡΩΝ

Πάλιν Μωσέως καὶ τούτους εἶναι γενητοὺς διδάξαντος δι´ ὧν ἔφησε·

"Καὶ εἶπεν ὁ θεός· Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ ὥστε φαίνειν ἐπὶ τῆς γῆς· καὶ ἔστωσαν εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτούς. Καὶ ἐποίησεν ὁ θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους καὶ τοὺς ἀστέρας· καὶ ἔθετο αὐτοὺς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ,"

ὁμοίως ὁ Πλάτων·

"Ἐξ οὖν λόγου (φησί) καὶ διανοίας θεοῦ τοιαύτης πρὸς χρόνου γένεσιν, ἵνα γενηθῇ χρόνος, ἥλιος καὶ σελήνη καὶ πέντε ἄλλα ἄστρα, ἐπίκλην ἔχοντα πλάνητες, εἰς διορισμὸν καὶ φυλακὴν ἀριθμῶν χρόνου γέγονε. σώματα δὲ αὐτῶν ποιήσας ὁ θεὸς ἔθηκεν εἰς τὰς περιφοράς."

Ἐπιτήρει δὲ εἰ μὴ τὸ

"ἐξ οὖν λόγου καὶ διανοίας θεοῦ"

εἰρημένον τῷ Πλάτωνι ὅμοιον ἂν εἴη τῷ παρ´ Ἑβραίοις φάσκοντι

"Τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσαι αἱ δυνάμεις αὐτῶν."

Ἀλλὰ καὶ Μωσέως εἰπόντος

"Καὶ ἔθετο αὐτοὺς ἐν τῷ στερεώματι"

ὁμοίᾳ κέχρηται καὶ ὁ Πλάτων φωνῇ τῇ

"Ἔθηκεν," εἰπὼν "σώματα δὲ αὐτῶν ποιήσας ὁ θεὸς ἔθηκεν εἰς τὰς περιφοράς."

λβʹ. ΟΤΙ ΠΑΝΤΑ ΚΑΛΑ ΤΑ ΕΡΓΑ ΤΟΥ ΘΕΟΥ

Τῆς Ἑβραίων γραφῆς ἐφ´ ἑκάστῳ τῶν δημιουργημάτων ἐπιφωνούσης·

"Καὶ εἶδεν ὁ θεὸς ὅτι καλόν"

καὶ ἐπὶ τῇ πάντων συγκεφαλαιώσει φασκούσης·

"Καὶ εἶδεν ὁ θεὸς τὰ πάντα, καὶ ἰδοὺ καλὰ λίαν,"

ἄκουε τοῦ Πλάτωνος ὥς φησιν·

"Εἰ μὲν δὴ καλός ἐστιν ὅδε ὁ κόσμος ὅ τε δημιουργὸς ἀγαθός, δῆλον ὡς πρὸς τὸ ἀΐδιον ἔβλεπε."

Καὶ πάλιν·

"Ὁ μὲν γὰρ κάλλιστος τῶν γεγονότων, ὁ δ´ ἄριστος τῶν αἰτίων."

λγʹ. ΠΕΡΙ ΤΗΣ ΑΛΛΟΙΩΣΕΩΣ ΚΑΙ ΜΕΤΑΒΟΛΗΣ ΤΟΥ ΚΟΣΜΟΥ

Καὶ περὶ τούτου πάσης Ἑβραίων γραφῆς διαλαλούσης, τοτὲ μὲν δι´ ὧν φησι·

"Καὶ εἱλιγήσεται ὁ οὐρανὸς ὡς βιβλίον"

τοτὲ δὲ δι´ ὧν ἐπιλέγει·

"Καὶ ἔσται ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, ἃ ἐγὼ ποιῶ μένειν ἐνώπιόν μου, λέγει κύριος"

καὶ πάλιν ἄλλοτε δι´ ὧν φησι·

"Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου,"

καὶ ὁ Πλάτων ἄκουε ὅπως τὸ δόγμα συνίστησι λέγων ἐν Τιμαίῳ·

"Καὶ ξυνεστήσατο οὐρανὸν ὁρατὸν καὶ ἁπτόν· καὶ διὰ ταῦτα ἔκ τε δὴ τούτων τοιούτων καὶ τὸν ἀριθμὸν τεττάρων τὸ τοῦ κόσμου σῶμα ἐγενήθη δι´ ἀναλογίας ὁμολογῆσαν φιλίαν τε ἔσχεν ἐκ τούτων, ὡς εἰς ταὐτὸν αὑτῷ ξυνελθὸν ἄλυτον ὑπὸ τῶν ἄλλων πλὴν ὑπὸ τοῦ ξυνδήσαντος γενέσθαι."

Εἶθ´ ἑξῆς φησι·

"Χρόνος δ´ οὖν μετὰ οὐρανοῦ γέγονεν, ἵνα ἅμα γεννηθέντες ἅμα καὶ λυθῶσιν, ἄν ποτε λύσις τις αὐτῶν γίγνηται."

Καὶ πάλιν εἰπών·

"Θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων, ἄλυτα ἐμοῦ μὴ θέλοντος,"

ἐπάγει λέγων ἑξῆς·

"Τὸ μὲν οὖν δὴ δεθὲν πᾶν λυτόν, τό γε μὴν καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ λύειν ἐθέλειν κακοῦ. Διὸ καὶ ἐπείπερ γεγένησθε, ἀθάνατοι μὲν οὐκ ἐστὲ οὐδ´ ἄλυτοι τὸ πάμπαν. Οὔ τι μὲν δὴ λυθήσεσθέ γε οὐδὲ τεύξεσθε θανάτου μοίρας, τῆς ἐμῆς βουλήσεως μείζονος ἔτι δεσμοῦ καὶ κυριωτέρου λαχόντες ἐκείνων οἷς ὅτε ἐγίγνεσθε ξυνεδεῖσθε."

Καὶ ἐν τῷ Πολιτικῷ δὲ τάδε ὁ αὐτός φησι·

"Τὸ γὰρ πᾶν τόδε τοτὲ μὲν αὐτὸς ὁ θεὸς ξυμποδηγεῖ πορευόμενον καὶ ξυγκυκλεῖ, τοτὲ δ´ ἀνῆκεν, ὅταν αἱ περίοδοι τοῦ προσήκοντος αὐτῷ μέτρον εἰλήφωσιν ἤδη χρόνου, τὸ δὲ πάλιν αὐτόματον εἰς τἀναντία περιάγεται, ζῷον ὂν καὶ φρόνησιν εἰληφὸς ἐκ τοῦ ξυναρμόσαντος αὐτὸ κατ´ ἀρχάς. Τοῦτο δὲ αὐτῷ τὸ πάλιν ἰέναι διὰ τόδε ἐξ ἀνάγκης ἔμφυτον γέγονε. 

Διὰ τὸ ποῖον δή;

Τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν ἀεὶ καὶ ταὐτὸν εἶναι τοῖς πάντων θειοτάτοις προσήκει μόνοις, σώματος δὲ φύσις οὐ ταύτης τῆς τάξεως. Ὃν δὲ οὐρανὸν καὶ κόσμον ἐπωνομάκαμεν, πολλῶν μὲν καὶ μακαρίων παρὰ τοῦ γεννήσαντος μετείληφεν, ἀτὰρ οὖν δὴ κεκοινώνηκέ γε καὶ σώματος· ὅθεν αὐτῷ μεταβολῆς ἀμοίρῳ γίγνεσθαι διὰ παντὸς ἀδύνατον, κατὰ δύναμίν γε μὴν ὅτι μάλιστα ἐν τῷ αὐτῷ κατὰ τὰ αὐτὰ μίαν φορὰν κινεῖται, διότι τὴν ἀνακύκλησιν εἴληχεν, ὅτι σμικροτάτην τῆς ἑαυτοῦ κινήσεως παράλλαξιν. Αὐτὸ δὲ ἑαυτὸ στρέφειν ἀεὶ σχεδὸν οὐδενὶ δυνατὸν πλὴν τῷ τῶν κινουμένων αὖ πάντων ἡγουμένῳ. Κινεῖν δὲ τούτῳ τι τοτὲ μὲν ἄλλως, αὖθις δ´ ἐναντίως οὐ θέμις. Ἐκ πάντων δὴ τούτων τὸν κόσμον μήτε αὐτὸν χρὴ φάναι στρέφειν ἑαυτὸν ἀεὶ μηθ´ ὅλον ὑπὸ θεοῦ στρέφεσθαι διττὰς καὶ ἐναντίας περιαγωγὰς μήτ´ αὖ τινε δύο θεὼ φρονοῦντε ἑαυτοῖς ἐναντία στρέφειν αὐτόν, ἀλλ´ ὅπερ ἄρτι ἐρρήθη καὶ μόνον λοιπόν, τοτὲ μὲν ὑπ´ ἄλλης ξυμποδηγεῖσθαι θείας αἰτίας, τὸ ζῆν πάλιν ἐπικτώμενον καὶ λαμβάνοντα ἀθανασίαν ἐπισκευαστὴν παρὰ τοῦ δημιουργοῦ, τοτὲ δ´ ὅταν ἀνεθῇ, δι´ ἑαυτοῦ αὐτὸν ἰέναι κατὰ καιρὸν ἀφεθέντα τοιοῦτον, ὥστε ἀνάπαλιν πορεύεσθαι πολλὰς περιόδων μυριάδας διὰ τὸ μέγιστον ὂν καὶ ἰσορροπώτατον ἐπὶ σμικροτάτου βαῖνον ποδὸς ἰέναι.

Φαίνεται γοῦν δὴ καὶ μάλα εἰκότως εἰρῆσθαι πάντα ὅσα διελήλυθας.

Λογισάμενοι δὴ ξυννοήσωμεν τὸ πάθος ἐκ τῶν νῦν λεχθέντων, ὃ πάντων ἔφαμεν εἶναι τῶν θαυμαστῶν αἴτιον. Ἔστι γὰρ οὖν δὴ τοῦτ´ αὐτό.

Τὸ ποῖον;

Τὸ τὴν τοῦ παντὸς φορὰν τοτὲ μὲν ἐφ´ ἃ νῦν κυκλεῖται φέρεσθαι, τοτὲ δ´ ἐπὶ τἀναντία.

Πῶς δή;

Ταύτην τὴν μεταβολὴν ἡγεῖσθαι δεῖ τῶν περὶ τὸν οὐρανὸν γιγνομένων τροπῶν πασῶν εἶναι μεγίστην καὶ τελεωτάτην τροπήν.

Ἔοικε γοῦν.

Μεγίστας τοίνυν μεταβολὰς χρὴ νομίζειν γίγνεσθαι τότε τοῖς ἐντὸς ἡμῖν οἰκοῦσιν αὐτοῦ.

Καὶ τοῦτ´ εἰκός.

Μεταβολὰς δέ γε μεγάλας καὶ πολλὰς καὶ παντοίας ξυμφερομένας ἆρ´ οὐκ ἴσμεν τὴν τῶν ζῴων φύσιν ὅτι χαλεπῶς ἀνέχεται;

Πῶς δ´ οὔ;

Φθοραὶ τοίνυν ἐξ ἀνάγκης τότε μέγισται ξυμβαίνουσι τῶν τε ἄλλων ζῴων, καὶ δὴ καὶ τῶν ἀνθρώπων γένος ὀλίγον τι περιλείπεται. Περὶ δὲ τούτους ἄλλα τε παθήματα πολλά, θαυμαστὰ καὶ καινά, ξυμπίπτει, μέγιστον δὲ τόδε καὶ ξυνεπόμενον τῇ τοῦ παντὸς ἀνελίξει τότε, ὅταν ἡ τῆς νῦν καθεστηκυίας ἐναντία γίγνηται τροπή."

Τούτοις ἅπασιν ὑποβὰς ἑξῆς περὶ τῆς τῶν τετελευτηκότων ἀναβιώσεως, ὁμοίως ταῖς Ἑβραίων δόξαις κινούμενος, ταῦτ´ ἐπιλέγει·

λδʹ. ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΤΕΤΕΛΕΥΤΗΚΟΤΩΝ ΑΝΑΒΙΩΣΕΩΣ· ΑΠΟ ΤΟΥ ΑΥΤΟΥ

"Γένεσις δὲ τίς τότ´ ἦν, ὦ ξένε, ζῴων, καὶ τίνα τρόπον ἐξ ἀλλήλων ἐγεννῶντο;

Δῆλον, ὦ Σώκρατες, ὅτι 〈τὸ〉 μὲν ἐξ ἀλλήλων οὐκ ἦν ἐν τῇ τότε φύσει γεννώμενον, τὸ δὲ γηγενὲς εἶναί ποτε γένος λεχθὲν τοῦτ´ ἦν τὸ κατ´ ἐκεῖνον τὸν χρόνον ἐκ γῆς πάλιν ἀναστρεφόμενον, ἀπεμνημονεύετο δὲ ὑπὸ τῶν ἡμετέρων προγόνων τῶν πρώτων, οἳ τελευτώσῃ μὲν τῇ προτέρᾳ περιφορᾷ τὸν ἑξῆς χρόνον ἐγειτόνουν, τῆσδε δὲ κατ´ ἀρχὰς ἐφύοντο· τούτων γὰρ οὗτοι κήρυκες ἐγένονθ´ ἡμῖν τῶν λόγων, οἳ νῦν ὑπὸ πολλῶν οὐκ ὀρθῶς ἀπιστοῦνται. Τὸ  γὰρ ἐντεῦθεν, οἶμαι, χρὴ ξυννοεῖν. Ἐχόμενον γάρ ἐστι τῷ τοὺς πρεσβύτας ἐπὶ τὴν τοῦ παιδὸς ἰέναι φύσιν ἐκ τῶν τετελευτηκότων αὖ, κειμένων δ´ ἐν γῇ πάλιν ἐκεῖ ξυνισταμένους καὶ ἀναβιωσκομένους ἕπεσθαι τῇ τροπῇ, ξυνανακυκλουμένης εἰς τἀναντία τῆς γενέσεως, καὶ γηγενεῖς δὴ κατὰ τοῦτον τὸν τρόπον ἐξ ἀνάγκης φυομένους οὕτως ἔχειν τοὔνομα καὶ τὸν λόγον, ὅσους μὴ θεὸς αὐτῶν εἰς ἄλλην μοῖραν ἐκόμισε. Κομιδῇ μὲν οὖν τοῦτό γε ἕπεται τοῖς ἔμπροσθεν."

Εἶτ´ αὖ πάλιν ἑξῆς προϊὼν τὰ ὅμοια τοῖς Ἑβραίων δόγμασι περὶ τῆς τοῦ κόσμου συντελείας τόνδε διέξεισι τὸν τρόπον·

λεʹ. ΠΑΛΙΝ ΠΕΡΙ ΣΥΝΤΕΛΕΙΑΣ ΤΟΥ ΚΟΣΜΟΥ

"Ἐπειδὴ γὰρ πάντων τούτων χρόνος ἐτελειώθη καὶ μεταβολὴν ἔδει γίγνεσθαι καὶ δὴ καὶ τὸ γήϊνον ἤδη πᾶν ἀνάλωτο γένος, πάσας ἑκάστης τῆς ψυχῆς τὰς γενέσεις ἀποδεδωκυίας, ὅσα ἦν ἑκάστῃ προσταχθέν, τοσαῦτα εἰς γῆν σπέρματα πεσούσης, τότε δὴ τοῦ παντὸς ὁ μὲν κυβερνήτης, οἷον πηδαλίων οἴακος ἀφέμενος, εἰς τὴν αὑτοῦ περιωπὴν ἀπέστη, τὸν δὲ δὴ κόσμον πάλιν ἀνέστρεφεν εἱμαρμένη τε καὶ ξύμφυτος ἐπιθυμία. Πάντες οὖν οἱ κατὰ τοὺς τόπους ξυνάρχοντες τῷ μεγίστῳ δαίμονι θεοί, γνόντες ἤδη τὸ γιγνόμενον, ἀφίεσαν αὖ τὰ μέρη τοῦ κόσμου τῆς αὑτῶν ἐπιμελείας. Ὁ δὲ μεταστρεφόμενος καὶ ξυμβάλλων, ἀρχῆς τε καὶ τελευτῆς ἐναντίαν ὁρμὴν ὁρμηθείς, σεισμὸν πολὺν ἐν ἑαυτῷ ποιῶν, ἄλλην αὖ φθορὰν ζῴων παντοίαν ἀπειργάσατο. Μετὰ δὲ ταῦτα προελθόντος ἱκανοῦ χρόνου θορύβων τε καὶ ταραχῆς ἤδη παυόμενος καὶ τῶν σεισμῶν γαλήνης ἐπιλαβόμενος εἴς τε τὸν εἰωθότα δρόμον τὸν ἑαυτοῦ κατακοσμούμενος ᾔει, ἐπιμέλειαν καὶ κράτος ἔχων αὐτὸς τῶν ἐν αὑτῷ τε καὶ ἑαυτοῦ."

Καὶ ἐπάγει μετὰ βραχέα λέγων·

"Διὸ δὴ καὶ τότ´ ἤδη θεὸς ὁ κοσμήσας αὐτὸν καθορῶν ἐν ἀπορίᾳ ὄντα, κηδόμενος ἵνα μὴ χειμασθεὶς ὑπὸ ταραχῆς διαλυθεὶς εἰς τὸν τῆς ἀνομοιότητος ἄπειρον ὄντα τόπον δύῃ, πάλιν ἔφεδρος αὐτοῦ τῶν πηδαλίων γιγνόμενος τὰ νοσήσαντα καὶ λυθέντα ἐν τῇ καθ´ αὑτὸν προτέρᾳ περιόδῳ στρέψας κοσμεῖ τε καὶ ἐπανορθῶν ἀθάνατον αὐτὸν καὶ ἀγήρων ἀπεργάζεται. Τοῦτο μὲν τέλος πάντων εἴρηται."

λϚʹ. ΩΣ ΚΑΙ ΝΕΚΡΟΥΣ ΕΓΗΓΕΡΘΑΙ Ο ΠΛΑΤΩΝ ΟΜΟΙΩΣ ΤΟΙΣ ΕΒΡΑΙΩΝ ΛΟΓΟΙΣ ΙΣΤΟΡΕΙ

"Ταῦτα τοίνυν, ἦν δ´ ἐγώ, οὐδέν ἐστι πλήθει οὐδὲ μεγέθει πρὸς ἐκεῖνα ἃ τελευτήσαντα ἑκάτερον περιμένει· χρὴ δ´ αὐτὰ ἀκοῦσαι, ἵνα τελέως ἑκάτερος αὐτῶν ἀπειλήφῃ τὰ ὑπὸ τοῦ λόγου ὀφειλόμενα ἀκοῦσαι. Λέγοις ἄν, ἔφη, ὡς οὐ πολλὰ ἄλλ´ ἥδιον ἀκούοντι. Ἀλλ´ οὐ μέντοι σοι, ἦν δ´ ἐγώ, Ἀλκίνου γε ἀπόλογον ἐρῶ, ἀλλὰ ἀλκίμου μὲν ἀνδρὸς Ἠρὸς τοῦ Ἀρμενίου, τὸ γένος Παμφύλου· ὅς ποτε ἐν πολέμῳ τελευτήσας, ἀναιρεθέντων δεκαταίων τῶν νεκρῶν ἤδη διεφθαρμένων, ὑγιὴς μὲν ἀνῃρέθη, κομισθεὶς δὲ οἴκαδε μέλλων θάπτεσθαι δωδεκαταῖος ἐπὶ τῇ πυρᾷ κείμενος ἀνεβίω, ἀναβιοὺς δὲ ἔλεγεν ἃ ἐκεῖ ἴδοι. Ἔφη δέ, ἐπειδή οἱ ἐκβῆναι τὴν ψυχήν, πορεύεσθαι μετὰ πολλῶν καὶ ἀφικνεῖσθαι σφᾶς εἰς τόπον τινὰ δαιμόνιον, ἐν ᾧ τῆς τε γῆς δύ´ εἶναι χάσματα ἐχομένω ἀλλήλοιν καὶ τοῦ οὐρανοῦ αὖ ἐν τῷ ἄνω ἄλλα καταντικρύ.  Δικαστὰς δὲ μεταξὺ τούτων καθῆσθαι, οὕς, ἐπειδὴ διαδικάσειαν, τοὺς μὲν δικαίους κελεύειν πορεύεσθαι τὴν εἰς δεξιάν τε καὶ ἄνω διὰ τοῦ οὐρανοῦ, σημεῖα περιάψαντας τῶν δεδικασμένων ἐν τῷ πρόσθεν, τοὺς δὲ ἀδίκους τὴν εἰς ἀριστεράν τε καὶ κάτω, ἔχοντας καὶ τούτους ἐν τῷ ὄπισθεν σημεῖα πάντων ὧν ἔπραξαν. Αὐτοῦ δὲ προσελθόντος εἰπεῖν ὅτι δέοι αὐτὸν ἄγγελον ἀνθρώποις γενέσθαι τῶν ἐκεῖ καὶ διακελεύεσθαι διακούειν τε καὶ θεᾶσθαι πάντα τὰ ἐν τῷ τόπῳ."

Ταῦτα ὁ Πλάτων· συγγενῆ δὲ τούτοις καὶ ὁ Πλούταρχος ὧδέ πη ἐν τῷ πρώτῳ Περὶ ψυχῆς ἱστορεῖ·

λζʹ. ΠΛΟΥΤΑΡΧΟΥ ΠΕΡΙ ΤΟΥ ΟΜΟΙΟΥ

"Ἀντύλλῳ δὲ τούτῳ καὶ αὐτοὶ παρῆμεν· ἀλλὰ Σωσιτέλει καὶ Ἡρακλέωνι διηγησώμεθα. Νοσῶν γὰρ ἔναγχος ἀβιώτως ἔχειν ἐδόκει τοῖς ἰατροῖς· ἀνενεχθεὶς δὲ μικρὸν ἔκ τινος οὐ βιαίου καταφορᾶς, ἄλλο μὲν οὐδὲν οὔτ´ ἔπραξεν οὔτ´ εἶπε παρακινητικόν, ἔλεγε δὲ τεθνάναι καὶ πάλιν ἀφεῖσθαι καὶ μὴ τεθνήξεσθαι τὸ παράπαν ὑπὸ τῆς ἀρρωστίας ἐκείνης, ἀλλὰ καὶ κακῶς ἀκηκοέναι τοὺς ἀγαγόντας αὐτὸν ὑπὸ τοῦ κυρίου· πεμφθέντας γὰρ ἐπὶ Νικανδᾶν αὐτὸν ἥκειν ἀντ´ ἐκείνου κομίζοντας. Ὁ δὲ Νικανδᾶς ἦν σκυτοτόμος, ἄλλως δὲ τῶν ἐν παλαίστρᾳ γεγονότων καὶ πολλοῖς συνήθης καὶ γνώριμος. Ὅθεν οἱ νεανίσκοι προσιόντες ἔσκωπτον αὐτὸν ὡς ἀποδεδρακότα καὶ διεφθαρκότα τοὺς ἐκεῖθεν ὑπηρέτας. Αὐτὸς μέντοι δῆλος ἦν εὐθὺς ὑποθραττόμενος καὶ δυσχεραίνων· τέλος δὲ πυρετοῦ προσπεσόντος ἐξαίφνης ἀπέθανε τριταῖος. Οὗτος δὲ ἀνεβίω, καὶ περίεστιν εὖ γε ποιῶν, ἡμῖν ξένων ἐπιεικέστατος."

Ταῦτά μοι κείσθω διὰ τὸ καὶ ἐν ταῖς Ἑβραίων γραφαῖς νεκρῶν ἀναβιώσεις φέρεσθαι. Ἐπεὶ δὲ καὶ γῆν τινα ἐν ἐπαγγελίαις μόνοις τοῖς θεοφιλέσι δοθήσεσθαι περιέχουσι, κατὰ τὸ φάσκον λόγιον·

"Οἱ δὲ πραεῖς κληρονομήσουσι τὴν γῆν,"

ταύτην δὲ ἐπουράνιον ὑπάρχειν διασαφεῖ ὁ φάσκων λόγος·

"Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶ μήτηρ ἡμῶν"

ὅ τε προφήτης τὴν αὐτὴν δὴ ταύτην ἐκ πολυτελῶν καὶ τιμίων συνεστάναι λίθων ἐν τρόπῳ ἀλληγορίας αἰνίττεται λέγων·

"Ἰδοὺ ἐγὼ ἑτοιμάζω σοι ἄνθρακα τὸν λίθον σου καὶ θήσω τὰς ἐπάλξεις σου ἴασπιν καὶ τοὺς θεμελίους σου σάπφειρον καὶ τὸν περίβολόν σου λίθους ἐκλεκτούς,"

θέα ὡς καὶ ὁ Πλάτων αὐτὰ δὴ ταῦτα ἢ τὰ παραπλήσια πεπεῖσθαι εἶναι ἀληθῆ ἐν τῷ Περὶ ψυχῆς ὁμολογεῖ, Σωκράτει ἀνατιθεὶς τὸν λόγον ὧδέ πη·

ληʹ. ΩΣ ΚΑΙ ΤΑ ΠΕΡΙ ΤΗΣ ΛΕΓΟΜΕΝΗΣ ΕΠΟΥΡΑΝΙΟΥ ΓΗΣ Ο ΠΛΑΤΩΝ ΟΜΟΙΩΣ ΕΒΡΑΙΟΙΣ ΔΙΕΞΕΙΣΙΝ

"Ἀλλὰ μέντοι, ὦ Σιμμία, οὐχὶ ἡ Γλαύκου τέχνη γέ μοι δοκεῖ εἶναι διηγήσασθαι ἅ γ´ ἐστίν· ὡς μέντοι ἀληθῆ, χαλεπώτερόν μοι φαίνεται ἢ κατὰ τὴν Γλαύκου τέχνην. Καὶ ἅμα μὲν ἐγὼ ἴσως οὐδ´ ἂν οἷός τε εἴην, ἅμα δέ, καὶ εἰ ἠπιστάμην, ὁ βίος μοι δοκεῖ ὁ ἐμός, ὦ Σιμμία, τῷ μήκει οὐκ ἐξαρκεῖν. Τὴν μέντοι ἰδέαν τῆς γῆς, οἵαν πέπεισμαι εἶναι, καὶ τοὺς τόπους αὐτῆς οὐδέν με κωλύει λέγειν. Ἀλλ´, ἔφη ὁ Σιμμίας, καὶ ταῦτα ἀρκεῖ. Πέπεισμαι τοίνυν, ἦ δ´ ὅς, ἐγὼ πρῶτον μέν, εἰ ἔστιν ἐν μέσῳ τῷ οὐρανῷ περιφερὴς οὖσα, μηδὲν αὐτῇ δεῖν μήτε ἀέρος πρὸς τὸ μὴ πεσεῖν μήτε ἄλλης ἀνάγκης μηδεμιᾶς τοιαύτης, ἀλλ´ ἱκανὴν ἴσχειν αὐτὴν εἶναι τὴν ὁμοιότητα τοῦ οὐρανοῦ αὐτοῦ αὑτῷ πάντη καὶ τῆς γῆς αὐτῆς τὴν ἰσορροπίαν· ἰσόρροπον  γὰρ πρᾶγμα ὁμοίου τινὸς ἐν μέσῳ τεθὲν οὐχ ἕξει μᾶλλον οὐδ´ ἧττον οὐδαμόσε κλιθῆναι, ὁμοίως δ´ ἔχον ἀκλινὲς μένει. Πρῶτον μὲν δή, ἦ δ´ ὅς, τοῦτο πέπεισμαι. Καὶ ὀρθῶς γε, ἔφη ὁ Σιμμίας. Ἔτι τοίνυν, ἔφη, πάμμεγά τι εἶναι αὐτό, καὶ ἡμᾶς οἰκεῖν τοὺς μέχρι Ἡρακλείων στηλῶν ἀπὸ Φάσιδος ἐν μικρῷ τινι μορίῳ, ὥσπερ περὶ τέλμα μύρμηκας ἢ βατράχους περὶ τὴν θάλατταν οἰκοῦντας, καὶ ἄλλους ἄλλοθι πολλοὺς ἐν πολλοῖς οἰκεῖν. Εἶναι γὰρ πανταχῆ περὶ τὴν γῆν πολλὰ κοῖλα καὶ παντοδαπὰ καὶ τὰς ἰδέας καὶ τὰ μεγέθη, εἰς ἃ ξυνερρυηκέναι τό τε ὕδωρ καὶ τὴν ὁμίχλην καὶ τὸν ἀέρα· αὐτὴν δὲ τὴν γῆν καθαρὰν [τε] ἐν καθαρῷ κεῖσθαι τῷ οὐρανῷ, ἐν ᾧπέρ ἐστι τὰ ἄστρα, ὃν δὴ αἰθέρα ὀνομάζειν τοὺς πολλοὺς τῶν τὰ τοιαῦτα εἰωθότων λέγειν· οὗ δὴ ὑποστάθμην εἶναι ταῦτα καὶ ξυρρεῖν ἀεὶ εἰς τὰ κοῖλα τῆς γῆς. Ἡμᾶς οὖν οἰκοῦντας ἐν τοῖς κοίλοις αὐτῆς λεληθέναι καὶ οἴεσθαι ἄνω ἐπὶ τῆς γῆς οἰκεῖν, ὥσπερ ἂν εἴ τις ἐν μέσῳ τῷ πυθμένι τοῦ πελάγους οἰκῶν οἴοιτό τε ἐπὶ τῆς θαλάττης οἰκεῖν καὶ διὰ τοῦ ὕδατος ὁρῶν τὸν ἥλιον καὶ τὰ ἄλλα ἄστρα τὴν θάλατταν ἡγοῖτο οὐρανὸν εἶναι, διὰ δὲ βραδυτῆτα καὶ ἀσθένειαν μηδεπώποτε ἐπὶ τὰ ἄκρα τῆς θαλάττης εἴη ἀφιγμένος μηδὲ ἑωρακὼς εἴη ἐκδὺς καὶ ἀνακύψας ἐκ τῆς θαλάττης εἰς τὸν ἐνθάδε τόπον, ὅσῳ καθαρώτερος καὶ καλλίων τυγχάνει ὢν τοῦ παρὰ σφίσι, μηδὲ ἄλλου ἀκηκοὼς εἴη τοῦτο ἑωρακότος. Ταὐτὸ δὴ τοῦτο καὶ ἡμᾶς πεπονθέναι· οἰκοῦντας γὰρ ἔν τινι κοίλῳ τῆς γῆς οἴεσθαι ἐπάνω αὐτῆς οἰκεῖν καὶ τὸν ἀέρα οὐρανὸν καλεῖν, ὡς διὰ τούτου οὐρανοῦ ὄντος τὰ ἄστρα χωροῦντα. Τὸ δὲ εἶναι ταὐτόν, ὑπ´ ἀσθενείας καὶ βραδυτῆτος οὐχ οἵους τε εἶναι ἡμᾶς διεξελθεῖν ἐπ´ ἔσχατον τὸν ἀέρα, ἐπεὶ εἴ τις αὐτοῦ ἐπ´ ἄκρα ἔλθοι ἢ πτηνὸς γενόμενος ἀνάπτοιτο, κατιδεῖν δὴ ἀνακύψαντα, ὥσπερ ἐνθάδε οἱ ἐκ τῆς θαλάττης ἰχθύες ἀνακύπτοντες ὁρῶσι τὰ ἐνθάδε,  οὕτως ἄν τινα καὶ τὰ ἐκεῖ κατιδεῖν· καὶ εἰ ἡ φύσις ἱκανὴ εἴη ἀνέχεσθαι θεωροῦσα, γνῶναι ἂν ὅτι ἐκεῖνός ἐστιν ὁ ἀληθῶς οὐρανὸς καὶ τὸ ἀληθινὸν φῶς καὶ ἡ ὡς ἀληθῶς γῆ. ἥδε μὲν γὰρ ἡ γῆ καὶ οἱ λίθοι καὶ πᾶς ὁ τόπος ὁ ἐνθάδε διεφθαρμένα ἐστὶ καὶ καταβεβρωμένα, ὥσπερ τὰ ἐν τῇ θαλάττῃ ὑπὸ τῆς ἅλμης· καὶ οὔτε φύεται ἄξιον λόγου οὐδὲν ἐν τῇ θαλάττῃ οὔ 〈τε〉 τέλειον, ὡς ἔπος εἰπεῖν, οὐδέν ἐστι, σήραγγες δὲ καὶ ἄμμος καὶ πηλὸς ἀμήχανος καὶ βόρβοροί εἰσιν, ὅπου ἂν καὶ ἡ γῆ ᾖ, καὶ πρὸς τὰ παρ´ ἡμῖν καλὰ κρίνεσθαι οὐδ´ ὁπωστιοῦν ἄξια. Ἐκεῖνα δὲ αὖ τῶν παρ´ ἡμῖν πολὺ ἂν ἔτι πλεῖον φανείη διαφέρειν. Εἰ γὰρ δὴ καὶ μυθολογεῖν καλόν, ἄξιον ἀκοῦσαι, ὦ Σιμμία, οἷα τυγχάνει τὰ ἐπὶ τῆς γῆς ὑπὸ τῷ οὐρανῷ ὄντα. Ἀλλὰ μήν, ἔφη ὁ Σιμμίας, ὦ Σώκρατες, ἡμεῖς γε τούτου τοῦ μύθου ἡδέως ἂν ἀκούσαιμεν. Λέγεται τοίνυν, ἔφη, ὦ ἑταῖρε, πρῶτον μὲν εἶναι τοιαύτη ἡ γῆ αὐτὴ ἰδεῖν, εἴ τις ἄνωθεν θεῷτο, ὥσπερ αἱ δωδεκάσκυτοι σφαῖραι, ποικίλη, χρώμασι διειλημμένη, ὧν καὶ τὰ ἐνθάδε εἶναι χρώματα ὥσπερ δείγματα, οἷς δὴ οἱ γραφεῖς καταχρῶνται· ἐκεῖ δὲ πᾶσαν τὴν γῆν ἐκ τοιούτων εἶναι καὶ πολὺ ἔτι ἐκ λαμπροτέρων καὶ καθαρωτέρων ἢ τούτων. Τὴν μὲν γὰρ ἁλουργῆ εἶναι θαυμαστὴν τὸ κάλλος, τὴν δὲ χρυσοειδῆ, τὴν δὲ ὅση λευκὴ γύψου καὶ χιόνος λευκοτέραν, καὶ ἐκ τῶν ἄλλων χρωμάτων συγκειμένην ὡσαύτως καὶ ἔτι πλειόνων καὶ καλλιόνων ἢ ὅσα ἡμεῖς ἑωράκαμεν. Καὶ γὰρ αὐτὰ ταῦτα τὰ κοῖλα αὐτῆς, ὕδατός τε καὶ ἀέρος ἔκπλεα ὄντα, χρώματός τι εἶδος παρέχεσθαι στίλβοντα ἐν τῇ τῶν ἄλλων χρωμάτων ποικιλίᾳ, ὥστε ἕν τι αὐτῆς εἶδος ξυνεχὲς καὶ ποικίλον φαντάζεσθαι. Ἐν δὲ ταύτῃ οὔσῃ τοιαύτῃ ἀνὰ λόγον τὰ τοιαῦτα φύεσθαι, δένδρα τε καὶ ἄνθη ἔχοντα τοὺς καρπούς· καὶ αὖ τὰ ὄρη ὡσαύτως καὶ τοὺς λίθους ἔχειν κατὰ τὸν αὐτὸν λόγον τήν τε λειότητα καὶ τὴν διαφάνειαν καὶ τὰ χρώματα καλλίω· ὧν καὶ τὰ ἐνθάδε λιθίδια εἶναι ταῦτα τὰ  ἀγαπώμενα μόρια, σάρδιά τε καὶ ἰάσπιδας καὶ σμαράγδους καὶ πάντα τὰ τοιαῦτα· ἐκεῖ δὲ οὐδὲν ὁτιοῦν τοιοῦτον οὐκ εἶναι καὶ ἔτι τούτων καλλίω. Τὸ δ´ αἴτιον τούτου εἶναι ὅτι ἐκεῖνοι οἱ λίθοι καθαροί εἰσι καὶ οὐ κατεδηδεσμένοι οὐδὲ διεφθαρμένοι ὥσπερ οἱ ἐνθάδε ὑπὸ σηπεδόνος καὶ ἅλμης καὶ τῶν δεῦρο ξυνερρυηκότων, ἃ καὶ λίθοις καὶ γῇ καὶ τοῖς ἄλλοις ζῴοις τε καὶ φυτοῖς αἴσχη τε καὶ νόσους παρέχει. Τὴν δὲ γῆν αὐτὴν κεκοσμῆσθαι τούτοις τε ἅπασι καὶ ἔτι χρυσῷ τε καὶ ἀργύρῳ καὶ τοῖς ἄλλοις αὖ τοῖς τοιούτοις. Ἐκφανῆ γὰρ αὐτὰ πεφυκέναι, ὄντα πολλὰ πλήθει καὶ μεγάλα καὶ πολλαχοῦ τῆς γῆς, ὥστε αὐτὴν δεῖν εἶναι θέαμα εὐδαιμόνων θεατῶν."

λθʹ. ΩΣ ΚΑΙ ΤΑ ΠΕΡΙ ΤΗΣ ΜΕΤΑ ΘΑΝΑΤΟΝ ΚΡΙΣΕΩΣ ΟΜΟΙΩΣ ΕΒΡΑΙΟΙΣ ΚΑΙ Ο ΠΛΑΤΩΝ ΕΣΕΣΘΑΙ ΠΙΣΤΕΥΕΙ

Τῆς παρ´ Ἑβραίοις γραφῆς θεοῦ δικαιωτήριον καὶ κρίσιν ψυχῶν μετὰ τὴν ἐνθένδε ἀπαλλαγὴν ἔσεσθαι προαγορευούσης διά τε μυρίων ἄλλων καὶ δι´ ὧν φησι·

"Κριτήριον ἐκάθισε καὶ βίβλοι ἠνεῴχθησαν καὶ παλαιὸς ἡμερῶν ἐκάθητο. Ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ· μύριαι μυριάδες ἐλειτούργουν αὐτῷ, καὶ χίλιαι χιλιάδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ,"

ἐπάκουσον τοῦ Πλάτωνος τῆς θείας κρίσεως καὶ δὴ καὶ τοῦ ποταμοῦ ὀνομαστὶ μεμνημένου πολλάς τε μονὰς τῶν εὐσεβῶν διαφόρους τε τῶν δυσσεβῶν τιμωρίας συμφώνως τοῖς Ἑβραίων ὑπογράφοντος λόγοις. Φησὶ δ´ οὖν ἐν τῷ Περὶ ψυχῆς τάδε·

"Τρίτος δὲ ποταμὸς τούτων κατὰ μέσον ἐκβάλλει καὶ ἐγγὺς τῆς ἐκβολῆς ἐκπίπτει εἰς τόπον μέγαν πυρὶ πολλῷ καιόμενον καὶ λίμνην ποιεῖ μείζω τῆς  παρ´ ἡμῖν θαλάττης, ζέουσαν ὕδατος καὶ πηλοῦ· ἐντεῦθεν δὲ χωρεῖ κύκλῳ θολερὸς καὶ πηλώδης, περιελιττόμενος δὲ τῇ γῇ ἄλλοσέ τε ἀφικνεῖται 〈καὶ〉 παρ´ ἔσχατα τῆς Ἀχερουσιάδος λίμνης, οὐ συμμιγνύμενος τῷ ὕδατι· περιελιχθεὶς δὲ πολλάκις ὑπὸ γῆν ἐμβάλλει κατωτέρω τοῦ Ταρτάρου. Οὗτος δ´ ἐστὶν ὃν ἐπονομάζουσι Πυριφλεγέθοντα, οὗ καὶ οἱ ῥύακες ἀποσπάσματα ἀναφυσῶσιν, ὅπου ἂν τύχωσι τῆς γῆς. Τούτου δὲ αὖ καταντικρὺ ὁ τέταρτος ἐκπίπτει εἰς τόπον πρῶτον δεινόν τε καὶ ἄγριον, ὡς λέγεται, χρῶμα δὲ ἔχοντα ὅλον οἷον ὁ κυανός, ὃν δὴ ἐπονομάζουσι Στύγιον καὶ τὴν λίμνην, 〈ἣν〉 ποιεῖ ὁ ποταμὸς ἐμβάλλων Στύγα. Ὁ δ´ ἐμπεσὼν ἐνταῦθα καὶ δεινὰς δυνάμεις λαβὼν ἐν τῷ ὕδατι, δὺς κατὰ τῆς γῆς καὶ περιελιττόμενος χωρεῖ ἐναντίως τῷ Πυριφλεγέθοντι καὶ ἀπαντᾷ ἐν τῇ Ἀχερουσίᾳ λίμνῃ ἐξ ἐναντίας, καὶ οὐδὲ τὸ τούτου ὕδωρ οὐδενὶ μίγνυται, ἀλλὰ καὶ οὗτος κύκλῳ περιελθὼν ἐμβάλλει εἰς τὸν Τάρταρον ἐναντίως τῷ Πυριφλεγέθοντι· ὄνομα δὲ τούτῳ ἐστίν, ὡς οἱ ποιηταὶ λέγουσι, Κωκυτός. Τούτων δὲ οὕτως πεφυκότων, ἐπειδὰν ἀφίκωνται οἱ τετελευτηκότες εἰς τὸν τόπον οἷ ὁ δαίμων ἕκαστον κομίζει, πρῶτον μὲν διεδικάσαντο οἵ τε ὁσίως καὶ δικαίως βιώσαντες καὶ οἱ μή. Καὶ οἳ μὲν ἂν δόξωσι μέσως βεβιωκέναι, πορευθέντες ἐπὶ τὸν Ἀχέροντα ἀναβάντες ἃ δὴ καὶ αὐτοῖς ὀχήματά ἐστιν, ἐπὶ τούτων ἀφικνοῦνται εἰς τὴν λίμνην καὶ ἐκεῖ οἰκοῦσί τε καὶ καθαιρόμενοι τῶν τε ἀδικημάτων διδόντες δίκας ἀπολύονται, εἴ τίς τι ἠδίκηκε, τῶν τε εὐεργεσιῶν τιμὰς φέρονται κατὰ τὴν ἀξίαν ἕκαστος, οἳ δ´ ἂν δόξωσιν ἀνιάτως ἔχειν διὰ τὰ μεγέθη τῶν ἁμαρτημάτων, ἢ ἱεροσυλίας πολλὰς καὶ μεγάλας ἢ φόνους ἀδίκους καὶ παρανόμους πολλοὺς ἐξειργασμένοι ἢ ἄλλα ὅσα τοιαῦτα τυγχάνει ὄντα, τούτους δὲ ἡ προσήκουσα μοῖρα ῥίπτει εἰς τὸν Τάρταρον, ὅθεν οὔποτε ἐκβαίνουσιν. Οἳ δ´ ἂν ἰάσιμα μέν, μεγάλα δὲ δόξωσιν ἡμαρτηκέναι ἁμαρτήματα, οἷον πρὸς πατέρα ἢ μητέρα ὑπ´ ὀργῆς βίαιόν τι πράξαντες, καὶ μεταμέλον αὐτοῖς τὸν ἄλλον βίον βιῶσιν ἢ ἀνδροφόνοι ἢ τοιούτῳ τινὶ ἄλλῳ τρόπῳ γένωνται, τούτοις δὲ ἐμπεσεῖν μὲν εἰς τὸν Τάρταρον ἀνάγκη, ἐμπεσόντας δὲ αὐτοὺς καὶ ἐνιαυτὸν ἐκεῖ γενομένους ἐκβάλλει τὸ κῦμα, τοὺς μὲν ἀνδροφόνους κατὰ τὸν Κωκυτόν, τοὺς δὲ πατραλῴας κατὰ τὸν Πυριφλεγέθοντα· ἐπειδὰν δὲ φλεγόμενοι γένωνται κατὰ τὴν λίμνην τὴν Ἀχερουσιάδα, ἐνταῦθα βοῶσί τε καὶ καλοῦσιν, οἱ μὲν οὓς ἀπέκτειναν, οἱ δὲ οὓς ὕβρισαν, καλέσαντες δὲ ἱκετεύουσι καὶ δέονται ἐᾶσαι σφᾶς ἐκβῆναι εἰς τὴν λίμνην καὶ δέξασθαι, καὶ ἐὰν μὲν πείσωσιν, ἐκβαίνουσί τε καὶ λήγουσι τῶν κακῶν· εἰ δὲ μή, φέρονται αὖθις εἰς τὸν Τάρταρον κἀκεῖθεν πάλιν εἰς τοὺς ποταμούς, καὶ ταῦτα πάσχοντες οὐ πρότερον παύονται πρὶν ἂν πείσωσιν οὓς ἠδίκησαν· αὕτη γὰρ ἡ δίκη ὑπὸ τῶν δικαστῶν αὐτοῖς ἐτάχθη. Οἳ δὲ δὴ ἂν δόξωσι διαφερόντως πρὸς τὸ ὁσίως βιῶναι, οὗτοί εἰσιν οἱ τῶνδε μὲν τῶν τόπων τῶν ἐν τῇ γῇ ἐλευθερούμενοί τε καὶ ἀπαλλαττόμενοι, ὥσπερ δεσμωτηρίων, ἄνω δὲ εἰς τὴν καθαρὰν οἴκησιν ἀφικνούμενοι καὶ ἐπὶ τῆς γῆς οἰκιζόμενοι. Τούτων δὲ αὐτῶν οἱ φιλοσοφίᾳ ἱκανῶς καθηράμενοι ἄνευ τε καμάτων ζῶσι τὸ παράπαν εἰς τὸν ἔπειτα χρόνον καὶ εἰς οἰκήσεις ἔτι τούτων καλλίους ἀφικνοῦνται, ἃς οὔτε ῥᾴδιον δηλῶσαι οὔτε ὁ χρόνος ἱκανὸς ἐν τῷ παρόντι. Ἀλλὰ τούτων δὴ ἕνεκα χρὴ ὧν διεληλύθαμεν, ὦ Σιμμία, πᾶν ποιεῖν ὥστε ἀρετῆς καὶ φρονήσεως ἐν τῷ βίῳ μετασχεῖν· καλὸν γὰρ τὸ ἆθλον καὶ ἡ ἐλπὶς μεγάλη."

Ταῦτα ὁ Πλάτων. σὺ δέ γε παραθήσεις τῷ

"Καὶ εἰς οἰκήσεις καλλίους ἀφικνοῦνται, ἃς οὔτε ῥᾴδιον δηλῶσαι οὔτε χρόνος ἱκανὸς ἐν τῷ παρόντι"

τὸ παρ´ ἡμῖν οὕτως ἔχον·

"Ὀφθαλμὸς γὰρ οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν,"

ταῖς δὲ εἰρημέναις οἰκήσεσι τὸ

"Πολλὰς μονὰς"

εἶναι παρὰ τῷ πατρὶ τοῖς θεοφιλέσιν ἐπηγγελμένας, καὶ τοῖς περὶ τοῦ Πυριφλεγέθοντος λεχθεῖσι τὸ τοῖς ἀσεβέσιν ἠπειλημένον πῦρ αἰώνιον, κατὰ τὸν πρὸς αὐτοὺς φάσκοντα Ἑβραίων προφήτην·

"Τίς ἀναγγελεῖ ὑμῖν ὅτι πῦρ καίεται; Τίς ἀναγγελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον;"

Καὶ πάλιν·

"Ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί."

Τήρει δὲ ὡς καὶ ὁ Πλάτων συνᾴδων τούτοις τοὺς ἀσεβεῖς εἰπὼν χωρήσειν εἰς Τάρταρον ἐπιλέγει·

"Ὅθεν οὔποτε ἐκβαίνουσι."

Καὶ αὖ πάλιν τοὺς εὐσεβεῖς ζήσεσθαι εἰπὼν ἐν μακαρίοις προστίθησι λέγων

"Τὸ παράπαν καὶ εἰς τὸν ἔπειτα χρόνον."

Ἀλλὰ καὶ τὸ ἄνευ καμάτων εἰρημένον ὑπ´ αὐτοῦ ὅμοιον ἂν εἴη τῷ

"Ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός."

Φάσκων δὲ τοὺς ἐπὶ τὸν Ἀχέροντα πορευομένους μὴ ἁπλῶς ἐπὶ τοῦτον ἀφικνεῖσθαι, ἀλλὰ

"Ἀναβαίνοντας"

πρότερον

"Ἃ δὴ αὐτοῖς ὀχήματά ἐστι,"

τίνα ποτὲ ἄρα τὰ ὀχήματα βούλεται σημαίνειν ἢ τὰ σώματα, εἰς ἃ ἀναβᾶσαι αἱ τῶν τετελευτηκότων ψυχαὶ σὺν αὐτοῖς τιμωροῦνται κατὰ τὰ παρ´ Ἑβραίοις νενομισμένα; Ἀλλὰ γὰρ ἱκανὴν καὶ τοῦδε τοῦ λόγου περιγραφὴν εἰληφότος ἐπὶ τὸ δωδέκατον τῆς Εὐαγγελικῆς Προπαρασκευῆς μεταβήσομαι σύγγραμμα.