Constantion Porphyrogénète

CONSTANTIN VII PORPHYROGÉNÈTE

De Administrando Imperio. CHAPITRES VIII à XII

CHAPITRES I à VII

Oeuvre mise en page et traduite  par Marc Szwajcer

 


 

 

On pense que le « De Administrando imperio » fut écrit entre et.

 

t{Περὶ Ἱσπανίας.}

Πόθεν εἴρηται Ἱσπανία; Ἀπὸ Ἱσπάνου γίγαντος οὕτω καλου–
μένου. Ἱσπανίαι δύο τῆς Ἰταλίας ἐπαρχίαι· ἡ μὲν μεγάλη, ἡ δὲ μικρά.
Ταύτης ἐμνήσθη Χάραξ ἐν ιʹ Χρονικῶν· «Ἐν Ἱσπανίᾳ τῇ μικρᾷ τῇ
ἔξω Λουσιτανῶν πάλιν ἀποστάντων, ἐπέμφθη ὑπὸ Ῥωμαίων στρατη–
γὸς ἐπ´ αὐτοὺς Κύιντος.» Ὁ αὐτὸς ὁμοῦ περὶ τῶν δύο· «Κύιντος ὁ
τῶν Ῥωμαίων πολέμαρχος ἐν ἀμφοτέραις ταῖς Ἱσπανίαις. Ἡσσώμενος
δὲ ὑπὸ Οὐιριάθου σπονδὰς πρὸς αὐτὸν ἐποιήσατο.» Ταύτην κεκλῆσθαί
φησιν Ἰβηρίαν ἐν Ἑλληνικῶν γʹ· «Τὴν δὲ Ἱσπανίαν Ἕλληνες τὰ πρῶτα
Ἰβηρίαν ἐκάλουν, οὔπω ξύμπαντος τοῦ ἔθνους τὴν προσηγορίαν μεμαθη–
κότες, ἀλλ´ ἀπὸ μέρους τῆς γῆς, ὅ ἐστιν πρὸς ποταμὸν Ἴβηρα, καὶ ἀπ´
ἐκείνου ὀνομάζεται, τὴν πᾶσαν οὕτω καλοῦντες·» Ὕστερον δέ φασιν
αὐτὴν μετακεκλῆσθαι Πανωνίαν.

t{Ἐκ τῆς ἱστορίας τοῦ ὁσίου Θεοφάνους τῆς
tΣιγριανῆς.}

Τούτῳ τῷ ἔτει Οὐαλεντινιανὸς οὐ μόνον Βρεττανίαν καὶ Γαλλίαν
καὶ Ἱσπανίαν ἀνασώσασθαι οὐκ ἴσχυσεν, ἀλλὰ καὶ τὴν ἑσπέριον Λιβύην,
τὴν τῶν Ἄφρων καλουμένην χώραν προσαπώλεσε τρόπῳ τοιῷδε. Δύο
στρατηγοὶ ἦσαν, Ἀέτιος καὶ Βονιφάτιος, οὓς Θεοδόσιος κατὰ αἴτησιν
Οὐαλεντινιανοῦ εἰς Ῥώμην ἀπέστειλεν. Βονιφάτιος δὲ τὴν ἀρχὴν τῆς
ἑσπερίου Λιβύης λαβών, φθονήσας Ἀέτιος διαβολὴν ποιεῖται κατ´
αὐτοῦ, ὡς ἀνταρσίαν μελετῶντος καὶ τῆς Λιβύης κρατῆσαι σπεύδοντος.
Καὶ ταῦτα μὲν πρὸς Πλακιδίαν ἔλεγε, τὴν τοῦ Οὐαλεντινιανοῦ μητέρα.
Γράφει δὲ καὶ Βονιφατίῳ, ὅτι· «Ἐὰν μεταπεμφθῇς, παραγενέσθαι μὴ
θελήσῃς· διεβλήθης γάρ, καὶ δόλῳ σε οἱ βασιλεῖς βούλονται χειρώσα–
σθαι.» Ταῦτα δεξάμενος Βονιφάτιος καὶ ὡς γνησίῳ φίλῳ Ἀετίῳ πιστεύ–
σας, μεταπεμφθεὶς οὐ παρεγένετο. Τότε οἱ βασιλεῖς ὡς εὐνοοῦντα τὸν
Ἀέτιον ἀπεδέξαντο. Ἦσαν δὲ τῷ τότε Γότθοι καὶ ἔθνη πολλά τε καὶ
μέγιστα μέχρι τοῦ Δανουβίου ἐν τοῖς ὑπερβορείοις τόποις κατῳκισμένα.
Τούτων δὲ ἀξιολογώτερά εἰσι Γότθοι, Ἰσίγοτθοι, Γήπαιδες καὶ Οὐανδῆ–
λοι, ἐν ὀνόμασι μόνον καὶ οὐδενὶ ἑτέρῳ διαλλάττοντες, μιᾷ διαλέκτῳ
κεχρημένοι· πάντες δὲ τῆς Ἀρείου ὑπάρχουσι κακοπιστίας. Οὗτοι ἐπ´
Ἀρκαδίου καὶ Ὁνωρίου τὸν Δανούβιν διαβάντες, ἐν τῇ τῶν Ῥωμαίων
γῇ κατῳκίσθησαν. Καὶ οἱ μὲν Γήπαιδες, ἐξ ὧν ὕστερον διῃρέθησαν
Λογγίβαρδοι καὶ Ἄβαρεις, τὰ περὶ Σιγγιδῶνα καὶ Σέρμιον χωρία
ᾤκησαν. Οἱ δὲ Ἰσίγοτθοι μετὰ Ἀλάριχον τὴν Ῥώμην πορθήσαντες,
εἰς Γαλλίας ἐχώρησαν καὶ τῶν ἐκεῖ ἐκράτησαν. Γότθοι δὲ Παννονίαν
ἔχοντες πρῶτον, ἔπειτα ιθʹ ἔτει τῆς βασιλείας Θεοδοσίου τοῦ νέου,
ἐπιτρέψαντος, τὰ τῆς Θρᾴκης χωρία ᾤκησαν, καὶ ἐπὶ νηʹ χρόνους ἐν τῇ
Θρᾴκῃ διατρίψαντες, Θευδερίχου ἡγεμονεύοντος αὐτῶν πατρικίου καὶ
ὑπάτου, Ζήνωνος αὐτοῖς ἐπιτρέψαντος, τῆς ἑσπερίου βασιλείας ἐκράτη–
σαν. Οἱ δὲ Οὐανδῆλοι Ἀλανοὺς ἑταιρισάμενοι καὶ Γερμανούς, τοὺς
νῦν καλουμένους Φράγγους, διαβάντες τὸν † Νῖνον † ποταμόν, ἡγούμενον
ἔχοντες Γογίδισκλον, κατῴκησαν ἐν Ἱσπανίᾳ, πρώτῃ οὔσῃ χώρᾳ τῆς
Εὐρώπης ἀπὸ τοῦ ἑσπερίου Ὠκεανοῦ. Βονιφάτιος δὲ φοβηθεὶς τοὺς
τῶν Ῥωμαίων βασιλεῖς, περάσας ἀπὸ Λιβύης, εἰς Ἱσπανίαν πρὸς τοὺς
Οὐανδήλους ἦλθεν, καὶ εὑρὼν τὸν μὲν Γογίδισκλον τελευτήσαντα, τοὺς
δὲ ἐκείνου παῖδας, Γότθαρόν τε καὶ Γηζέριχον τὴν ἀρχὴν διέποντας,
τούτους προτρεψάμενος τὴν ἑσπέριον Λιβύην εἰς τρία μέρη διελεῖν
ὑπέσχετο, ἐφ´ ᾧ ἕκαστον τοῦ τρίτου μέρους ἄρχειν σὺν αὐτῷ, κοινῇ δὲ
ἀμύνεσθαι τὸν οἱονδήποτε πολέμιον. Ἐπὶ ταύταις ταῖς ὁμολογίαις
Οὐανδῆλοι τὸν πορθμὸν διαβάντες, τὴν Λιβύην κατῴκησαν ἀπὸ τοῦ
Ὠκεανοῦ μέχρι Τριπόλεως τῆς κατὰ Κυρήνην. Οἱ δὲ Ἰσίγοτθοι ἀνα–
στάντες ἀπὸ Γαλλίας, ἐκράτησαν καὶ τὴν Ἱσπανίαν. Τινὲς δὲ τῆς συγκλή–
του Ῥωμαίων, φίλοι Βονιφατίου, τὴν Ἀετίου ψευδοκατηγορίαν ἀνήγγει–
λαν τῇ Πλακιδίᾳ, ἐμφανῆ ποιήσαντες καὶ τὴν πρὸς Βονιφάτιον Ἀετίου
ἐπιστολήν, τοῦ Βονιφατίου ταύτην αὐτοῖς ἀποστείλαντος. Ἡ δὲ Πλακι–
δία ἐκπλαγεῖσα τὸν μὲν Ἀέτιον οὐδὲν ἠδίκησεν, Βονιφατίῳ δὲ λόγον
προτρεπτικὸν μεθ´ ὅρκων ἀπέστειλεν. Τοῦ δὲ Γοτθαρίου τελευτήσαντος,
Γηζέριχος τῶν Οὐανδήλων γέγονεν αὐτοκράτωρ. Βονιφάτιος δὲ τὸν
λόγον δεξάμενος τῶν Οὐανδήλων κατεστράτευσεν, στρατοῦ μεγάλου
ἐλθόντος αὐτῷ ἀπό τε Ῥώμης καὶ τοῦ Βυζαντίου, στρατηγοῦντος
Ἄσπαρος. Πολέμου δὲ κροτηθέντος πρὸς Γηζέριχον, ἡττήθη ὁ τῶν
Ῥωμαίων στρατός. Καὶ οὕτω Βονιφάτιος μετὰ Ἄσπαρος εἰς Ῥώμην
ἐλθών, τὴν ὑποψίαν διέλυσεν, ἀποδείξας τὴν ἀλήθειαν. Ἡ δὲ Ἀφρικὴ
ὑπὸ Οὐανδήλοις γέγονεν. Τότε καὶ Μαρκιανὸς στρατιώτης ὢν καὶ δου–
λεύων Ἄσπαρα ζῶν συνελήφθη ὑπὸ Γηζερίχου, ὁ μετὰ ταῦτα βασι–
λεύσας.

Ἰστέον, ὅτι τρεῖς ἀμερμουμνεῖς εἰσιν ἐν ὅλῃ τῇ Συρίᾳ, ἤγουν
〈ἐν〉 τῇ τῶν Ἀράβων ἀρχῇ, ὧν ὁ μὲν πρῶτος καθέζεται ἐν τῷ Βαγδάδ,
ἔστιν δὲ ἐκ τῆς τοῦ Μουάμεθ γενεᾶς, ἤτοι τοῦ Μουχούμετ· ὁ δὲ δεύτερος
καθέζεται ἐν Ἀφρικῇ, καὶ ἔστι ἐκ τῆς τοῦ Ἀλὴμ γενεᾶς καὶ Φατιμέ,
τῆς θυγατρὸς Μουάμεθ, ἤτοι τοῦ Μουχούμετ, ἐξ οὗ καὶ Φατεμῖται
ὀνομάζονται· ὁ δὲ τρίτος καθέζεται ἐν Ἱσπανίᾳ, ἔστιν δὲ ἀπὸ τῆς γενεᾶς
τοῦ Μαυίου.

Ἰστέον, ὅτι κατ´ ἀρχὰς ἐν τῷ κατακυριεῦσαι τοὺς Σαρακηνοὺς
πάσης τῆς Συρίας ἐκαθέσθη ἀμερμουμνῆς εἰς τὸ Βαγδάδ. Ἐδέσποζεν δὲ
πάσης τῆς Περσίας καὶ τῆς Ἀφρικῆς καὶ τῆς Αἰγύπτου καὶ τῆς εὐδαί–
μονος Ἀραβίας. Καὶ εἶχεν ἀμηραδίας μεγάλας, ἤτοι στρατηγίδας ταύ–
τας· πρώτην ἀμηραδίαν τὴν Περσίαν, ἤγουν τὸ Χωρασάν, δευτέραν
ἀμηραδίαν τὴν Ἀφρικήν, τρίτην ἀμηραδίαν τὴν Αἴγυπτον, τετάρτην
ἀμηραδίαν τὴν Φιλιστίημ, ἤτοι τὸ Ῥάμβλε, πέμπτην ἀμηραδίαν τὴν
Δαμασκόν, ἕκτην ἀμηραδίαν τὸ Χέμψ, ἤτοι τὸ Ἔμεσα, ἑβδόμην ἀμη–
ραδίαν τὸ Χάλεπ, ὀγδόην ἀμηραδίαν τὴν Ἀντιόχειαν, ἐνάτην ἀμηρα–
δίαν τὸ Χαράν, δεκάτην ἀμηραδίαν τὸ Ἔμετ, ἑνδεκάτην ἀμηραδίαν
τὴν Ἐσιβή, δωδεκάτην ἀμηραδίαν τὸ Μούσελ, τρισκαιδεκάτην ἀμηραδίαν
τὸ Τικρίτ. Τῆς δὲ Ἀφρικῆς ἀποσπασθείσης ἀπὸ τῆς τοῦ ἀμερμουμνῆ
ἐν τῷ Βαγδὰδ ἐξουσίας καὶ ἰδιοκρατησάσης καὶ ἀμηρᾶν ἴδιον ἀναγορευ–
σάσης, γέγονεν, καθὼς καὶ προϋπῆρχεν, πρώτη ἀμηραδία ἡ Περσία,
δευτέρα ἡ Αἴγυπτος καὶ καθεξῆς αἱ λοιπαί, καθὼς προείρηται. Ἀρτίως
δὲ πάλιν τοῦ ἀμερμουμνῆ τοῦ ἐν τῷ Βαγδὰδ ἀδυνατήσαντος, γέγονεν
ἰδιόρρυθμος ὁ τῆς Περσίας ἀμηρᾶς, ἤγουν τοῦ Χωρασάν· καὶ ἀπεκάλε–
σεν ἑαυτὸν ἀμερμουμνῆν, φορῶν καὶ τὸ κουρὰν διὰ πινακιδίων εἰς τὸν
τράχηλον αὐτοῦ δίκην μανιακίου. Λέγει δὲ ἑαυτὸν εἶναι 〈ἐκ〉 τῆς γενεᾶς
τοῦ Ἀλήμ. Ὁ δὲ ἀμηρᾶς τῆς εὐδαίμονος Ἀραβίας ὑπῆρχεν ἀεὶ καὶ
πάντοτε ὑπὸ τὴν ἐξουσίαν τοῦ ἀμηρᾶ Αἰγύπτου. Γέγονεν δὲ καὶ αὐτὸς
ἰδιόρρυθμος, καὶ ἀπεκάλεσεν καὶ αὐτὸς ἑαυτὸν ἀμερμουμνῆν· λέγει δὲ
καὶ αὐτὸς ἑαυτὸν εἶναι ἐκ τῆς τοῦ Ἀλὴμ γενεᾶς.

t{Περὶ τοῦ ἔθνους τῶν Πατζινακιτῶν.}

Ἰστέον, ὅτι οἱ Πατζινακῖται τὸ ἀπ´ ἀρχῆς εἰς τὸν ποταμὸν Ἀτὴλ
τὴν αὐτῶν εἶχον κατοίκησιν, ὁμοίως δὲ καὶ εἰς τὸν ποταμὸν Γεήχ, ἔχοντες
τούς τε Χαζάρους συνοροῦντας καὶ τοὺς ἐπονομαζομένους Οὔζους.
Πρὸ ἐτῶν δὲ πεντήκοντα οἱ λεγόμενοι Οὖζοι μετὰ τῶν Χαζάρων ὁμονοή–
σαντες καὶ πόλεμον συμβαλόντες πρὸς τοὺς Πατζινακίτας, ὑπερίσχυσαν,
καὶ ἀπὸ τῆς ἰδίας χώρας αὐτοὺς ἐξεδίωξαν, καὶ κατέσχον αὐτὴν μέχρι
τῆς σήμερον οἱ λεγόμενοι Οὖζοι. Οἱ δὲ Πατζινακῖται φυγόντες περιήρ–
χοντο, ἀναψηλαφῶντες τόπον εἰς τὴν αὐτῶν κατασκήνωσιν, καταλα–
βόντες δὲ τὴν σήμερον παρ´ αὐτῶν διακρατουμένην γῆν καὶ εὑρόντες
τοὺς Τούρκους οἰκοῦντας ἐν αὐτῇ, πολέμου τρόπῳ τούτους νικήσαντες
καὶ ἐκβαλόντες αὐτοὺς ἐξεδίωξαν, καὶ κατεσκήνωσαν ἐν αὐτῇ, καὶ
δεσπόζουσιν τὴν τοιαύτην χώραν, ὡς εἴρηται, μέχρι τὴν σήμερον ἔτη
πεντήκοντα πέντε.

Ἰστέον, ὅτι πᾶσα ἡ Πατζινακία εἰς θέματα ὀκτὼ διαιρεῖται,
ἔχουσα καὶ μεγάλους ἄρχοντας τοσούτους. Τὰ δὲ θέματά εἰσιν ταῦτα·
ὄνομα τοῦ πρώτου θέματος Ἠρτήμ, τοῦ δευτέρου Τζούρ, τοῦ τρίτου
Γύλα, τοῦ τετάρτου Κουλπέη, τοῦ πέμπτου Χαραβόη, τοῦ ἕκτου Ταλ–
μάτ, τοῦ ἑβδόμου Χοπόν, τοῦ ὀγδόου Τζοπόν. Κατὰ δὲ τὸν καιρόν, ὃν
ἀπὸ τῆς ἰδίας χώρας οἱ Πατζινακῖται ἐξεδιώχθησαν, εἶχον ἄρχοντας
εἰς μὲν τὸ θέμα Ἠρτὴμ τὸν Βάϊτζαν, εἰς δὲ τὸ Τζοὺρ τὸν Κούελ, εἰς δὲ
τὸ Γύλα τὸν Κουρκοῦται, εἰς δὲ τὸ Κουλπέη τὸν Ἰπαόν, εἰς δὲ τὸ Χαρα–
βόη τὸν Καϊδούμ, εἰς δὲ τὸ θέμα Ταλμὰτ τὸν Κώσταν, εἰς 〈δὲ〉 τὸ
Χοπὸν τὸν Γιαζή, εἰς δὲ τὸ θέμα Τζοπὸν τὸν Βατᾶν. Μετὰ δὲ θάνατον
αὐτῶν διεδέξαντο τὰς ἀρχὰς οἱ τούτων ἐξάδελφοι. Νόμος γὰρ ἐν αὐτοῖς
καὶ τύπος ἐκράτησεν παλαιὸς μὴ ἔχειν ἐξουσίαν πρὸς παῖδας ἢ ἀδελ–
φοὺς αὐτῶν μεταπέμπειν τὰ ἀξιώματα, ἀλλ´ ἀρκεῖσθαι μόνον τοῖς
κεκτημένοις τὸ καὶ μέχρι ζωῆς ἄρχειν αὐτούς, μετὰ δὲ θάνατον προχειρί–
ζεσθαι ἢ ἐξάδελφον αὐτῶν ἢ ἐξαδέλφων παῖδας πρὸς τὸ μὴ καθόλου
εἰς ἓν μέρος τῆς γενεᾶς διατρέχειν τὸ ἀξίωμα, ἀλλὰ καὶ {εἰς} τοὺς ἐκ
πλαγίου καὶ κληρονομεῖν καὶ ἀπεκδέχεσθαι τὴν τιμήν· ἀπὸ ξένης δὲ
γενεᾶς οὐχ ὑπεισέρχεταί τις καὶ γίνεται ἄρχων. Τὰ δὲ ὀκτὼ θέματα
διαιροῦνται εἰς τεσσαράκοντα μέρη, καὶ ἔχουσι καὶ ἐλάττονας ἄρχοντας.
Ἰστέον, ὅτι αἱ τέσσαρες τῶν Πατζινακιτῶν γενεαί, ἤγουν τὸ
θέμα Κουαρτζιτζοὺρ καὶ τὸ θέμα Συρουκαλπέη καὶ τὸ θέμα Βοροταλμὰτ
καὶ τὸ θέμα Βουλατζοπόν, κεῖνται πέραν τοῦ Δανάπρεως ποταμοῦ
πρὸς τὰ ἀνατολικώτερα καὶ βορειότερα μέρη, ἐναποβλέποντα πρός τε
Οὐζίαν καὶ Χαζαρίαν καὶ Ἀλανίαν καὶ τὴν Χερσῶνα καὶ τὰ λοιπὰ κλί–
ματα. Αἱ δὲ ἄλλαι τέσσαρες γενεαὶ κεῖνται ἔνθεν τοῦ Δανάπρεως ποτα–
μοῦ πρὸς τὰ δυτικώτερα καὶ ἀρκτικώτερα μέρη, τουτέστιν τὸ θέμα
Γιαζιχοπὸν πλησιάζει τῇ Βουλγαρίᾳ, τὸ δὲ θέμα τοῦ κάτω Γύλα πλησιά–
ζει τῇ Τουρκίᾳ, τὸ δὲ θέμα τοῦ Χαραβόη πλησιάζει τῇ Ῥωσίᾳ, τὸ δὲ
θέμα Ἰαβδιερτὶμ πλησιάζει τοῖς ὑποφόροις χωρίοις χώρας τῆς Ῥωσίας,
τοῖς τε Οὐλτίνοις καὶ Δερβλενίνοις καὶ Λενζενίνοις καὶ τοῖς λοιποῖς
Σκλάβοις. Ἀπῴκισται δὲ ἡ Πατζινακία ἐκ μὲν Οὐζίας καὶ Χαζαρίας
ὁδὸν ἡμερῶν πέντε, ἐκ δὲ Ἀλανίας ὁδὸν ἡμερῶν ἕξ, ἀπὸ δὲ Μορδίας
ὁδὸν ἡμερῶν δέκα, ἀπὸ δὲ Ῥωσίας ὁδὸν ἡμέρας μιᾶς, ἀπὸ δὲ Τουρκίας
ὁδὸν ἡμερῶν τεσσάρων, ἀπὸ δὲ Βουλγαρίας ὁδὸν ἡμέρας τὸ ἥμισυ, καὶ
εἰς Χερσῶνα μέν ἐστιν ἔγγιστα, εἰς δὲ τὴν Βόσπορον πλησιέστερον.
Ἰστέον, ὅτι κατὰ τὸν καιρόν, ὃν οἱ Πατζινακῖται ἀπὸ τῆς ἰδίας
χώρας ἐξεδιώχθησαν, θελήσει τινὲς ἐξ αὐτῶν καὶ οἰκείᾳ γνώμῃ ἐναπέμει–
ναν ἐκεῖσε, καὶ τοῖς λεγομένοις Οὔζοις συνῴκησαν, καὶ μέχρι τοῦ νῦν
εἰσιν ἐν αὐτοῖς, ἔχοντες τοιαῦτα γνωρίσματα, ὥστε διαχωρίζεσθαι
αὐτοὺς καὶ νοεῖσθαι, τίνες τε ἦσαν, καὶ πῶς αὐτοὺς ἀποσπασθῆναι τῶν
ἰδίων συνέβη· τὰ γὰρ ἱμάτια αὐτῶν εἰσιν κόντουρα μέχρι γονάτων
καὶ τὰ μανίκια ἀπὸ τῶν βραχιόνων ἀποκεκομμένα, ὡς δῆθεν ἐκ τούτου
δεικνύντες, ὅτι ἀπὸ τῶν ἰδίων καὶ ὁμοφύλων ἀπεκόπησαν.
Ἰστέον, ὅτι ἔνθεν τοῦ Δανάστρεως ποταμοῦ πρὸς τὸ ἀποβλέπον
μέρος τὴν Βουλγαρίαν εἰς τὰ περάματα τοῦ αὐτοῦ ποταμοῦ εἰσὶν ἐρημό–
καστρα· κάστρον πρῶτον τὸ ὀνομασθὲν παρὰ τῶν Πατζινακιτῶν Ἄσπρον
διὰ τὸ τοὺς λίθους αὐτοῦ φαίνεσθαι καταλεύκους, κάστρον δεύτερον τὸ
Τουγγάται, κάστρον τρίτον τὸ Κρακνακάται, κάστρον τέταρτον τὸ
Σαλμακάται, κάστρον πέμπτον τὸ Σακακάται, κάστρον ἕκτον 〈τὸ〉
Γιαιουκάται. Ἐν αὐτοῖς δὲ τοῖς τῶν παλαιοκάστρων κτίσμασιν εὑρίσκον–
ται καὶ ἐκκλησιῶν γνωρίσματά τινα καὶ σταυροὶ λαξευτοὶ εἰς λίθους
πωρίνους, ὅθεν καί τινες παράδοσιν ἔχουσιν, ὡς Ῥωμαῖοί ποτε τὰς
κατοικίας εἶχον ἐκεῖσε.

Ἰστέον, ὅτι καὶ Κάγγαρ ὀνομάζονται οἱ Πατζινακῖται, ἀλλ´ οὐχὶ
πάντες, πλὴν ὁ τῶν τριῶν θεμάτων λαός, τοῦ Ἰαβδιηρτὶ καὶ τοῦ Κουαρτζι–
τζοὺρ καὶ τοῦ Χαβουξιγγυλά, ὡς ἀνδρειότεροι καὶ εὐγενέστεροι τῶν
λοιπῶν· τοῦτο γὰρ δηλοῖ ἡ τοῦ Κάγγαρ προσηγορία.

t{Περὶ τῆς γενεαλογίας τοῦ ἔθνους τῶν Τούρ–
tκων, καὶ ὅθεν κατάγονται.}

Ὅτι τὸ τῶν Τούρκων ἔθνος πλησίον τῆς Χαζαρίας τὸ παλαιὸν
τὴν κατοίκησιν ἔσχεν εἰς τὸν τόπον τὸν ἐπονομαζόμενον Λεβεδία ἀπὸ
τῆς τοῦ πρώτου βοεβόδου αὐτῶν ἐπωνυμίας, ὅστις βοέβοδος τὸ μὲν
τῆς κλήσεως ὄνομα Λεβεδίας προσηγορεύετο, τὸ δὲ τῆς ἀξίας, ὡς καὶ
οἱ λοιποὶ μετ´ αὐτόν, βοέβοδος ἐκαλεῖτο. Ἐν τούτῳ οὖν τῷ τόπῳ, τῷ
προρρηθέντι Λεβεδίᾳ, ποταμός ἐστιν ῥέων Χιδμάς, ὁ καὶ Χιγγιλοὺς
ἐπονομαζόμενος. Οὐκ ἐλέγοντο δὲ τῷ τότε χρόνῳ Τοῦρκοι, ἀλλὰ Σάβαρτοι
ἄσφαλοι ἔκ τινος αἰτίας ἐπωνομάζοντο. Καὶ οἱ μὲν Τοῦρκοι γενεαὶ ὑπῆρχον
ἑπτά, ἄρχοντα δὲ εἰς αὐτοὺς εἴτε ἴδιον, εἴτε ἀλλότριόν ποτε οὐκ ἐκτή–
σαντο, ἀλλ´ ὑπῆρχον ἐν αὐτοῖς βοέβοδοί τινες, ὧν πρῶτος βοέβοδος ἦν
ὁ προρρηθεὶς Λεβεδίας. Συνῴκησαν δὲ μετὰ τῶν Χαζάρων ἐνιαυτοὺς
τρεῖς, συμμαχοῦντες τοῖς Χαζάροις ἐν πᾶσι τοῖς αὐτῶν πολέμοις. Ὁ δὲ
χαγάνος ἄρχων Χαζαρίας διὰ τὴν αὐτῶν ἀνδρείαν καὶ συμμαχίαν τῷ
πρώτῳ βοεβόδῳ τῶν Τούρκων, Λεβεδίᾳ ἐπονομαζομένῳ, γυναῖκα
δέδωκεν πρὸς γάμον Χαζάραν εὐγενῆ διὰ τὸ τῆς ἀνδρείας αὐτοῦ περίφη–
μον καὶ τὸ τοῦ γένους περιφανές, ὅπως ἐξ αὐτοῦ τεκνώσῃ· ὁ δὲ Λεβεδίας
ἐκεῖνος ἔκ τινος τύχης μετὰ τῆς αὐτῆς Χαζάρας οὐκ ἐπαιδοποίησεν. Οἱ δὲ
Πατζινακῖται, οἱ πρότερον Κάγγαρ ἐπονομαζόμενοι (τοῦτο γὰρ τὸ
Κάγγαρ ὄνομα ἐπ´ εὐγενείᾳ καὶ ἀνδρείᾳ ἐλέγετο παρ´ αὐτοῖς), πρὸς
Χαζάρους οὖν οὗτοι κινήσαντες πόλεμον καὶ ἡττηθέντες, τὴν οἰκείαν
γῆν καταλεῖψαι καὶ τὴν τῶν Τούρκων κατοικῆσαι κατηναγκάσθησαν.
Ἀναμεταξὺ δὲ τῶν Τούρκων συναφθέντος πολέμου καὶ τῶν Πατζινακι–
τῶν, τῶν τηνικαῦτα Κάγγαρ ἐπονομαζομένων, τὸ τῶν Τούρκων φοσσᾶ–
τον ἡττήθη καὶ εἰς δύο διῃρέθη μέρη. Καὶ τὸ μὲν ἓν μέρος πρὸς ἀνατολὴν
εἰς τὸ τῆς Περσίδος μέρος κατῴκησεν, οἳ καὶ μέχρι τοῦ νῦν κατὰ τὴν
τῶν Τούρκων ἀρχαίαν ἐπωνυμίαν καλοῦνται Σάβαρτοι ἄσφαλοι, τὸ δὲ
ἕτερον μέρος εἰς τὸ δυτικὸν κατῴκησε μέρος ἅμα καὶ τῷ βοεβόδῳ αὐτῶν
καὶ ἀρχηγῷ, Λεβεδίᾳ, εἰς τόπους τοὺς ἐπονομαζομένους Ἀτελκούζου,
ἐν οἷς τόποις τὰ νῦν τὸ τῶν Πατζινακιτῶν ἔθνος κατοικεῖ. Ὀλίγου δὲ
χρόνου διαδραμόντος, ὁ χαγάνος ἐκεῖνος ἄρχων Χαζαρίας τοῖς Τούρκοις
ἐμήνυσεν τοῦ πρὸς αὐτὸν ἀποσταλῆναι Λεβεδία, τὸν πρῶτον αὐτῶν
βοέβοδον. Ὁ Λεβεδίας τοίνυν πρὸς τὸν χαγάνον Χαζαρίας ἐναφικόμενος
ἀνηρώτα τὴν αἰτίαν, δι´ ἣν ἐλθεῖν πρὸς αὐτὸν αὐτὸν μετεπέμψατο. Ὁ δὲ
χαγάνος εἶπεν πρὸς αὐτόν, ὅτι· «Διὰ τοῦτό σε προσεκαλεσάμεθα, ἵνα,
ἐπειδὴ εὐγενὴς καὶ φρόνιμος καὶ ἠνδρειωμένος ὑπάρχεις καὶ πρῶτος τῶν
Τούρκων, ἄρχοντά σε τοῦ ἔθνους σου προβαλώμεθα, καὶ ἵνα ὑπείκῃς
τῷ λόγῳ καὶ τῇ προστάξει ἡμῶν.» Ὁ δὲ ἀποκριθεὶς πρὸς τὸν χαγάνον
ἀντέφησεν, ὅτι· «Τὴν περὶ ἐμέ σου σχέσιν τε καὶ προαίρεσιν μεγάλως
ἐναποδέχομαι, καὶ τὴν εὐχαριστίαν ὁμολογῶ σοι προσήκουσαν, ἐπεὶ δὲ ἀδυ–
νάτως ἔχω πρὸς τὴν τοιαύτην ἀρχήν, ὑπακοῦσαι οὐ δύναμαι, ἀλλὰ μᾶλλον
ἔστιν ἕτερος ἀπ´ ἐμοῦ βοέβοδος, λεγ��μενος Ἀλμούτζης καὶ υἱὸν κεκτη–
μένος ὀνόματι Ἀρπαδήν· ἐκ τούτων μᾶλλον εἴτε ἐκεῖνος ὁ Ἀλμούτζης,
εἴτε ὁ υἱὸς αὐτοῦ Ἀρπαδὴς ἵνα γένηται ἄρχων, καὶ ἔστιν ὑπὸ τὸν λόγον
ὑμῶν». Ἐν τούτῳ οὖν τῷ λόγῳ ἀρεσθεὶς ὁ χαγάνος ἐκεῖνος δέδωκεν
ἀνθρώπους αὐτοῦ μετ´ αὐτοῦ καὶ εἰς τοὺς Τούρκους ἀπέστειλεν, οἳ καὶ
συλλαλήσαντες περὶ τούτου μετὰ τῶν Τούρκων, μᾶλλον οἱ Τοῦρκοι τὸν
Ἀρπαδὴ γενέσθαι προέκριναν ἄρχοντα, ἤπερ Ἀλμούτζη, τὸν ἑαυτοῦ
πατέρα, ὡς ἀξιολογώτερον ὄντα καὶ περισπούδαστον ἔν τε φρονήσει καὶ
βουλῇ καὶ ἀνδρείᾳ καὶ ἱκανὸν πρὸς τὴν τοιαύτην ἀρχήν, ὃν καὶ ἄρχοντα
κατὰ τὸ τῶν Χαζάρων ἔθος καὶ ζάκανον πεποιήκασι, σηκώσαντες αὐτὸν
εἰς σκουτάριον. Πρὸ δὲ τοῦ Ἀρπαδῆ τούτου ἄρχοντα ἕτερον οἱ Τοῦρκοι
οὐκ ἐκτήσαντο πώποτε, ἐξ οὗ καὶ μέχρι τῆς σήμερον ἐκ τῆς τούτου
γενεᾶς ἄρχων Τουρκίας καθίσταται. Μετὰ δέ τινας χρόνους τοῖς Τούρ–
κοις ἐπιπεσόντες οἱ Πατζινακῖται, κατεδίωξαν αὐτοὺς μετὰ τοῦ ἄρχοντος
αὐτῶν Ἀρπαδῆ. Οἱ οὖν Τοῦρκοι τραπέντες καὶ πρὸς κατοίκησιν γῆν
ἐπιζητοῦντες, ἐλθόντες ἀπεδίωξαν οὗτοι τοὺς τὴν μεγάλην Μοραβίαν
οἰκοῦντας, καὶ εἰς τὴν γῆν αὐτῶν κατεσκήνωσαν, εἰς ἣν νῦν οἱ Τοῦρκοι
μέχρι τῆς σήμερον κατοικοῦσιν. Καὶ ἔκτοτε πόλεμον οἱ Τοῦρκοι παρὰ
τῶν Πατζινακιτῶν οὐκ ἐδέξαντο. Εἰς δὲ τὸ κατασκηνῶσαν τὸ προρρηθὲν
ἔθνος τῶν Τούρκων πρὸς ἀνατολὴν εἰς τὰ τῆς Περσίδος μέρη μέχρι τοῦ
νῦν πραγματευτὰς ἀποστέλλουσιν οὗτοι οἱ πρὸς τὸ δυτικὸν μέρος οἰκοῦν–
τες προρρηθέντες Τοῦρκοι, καὶ βλέπουσιν αὐτούς, καὶ ἀποκρίσεις παρὰ
αὐτῶν πρὸς αὐτοὺς πολλάκις ἀποκομίζουσιν.

Ὅτι ὁ τῶν Πατζινακιτῶν τόπος, ἐν ᾧ τῷ τότε καιρῷ κατῴκησαν
οἱ Τοῦρκοι, καλεῖται κατὰ τὴν ἐπωνυμίαν τῶν ἐκεῖσε ὄντων ποταμῶν.
Οἱ δὲ ποταμοί εἰσιν οὗτοι· ποταμὸς πρῶτος ὁ καλούμενος Βαρούχ,
ποταμὸς δεύτερος ὁ καλούμενος Κουβοῦ, ποταμὸς τρίτος ὁ καλούμενος
Τροῦλλος, ποταμὸς τέταρτος ὁ καλούμενος Βροῦτος, ποταμὸς πέμπτος
ὁ καλούμενος Σέρετος.

t{Περὶ τοῦ ἔθνους τῶν Καβάρων.}

Ἰστέον, ὅτι οἱ λεγόμενοι Κάβαροι ἀπὸ τῆς τῶν Χαζάρων γενεᾶς
ὑπῆρχον. Καὶ δὴ συμβάν τινα παρὰ αὐτῶν ἀποστασίαν γενέσθαι πρὸς
τὴν ἀρχὴν αὐτῶν, καὶ πολέμου ἐμφυλίου καθιστάντος, ἡ πρώτη ἀρχὴ αὐτῶν
ὑπερίσχυσεν, καὶ οἱ μὲν ἐξ αὐτῶν ἀπεσφάγησαν, οἱ δὲ ἐξέφυγον, καὶ ἦλθαν
καὶ κατεσκήνωσαν μετὰ τῶν Τούρκων εἰς τὴν τῶν Πατζινακιτῶν γῆν,
καὶ ἀλλήλοις συνεφιλιώθησαν, καὶ Κάβαροί τινες ὠνομάσθησαν. Ὅθεν
καὶ τὴν τῶν Χαζάρων γλῶσσαν αὐτοῖς τοῖς Τούρκοις ἐδίδαξαν, καὶ
μέχρι τοῦ νῦν τὴν αὐτὴν διάλεκτον ἔχουσιν· ἔχουσιν δὲ καὶ τὴν τῶν
Τούρκων ἑτέραν γλῶσσαν. Διὰ δὲ τὸ εἰς τοὺς πολέμους ἰσχυροτέρους
καὶ ἀνδρειοτέρους δείκνυσθαι τῶν ὀκτὼ γενεῶν καὶ προεξάρχειν τοῦ
πολέμου προεκρίθησαν πρῶται γενεαί. Εἷς δέ ἐστιν ἄρχων ἐν αὐτοῖς,
ἤγουν ἐν ταῖς τρισὶ γενεαῖς τῶν Καβάρων, ὅστις καὶ μέχρι τὴν σήμερον
ἔστιν.

t{Περὶ τῶν γενεῶν τῶν Καβάρων καὶ τῶν
tΤούρκων.}

Πρώτη ἡ παρὰ τῶν Χαζάρων ἀποσπασθεῖσα αὕτη ἡ προρρηθεῖσα
τῶν Καβάρων γενεά, δευτέρα τοῦ Νέκη, τρίτη τοῦ Μεγέρη, τετάρτη
〈τοῦ〉 Κουρτουγερμάτου, πέμπτη τοῦ Ταριάνου, ἕκτη Γενάχ, ἑβδόμη
Καρῆ, ὀγδόη Κασῆ. Καὶ οὕτως ἀλλήλοις συναφθέντες, μετὰ τῶν Τούρ–
κων οἱ Κάβαροι εἰς τὴν τῶν Πατζινακιτῶν κατῴκησαν γῆν. Μετὰ δὲ
ταῦτα παρὰ Λέοντος, τοῦ φιλοχρίστου καὶ ἀοιδίμου βασιλέως, προσκλη–
θέντες διεπέρασαν, καὶ τὸν Συμεὼν πολεμήσαντες κατὰ κράτος αὐτὸν
ἥττησαν, καὶ ἐξελάσαντες μέχρι τῆς Πρεσθλάβου διῆλθον, ἀποκλείσαν–
τες αὐτὸν εἰς τὸ κάστρον τὸ λεγόμενον Μουνδράγα, καὶ εἰς τὴν ἰδίαν
χώραν ὑπέστρεψαν. Τῷ δὲ τότε καιρῷ τὸν Λιούντικα, τὸν υἱὸν τοῦ
Ἀρπαδῆ εἶχον ἄρχοντα. Μετὰ δὲ τὸ πάλιν τὸν Συμεὼν μετὰ τοῦ βασι–
λέως τῶν Ῥωμαίων εἰρηνεῦσαι καὶ λαβεῖν ἄδειαν διεπέμψατο πρὸς
τοὺς Πατζινακίτας, καὶ μετὰ αὐτῶν ὡμοφώνησεν τοῦ καταπολεμῆσαι
καὶ ἀφανίσαι τοὺς Τούρκους. Καὶ ὅτε οἱ Τοῦρκοι πρὸς ταξίδιον ἀπῆλθον,
οἱ Πατζινακῖται μετὰ Συμεὼν ἦλθον κατὰ τῶν Τούρκων, καὶ τὰς αὐτῶν
φαμιλίας παντελῶς ἐξηφάνισαν, καὶ τοὺς εἰς φύλαξιν τῆς χώρας αὐτῶν
Τούρκους ἀπ´ ἐκεῖσε κακιγκάκως ἀπεδίωξαν. Οἱ δὲ Τοῦρκοι ὑποστρέψαν–
τες καὶ τὴν χώραν αὐτῶν οὕτως εὑρόντες ἔρημον καὶ κατηφανισμένην,
κατεσκήνωσαν εἰς τὴν γῆν, εἰς ἣν καὶ σήμερον κατοικοῦσιν, τὴν ἐπονο–
μαζομένην κατὰ τὴν ἀνωτέρω, ὡς εἴρηται, τῶν ποταμῶν ἐπωνυμίαν.
Ὁ δὲ τόπος, ἐν ᾧ πρότερον οἱ Τοῦρκοι ὑπῆρχον, ὀνομάζεται κατὰ τὴν
ἐπωνυμίαν τοῦ ἐκεῖσε διερχομένου ποταμοῦ Ἐτὲλ καὶ Κουζοῦ, ἐν ᾧ
ἀρτίως οἱ Πατζινακῖται κατοικοῦσιν. Οἱ δὲ Τοῦρκοι παρὰ τῶν Πατζι–
νακιτῶν διωχθέντες ἦλθον καὶ κατεσκήνωσαν εἰς τὴν γῆν, εἰς ἣν νῦν οἰκοῦ–
σιν. Ἐν αὐτῷ δὲ τῷ τόπῳ παλαιά τινα ἔστιν γνωρίσματα· καὶ πρῶτον
μέν ἐστιν ἡ τοῦ βασιλέως Τραϊανοῦ γέφυρα κατὰ τὴν τῆς Τουρκίας
ἀρχήν, ἔπειτα καὶ ἡ Βελέγραδα ἀπὸ τριῶν ἡμερῶν τῆς αὐτῆς γεφύρας,
ἐν ᾗ καὶ ὁ πύργος ἐστὶν τοῦ ἁγίου καὶ μεγάλου Κωνσταντίνου, τοῦ
βασιλέως, καὶ πάλιν κατὰ τὴν τοῦ ποταμοῦ ἀναδρομήν ἐστιν τὸ Σέρμιον
ἐκεῖνο λεγόμενον, ἀπὸ τῆς Βελεγράδας ὁδὸν ἔχον ἡμερῶν δύο, καὶ ἀπὸ
τῶν ἐκεῖσε ἡ μεγάλη Μοραβία, ἡ ἀβάπτιστος, ἣν καὶ ἐξήλειψαν οἱ Τοῦρ–
κοι, ἧς ἦρχε τὸ πρότερον ὁ Σφενδοπλόκος.

Ταῦτα μὲν τὰ κατὰ τὸν Ἴστρον ποταμὸν γνωρίσματά τε καὶ
ἐπωνυμίαι, τὰ δὲ ἀνώτερα τούτων, ἐν ᾧ ἐστιν ἡ πᾶσα τῆς Τουρκίας
κατασκήνωσις, ἀρτίως ἐπονομάζουσιν κατὰ τὰς {τοῦ} τῶν ἐκεῖσε ῥεόντων
ποταμῶν ἐπωνυμίας. Οἱ δὲ ποταμοί εἰσιν οὗτοι· ποταμὸς πρῶτος ὁ
Τιμήσης, ποταμὸς δεύτερος 〈ὁ〉 Τούτης, ποταμὸς τρίτος ὁ Μορήσης,
〈ποταμὸς〉 τέταρτος ὁ Κρίσος, καὶ πάλιν ἕτερος ποταμὸς ἡ Τίτζα.
Πλησιάζουσι δὲ τοῖς Τούρκοις πρὸς μὲν τὸ ἀνατολικὸν μέρος οἱ Βούλ–
γαροι, ἐν ᾧ καὶ διαχωρίζει αὐτοὺς ὁ Ἴστρος, ὁ καὶ Δανούβιος λεγόμενος
ποταμός, πρὸς δὲ τὸ βόρειον οἱ Πατζινακῖται, πρὸς δὲ τὸ δυτικώτερον
οἱ Φράγγοι, πρὸς δὲ τὸ μεσημβρινὸν οἱ Χρωβάτοι. Αἱ δὲ ὀκτὼ γενεαὶ
τῶν Τούρκων αὗται πρὸς τοὺς οἰκείους ἄρχοντας οὐχ ὑπείκουσιν, ἀλλ´
ὁμόνοιαν ἔχουσιν εἰς τοὺς ποταμούς, εἰς οἷον μέρος προβάλλει πόλεμος,
συναγωνίζεσθαι μετὰ πάσης φροντίδος τε καὶ σπουδῆς. Ἔχουσι δὲ
κεφαλὴν πρώτην τὸν ἄρχοντα ἀπὸ τῆς γενεᾶς τοῦ Ἀρπαδῆ κατὰ ἀκολου–
θίαν καὶ δύο ἑτέρους, τόν τε γυλᾶν καὶ τὸν καρχᾶν, οἵτινες ἔχουσι τάξιν
κριτοῦ· ἔχει δὲ ἑκάστη γενεὰ ἄρχοντα.

Ἰστέον, ὅτι ὁ γυλᾶς καὶ ὁ καρχᾶς οὐκ εἰσὶ κύρια ὀνόματα, ἀλλὰ
ἀξιώματα.

Ἰστέον, ὅτι ὁ Ἀρπαδής, ὁ μέγας Τουρκίας ἄρχων, ἐποίησεν τέσ–
σαρας υἱούς· πρῶτον τὸν Ταρκατζοῦν, δεύτερον τὸν Ἰέλεχ, τρίτον τὸν
Ἰουτοτζᾶν, τέταρτον τὸν Ζαλτᾶν.

Ἰστέον, ὅτι ὁ πρῶτος υἱὸς τοῦ Ἀρπαδῆ, ὁ Ταρκατζοῦς ἐποίησεν
υἱὸν τὸν Τεβέλη, ὁ δὲ δεύτερος υἱός, ὁ Ἰέλεχ ἐποίησεν υἱὸν τὸν Ἐζέλεχ,
ὁ δὲ τρίτος υἱός, ὁ Ἰουτοτζᾶς ἐποίησεν υἱὸν τὸν Φαλίτζιν, τὸν νυνὶ ἄρχοντα,
ὁ δὲ τέταρτος υἱός, 〈ὁ〉 Ζαλτᾶς ἐποίησεν υἱὸν τὸν Ταξίν.
Ἰστέον, ὅτι πάντες 〈οἱ〉 υἱοὶ τοῦ Ἀρπαδῆ ἐτελεύτησαν, οἱ δὲ
ἔγγονοι αὐτοῦ, ὅ τε Φαλῆς καὶ ὁ Τασῆς καὶ ὁ ἐξάδελφος αὐτῶν, ὁ Ταξίς,
ζῶσιν.

Ἰστέον, ὅτι ἐτελεύτησεν ὁ Τεβέλης, καὶ ἔστιν ὁ υἱὸς αὐτοῦ ὁ
Τερματζοῦς, ὁ ἀρτίως ἀνελθὼν φίλος μετὰ τοῦ Βουλτζοῦ, τοῦ τρίτου
ἄρχοντος καὶ καρχᾶ Τουρκίας.
Ἰστέον, ὅτι ὁ Βουλτζοῦς, ὁ καρχᾶς ἐστιν ὁ υἱὸς τοῦ Καλῆ, τοῦ
καρχᾶ, καὶ ὅτι τὸ μὲν Καλῆ ἐστιν ὄνομα κύριον, τὸ δὲ καρχᾶς ἐστιν
ἀξίωμα, ὥσπερ καὶ τὸ γυλᾶς, 〈ὅ〉 ἐστιν μεῖζον τοῦ καρχᾶ.

t{Περὶ τῆς χώρας τοῦ Ἀπαχουνῆς καὶ τοῦ
tκάστρου τοῦ Μανζικίερτ καὶ τοῦ Περκρὶ καὶ
tτοῦ Χλιὰτ καὶ τοῦ Χαλιὰτ καὶ τοῦ Ἀρζὲς καὶ
tτοῦ Τιβὶ καὶ τοῦ Χὲρτ καὶ τοῦ Σαλαμᾶς καὶ τοῦ
tΤζερματζοῦ.}

Ἰστέον, ὅτι πρὸ τοῦ Ἀσωτίου, τοῦ ἄρχοντος τῶν ἀρχόντων, τοῦ
πατρὸς τοῦ Συμβατίου, τοῦ ἄρχοντος τῶν ἀρχόντων, ὃν ἀπεκεφάλισεν
ὁ ἀμηρᾶς Περσίδος, ὁ Ἀποσάται, ὃς καὶ ἐποίησεν δύο υἱούς, τόν τε
Ἀσώτιον, τὸν μετ´ αὐτὸν γενόμενον ἄρχοντα τῶν ἀρχόντων, καὶ Ἀπα–
σάκιον, τὸν μετὰ ταῦτα μάγιστρον τιμηθέντα, τὰ τρία ταῦτα κάστρα
τό τε Περκρὶ καὶ τὸ Χαλιὰτ καὶ τὸ Ἀρζές, ὑπὸ τὴν τῆς Περσίδος ἐπι–
κράτειαν ἐτύγχανον.

Ὅτι ὁ ἄρχων ἐκαθέζετο τῶν ἀρχόντων εἰς τὴν μεγάλην Ἀρμε–
νίαν, εἰς τὸ κάστρον τὸ Κάρς, καὶ ἐπεῖχεν καὶ τὰ τρία τὰ προγεγραμμένα
κάστρα, τό τε Περκρὶ 〈καὶ〉 τὸ Χαλιὰτ καὶ τὸ Ἀρζὲς καὶ τὸ Τιβὶ καὶ
τὸ Χὲρτ καὶ τὸ Σαλαμᾶς.

Ὅτι Ἀπελβὰρτ ἐκράτει τὸ Μανζικίερτ, καὶ ἦν ὑπὸ τὴν ἐξουσίαν
〈Ἀσωτίου〉, τοῦ ἄρχοντος τῶν ἀρχόντων, τοῦ πατρὸς τοῦ Συμβα–
τίου, τοῦ ἄρχοντος τῶν ἀρχόντων. Δέδωκεν δὲ 〈τῷ〉 αὐτῷ Ἀπελβὰρτ
ὁ αὐτὸς Ἀσώτιος, ὁ ἄρχων τῶν ἀρχόντων, καὶ τὸ κάστρον τὸ Χλιὰτ
καὶ τὸ Ἀρζὲς καὶ τὸ Περκρί· ὁ γὰρ προρρηθεὶς Ἀσώτιος, ὁ ἄρχων
τῶν ἀρχόντων, ὁ πατὴρ τοῦ Συμβατίου, τοῦ ἄρχοντος τῶν ἀρχόντων,
κατεῖχεν πάσας τὰς τῆς ἀνατολῆς χώρας. Τελευτήσαντος δὲ Ἀπελβάρτ,
κατέσχεν τὴν ἐξουσίαν αὐτοῦ ὁ ἴδιος υἱὸς αὐτοῦ, ὁ Ἀβελχαμίτ, τοῦ δὲ
Ἀβελχαμὶτ τελευτήσαντος, ἐκράτησε τὴν ἐξουσίαν αὐτοῦ ὁ πρῶτος
υἱὸς αὐτοῦ, ὁ Ἀποσεβατᾶς. Τοῦ δὲ Συμβατίου, τοῦ ἄρχοντος τῶν ἀρχόν–
των, παρὰ τοῦ Ἀποσάται, τοῦ ἀμηρᾶ Περσίδος, ἀναιρεθέντος, ἐκράτη–
σεν αὐθεντῶς καὶ κυρίως ὡς δεσπότης καὶ αὐτοκέφαλος τό τε κάστρον
τὸ Μανζικίερτ καὶ τὰ λοιπὰ κάστρα καὶ τὰς χώρας, ὅστις καὶ ὑπετάγη
τῷ βασιλεῖ μετὰ τῶν ἑτέρων δύο ἀδελφῶν αὐτοῦ, τοῦ τε Ἀπολεσφούετ
καὶ τοῦ Ἀποσέλμη, διὰ τὸ διαφόρως καταπολεμηθῆναι τά τε κάστρα
καὶ πραιδευθῆναι καὶ ἀφανισθῆναι καὶ τὰς χώρας αὐτῶν παρὰ τοῦ
δομεστίκου τῶν σχολῶν, παρέχοντες τὸν βασιλέα Ῥωμαίων καὶ πάκτα
ὑπὲρ τῶν κάστρων καὶ τῶν χωρίων αὐτῶν. Ἀπὸ δὲ τοῦ προρρηθέντος
Ἀσωτίου, τοῦ ἄρχοντος τῶν ἀρχόντων, τοῦ πατρὸς μὲν τοῦ Συμβατίου,
πάππου δὲ τοῦ δευτέρου Ἀσωτίου καὶ τοῦ μαγίστρου Ἀπασακίου,
μέχρι ζωῆς τοῦ δευτέρου Ἀσωτίου, τοῦ ἄρχοντος τῶν ἀρχόντων, ὑπῆρ–
χον τὰ τοιαῦτα τρία κάστρα ὑπὸ τὴν ἐξουσίαν τοῦ ἄρχοντος τῶν ἀρχόν–
των, καὶ ἐλάμβανεν ἐξ αὐτῶν πάκτα ὁ ἄρχων τῶν ἀρχόντων. Ἀλλὰ
καὶ τὸ κάστρον τοῦ Μανζικίερτ μετὰ τῆς χώρας τοῦ Ἀπαχουνῆς καὶ
τοῦ Κορὴ καὶ τοῦ Χάρκα ὑπὸ τὴν ἐξουσίαν καὶ ἐπικράτειαν τοῦ αὐτοῦ
ἄρχοντος τῶν ἀρχόντων ὑπῆρχεν, ἕως ὅτου Ἀποσεβατᾶς, ὁ ἀμηρᾶς τοῦ
Μανζικίερτ, μετὰ τῶν δύο ἀδελφῶν αὐτοῦ, τοῦ τε Ἀπολεσφούετ καὶ
τοῦ Ἀποσέλμη, ὑπετάγησαν τῷ βασιλεῖ, διδόντες καὶ πάκτα ὑπέρ τε
τῶν κάστρων καὶ τῶν χωρίων αὐτῶν· ἐπεὶ 〈δὲ〉 ὁ ἄρχων τῶν ἀρχόντων
δοῦλος τοῦ βασιλέως τῶν Ῥωμαίων τυγχάνει, ὡς παρ´ αὐτοῦ προβαλλό–
μενος καὶ τὸ τοιοῦτον δεχόμενος ἀξίωμα, δηλονότι καὶ τὰ ὑπ´ αὐτοῦ
δεσποζόμενα κάστρα καὶ πολιτεῖαι καὶ χωρία τοῦ βασιλέως τῶν Ῥωμαί–
ων τυγχάνουσιν.

Ὅτι τοῦ Συμβατίου, τοῦ ἄρχοντος τῶν ἀρχόντων τῆς μεγάλης
Ἀρμενίας, κρατηθέντος παρὰ τοῦ Ἀποσάται, τοῦ ἀμηρᾶ Περσίδος,
καὶ ἀποκεφαλισθέντος παρ´ αὐτοῦ, ἐκράτησεν ὁ Ἀποσεβατᾶς, ὁ καθεζό–
μενος εἰς τὸ κάστρον τὸ Μανζικίερτ, τὸ κάστρον τὸ Χαλιὰτ καὶ τὸ
κάστρον τὸ Περκρὶ καὶ τὴν πολιτείαν τοῦ Ἀρζές.

Ὅτι ὁ δεύτερος ἀδελφὸς τοῦ Ἀποσεβατᾶ, ὁ Ἀπολεσφούετ καὶ
ὁ ἀνεψιὸς αὐτοῦ καὶ ὁ προγονός, ὁ Ἄχμετ ἐκράτησαν τὸ κάστρον τὸ
Χλιὰτ καὶ τὸ κάστρον τὸ Ἀρζὲς καὶ τὸ κάστρον τὸ Ἀλτζικέ, καὶ αὐτοὶ
ὑπετάγησαν τῷ Ῥωμαίων βασιλεῖ, καὶ ἐγένοντο ὑπὸ τὴν ἐξουσίαν αὐτοῦ
καὶ παρεῖχον καὶ πάκτα, καθὼς καὶ ὁ πρῶτος ἀδελφὸς αὐτοῦ, ὁ Ἀποσε–
βατᾶς, ὑπέρ τε τῶν κάστρων καὶ τῶν χωρίων αὐτῶν.

Ὅτι ὁ τρίτος ἀδελφὸς τοῦ Ἀποσεβατᾶ καὶ τοῦ Ἀπολεσφούετ,
ὁ Ἀποσέλμης, ἐκράτει τὸ κάστρον τὸ Τζερματζοῦ μετὰ καὶ τῶν χωρίων
αὐτοῦ, καὶ αὐτὸς ὑπετάγη τῷ τῶν Ῥωμαίων βασιλεῖ, καὶ ἐδίδου πάκτα,
καθὼς καὶ ὁ πρῶτος ἀδελφὸς αὐτοῦ, ὁ Ἀποσεβατᾶς, καὶ ὁ δεύτερος
ἀδελφὸς αὐτοῦ, ὁ Ἀπολεσφούετ.

Ὅτι τοῦ Ἀποσεβατᾶ τελευτήσαντος, ἐκράτησε τὸ κάστρον τὸ
Μανζικίερτ μετὰ τῶν χωρίων αὐτοῦ καὶ τῆς ἐπικρατείας αὐτοῦ πάσης
ὁ Ἀβδεραχείμ, ὁ υἱὸς τοῦ Ἀποσεβατᾶ, τελευτήσαντος δὲ τοῦ Ἀβδε–
ραχείμ, ἐκράτησεν ὁ Ἀπολεσφούετ, ὁ δεύτερος ἀδελφὸς τοῦ Ἀποσεβατᾶ,
θεῖος δὲ τοῦ Ἀβδεραχείμ, τὸ κάστρον τὸ Μανζικίερτ καὶ πάσας τὰς
προρρηθείσας χώρας, καὶ αὐτοῦ τελευτήσαντος, ἐκράτησεν ὁ τρίτος
ἀδελφός, ἤγουν τοῦ Ἀποσεβατᾶ καὶ τοῦ Ἀπολεσφούετ, ὁ Ἀποσέλμης
τό τε Μανζικίερτ καὶ πάσας τὰς προρρηθείσας χώρας.

Ὅτι ὁ Ἀποσεβατᾶς εἶχεν υἱὸν τὸν Ἀβδεραχεὶμ καὶ τὸν Ἀπελ–
μουζέ.

Ὅτι ὁ Ἀπολεσφούετ εἶχεν προγονὸν καὶ ἀνεψιὸν τὸν Ἀχάμετ,
υἱὸν γὰρ οὐκ εἶχεν, ἀλλὰ τὸν Ἀχάμετ τὸν προγονὸν καὶ ἀνεψιὸν αὐτοῦ
εἶχεν ἀντὶ υἱοῦ.

Ὅτι ὁ Ἀποσέλμης εἶχεν υἱὸν τὸν Ἀπελβάρτ, τὸν ἀρτίως κρα–
τοῦντα τὸ Μανζικίερτ.

Ὅτι ἀποθανόντος τοῦ Ἀποσεβατᾶ, κατέλιπε τὸν Ἀβδεραχείμ,
τὸν υἱὸν αὐτοῦ ἀμηρᾶν, ὁ δὲ ἕτερος υἱὸς αὐτοῦ, ὁ Ἀπελμουζὲ ἦν νήπιος
πάνυ, διὸ καὶ κατεφρονήθη ἐλθεῖν πρὸς τὴν τοῦ πατρὸς καὶ τοῦ ἀδελφοῦ
αὐτοῦ ἐξουσίαν.

Ὅτι ὁ Ἀποσεβατᾶς, ὁ πρῶτος ἀδελφός, ἐκαθέζετο εἰς τὸ κάστρον
τὸ Μανζικίερτ, καὶ ἐκράτει, καθὼς εἴρηται, ταύτας τὰς χώρας, τό τε
Ἀπαχουνῆς καὶ τὸ Κορὴ καὶ τὸ Χάρκα, καὶ ἐδίδου τὰ ὑπὲρ αὐτῶν πάκτα
τῷ Ῥωμαίων βασιλεῖ, καὶ τούτου τελευτήσαντος, ἐκράτησεν ὁ υἱὸς
αὐτοῦ, ὁ Ἀβδεραχείμ, καὶ ἐδίδου καὶ αὐτὸς τὰ προρρηθέντα πάκτα διὰ
τὸ εἶναι, καθὼς προείρηται, νήπιον παντελῶς τὸν ἀδελφὸν αὐτοῦ, τὸν
Ἀπελμουζέ.

Ὅτι τοῦ Ἀβδεραχεὶμ τελευτήσαντος, καὶ τοῦ ἀδελφοῦ αὐτοῦ,
Ἀπελμουζὲ ὡς νηπίου καταφρονηθέντος, ἐκράτησεν τὸ κάστρον τὸ
Μανζικίερτ καὶ τὰς ὑπ´ αὐτῷ προρρηθείσας χώρας ὁ δεύτερος ἀδελφὸς
τοῦ Ἀποσεβατᾶ, ὁ προλεχθεὶς Ἀπολεσφούετ, θεῖος δὲ τοῦ Ἀβδεραχεὶμ
καὶ τοῦ διὰ τὴν νηπιότητα καταφρονηθέντος ἀδελφοῦ αὐτοῦ, τοῦ Ἀπελ–
μουζέ.

Ὅτι τοῦ Ἀπολεσφούετ τελευτήσαντος, ἐκράτησεν ὁ τρίτος
ἀδελφὸς τοῦ Ἀποσεβατᾶ, ἤγουν ὁ Ἀποσέλμης τὸ κάστρον τὸ Μανζι–
κίερτ μετὰ τῶν χωρίων τῶν προρρηθέντων. Ὁ δὲ προρρηθεὶς Ἀχάμετ
ὁ καὶ ἀνεψιὸς καὶ προγονὸς τοῦ Ἀπολεσφούετ, ἐκράτει εἰδήσει καὶ
βουλήσει τοῦ Ἀπολεσφούετ τό τε Χλιὰτ καὶ τὸ Ἀρζὲς καὶ τὸ Περκρί·
καὶ γὰρ ὁ Ἀπολεσφούετ υἱὸν μὴ ἔχων, καθὼς προείρηται, τοῦτον τὸν
Ἀχάμετ, τόν τε ἀνεψιὸν καὶ προγονὸν αὐτοῦ, εἶχεν κληρονόμον πάσης
αὐτοῦ τῆς ὑποστάσεως καὶ τῶν κάστρων καὶ τῶν χωρίων αὐτοῦ.
Ὅτι τελευτήσαντος τοῦ Ἀποσέλμη, ἐκράτησεν τὸ κάστρον τὸ
Μανζικίερτ ὁ υἱὸς αὐτοῦ, ὁ Ἀπελβὰρτ μετὰ καὶ τῆς περιχώρου αὐτοῦ.
Ὁ δὲ Ἄχμετ ἐκράτησεν τὰ τρία κάστρα, τό τε κάστρον τὸ Χλιὰτ 〈καὶ〉
τὸ κάστρον τὸ Ἀρζὲς καὶ τὸ κάστρον τὸ Ἀλτζικέ.

Ὅτι καὶ αὐτὸς ὁ Ἄχμετ δοῦλος ἦν τοῦ βασιλέως, καθὰ καὶ
προείρηται, παρέχων καὶ τὰ ὑπὲρ αὐτοῦ καὶ τὰ ὑπὲρ τοῦ θείου αὐτοῦ,
τοῦ Ἀπολεσφούετ, πάκτα. Ὁ δὲ Ἀπελβὰρτ μετὰ δόλου καὶ χλεύης
αὐτὸν ἔσφαξεν, καὶ ἀνελάβετο τὰ τρία αὐτὰ κάστρα, τό τε κάστρον
τὸ Χλιὰτ 〈καὶ〉 τὸ κάστρον τὸ Ἀρζὲς καὶ τὸ κάστρον τὸ Ἀλτζικέ·
καὶ ταῦτα ὀφείλει ὁ βασιλεὺς ἀναλαβέσθαι ὡς ἴδια αὐτοῦ τυγχάνοντα.
Ὅτι ταῦτα πάντα τὰ προρρηθέντα κάστρα καὶ αἱ προρρηθεῖσαι
χῶραι οὐδέποτε γεγόνασιν ὑπὸ τὴν ἐξουσίαν τῆς Περσίδος ἢ ὑπὸ τὴν
ἐξουσίαν τοῦ ἀμερμουμνῆ, ἀλλ´ ὑπῆρχον, καθὼς εἴρηται, ἐν ταῖς ἡμέραις
τοῦ κυροῦ Λέοντος, τοῦ βασιλέως ὑπὸ τὴν ἐξουσίαν τοῦ Συμβατίου, τοῦ
ἄρχοντος τῶν ἀρχόντων, καὶ μετὰ ταῦτα ἐγένοντο ὑπὸ τὴν ἐξουσίαν
τῶν τριῶν ἀδελφῶν, τῶν προρρηθέντων ἀμηράδων, τοῦ τε Ἀποσεβατᾶ
καὶ τοῦ Ἀπολεσφούετ καὶ τοῦ Ἀποσέλμη· καὶ ἐν ταῖς ἡμέραις αὐτῶν
καὶ ἐδουλώθησαν καὶ ἐπακτώθησαν καὶ ἐγένοντο ὑπὸ τὴν ἐξουσίαν τῶν
βασιλέων τῶν Ῥωμαίων.

Ὅτι τὰ τρία ταῦτα κάστρα, τό τε Χλιὰτ καὶ τὸ Ἀρζὲς καὶ τὸ
Περκρί, εἰ κρατεῖ ὁ βασιλεύς, Περσικὸν φοσσᾶτον κατὰ Ῥωμανίας
ἐξελθεῖν οὐ δύναται, ἐπειδὴ μέσον τυγχάνουσιν τῆς τε Ῥωμανίας καὶ
Ἀρμενίας, καὶ εἰσὶν φραγμὸς καὶ ἀπλίκτα τῶν φοσσάτων.

t{Περὶ τῶν ἐν τῷ θέματι Πελοποννήσου Σκλά–
tβων, τῶν τε Μηλιγγῶν καὶ Ἐζεριτῶν καὶ περὶ
tτῶν τελουμένων παρ´ αὐτῶν πάκτων, ὁμοίως
tκαὶ περὶ τῶν οἰκητόρων τοῦ κάστρου Μαΐνης καὶ
tτοῦ παρ´ αὐτῶν τελουμένου πάκτου.}

Ἰστέον, ὅτι οἱ τοῦ θέματος Πελοποννήσου Σκλάβοι ἐν ταῖς ἡμέραις
τοῦ βασιλέως Θεοφίλου καὶ τοῦ υἱοῦ αὐτοῦ, Μιχαήλ, ἀποστατήσαντες
γεγόνασιν ἰδιόρρυθμοι, λεηλασίας καὶ ἀνδραποδισμοὺς καὶ πραίδας καὶ
ἐμπρησμο�ς καὶ κλοπὰς ἐργαζόμενοι. Ἐπὶ δὲ τῆς βασιλείας Μιχαήλ, τοῦ
υἱοῦ Θεοφίλου, ἀπεστάλη ὁ πρωτοσπαθάριος Θεόκτιστος, οὗ τὸ ἐπίκλην
ὁ τῶν Βρυεννίων, στρατηγὸς ἐν τῷ θέματι Πελοποννήσου μετὰ δυνά–
μεως καὶ ἰσχύος πολλῆς, ἤγουν Θρᾳκῶν καὶ Μακεδόνων καὶ τῶν λοιπῶν
δυτικῶν θεμάτων τοῦ πολεμῆσαι καὶ καθυποτάξαι αὐτούς. Καὶ πάντας
μὲν τοὺς Σκλάβους καὶ λοιποὺς ἀνυποτάκτους τοῦ θέματος Πελοπον–
νήσου ὑπέταξε καὶ ἐχειρώσατο, μόνοι δὲ οἱ Ἐζερῖται καὶ οἱ Μηλιγγοὶ
κατελείφθησαν ὑπὸ τὴν Λακεδαιμονίαν καὶ τὸ Ἕλος. Καὶ ἐπειδὴ ὄρος
ἐστὶν ἐκεῖσε μέγα καὶ ὑψηλότατον, καλούμενον Πενταδάκτυλος, καὶ
εἰσέρχεται ὥσπερ τράχηλος εἰς τὴν θάλασσαν ἕως πολλοῦ διαστήματος,
διὰ δὲ τὸ εἶναι τὸν τόπον δύσκολον κατῴκησαν εἰς τὰς πλευρὰς τοῦ
αὐτοῦ ὄρους, ἐν μὲν τῷ ἑνὶ μέρει οἱ Μηλιγγοί, ἐν δὲ τῷ ἑτέρῳ μέρει
οἱ Ἐζερῖται. Καὶ ὁ μὲν προρρηθεὶς πρωτοσπαθάριος Θεόκτιστος καὶ
στρατηγὸς Πελοποννήσου δυνηθεὶς καὶ τούτους καθυποτάξαι, ἐξέθετο
τοῖς μὲν Μηλιγγοῖς νομίσματα ξʹ, τοῖς δὲ Ἐζερίταις νομίσματα τʹ,
ἅτινα καὶ ἐτέλουν, αὐτοῦ στρατηγοῦντος, καθὼς παρὰ τῶν ἐντοπίων
διασώζεται μέχρι τῆς σήμερον ἡ τοιαύτη φήμη. Ἐπὶ δὲ τῆς βασιλείας
τοῦ κυροῦ Ῥωμανοῦ, τοῦ βασιλέως, στρατηγῶν ὁ πρωτοσπαθάριος
Ἰωάννης ὁ Πρωτεύων εἰς τὸ αὐτὸ θέμα ἀνήγαγεν πρὸς τὸν αὐτὸν
κύριν Ῥωμανὸν περί τε τῶν Μηλιγγῶν καὶ τῶν Ἐζεριτῶν, ὅτι ἀποστατή–
σαντες οὐ πείθονται οὔτε τῷ στρατηγῷ, οὔτε βασιλικῇ κελεύσει ὑπείκου–
σιν, ἀλλ´ εἰσὶν ὥσπερ αὐτόνομοι καὶ αὐτοδέσποτοι, καὶ οὔτε παρὰ τοῦ
στρατηγοῦ δέχονται ἄρχοντα, οὔτε συνταξιδεύειν αὐτῷ ὑπείκουσιν,
οὔτε ἄλλην τοῦ δημοσίου δουλείαν ἐκτελεῖν πείθονται. Καὶ μέχρι τοῦ
ἀνελθεῖν τὴν ἀναφορὰν αὐτοῦ συνέβη προβληθῆναι τὸν πρωτοσπαθά–
ριον Κρινίτην τὸν Ἀροτρᾶν στρατηγὸν ἐν Πελοποννήσῳ, τῆς δὲ ἀνα–
φορᾶς τοῦ πρωτοσπαθαρίου Ἰωάννου καὶ στρατηγοῦ Πελοποννήσου
τοῦ Πρωτεύοντος καταλαβούσης καὶ κατ´ ἐνώπιον τοῦ βασιλέως τοῦ
κυροῦ Ῥωμανοῦ ἀναγνωσθείσης καὶ περιεχούσης τὴν ἀποστασίαν τῶν
προρρηθέντων Σκλάβων καὶ τὴν πρὸς τὰς βασιλικὰς προστάξεις δυσπεί–
θειαν ἢ μᾶλλον ἀπείθειαν, ἐδέξατο ὁ αὐτὸς πρωτοσπαθάριος Κρινίτης,
ἵνα, ἐπεὶ εἰς τοσαύτην ἤλασαν ἀποστασίαν καὶ ἀπείθειαν, ἐκστρατεύσῃ
κατ´ αὐτῶν καὶ καταπολεμήσῃ καὶ ὑποτάξῃ καὶ ἐξολοθρεύσῃ αὐτούς.
Ἀρξάμενος οὖν πολεμεῖν αὐτοὺς ἀπὸ μηνὸς Μαρτίου καὶ κατακαύσας
τὰ θέρη αὐτῶν καὶ ληϊσάμενος πᾶσαν τὴν γῆν αὐτῶν, ἔσχεν αὐτοὺς
ἀνθισταμένους καὶ ἀντέχοντας μέχρι μηνὸς Νοεμβρίου, ἀπὸ τότε δὲ
ἰδόντες τὴν ἑαυτῶν ἐξολόθρευσιν, ᾐτήσαντο λόγον καὶ τοῦ ὑποταγῆναι
αὐτοὺς καὶ τυχεῖν συμπαθείας, ὑπὲρ ὧν πρώην ἐπλημμέλησαν. Ὁ οὖν
προρρηθεὶς πρωτοσπαθάριος καὶ στρατηγὸς ὁ Κρινίτης ἐξέθετο αὐτοῖς
πάκτα πλείονα, ὧν ἐτέλουν, τοῖς μὲν Μηλιγγοῖς ἀπὸ τῶν ξʹ νομισμάτων,
ὧν πρότερον ἐτέλουν, νομίσματα φμʹ, ὡς εἶναι τὸ πᾶν πάκτον αὐτῶν
νομίσματα χʹ, τοῖς δὲ Ἐζερίταις ἀπὸ τῶν τʹ νομισμάτων, ὧν πρότερον
ἐτέλουν, ἕτερα νομίσματα τʹ, ὡς εἶναι τὸ πᾶν πάκτον αὐτῶν νομίσματα
χʹ, ἅτινα καὶ ἀπῄτησεν καὶ εἰσεκόμισεν ὁ αὐτὸς πρωτοσπαθάριος Κρινί–
της ἐν τῷ θεοφυλάκτῳ κοιτῶνι. Τοῦ δὲ πρωτοσπαθαρίου Κρινίτου ἐν
τῷ θέματι μετατεθέντος Ἑλλάδος, καὶ τοῦ πρωτοσπαθαρίου Βάρδα
τοῦ Πλατυπόδη προβληθέντος στρατηγοῦ ἐν Πελοποννήσῳ, καὶ τῆς
ἀταξίας γεναμένης καὶ στάσεως παρὰ αὐτοῦ τοῦ πρωτοσπαθαρίου
Βάρδα τοῦ Πλατυπόδη καὶ τῶν ὁμοφρόνων αὐτοῦ πρωτοσπαθαρίων καὶ
ἀρχόντων, καὶ τὸν πρωτοσπαθάριον Λέοντα τὸν Ἀγέλαστον ἀποδιωξάν–
των ἀπὸ τοῦ θέματος, καὶ εὐθέως γενομένης καὶ τῆς τῶν Σκλαβησιάνων
ἐπιθέσεως κατὰ τοῦ αὐτοῦ θέματος, ἀπέστειλαν οἱ αὐτοὶ Σκλάβοι,
οἵ τε Μηλιγγοὶ καὶ οἱ Ἐζερῖται, πρὸς τὸν κύριν Ῥωμανόν, τὸν βασιλέα,
ἐξαιτούμενοι καὶ παρακαλοῦντες τοῦ συμπαθηθῆναι αὐτοῖς τὰς προσθή–
κας τῶν πάκτων καὶ τελεῖν αὐτούς, καθὼς καὶ πρότερον ἐτέλουν.
Ἐπεὶ δέ, καθὼς προείρηται, εἰσῆλθον οἱ Σκλαβησιάνοι ἐν τῷ θέματι
Πελοποννήσου, δεδιὼς ὁ βασιλεύς, ἵνα μὴ καὶ αὐτοὶ προστεθέντες τοῖς
Σθλάβοις παντελῆ ἐξολόθρευσιν τοῦ αὐτοῦ θέματος ἐργάσωνται, ἐποίη–
σεν αὐτοῖς χρυσοβούλλιον τοῦ τελεῖν αὐτοὺς πάκτα, ὡς καὶ πρότερον,
τοὺς μὲν Μηλιγγοὺς ξʹ νομίσματα, τοὺς δὲ Ἐζερίτας 〈νομίσματα〉 τʹ.
Αὕτη οὖν ἐστιν ἡ αἰτία τῆς προσθήκης καὶ τῆς ἐκκοπῆς τῶν πάκτων
τῶν τε Μηλιγγῶν καὶ τῶν Ἐζεριτῶν.

Ἰστέον, ὅτι οἱ τοῦ κάστρου Μαΐνης οἰκήτορες οὐκ εἰσὶν ἀπὸ τῆς
γενεᾶς τῶν προρρηθέντων Σκλάβων, ἀλλ´ ἐκ τῶν παλαιοτέρων Ῥωμαίων,
οἳ καὶ μέχρι τοῦ νῦν παρὰ τῶν ἐντοπίων Ἕλληνες προσαγορεύονται διὰ
τὸ ἐν τοῖς προπαλαιοῖς χρόνοις εἰδωλολάτρας εἶναι καὶ προσκυνητὰς
τῶν εἰδώλων κατὰ τοὺς παλαιοὺς Ἕλληνας, οἵτινες ἐπὶ τῆς βασιλείας
τοῦ ἀοιδίμου Βασιλείου βαπτισθέντες Χριστιανοὶ γεγόνασιν. Ὁ δὲ
τόπος, ἐν ᾧ οἰκοῦσιν, ἐστὶν ἄνυδρος καὶ ἀπρόσοδος, ἐλαιοφόρος, δέ, ὅθεν
καὶ τὴν παραμυθίαν ἔχουσιν. Διάκειται δὲ ὁ τοιοῦτος τόπος εἰς ἄκραν
τοῦ Μαλέα, ἤγουν ἐκεῖθεν τοῦ Ἐζεροῦ πρὸς τὴν παραθαλασσίαν. Διὰ
δὲ τὸ τελείως ὑποτεταγμένους εἶναι αὐτοὺς καὶ ἄρχοντα παρὰ τοῦ στρα–
τηγοῦ δέχεσθαι καὶ πειθαρχεῖν καὶ ὑπείκειν ταῖς τοῦ στρατηγοῦ προσ–
τάξεσιν παρέχουσιν πάκτον ἐκ παλαιτάτου χρόνου νομίσματα υʹ.
Ἰστέον, ὅτι ἡ Καππαδοκίας στρατηγὶς τὸ παλαιὸν τοῦρμα ἦν τῆς
τῶν Ἀνατολικῶν στρατηγίδος.

Ἰστέον, ὅτι ἡ Κεφαλληνίας στρατηγίς, ἤγουν τὰ νησία, τοῦρμα
ἦν τὸ παλαιὸν τῆς στρατηγίδος Λαγουβαρδίας, ἐπὶ δὲ Λέοντος, τοῦ
φιλοχρίστου δεσπότου, γέγονεν στρατηγίς.

Ἰστέον, ὅτι ἡ Καλαβρίας στρατηγὶς δουκᾶτον ἦν τὸ παλαιὸν
τῆς στρατηγίδος Σικελίας.

Ἰστέον, ὅτι ἡ τοῦ Χαρσιανοῦ στρατηγὶς τοῦρμα ἦν τὸ παλαιὸν
τῆς τῶν Ἀρμενιάκων στρατηγίδος.

Ἰστέον, ὅτι ἐπὶ Λέοντος, τοῦ φιλοχρίστου δεσπότου, ἀπὸ τοῦ
θέματος τῶν Βουκελλαρίων εἰς τὸ Καππαδοκῶν θέμα μετετέθησαν
ταῦτα τὰ βάνδα, ἤτοι ἡ τοποτηρησία Βάρετας, ἡ τοποτηρησία Βαλβαδώνας,
ἡ τοποτηρησία Ἄσπονας καὶ ἡ τοποτηρησία Ἀκαρκοῦς, καὶ ἀπὸ τοῦ
θέματος τῶν Ἀνατολικῶν εἰς τὸ Καππαδοκῶν θέμα μετετέθησαν ταῦτα
τὰ βάνδα, ἤτοι ἡ τοποτηρησία τῆς Εὐδοκιάδος, ἡ τοποτηρησία τοῦ Ἁγίου
Ἀγαπητοῦ, ἡ τοποτηρησία Ἀφραζείας, καὶ ἐγένοντο ταῦτα τὰ ἑπτὰ
βάνδα, ἤτοι τὰ τῶν Βουκελλαρίων τέσσαρα καὶ τρία τῶν Ἀνατολικῶν,
τοῦρμα μία, ἡ νῦν τὰ Κόμματα λεγομένη.

Ἰστέον, ὅτι ἐπὶ Λέοντος, τοῦ φιλοχρίστου δεσπότου, ἀπὸ τοῦ
θέματος τῶν Βουκελλαρίων εἰς τὸ θέμα Χαρσιανοῦ μετετέθησαν ταῦτα
τὰ βάνδα, ἤτοι ἡ τοποτηρησία τοῦ Μυριοκεφάλου, ἡ τοποτηρησία τοῦ
Τιμίου Σταυροῦ καὶ ἡ τοποτηρησία Βερινουπόλεως, καὶ ἐγένοντο τοῦρμα
ἡ νῦν Σανίανα λεγομένη. Καὶ ἀπὸ τοῦ θέματος τῶν Ἀρμενιάκων εἰς τὸ
τοῦ Χαρσιανοῦ θέμα μετετέθησαν ταῦτα τὰ βάνδα, ἤτοι ἡ τοῦ Κωμοδρό–
μου τοποτηρησία, ἡ τοποτηρησία Τάβιας, καὶ εἰς τὴν τοῦρμαν τοῦ
Χαρσιανοῦ τὴν εἰρημένην προσετέθησαν. Ἀπὸ δὲ τοῦ Καππαδοκῶν
εἰς τὸ τοῦ Χαρσιανοῦ θέμα ταῦτα τὰ βάνδα μετετέθησαν, ἤτοι ἡ τοῦρμα
Κασῆς ἐξ ὁλοκλήρου καὶ ἡ τοποτηρησία Νύσσης μετὰ τῆς Καισαρείας.
Ἰστέον, ὅτι τοῖς παρελθοῦσιν χρόνοις τὸ τοῦ Χοζάνου θέμα
ὑπὸ τῶν Σαρακηνῶν ἦν, ὁμοίως καὶ τὸ τοῦ Ἀσμοσάτου θέμα καὶ αὐτὸ
ὑπὸ τῶν Σαρακηνῶν ἦν. Τὸ δὲ Χανζὶτ καὶ ἡ Ῥωμανόπολις κλεισοῦραι
τῶν Μελιτηνιατῶν ὑπῆρχον. Καὶ ἀπὸ τοῦ ὄρους τοῦ Φατιλάνου πάντα
τὰ ἐκεῖθεν τῶν Σαρακηνῶν ὑπῆρχον, τὸ δὲ Τεκῆς ἦν τοῦ Μανουήλ.
Ἡ δὲ Κάμαχα ἡ τοῦρμα ἄκρα Κολωνείας ἦν, ἡ δὲ τῆς Κελτζηνῆς τοῦρμα
ὑπὸ τὴν Χαλδίαν ἦν. Ἡ δὲ Μεσοποταμία τῷ τότε καιρῷ θέμα οὐκ ἦν.
Λέων δέ, ὁ φιλόχριστος καὶ ἀείμνηστος βασιλεύς, τὸν Μανουὴλ ἐκεῖνον
ἀπὸ τοῦ Τεκῆς μετὰ λόγου ἐξήγαγεν, καὶ ἐν τῇ πόλει αὐτὸν εἰσήγαγεν,
καὶ πρωτοσπαθάριον πεποίηκεν. Ἔχει δὲ ὁ αὐτὸς Μανουὴλ υἱοὺς τέσσα–
ρας, τὸν Παγκρατούκαν, τὸν Ἰαχνούκαν, τὸν Μουδάφαρ καὶ τὸν Ἰωάννην.
Καὶ τὸν μὲν Παγκρατούκαν ὁ βασιλεὺς ἱκανᾶτον πεποίηκεν καὶ μετὰ
τοῦτο στρατηγὸν εἰς τοὺς Βουκελλαρίους, τὸν δὲ Ἰαχνούκαν εἰς Νικόπο–
λιν στρατηγὸν ἐποίησεν, τὸν δὲ Μουδάφαρ καὶ τὸν Ἰωάννην ἐν Τραπε–
ζοῦντι δέδωκεν γῆν βασιλικήν, ἅπαντας ἀξιώμασιν τιμήσας καὶ δοὺς
αὐτοῖς εὐεργεσίας πολλάς. Καὶ ἐποίησεν θέμα τὴν Μεσοποταμίαν, καὶ
τὸν Ὀρέστην ἐκεῖνον τὸν Χαρσιανίτην στρατηγὸν προεβάλετο, καὶ τότε
δέδωκεν τὴν τῆς Καμάχας τοῦρμαν ὑπὸ τὸ θέμα εἶναι τῆς Μεσοποταμίας,
εἶθ´ οὕτως καὶ τὴν Κελτζηνῆς τοῦρμαν ὑπὸ τὸ θέμα καὶ αὐτὴν Μεσο–
ποταμίας ἐποίησεν. Ἀρτίως δὲ ταῦτα πάντα γεγονότα ὑπὸ τὴν τῶν
Ῥωμαίων ἐξουσίαν, εἰς τὸ Μεσοποταμίας θέμα ἐπὶ Ῥωμανοῦ δεσπότου
προσετέθη ἥ τε Ῥωμανόπολις καὶ τὸ Χανζίτ.

Ἰστέον, ὅτι ἐπὶ Λέοντος, τοῦ φιλοχρίστου δεσπότου, ἡ Λάρισσα
τοῦρμα τῆς Σεβαστείας ἦν, τὸ δὲ Κυμβαλαῖος ἦν τοῦρμα τοῦ Χαρσιανοῦ,
τὸ δὲ Συμπόσιον ἦν ἐρημία πρὸς τὰ μέρη τῆς Λυκανδοῦ παρακείμενον.
Καὶ ἐπὶ τῆς βασιλείας Λέοντος, τοῦ φιλοχρίστου δεσπότου, Εὐστάθιος
ὁ τοῦ Ἀργυροῦ ἀπὸ τῆς ἐξορίας ἀνακληθεὶς εἰς τὸ Χαρσιανὸν στρατηγὸς
προεχειρίσθη, ὁ δὲ Μελίας εἰς τὴν Μελιτηνὴν ἔτι πρόσφυγος ἦν, καὶ
ὁ Βαασάκιος μετὰ τῶν δύο ἀδελφῶν αὐτοῦ, τοῦ τε Κρικορίκη καὶ τοῦ
Παζουνῆ, ἀλλὰ καὶ ὁ Ἰσμαὴλ ὁ Ἀρμένιος ἐκεῖνος, οἵτινες καὶ πρὸς
αὐτὸν καὶ τὸν προρρηθέντα Ἀργυρὸν ἔγραψαν διὰ τοῦ χρυσοβούλλου
λόγον λαβεῖν καὶ ἐξελθεῖν καὶ τὸν μὲν Βαασάκιον καὶ τοὺς ἀδελφοὺς
αὐτοῦ εἰς Λάρισσαν καθεσθῆναι καὶ ὀνομασθῆναι μὲν τὸν Βαασάκιον
Λαρίσσης κλεισουριάρχην, ὅπερ καὶ γέγονεν, τὸν δὲ Ἰσμαὴλ κλεισουριάρχην
εἰς τὸ Συμπόσιον, ὃ καὶ γέγονεν, τὸν δὲ Μελίαν εἰς Εὐφράτειαν εἰς τὰ
Τρυπία εἰς τὴν ἐρημίαν γενέσθαι τουρμάρχην, ὅπερ καὶ ἐγένετο. Ἐξελθόν–
των δὲ τῶν Μελιτηνιατῶν καὶ τὸν Ἰσμαὴλ ἐκεῖνον ἀνελόντων, ἔμενεν τὸ
Συμπόσιον ἔρημον. Τοῦ δὲ Βαασακίου, ὅτι προδοσίαν μελετᾶ, διαβλη–
θέντος καὶ ἐξορισθέντος, πάλιν ὑπὸ τῆς Σεβαστείας ἡ Λάρισσα τοῦρμα
ἐγένετο, στρατηγοῦ προβληθέντος ἐκεῖσε τοῦ Ἀργυροῦ Λέοντος, τοῦ
υἱοῦ Εὐσταθίου, τοῦ μετὰ ταῦτα μαγίστρου γεγονότος καὶ δομεστίκου
τῶν σχολῶν. Ὁ δὲ Μελίας εἰς Εὐφράτειαν καθεζόμενος, ὁπότε καὶ
προεβλήθη Κωνσταντῖνος ὁ Δοὺξ εἰς τὸ Χαρσιανόν, κατῆλθεν οὗτος ὁ
προρρηθεὶς Μελίας, καὶ τὸ παλαιὸν κάστρον τὴν Λυκανδὸν ἐκράτησεν,
καὶ ἔκτισεν αὐτὸ καὶ ὠχυροποίησεν, καὶ ἐκεῖσε ἐκαθέσθη, καὶ ὠνομάσθη
παρὰ Λέοντος, τοῦ φιλοχρίστου βασιλέως, κλεισοῦρα. Καὶ μετὰ τοῦτο
διεπέρασεν ἀπὸ Λυκανδοῦ εἰς τὸ ὄρος τῆς Τζαμανδοῦ, κἀκεῖσε τὸ νῦν
ὂν κάστρον ἔκτισεν, καὶ ὡσαύτως κἀκεῖνο κλεισοῦρα ἐκαλεῖτο. Ἐκράτη–
σεν δὲ καὶ τὸ Συμπόσιον, ποιήσας αὐτὸ τουρμαρχᾶτον. Ἐπὶ δὲ Κων–
σταντίνου, τοῦ φιλοχρίστου δεσπότου, τοῦ τὸ πρῶτον, συνούσης αὐτῷ
καὶ Ζωῆς τῆς μητρὸς αὐτοῦ, γέγονεν ἡ Λυκανδὸς στρατηγίς, καὶ πρῶτος
Λυκανδοῦ στρατηγὸς ὠνομάσθη ὁ πατρίκιος Μελίας, δηλονότι τῷ τότε
καιρῷ αὐτοῦ κλεισουράρχου ἐν Λυκανδῷ τυγχάνοντος. Ὁ δὲ αὐτὸς
Μελίας—διά τε τὴν συνοῦσαν αὐτῷ πρὸς τὸν βασιλέα τῶν Ῥωμαίων
πίστιν καὶ τὰς πολλὰς καὶ ἀπείρους αὐτοῦ κατὰ Σαρακηνῶν ἀνδραγαθίας
—μετέπειτα μάγιστρος ἐτιμήθη.

Ἰστέον, ὅτι ἡ Ἄβαρα τοῦρμα ἦν ὑπὸ τὸ θέμα Σεβαστείας, ἐπὶ δὲ
Ῥωμανοῦ δεσπότου γέγονεν κλεισοῦρα.
Ἰστέον, ὅτι τύπος ἐκράτησεν παλαιὸς τὸν κατεπάνω Μαρδαϊτῶν
Ἀτταλείας παρὰ τοῦ βασιλέως δηλονότι προβάλλεσθαι, διὸ καὶ παρὰ
Λέοντος, τοῦ μακαριωτάτου βασιλέως, κατεπάνω προεβλήθη Σταυράκιος
ὁ Πλατὺς ἐπονομαζόμενος, ὃς χρόνους μὲν διέπρεψεν ἱκανούς, οὐχὶ
καλῶς δὲ καὶ τὰ τέλη διέθηκεν. Τοῦ γὰρ πρωτοσπαθαρίου Εὐσταθίου
καὶ ἀσηκρῆτις ἐν τῷ τῶν Κιβυρραιωτῶν θέματι ἐκ προσώπου
ἀποσταλέντος, φθόνοι τινὲς ἀναμεταξὺ τούτων καὶ μάχαι γεγόνασιν· ὅ τε
γὰρ Σταυράκιος ὁ Πλατὺς εἰς τὸν πατρίκιον Ἡμέριον καὶ λογοθέτην
τοῦ δρόμου θαρρῶν, ὡς ἅτε παρ´ αὐτοῦ εἰς τὸν βασιλέα μεσιτευθείς,
τῷ ἐκ προσώπου Εὐσταθίῳ ἀντέπιπτεν, καὶ μάλιστα ἐναντίως εἶχεν,
ἐν οἷς αὐτὸν ἑώρα ἔξω τοῦ δέοντός τι διαπραττόμενον ἢ καὶ προστάττοντα,
ὅ τε δὲ πάλιν ὁ ἐκ προσώπου Εὐστάθιος πρὸς τὸ Σταυράκιον διέκειτο
ἐχθρωδῶς, καὶ πολλὰς κατ´ αὐτοῦ ἐπιθέσεις καὶ μηχανὰς ἐπλάττετο.
Ὅθεν αἰτίας ὁ προρρηθεὶς Εὐστάθιος κατὰ τοῦ Σταυρακίου ἀνήγαγεν,
ὡς· «Τὸ τῶν Κιβυρραιωτῶν θέμα δύο στρατηγοὺς ἔχειν οὐ δύναται,
δηλονότι ἐμὲ καὶ Σταυράκιον, τὸν κατεπάνω Μαρδαϊτῶν, ἄλλα γὰρ ἐμοῦ
προστάττοντος καὶ διοικεῖν ἐθέλοντος, ἄλλα ποιεῖν ὁ κατεπάνω Μαρ–
δαϊτῶν βούλεται, καὶ αὐτεξούσιος ὢν τὰ αὐτῷ δοκοῦντα μανικῶς δια–
πράττεται.» Ἀνήγαγεν δὲ καὶ ἄλλας ψευδολογίας τινάς, καὶ πολλὰς
μηχανὰς κατ´ αὐτοῦ συνερράψατο, τὰς μὲν πιθανῶς συνθείς, τὰς δὲ
συκοφαντικῶς τε καὶ μανικῶς ἀναπλασάμενος. Καὶ οὗτος δηλονότι τῷ
πατρικίῳ Ἡμερίῳ καὶ λογοθέτῃ τοῦ δρόμου θαρρῶν ταῦτα ἔγραψεν,
ἐπειδὴ τῷ τότε καιρῷ φίλος Εὐσταθίου μᾶλλον ἦν ὁ πατρίκιος Ἡμέριος,
ἤπερ Σταυρακίου, κἂν ὕστερον ἐχθρανθέντες ἀμφότεροι ἔχθρας ἀνάμεστοι
καὶ μανίας πλήρεις γεγόνασιν. Τὴν οὖν τοιαύτην ἀναφορὰν Εὐσταθίου
δεξάμενος ὁ βασιλεὺς καὶ τῇ αἰτήσει τοῦ πατρικίου Ἡμερίου πεισθείς,
δέδωκεν τὴν τοῦ τοιούτου κατεπάνω ἐξουσίαν τῷ πρωτοσπαθαρίῳ
Εὐσταθίῳ καὶ ἐκ προσώπου. Τοῦ δὲ μακαρίου βασιλέως τὸν βίον ἀπὸ
τῶν κάτω πρὸς τὰ ἄνω μετηλλαχότος, Ἀλέξανδρος, ὁ ἀδελφὸς αὐτοῦ,
τῆς αὐτοκράτορος ἀρχῆς ἐγκρατὴς γεγονώς, ὡς πάντας τοὺς ὑπὸ τοῦ
μακαρίου βασιλέως καὶ ἀδελφοῦ αὐτοῦ προβληθέντας ἔν τισιν ἀρχαῖς
διεδέξατο, χαιρεκάκοις καὶ κακοβούλοις ἀνδράσιν πεισθείς, οὕτω δὴ καὶ
τὸν προρρηθέντα Εὐστάθιον διεδέξατο, καὶ ἀντ´ αὐτοῦ πεποίηκεν ἕτερον.
Ὁ γὰρ Χασὲ ἐκεῖνος, ὁ ἐκ Σαρακηνῶν τῷ γένει ὁρμώμενος, Σαρακηνὸς
δὲ τῷ ὄντι τῇ γνώμῃ καὶ τῷ τρόπῳ καὶ τῇ λατρείᾳ διατελῶν, ὁ τοῦ
πατρικίου Δαμιανοῦ δοῦλος, ἐπεὶ πολλὴν παρρησίαν εἶχεν τῷ τότε καιρῷ
ὁ πρωτοσπαθάριος οὗτος Χασὲ πρὸς τὸν κύριν Ἀλέξανδρον, τὸν βασιλέα,
ὡσαύτως καὶ ὁ πρωτοσπαθάριος Νικήτας, ὁ ἀδελφὸς τοῦ Χασέ, ὁ καὶ
τῶν Κιβυρραιωτῶν στρατηγὸς γεγονὼς παρὰ αὐτοῦ τοῦ κυροῦ Ἀλεξάν–
δρου βασιλέως, ὁ Νικήτας οὖν οὗτος, ὁ ἀδελφὸς τοῦ προρρηθέντος Χασέ,
τὸν βασιλέα ᾐτήσατο, ὅτι· «Ὡς ἀρχαῖόν σου φίλον εὐεργετεῖν με πρέπον
ἐστίν, ἓν δὲ πρὸς τὴν βασιλείαν σου αἴτημα ἔχω, καὶ δίκαιόν ἐστιν
εἰσακοῦσαί μου». Τοῦ δὲ βασιλέως διαπορουμένου καὶ ἀντερωτῶντος,
τί ἂν εἴη τοῦτο τὸ αἴτημα, καὶ ὅπερ ἐάν ἐστιν, ὑπακοῦσαι ὑποσχομένου,
ὁ προρρηθεὶς Νικήτας ᾐτήσατο, ὅτι· «Τὸν υἱόν μου, αἰτοῦμαι, ἵνα ποιήσῃ
ἡ βασιλεία σου κατεπάνω τῶν Μαρδαϊτῶν Ἀτταλείας», οὕτινος ὁ βασι–
λεὺς τῇ αἰτήσει πεισθείς, ἐπὶ προελεύσεως εἰσαγαγὼν ἐπὶ τοῦ Χρυσο–
τρικλίνου τὸν υἱὸν τοῦ πρωτοσπαθαρίου Νικήτα, τὸν σπαθαροκανδιδᾶτον
Ἀβέρκιον, προεβάλετο αὐτὸν κατεπάνω τῶν Μαρδαϊτῶν Ἀτταλείας,
καθὼς καὶ ὁ μακάριος Λέων ὁ βασιλεὺς πρότερον Σταυράκιον τὸν Πλατὺν
ἐπονομαζόμενον. Καὶ ὁ ἐξ ἀρχῆθεν παλαιὸς ἔχων τύπος, καθὼς ἐν
ἀρχαῖς εἴρηται, ὑπὸ τοῦ βασιλέως προβάλλεσθαι τὸν κατεπάνω Μαρ–
δαϊτῶν.

Ἰστέον, ὅτι ἐπὶ βασιλέως τοῦ Θεοφίλου παρακοιμώμενος γέγονεν
Σχολαστίκιος ὀστιάριος, ἐπὶ δὲ Μιχαήλ, υἱοῦ Θεοφίλου, παρακοιμώμενος
Δαμιανὸς πατρίκιος, καὶ μετὰ τοῦτον ἐπὶ τοῦ αὐτοῦ γέγονεν παρακοιμώ–
μενος Βασίλειος, ὁ φιλόχριστος βασιλεύς. Ἐπὶ δὲ Βασιλείου, τοῦ φιλο–
χρίστου δεσπότου, παρακοιμώμενος οὐ γέγονεν δι´ ὅλης τῆς αὐτοῦ
βασιλείας. Ἐπὶ δὲ Λέοντος, τοῦ φιλοχρίστου δεσπότου, παρακοιμώμενος
γέγονεν Σαμωνᾶς ὁ πατρίκιος, καὶ μετὰ τοῦτον ἐπὶ τοῦ αὐτοῦ βασιλέως
γέγονεν Κωνσταντῖνος πατρίκιος. Ἐπὶ δὲ Ἀλεξάνδρου βασιλέως γέγονεν
παρακοιμώμενος πατρίκιος Βαρβᾶτος, ἐπὶ δὲ Κωνσταντίνου, τοῦ
φιλοχρίστου δεσπότου, γέγονεν πάλιν Κωνσταντῖνος πατρίκιος, ὁ προρρη–
θεὶς ἐπὶ Λέοντος δεσπότου, ἐπὶ δὲ Ῥωμανοῦ δεσπότου Θεοφάνης πατρί–
κιος, ἐπὶ δὲ Κωνσταντίνου πάλιν τὸ δεύτερον γέγονεν Βασίλειος
πατρίκιος.

Ἰστέον, ὅτι ἐπὶ Λέοντος, τοῦ φιλοχρίστου καὶ ἀειμνήστου βασι–
λέως, ἦν ὁ Κτενᾶς ἐκεῖνος γέρων, κληρικὸς πάνυ πλούσιος, ὅστις ἦν καὶ
δομέστικος εἰς τὴν Νέαν Ἐκκλησίαν, ὑπῆρχεν δὲ τεχνίτης εἰς τὸ ᾆσμα,
οἷος τῷ τότε καιρῷ ἕτερος οὐκ ἦν. Ὁ δὲ αὐτὸς Κτενᾶς τὸν πατρίκιον
Σαμωνᾶν ἐδυσώπησεν, τῷ τότε καιρῷ παρακοιμωμένου αὐτοῦ ὄντος,
μεσιτεῦσαι αὐτὸν εἰς τὸν βασιλέα τοῦ γενέσθαι πρωτοσπαθάριον καὶ
φορεῖν ἐπικούτζουλον καὶ προέρχεσθαι εἰς τὸν Λαυσιακὸν καὶ καθέζε–
σθαι ὡς πρωτοσπαθάριον καὶ ῥογεύεσθαι αὐτὸν λίτραν μίαν καὶ ὑπὲρ
τῆς τοιαύτης ἀντιλήψεως δοῦναι τῷ βασιλεῖ λίτρας τεσσαράκοντα. Ὁ δὲ
βασιλεὺς οὐκ ἠνέσχετο τοῦτο ποιῆσαι, λέγων τῶν ἀδυνάτων τυγχάνειν,
καί· «Εἰς μεγάλην ἀδοξίαν τῆς βασιλείας μου κληρικὸν γενέσθαι πρω–
τοσπαθάριον.» Ἀκούσας δὲ ὁ αὐτὸς Κτε�ᾶς παρὰ τοῦ πατρικίου Σαμωνᾶ
ταῦτα, προσέθηκεν εἰς τὰς τεσσαράκοντα λίτρας καὶ σχολαρίκια ζυγὴν
μίαν, ἐκτιμηθεῖσαν λίτρας δέκα καὶ τραπεζίου ἀσήμιν ἔνζῳδον διάχρυσον
ἀνάγλυφον, ἐκτιμηθὲν καὶ αὐτὸ λίτρας δέκα. Καὶ δυσωπηθεὶς ὁ βασι–
λεὺς τῇ παρακλήσει τοῦ πατρικίου Σαμωνᾶ καὶ παρακοιμωμένου,
ἀνελάβετο τὰς τεσσαράκοντα τοῦ χρυσίου λίτρας καὶ τὴν ζυγὴν τὰ
σχολαρίκια καὶ τοῦ τραπεζίου τὸ ἀνάγλυφον καὶ διάχρυσον ἀσήμιν, ὡς
γενέσθαι τὸ πᾶν δόμα τοῦ αὐτοῦ Κτενᾶ λίτρας ἑξήκοντα. Τότε ἐποίησεν
αὐτὸν ὁ βασιλεὺς πρωτοσπαθάριον, καὶ ἐρογεύθη τῷ καιρῷ ἐκείνῳ λίτραν
μίαν. Ἔζησεν δὲ ὁ αὐτὸς Κτενᾶς μετὰ τὸ τιμηθῆναι αὐτὸν πρωτοσπα–
θάριον ἔτη δύο καὶ ἐτελεύτησεν· ἐρογεύθη δὲ τὰ δύο ἔτη ἀνὰ λίτραν μίαν.