![]()
Appien
guerres civiles
livre IIi
pour avoir la traduction française chapitre par chapitre, cliquer sur le numéro du chapitre
|
Ι. 1. Οὕτω μὲν δὴ Γάιος Καῖσαρ πλείστου Ῥωμαίοις ἄξιος ἐς τὴν ἡγεμονίαν γενόμενος ὑπὸ τῶν ἐχθρῶν ἀνῄρητο καὶ ὑπὸ τοῦ δήμου τέθαπτο· ἁπάντων δὲ αὐτοῦ τῶν σφαγέων δίκην δόντων, ὅπως οἱ περιφανέστατοι μάλιστα ἔδοσαν, ἥδε ἡ βίβλος καὶ ἡ μετὰ τήνδε ἐπιδείξουσιν, ἐπιλαμβάνουσαι καὶ ὅσα ἄλλα Ῥωμαίοις ἐμφύλια ἐς ἀλλήλους ἐγίγνετο ὁμοῦ. 2. Ἀντώνιον μὲν ἡ βουλὴ δι' αἰτίας εἶχεν ἐπὶ τοῖς ἐπιταφίοις τοῦ Καίσαρος, ὑφ' ὧν δὴ μάλιστα ὁ δῆμος ἐρεθισθεὶς ὑπερεῖδε τῆς ἄρτι ἐπεψηφισμένης ἀμνηστίας καὶ ἐπὶ τὰς οἰκίας τῶν σφαγέων σὺν πυρὶ ἔδραμον· ὁ δὲ αὐτὴν χαλεπαίνουσαν ἑνὶ τοιῷδε πολιτεύματι ἐς εὔνοιαν ἑαυτοῦ μετέβαλεν. Ἀμάτιος ἦν ὁ Ψευδομάριος· Μαρίου γὰρ ὑπεκρίνετο υἱωνὸς εἶναι καὶ διὰ Μάριον ὑπερήρεσκε τῷ δήμῳ. Γιγνόμενος οὖν κατὰ τήνδε τὴν ὑπόκρισιν συγγενὴς τῷ Καίσαρι, ὑπερήλγει μάλιστα αὐτοῦ τεθνεῶτος καὶ βωμὸν ἐπῳκοδόμει τῇ πυρᾷ καὶ χεῖρα θρασυτέρων ἀνδρῶν εἶχε καὶ φοβερὸς ἦν ἀεὶ τοῖς σφαγεῦσιν· ὧν οἱ μὲν ἄλλοι διεπεφεύγεσαν ἐκ τῆς πόλεως καὶ ὅσοι παρ' αὐτοῦ Καίσαρος εἰλήφεσαν ἡγεμονίας ἐθνῶν, ἀπεληλύθεσαν ἐπὶ τὰς ἡγεμονίας, Βροῦτος μὲν ὁ Δέκμος ἐς τὴν ὅμορον τῆς Ἰταλίας Κελτικήν, Τρεβώνιος δὲ ἐς τὴν Ἀσίαν τὴν περὶ Ἰωνίαν, Τίλλιος δὲ Κίμβερ ἐς Βιβυνίαν· Κάσσιος δὲ καὶ Βροῦτος ὁ Μᾶρκος, ὧν δὴ καὶ μάλιστα τῇ βουλῇ διέφερεν, ᾕρηντο μὲν καὶ οἵδε ὑπὸ τοῦ Καίσαρος ἐς τὸ μέλλον ἔτος ἡγεμονεύειν, Συρίας μὲν ὁ Κάσσιος καὶ Μακεδονίας ὁ Βροῦτος, ἔτι δὲ ὄντες ἀστικοὶ στρατηγοὶ . . . Ὑπ' ἀνάγκης καὶ διατάγμασιν οἷα στρατηγοὶ τοὺς κληρούχους ἐθεράπευον, ὅσοις τε ἄλλοις ἐπενόουν, καὶ τὰ κληρουχήματα συγχωροῦντες αὐτοῖς πιπράσκειν, τοῦ νόμου κωλύοντος ἐντὸς εἴκοσιν ἐτῶν ἀποδίδοσθαι. 3. Τούτοις δὲ αὐτοῖς ὁ Ἀμάτιος, ὅτε συντύχοι, καὶ ἐνεδρεύσειν ἐλέγετο. Τῷδε οὖν τῷ λόγῳ τῆς ἐνέδρας ὁ Ἀντώνιος ἐπιβαίνων οἷα ὕπατος συλλαμβάνει καὶ κτείνει τὸν Ἀμάτιον χωρὶς δίκης, μάλα θρασέως· καὶ ἡ βουλὴ τὸ μὲν ἔργον ἐθαύμαζεν ὡς μέγα καὶ παράνομον, τὴν δὲ χρείαν αὐτοῦ προσεποιοῦντο ἥδιστα· οὐ γὰρ αὐτοῖς ἐδόκει ποτὲ χωρὶς τοιᾶσδε τόλμης ἀσφαλῆ τὰ κατὰ Βροῦτον καὶ Κάσσιον ἔσεσθαι. Οἱ δὲ τοῦ Ἀματίου στασιῶται καὶ ὁ ἄλλος δῆμος ἐπ' ἐκείνοις πόθῳ τε τοῦ Ἀματίου καὶ ἀγανακτήσει τοῦ γεγονότος, ὅτι μάλιστα αὐτὸ ὁ Ἀντώνιος ἐπεπράχει ὑπὸ τοῦ δήμου τιμώμενος, οὐκ ἠξίουν σφῶν καταφρονεῖν· τὴν ἀγορὰν οὖν καταλαβόντες ἐβόων καὶ τὸν Ἀντώνιον ἐβλασφήμουν καὶ τὰς ἀρχὰς ἐκέλευον ἀντὶ Ἀματίου τὸν βωμὸν ἐκθεοῦν καὶ θύειν ἐπ' αὐτοῦ Καίσαρι πρώτους. Ἐξελαυνόμενοι δ' ἐκ τῆς ἀγορᾶς ὑπὸ στρατιωτῶν ἐπιπεμφθέντων ὑπὸ Ἀντωνίου μᾶλλόν τε ἠγανάκτουν καὶ ἐκεκράγεσαν καὶ ἕδρας ἔνιοι τῶν Καίσαρος ἀνδριάντων ἐπεδείκνυον ἀνῃρημένων. Ὡς δέ τις αὐτοῖς ἔφη καὶ τὸ ἐργαστήριον, ἔνθα οἱ ἀνδριάντες ἀνεσκευάζοντο, δείξειν, εὐθὺς εἵποντο καὶ ἰδόντες ἐνεπίμπρασαν, ἕως ἑτέρων ἐπιπεμφθέντων ἐξ Ἀντωνίου ἀμυνόμενοί τε ἀνῃρέθησαν ἔνιοι καὶ συλληφθέντες ἕτεροι ἐκρεμάσθησαν, ὅσοι θεράποντες ἦσαν, οἱ δὲ ἐλεύθεροι κατὰ τοῦ κρημνοῦ κατερρίφησαν. 4. Καὶ ὁ μὲν τάραχος ἐπέπαυτο, μῖσος δὲ ἄρρητον ἐξ ἀρρήτου εὐνοίας τοῦ δήμου πρὸς τὸν Ἀντώνιον ἐγήγερτο. Ἡ βουλὴ δ' ἔχαιρον ὡς οὐκ ἂν ἑτέρως ἐν ἀδεεῖ περὶ τῶν ἀμφὶ τὸν Βροῦτον γενόμενοι. Ὡς δὲ καὶ Σέξστον Πομπήιον ὁ Ἀντώνιος, τὸν Πομπηίου Μάγνου περιποθήτου πᾶσιν ἔτι ὄντος, εἰσηγήσατο καλεῖν ἐξ Ἰβηρίας, πολεμούμενον ἔτι πρὸς τῶν Καίσαρος στρατηγῶν, ἀντί τε τῆς πατρῴας οὐσίας δεδημευμένης ἐκ τῶν κοινῶν αὐτῷ δοθῆναι μυριάδας Ἀττικῶν δραχμῶν πεντακισχιλίας, εἶναι δὲ καὶ στρατηγὸν ἤδη τῆς θαλάσσης, καθὼς ἦν καὶ ὁ πατὴρ αὐτοῦ, καὶ ταῖς Ῥωμαίων ναυσὶν αὐτίκα ταῖς πανταχοῦ χρῆσθαι εἰς τὰ ἐπείγοντα, θαυμάζουσα ἕκαστα ἡ βουλὴ μετὰ προθυμίας ἐξεδέχετο καὶ τὸν Ἀντώνιον ἐπὶ ὅλην εὐφήμουν ἡμέραν· οὐ γάρ τις αὐτοῖς ἐδόκει Μάγνου γενέσθαι δημοκρατικώτερος, ὅθεν οὐδὲ περιποθητότερος ἦν. Ὅ τε Κάσσιος καὶ ὁ Βροῦτος, ἐκ τῆς στάσεως ὄντε τῆς Μάγνου καὶ πᾶσι τότε τιμιωτάτω, τὴν σωτηρίαν ἐδόκουν ἕξειν ἀσφαλῆ καὶ τὴν γνώμην ὧν ἐπεπράχεσαν ἐγκρατῆ, καὶ τὴν δημοκρατίαν ἐς τέλος ἐπάξεσθαι, τῆς μοίρας σφῶν ἀνισχούσης. Ἃ καὶ Κικέρων συνεχῶς ἐπῄνει τὸν Ἀντώνιον· καὶ ἡ βουλὴ συγγινώσκουσα αὐτῷ διὰ σφᾶς ἐπιβουλεύοντα τὸν δῆμον ἔδωκε φρουρὰν περιστήσασθαι περὶ τὸ σῶμα, ἐκ τῶν ἐστρατευμένων καὶ ἐπιδημούντων ἑαυτῷ καταλέγοντα. 5. Ὁ δέ, εἴτε εἰς τοῦτο αὐτὸ πάντα πεπραχὼς εἴτε τὴν συντυχίαν ὡς εὔχρηστον ἀσπασάμενος τὴν φρουρὰν κατέλεγεν, αἰεὶ προστιθεὶς μέχρι ἐς ἑξακισχιλίους, οὐκ ἐκ τῶν γινομένων ὁπλιτῶν, οὓς εὐμαρῶς ἂν ἐν ταῖς χρείαις ᾤετο ἕξειν καὶ ἑτέρωθεν, ἀλλὰ πάντας λοχαγοὺς ὡς ἡγεμονικούς τε καὶ ἐμπειροπολέμους καί οἱ γνωρίμους ἐκ τῆς στρατείας τῆς ὑπὸ Καίσαρι· ταξιάρχους δ' αὐτοῖς ἐς τὸν πρέποντα κόσμον ἐξ αὐτῶν ἐκείνων ἐπιστήσας ἦγεν ἐν τιμῇ καὶ κοινωνοὺς ἐποιεῖτο τῶν φανερῶν βουλευμάτων. Ἡ δὲ βουλὴ τό τε πλῆθος αὐτῶν καὶ τὴν ἐπίλεξιν ἐν ὑπονοίᾳ τιθέμενοι συνεβούλευον τὴν φρουρὰν ὡς ἐπίφθονον ἐς τὸ ἀρκοῦν ἐπαναγαγεῖν. Ὁ δὲ ὑπισχνεῖτο ποιήσειν, ὅταν σβέσῃ τοῦ δήμου τὸ ταραχῶδες. Ἐψηφισμένον δ' εἶναι κύρια, ὅσα Καίσαρι πέπρακτό τε καὶ γενέσθαι βεβούλευτο, τὰ ὑπομνήματα τῶν βεβουλευμένων ὁ Ἀντώνιος ἔχων καὶ τὸν γραμματέα τοῦ Καίσαρος Φαβέριον ἐς πάντα οἱ πειθόμενον, διότι καὶ ὁ Καῖσαρ τὰ τοιάδε αἰτήματα ἐς τὸν Ἀντώνιον ἐξιὼν ἀνετίθετο, πολλὰ ἐς πολλῶν χάριν προσετίθει καὶ ἐδωρεῖτο πόλεσι καὶ δυνάσταις καὶ τοῖσδε τοῖς ἑαυτοῦ φρουροῖς· καὶ ἐπεγράφετο μὲν πᾶσι τὰ Καίσαρος ὑπομνήματα, τὴν δὲ χάριν οἱ λαβόντες ᾖδεσαν Ἀντωνίῳ. Τῷ δὲ αὐτῷ τρόπῳ καὶ ἐς τὸ βουλευτήριον πολλοὺς κατέλεγε καὶ ἄλλα τῇ βουλῇ δι' ἀρεσκείας ἔπρασσεν, ἵνα μὴ φθονοῖεν ἔτι τῆς φρουρᾶς. 6. Καὶ Ἀντώνιος μὲν ἀμφὶ ταῦτα ἦν, ὁ δὲ Βροῦτος καὶ ὁ Κάσσιος, οὔτε τινὸς παρὰ τοῦ δήμου σφίσιν ἢ παρὰ τῶν ἐξεστρατευμένων εἰρηναίου φανέντος, οὔτε τὴν ἐνέδραν Ἀματίου καὶ παρ' ἑτέρου ἂν αὑτοῖς ἀδύνατον ἡγούμενοι γενέσθαι, οὔτε τὸ ποικίλον Ἀντωνίου φέροντες ἀφόβως, ἤδη καὶ στρατιὰν ἔχοντος, οὔτε τὴν δημοκρατίαν βεβαιουμένην ἔργοις ὁρῶντες, ἀλλὰ καὶ ἐς τοῦτο ὑφορώμενοι τὸν Ἀντώνιον, Δέκμῳ μάλιστα ἐπεποίθεσαν, ἔχοντι ἐν πλευραῖς τρία τέλη στρατοῦ, καὶ πρὸς Τρεβώνιον ἐς τὴν Ἀσίαν καὶ πρὸς Τίλλιον ἐς Βιθυνίαν κρύφα ἔπεμπον χρήματα ἀγείρειν ἀφανῶς καὶ στρατὸν περιβλέπεσθαι. Αὐτοί τε ἠπείγοντο τῶν δεδομένων σφίσιν ὑπὸ τοῦ Καίσαρος ἐθνῶν λαβέσθαι. Τοῦ χρόνου δὲ οὔπω συγχωροῦντος αὐτοῖς, ἀπρεπὲς ἡγούμενοι, τὴν ἐν ἄστει στρατηγίαν προλιπόντες ἀτελῆ, δόξαν ὕποπτον φιλαρχίας ἐθνῶν ἐνέγκασθαι, ᾑροῦντο ὅμως ὑπὸ ἀνάγκης τὸ ἐν μέσῳ διάστημα διατρῖψαί ποι μᾶλλον ἰδιωτεύοντες ἢ ἐν ἄστει στρατηγεῖν, οὔτε ἀφόβως ἔχοντες οὔτε τὰ εἰκότα ἐφ' οἷς ὑπὲρ τῆς πατρίδος ἐπεπράχεσαν τιμώμενοι. Οὕτω δ' αὐτοῖς ἔχουσιν ἡ βουλὴ συνειδυῖα τὴν γνώμην ἔδωκε σίτου τῇ πόλει φροντίσαι, ἐξ ὅσης δύναιντο γῆς, μέχρις αὐτοὺς ὁ χρόνος τῶν ἐθνῶν τῆς στρατηγίας καταλάβοι.Καὶ ἡ μὲν οὕτως ἔπραξεν, ἵνα μή ποτε Βροῦτος ἢ Κάσσιος φεύγειν δοκοῖεν· τοσήδε αὐτῶν φροντὶς ἦν ἅμα καὶ αἰδώς, ἐπεὶ καὶ τοῖς ἄλλοις σφαγεῦσι διὰ τούσδε μάλιστα συνελάμβανον· 7. ἐξελθόντων δὲ τῆς πόλεως τῶν ἀμφὶ τὸν Βροῦτον, ἐπὶ δυναστείας ὢν ὁ Ἀντώνιος ἤδη μοναρχικῆς ἀρχὴν ἔθνους καὶ στρατιᾶς αὑτῷ περιέβλεπε· καὶ Συρίας μὲν ἐπεθύμει μάλιστα, οὐκ ἠγνόει δὲ ὢν δι' ὑπονοίας καὶ μᾶλλον ἐσόμενος, εἴ τι αἰτοίη· καὶ γὰρ αὐτῷ κρύφα Δολοβέλλαν τὸν ἕτερον ὕπατον ἐπήλειφεν εἰς ἐναντίωσιν ἡ βουλή, διάφορον αἰεὶ τῷ Ἀντωνίῳ γενόμενον. Αὐτὸν οὖν τὸν Δολοβέλλαν ὁ Ἀντώνιος, νέον τε καὶ φιλότιμον εἰδώς, ἔπεισεν αἰτεῖν Συρίαν ἀντὶ Κασσίου καὶ τὸν ἐς Παρθυαίους κατειλεγμένον στρατὸν ἐπὶ τοὺς Παρθυαίους, αἰτεῖν δὲ οὐ παρὰ τῆς βουλῆς οὐ γὰρ ἐξῆν, ἀλλὰ παρὰ τοῦ δήμου νόμῳ. Καὶ ὁ μὲν ἡσθεὶς αὐτίκα προυτίθει τὸν νόμον, καὶ τῆς βουλῆς αἰτιωμένης αὐτὸν παραλύειν τὰ δόξαντα τῷ Καίσαρι τὸν μὲν ἐπὶ Παρθυαίους πόλεμον οὐδενὶ ἔφη ὑπὸ Καίσαρος ἐπιτετράφθαι, Κάσσιον δὲ τὸν Συρίας ἀξιωθέντα αὐτόν τι τῶν Καίσαρος πρότερον ἀλλάξαι, δόντα πωλεῖν τὰ κληρουχήματα τοῖς λαβοῦσι πρὸ τῶν νενομισμένων εἴκοσιν ἐτῶν· καὶ αὐτὸς δὲ αἰδεῖσθαι Συρίας οὐκ ἀξιούμενος, Δολοβέλλας ὤν, πρὸ Κασσίου. Οἱ μὲν δὴ τῶν δημάρχων τινὰ Ἀσπρήναν ἔπεισαν ἐν τῇ χειροτονίᾳ ψεύσασθαι περὶ διοσημείας, ἐλπίσαντές τι καὶ Ἀντώνιον συμπράξειν, ὕπατόν τε ὄντα καὶ τῶν σημείων ἱερέα καὶ διάφορον ἔτι νομιζόμενον εἶναι τῷ Δολοβέλλᾳ· ὁ δ' Ἀντώνιος, ἐπεὶ τῆς χειροτονίας οὔσης ὁ Ἀσπρήνας ἔφη διοσημείαν ἀπαίσιον γεγονέναι, ἔθους ὄντος ἑτέρους ἐπὶ τοῦτο πέμπεσθαι, πάνυ χαλεψάμενος τῷ Ἀσπρήνᾳ τοῦ ψεύσματος τὰς φυλὰς ἐκέλευε χειροτονεῖν περὶ τοῦ Δολοβέλλα. 8. Καὶ γίνεται μὲν οὕτω Συρίας ἡγεμὼν Δολοβέλλας καὶ στρατηγὸς τοῦ πολέμου τοῦ πρὸς Παρθυαίους καὶ στρατιᾶς τῆς ἐς αὐτὸν ὑπὸ Καίσαρος κατειλεγμένης, ὅση τε περὶ Μακεδονίαν προεληλύθει, καὶ ὁ Ἀντώνιος τότε πρῶτον ἔγνωστο συμπράσσων τῷ Δολοβέλλᾳ. Γεγενημένων δὲ τῶνδε ἐν τῷ δήμῳ τὴν βουλὴν ὁ Ἀντώνιος ᾖτει Μακεδονίαν, εὖ εἰδώς, ὅτι αἰδέσονται, μετὰ Συρίαν δοθεῖσαν Δολοβέλλᾳ, ἀντειπεῖν περὶ Μακεδονίας Ἀντωνίῳ, καὶ ταῦτα γυμνῆς στρατοῦ γενομένης. Καὶ ἔδοσαν μὲν ἄκοντες καὶ ἐν θαύματι ἔχοντες, ὅπως τὸν ἐν αὐτῇ στρατὸν προμεθῆκεν ὁ Ἀντώνιος τῷ Δολοβέλλᾳ, ἠγάπων δὲ ὅμως Δολοβέλλαν ἔχειν τὸν στρατὸν Ἀντωνίου μᾶλλον. Ἐν καιρῷ δὲ αὐτοὶ τὸν Ἀντώνιον τοῖς ἀμφὶ τὸν Κάσσιον ἀντῄτουν ἕτερα ἔθνη, καὶ ἐδόθη Κυρήνη τε καὶ Κρήτη, ὡς δ' ἑτέροις δοκεῖ, τάδε μὲν ἀμφότερα Κασσίῳ, Βιθυνία δὲ Βρούτῳ. II. 9. Τὰ μὲν δὴ γινόμενα ἐν Ῥώμῃ τοιάδε ἦν· Ὀκτάουιος δὲ ὁ τῆς ἀδελφῆς τοῦ Καίσαρος θυγατριδοῦς ἵππαρχος μὲν αὐτοῦ Καίσαρος γεγένητο πρὸς ἓν ἔτος, ἐξ οὗ τήνδε τὴν τιμὴν ὁ Καῖσαρ ἐς τοὺς φίλους περιφέρων ἐτήσιον ἔσθ' ὅτε ἐποιεῖτο εἶναι, μειράκιον δὲ ἔτι ὢν ἐς Ἀπολλωνίαν τὴν ἐπὶ τοῦ Ἰονίου παιδεύεσθαί τε καὶ ἀσκεῖσθαι τὰ πολέμια ἐπέμπετο ὑπὸ τοῦ Καίσαρος ὡς ἐς τοὺς πολεμίους ἑψόμενος αὐτῷ. Καὶ αὐτὸν ἐν τῇ Ἀπολλωνίᾳ ἱππέων ἶλαι παραλλὰξ ἐκ Μακεδονίας ἐπιοῦσαι συνεγύμναζον καὶ τῶν ἡγεμόνων τοῦ στρατοῦ τινες ὡς συγγενεῖ Καίσαρος θαμινὰ ἐπεφοίτων. Γνῶσίς τε ἐκ τούτων αὐτῷ καὶ εὔνοια παρὰ τοῦ στρατοῦ τις ἐνεγίγνετο, σὺν χάριτι δεξιουμένῳ πάντας. Ἕκτον δ' ἔχοντι μῆνα ἐν τῇ Ἀπολλωνίᾳ ἀγγέλλεται περὶ ἑσπέραν ὁ Καῖσαρ ἀνῃρημένος ἐν τῷ βουλευτηρίῳ πρὸς τῶν φιλτάτων καὶ παρ' αὐτῷ δυνατωτάτων τότε μάλιστα. Τῶν δὲ λοιπῶν οὐδενὸς ἀπαγγελθέντος πω δέος αὐτὸν ἐπεῖχε καὶ ἄγνοια, εἴτε κοινὸν εἴη τῆς βουλῆς τὸ ἔργον εἴτε καὶ τῶν ἐργασαμένων ἴδιον, καὶ εἰ δίκην ἤδη τοῖς πλείοσι δεδώκοιεν ἢ καὶ τοῦδε εἶεν, ἢ καὶ τὸ πλῆθος αὐτοῖς συνήδοιτο. 10. Ἐφ' οἷς οἱ φίλοι ἐκ Ῥώμης ὑπετίθεντο ταῦτα, ὥστε οἱ μὲν ἐς φυλακὴν τοῦ σώματος αὐτὸν ἠξίουν ἐπὶ τὸν ἐν Μακεδονίᾳ στρατὸν καταφυγεῖν καί, ὅτε μάθοι μὴ κοινὸν εἶναι τὸ ἔργον, ἐπιθαρρήσαντα τοῖς ἐχθροῖς ἀμύνειν τῷ Καίσαρι· καὶ ἦσαν οἳ καὶ τῶν ἡγεμόνων αὐτὸν ἐλθόντα φυλάξειν ὑπεδέχοντο· ἡ δὲ μήτηρ καὶ Φίλιππος, ὃς εἶχεν αὐτήν, ἀπὸ Ῥώμης ἔγραφον μήτε ἐπαίρεσθαι μήτε θαρρεῖν πω μεμνημένον, οἷα Καῖσαρ ὁ παντὸς ἐχθροῦ κρατήσας ὑπὸ τῶν φιλτάτων μάλιστα πάθοι, τὰ δὲ ἰδιωτικώτερα ὡς ἐν τοῖς παροῦσιν ἀκινδυνότερα αἱρεῖσθαι μᾶλλον καὶ πρὸς σφᾶς ἐς Ῥώμην ἐπείγεσθαι φυλασσόμενον. Οἷς Ὀκτάουιος ἐνδοὺς διὰ τὴν ἔτι ἄγνοιαν τῶν ἐπὶ τῷ θανάτῳ γενομένων, τοὺς ἡγεμόνας τοῦ στρατοῦ δεξιωσάμενος διέπλει τὸν Ἰόνιον, οὐκ ἐς τὸ Βρεντέσιον νοὔπω γάρ τινα τοῦ ἐκεῖθι στρατοῦ πεῖραν εἰληφὼς πάντα ἐφυλάσσετὀ, ἀλλ' ἐς ἑτέραν οὐ μακρὰν ἀπὸ τοῦ Βρεντεσίου πόλιν, ἐκτὸς οὖσαν ὁδοῦ, ᾗ ὄνομα Λουπίαι. Ἐνταῦθα οὖν ἐνηυλίσατο διατρίβων. 11. Ὡς δέ οἱ τά τε ἀκριβέστερα περὶ τοῦ φόνου καὶ τοῦ δημοσίου πάθους τῶν τε διαθηκῶν καὶ τῶν ἐψηφισμένων ἦλθε τὰ ἀντίγραφα, οἱ μὲν ἔτι μᾶλλον αὐτὸν ἠξίουν τοὺς ἐχθροὺς Καίσαρος δεδιέναι, υἱόν τε αὐτοῦ καὶ κληρονόμον ὄντα, καὶ παρῄνουν ἅμα τῷ κλήρῳ τὴν θέσιν ἀπείπασθαι· ὁ δὲ καὶ ταῦτά οἱ καὶ τὸ μὴ τιμωρεῖν αὐτὸν Καίσαρι αἰσχρὸν ἡγούμενος ἐς τὸ Βρεντέσιον ᾖει, προπέμψας καὶ διερευνησάμενος, μή τις ἐκ τῶν φονέων ἐγκαθέζοιτο ἐνέδρα. Ὡς δὲ αὐτῷ καὶ ὁ ἐνθάδε στρατὸς οἷα Καίσαρος υἱὸν δεξιούμενος ἀπήντα, θαρρήσας ἔθυε καὶ εὐθὺς ὠνομάζετο Καῖσαρ. Ἔθος γάρ τι Ῥωμαίοις τοὺς θετοὺς τὰ τῶν θεμένων ὀνόματα ἐπιλαμβάνειν. Ὁ δὲ οὐκ ἐπέλαβεν, ἀλλὰ καὶ τὸ αὑτοῦ καὶ τὸ πατρῷον ὅλως ἐνήλλαξεν, ἀντὶ Ὀκταουίου παιδὸς Ὀκταουίου Καῖσαρ εἶναι καὶ Καίσαρος υἱός, καὶ διετέλεσεν οὕτω χρώμενος. Εὐθύς τε ἐς αὐτὸν ἄθρουν καὶ πανταχόθεν ὡς ἐς Καίσαρος υἱὸν πλῆθος ἀνθρώπων συνέθεον, οἱ μὲν ἐκ φιλίας Καίσαρος, οἱ δὲ ἐξελεύθεροι καὶ θεράποντες αὐτοῦ, καὶ ἕτεροι στρατιῶται σὺν αὐτοῖς, οἱ μὲν ἀποσκευὰς ἢ χρήματα φέροντες ἐς τὴν Μακεδονίαν, οἱ δὲ ἕτερα χρήματα καὶ φόρους ἐξ ἐθνῶν ἄλλων ἐς τὸ Βρεντέσιον. 12. Ὁ δὲ καὶ τῷ πλήθει τῶν εἰς αὐτὸν ἀφικνουμένων καὶ τῇ Καίσαρος αὐτοῦ δόξῃ τε καὶ τῇ πάντων εἰς ἐκεῖνον εὐνοία θαρρῶν ὥδευεν ἐς Ῥώμην σὺν ἀξιολόγῳ πλήθει, αὐξομένῳ μᾶλλον ἑκάστης ἡμέρας οἷα χειμάρρῳ, φανερᾶς μὲν ἐπιβουλῆς ὢν ἀμείνων διὰ τὸ πλῆθος, ἐνέδρας δὲ δι' αὐτὸ καὶ μάλιστα ὑφορώμενος, ἀρτιγνώστων οἱ τῶν συνόντων σχεδὸν ὄντων ἁπάντων. Τὰ δὲ τῶν πόλεων τῶν μὲν ἄλλων οὐ πάντῃ πρὸς αὐτὸν ἦν ὁμαλά· οἱ δὲ τῷ Καίσαρι στρατευσάμενοί τε καὶ ἐς κληρουχίας διῃρημένοι συνέτρεχον ἐκ τῶν ἀποικιῶν ἐπὶ χάριτι τοῦ μειρακίου καὶ τὸν Καίσαρα ὠλοφύροντο καὶ τὸν Ἀντώνιον ἐβλασφήμουν οὐκ ἐπεξιόντα τηλικούτῳ μύσει καὶ σφᾶς ἔλεγον, εἴ τις ἡγοῖτο, ἀμυνεῖν. Οὓς ὁ Καῖσαρ ἐπαινῶν καὶ ἀνατιθέμενος ἐν τῷ παρόντι ἀπέπεμπεν. Ὄντι δ' αὐτῷ περὶ Ταρρακίνας, ἀπὸ τετρακοσίων που Ῥώμης σταδίων, ἀγγέλλεται Κάσσιός τε καὶ Βροῦτος ἀφῃρημένοι πρὸς τῶν ὑπάτων Συρίαν καὶ Μακεδονίαν καὶ ἐς παρηγορίαν βραχύτερα ἔτερα Κυρήνην καὶ Κρήτην ἀντειληφότες, φυγάδων τέ τινων κάθοδοι καὶ Πομπηίου μετάκλησις καὶ ἀπὸ τῶν Καίσαρος ὑπομνημάτων ἔς τε τὴν βουλὴν ἐγγραφαί τινων καὶ ἕτερα πολλὰ γιγνόμενα.
13. Ὡς δ' ἐς τὴν πόλιν ἀφίκετο, ἡ μὲν μήτηρ αὖθις
καὶ Φίλιππος ὅσοι τε ἄλλοι κηδεμόνες ἦσαν αὐτοῦ, ἐδεδοίκεσαν τήν τε τῆς βουλῆς
ἐς τὸν Καίσαρα ἀλλοτρίωσιν καὶ τὸ δόγμα, μὴ εἶναι δίκας ἐπὶ Καίσαρι φόνου, καὶ
τὴν Ἀντωνίου τότε δυναστεύοντος ἐς αὐτὸν ὑπεροψίαν, οὔτε ἀφικομένου πρὸς τὸν
Καίσαρος υἱὸν ἐλθόντα οὔτε προσπέμψαντος αὐτῷ· ὁ δὲ καὶ ταῦτ' ἐπράυνεν, αὐτὸς
ἀπαντήσειν ἐς τὸν Ἀντώνιον εἰπὼν οἷα νεώτερος ἐς πρεσβύτερον καὶ ἰδιώτης ἐς
ὕπατον καὶ τὴν βουλὴν θεραπεύσειν τὰ εἰκότα. Καὶ τὸ δόγμα ἔφη γενέσθαι μηδενός
πω τοὺς ἀνδροφόνους διώκοντος· ἀλλ' ὁπότε θαρρήσας τις διώκοι, καὶ τὸν δῆμον
ἐπικουρήσειν καὶ τὴν βουλὴν ὡς ἐννόμῳ καὶ τοὺς θεοὺς ὡς δικαίῳ καὶ τὸν Ἀντώνιον
ἴσως. Εἰ δὲ καὶ τοῦ κλήρου καὶ τῆς θέσεως ὑπερίδοι, ἔς τε τὸν Καίσαρα
ἁμαρτήσεσθαι καὶ τὸν δῆμον ἀδικήσειν εἰς τὴν διανομήν.
Ἀπερρήγνυ τε λήγων τοῦ
λόγου, ὅτι μὴ κινδυνεύειν οἱ καλὸν εἴη μόνον, ἀλλὰ καὶ θνῄσκειν, εἰ προκριθεὶς
ἐκ πάντων ἐς τοσαῦτα ὑπὸ τοῦ Καίσαρος ἀντάξιος αὐτοῦ φαίνοιτο φιλοκινδυνοτάτου
γεγονότος. Τά τε τοῦ Ἀχιλλέως, ὑπόγυά οἱ τότε ὄντα μάλιστα, ἐς τὴν μητέρα ὥσπερ
ἐς τὴν Θέτιν ἐπιστρεφόμενος ἔλεγεν· 14. Ἐφ' οἷς αὐτὸν ἡ μήτηρ, ἐς ἡδονὴν ἐκ τοῦ δέους ὑπαχθεῖσα, ἠσπάζετο ὡς μόνον ἄξιον Καίσαρος καὶ λέγειν ἔτι ἐπισχοῦσα ἐπέσπερχεν ἐς τὰ ἐγνωσμένα σὺν τῇ τύχῃ. Παρῄνει γε μὴν ἔτι τέχνῃ καὶ ἀνεξικακίᾳ μᾶλλον ἢ φανερᾷ θρασύτητί πω χρῆσθαι. Καὶ ὁ Καῖσαρ ἐπαινέσας καὶ πράξειν ὑποσχόμενος οὕτως, αὐτίκα τῆς ἑσπέρας ἐς τοὺς φίλους περιέπεμπεν, ἐς ἕω συγκαλῶν ἕκαστον ἐς τὴν ἀγορὰν μετὰ πλήθους. Ἔνθα Γάιον Ἀντώνιον τὸν ἀδελφὸν Ἀντωνίου, στρατηγοῦντα τῆς πόλεως, ὑπαντιάσας ἔφη δέχεσθαι τὴν θέσιν τοῦ Καίσαρος· ἔθος γάρ τι Ῥωμαίοις τοὺς θετοὺς ἐπὶ μάρτυσι γίγνεσθαι τοῖς στρατηγοῖς. Ἀπογραψαμένων δὲ τῶν δημοσίων τὸ ῥῆμα, εὐθὺς ἐκ τῆν ἀγορᾶς ἐς τὸν Ἀντώνιον ἐχώρει. Ὁ δὲ ἦν ἐς κήποις, οὓς ὁ Καῖσαρ αὐτῷ δεδώρητο Πομπηίου γενομένους. Διατριβῆς δὲ ἀμφὶ τὰς θύρας πλείονος γενομένης ὁ μὲν Καῖσαρ καὶ τάδε ἐς ὑποψίαν Ἀντωνίου τῆς ἀλλοτριώσεως ἐτίθετο, εἰσκληθέντος δέ ποτε ἦσαν προσαγορεύσεις τε καὶ περὶ ἀλλήλων πύσματα εἰκότα. Ὡς δὲ ἤδη λέγειν ἔδει περὶ ὧν ἦσαν ἐν χρείᾳ, ὁ Καῖσαρ εἶπεν·
15.
« Ἐγὼ δέ, πάτερ Ἀντώνιε
(πατέρα γὰρ εἶναι σέ μοι
δικαιοῦσιν αἵ τε Καίσαρος ἐς σὲ εὐεργεσίαι καὶ ἡ σὴ πρὸς ἐκεῖνον χάρις), τῶν σοι
πεπραγμένων ἐπ' ἐκείνῳ τὰ μὲν ἐπαινῶ καὶ χάριν αὐτῶν ὀφλήσω, τὰ δ' ἐπιμέμφομαι,
καὶ λελέξεται μετὰ παρρησίας, ἐς ἣν ἡ λύπη με προάγει. Κτεινομένῳ μὲν οὐ παρῆς,
τῶν φονέων σε περισπασάντων περὶ θύρας, ἐπεὶ περιέσῳζες ἂν αὐτὸν ἢ
συνεκινδύνευες ὅμοια παθεῖν· ὧν εἰ θάτερον ἔμελλεν ἔσεσθαι, καλῶς, ὅτι μὴ παρῆς.
Ψηφιζομένων δέ τινων αὐτοῖς ὡς ἐπὶ τυράννῳ γέρα ἀντεῖπας ἐγκρατῶς· καὶ τοῦδέ σοι
χάριν οἶδα λαμπράν, εἰ καὶ τοὺς ἄνδρας ἔγνως συνανελεῖν σε βεβουλευμένους, οὐχ,
ὡς ἡμεῖς ἡγούμεθα, τιμωρὸν ἐσόμενον Καίσαρι, ἀλλ', ὡς αὐτοὶ λέγουσι, τῆς
τυραννίδος διάδοχον. Ἅμα δ' οὐκ ἦσαν ἐκεῖνοι τυραννοκτόνοι, εἰ μὴ καὶ φονεῖς
ἦσαν· διὸ καὶ ἐς τὸ Καπιτώλιον συνέφυγον ὡς ἐς ἱερὸν ἁμαρτόντες ἱκέται ἢ ὡς ἐς
ἀκρόπολιν ἐχθροί. Πόθεν οὖν αὐτοῖς ἀμνηστία καὶ τὸ ἀνεύθυνον τοῦ φόνου, ἢ τῆς
βουλῆς καὶ τοῦ δήμου ει τινες ἐφθάρατο ὑπ' ἐκείνων; Καὶ σὲ τὸ τῶν πλεόνων ὁρᾶν
ἐχρῆν, ὕπατον ὄντα. Ἀλλὰ καὶ θάτερα βουλομένῳ σοι ἡ ἀρχὴ συνελάμβανε,
τιμωρουμένῳ τηλικοῦτον ἄγος καὶ τοὺς πλανωμένους μεταδιδάσκοντι. Σὺ δὲ καὶ ὅμηρα
τῆς ἀδείας, οἰκεῖα αὐτοῦ σοῦ, τοῖς ἀνδροφόνοις ἔπεμψας ἐς τὸ Καπιτώλιον.
16.
«
Ἀλλὰ
Μάριος μὲν ἐξ ἐπιτάγματος ἀνῃρέθη κατὰ τὸ τῆς ἀρχῆς μέγεθος, ἀνδροφόνους δὲ
ἐκφυγεῖν ὑπερεῖδες καὶ ἐς ἡγεμονίας ἐνίους διαδραμεῖν, ἃς ἀθεμίστως ἔχουσι τὸν
δόντα ἀνελόντες. Συρίαν μὲν δὴ καὶ Μακεδονίαν εὖ ποιοῦντες οἱ ὕπατοι, σὺ καὶ
Δολοβέλλας, καθισταμένων ἄρτι τῶν πραγμάτων περιεσπάσατε ἐς ἑαυτούς. Καὶ τοῦδέ
σοι χάριν ᾖδειν ἄν, εἰ μὴ αὐτίκα Κυρήνην καὶ Κρήτην αὐτοῖς ἐψηφίσασθε καὶ
φυγάδας ἠξιώσατε ἡγεμονίαις αἰεὶ κατ' ἐμοῦ δορυφορεῖσθαι· Δέκμον τε τὴν ἐγγὺς
Κελτικὴν ὑπερορᾶτε ἔχοντα, καὶ τόνδε τοῖς ἄλλοις ὁμοίως αὐθέντην τοὐμοῦ πατρὸς
γενόμενον. Ἀλλὰ καὶ τάδε τὴν βουλὴν ἐρεῖ τις ἐγνωκέναι. Σὺ δ' ἐπεψήφιζες καὶ
προυκάθησο τῆς βουλῆς, ᾧ μάλιστα πάντων ἥρμοζε διὰ σαυτὸν ἀντειπεῖν· τὸ γὰρ
ἀμνηστίαν δοῦναι τὴν σωτηρίαν ἦν ἐκείνοις χαριζομένων μόνον, τὸ δὲ ἡγεμονίας
αὖθις ψηφίζεσθαι καὶ γέρα ὑβριζόντων Καίσαρα καὶ τὴν σὴν γνώμην ἀκυρούντων. 17. « Ἐς δὲ τὸ μέλλον, ὦ Ἀντώνιε, πρὸς θεῶν τε φιλίων καὶ πρὸς αὐτοῦ σοι Καίσαρος, εἰ μέν τι καὶ τῶν γεγονότων μεταθέσθαι θέλεις δύνασαι γάρ, εἰ θέλεις· εἰ δὲ μή, τά γε λοιπὰ τοὺς φονέας ἀμυνομένῳ μοι μετὰ τοῦ δήμου καὶ τῶνδε τῶν ἔτι μοι πατρικῶν φίλων συνίστασθαι καὶ συνεργεῖν· εἰ δέ σε τῶν ἀνδρῶν τις ἢ τῆς βουλῆς αἰδὼς ἔχει, μὴ ἐπιβαρεῖν. Καὶ τάδε μὲν ἀμφὶ τούτων· οἶσθα δ', ὅπως ἔχει μοι καὶ τὰ οἴκοι, δαπάνης τε ἐς τὴν διανομήν, ἣν ὁ πατὴρ ἐκέλευσε τῷ δήμῳ δοθῆναι, καὶ ἐπείξεως ἐς αὐτήν, ἵνα μὴ βραδύνων ἀχάριστος εἶναι δοκοίην μηδ' ὅσοι καταλεχθέντες εἰς τὰς ἀποικίας ἐπιμένουσι τῇ πόλει, δι' ἐμὲ τρίβοιντο. Ὅσα δὴ τῶν Καίσαρος εὐθέως ἐπὶ τῷ φόνῳ πρὸς σὲ μετενήνεκται ὡς ἐπ' ἀσφαλὲς ἐξ ἐπικινδύνου τότε οἰκίας, τὰ μὲν κειμήλια αὐτῶν καὶ τὸν ἄλλον ἅπαντα κόσμον ἔχειν ἀξιῶ σε καὶ ὅσα ἂν ἐθέλῃς ἄλλα παρ' ἡμῶν ἐπιλαβεῖν, ἐς δὲ τὴν διανομὴν ἀποδοῦναί μοι τὸ χρυσίον τὸ ἐπίσημον, ὃ συνηθροίκει μὲν ἐς τοὺς πολέμους ἐκεῖνος, οὓς ἐπενόει, ἀρκέσει δ' ἐμοὶ νῦν ἐς τριάκοντα μυριάδας ἀνδρῶν μεριζόμενον. Τὰ δὲ λοιπὰ τῆς δαπάνης, εἰ μὲν θαρρήσαιμί σοι, παρὰ σοῦ ἂν ἴσως ἢ διὰ σοῦ δανεισαίμην ἐκ τῶν δημοσίων χρημάτων, ἂν διδῷς· διαπεπράσεται δὲ αὐτίκα καὶ ἡ οὐσία. »
18. Τοιαῦτα τοῦ Καίσαρος εἰπόντος ο
Ἀντώνιος κατεπλάγη, τῆς τε παρρησίας καὶ τῆς εὐτολμίας παρὰ δόξαν οἱ πολλῆς καὶ
παρ' ἡλικίαν φανείσης· χαλεψάμενος δὲ τοῖς τε λόγοις οὐχ ὅσον ἔδει τὸ πρέπον ἐς
αὐτὸν ἐσχηκόσι καὶ μάλιστα τῶν χρημάτων τῇ ἀπαιτήσει, αὐστηρότερον αὐτὸν ὧδε
ἠμείψατο·
19.
«
Ὧν ἐγὼ δεδιὼς ἕκαστον ὑπερηγωνιζόμην Καίσαρος, ἀθανάτου τε δόξης καὶ
δημοσίας ταφῆς, οὐκ ἀκινδύνως οὐδ' ἀνεπιφθόνως ἐμαυτῷ, τυχεῖν, πρός τε ἄνδρας
ταχυεργεῖς καὶ φόνου πλήρεις καί, ὡς ἔμαθες, ἤδη καὶ ἐπ' ἐμὲ συνομωμοσμένους
πρός τε τὴν βουλὴν ἀχθομένην σου τῷ πατρὶ τῆς ἀρχῆς. Ἀλλὰ καὶ ταῦτα κινδυνεύειν
καὶ παθεῖν ὁτιοῦν ἡἡρούμην ἑκὼν μᾶλλον ἢ ἄταφον καὶ ἄτιμον γιγνόμενον περιιδεῖν
Καίσαρα, ἄριστον ἀνδρῶν τῶν ἐφ' ἑαυτοῦ καὶ εὐτυχέστατον ἐς τὰ πλεῖστα καὶ
ἀξιοτιμότατον ἐκ πάντων ἐμοὶ γενόμενον. Τοῖς δ' αὐτοῖς μου τοῖσδε κινδύνοις καὶ
σὺ τὰ νῦν σοι παρόντα πάντα λαμπρὰ τῶν Καίσαρος ἔχεις, γένος, ὄνομα, ἀξίωμα,
περιουσίαν. Ὧν σε δικαιότερον ἦν ἐμοὶ χάριν εἰδέναι μᾶλλον ἢ τὰ ἐκλειφθέντα εἰς
τὴν τῆς βουλῆς παρηγορίαν ἢ ἐς ἀντίδοσιν τῶνδε, ὧν ἔχρῃζον, ἢ κατ' ἄλλας χρείας
ἢ λογισμοὺς ἐπιμέμφεσθαι πρεσβυτέρῳ νεώτερον ὄντα. 20. « Περὶ δὲ τῶν σῶν χρειῶν, ἐθέλοντα μέν σε ἐκ τῶν δημοσίων δανείσασθαι ἡγούμην ἂν εἰρωνείαν λέγειν, εἰ μὴ πιθανὸν ἦν ἔτι ἀγνοεῖν σε κενὰ πρὸς τοῦ πατρὸς ἀπολελεῖφθαι τὰ κοινὰ ταμιεῖα, τῶν προσόδων, ἐξ οὗ παρῆλθεν ἐπὶ τὴν ἀρχήν, ἐς αὐτὸν ἀντὶ τοῦ ταμιείου συμφερομένων καὶ εὑρεθησομένων αὐτίκα ἐν τῇ Καίσαρος περιουσίᾳ, ὅταν αὐτὰ ζητεῖν ψηφισώμεθα. Ἄδικον γὰρ οὐδὲν τοῦτο ἐς τὸν Καίσαρα ἔσται, τεθνεῶτά τε ἤδη καὶ οὐκ ἂν εἰπόντα ἄδικον εἶναι, εἰ καὶ ζῶν ᾐτεῖτο τοὺς λογισμούς, ἐπεὶ καὶ τῶν ἰδιωτῶν πολλοῖς ἀμφισβητοῦσί σοι καθ' ἕνα τῆς οὐσίας οὐκ ἀδήριτον αὐτὴν ἔχων γνώσῃ. Τῶν δὲ μετενεχθέντων πρός με χρημάτων οὔτε τὸ πλῆθός ἐστιν, ὅσον εἰκάζεις, οὔτε τι νῦν ἔστι παρ' ἐμοί, πάντα τῶν ἐν ἀρχαῖς καὶ δυνάμει, πλὴν Δολοβέλλα καὶ τῶν ἐμῶν ἀδελφῶν νειμαμένων μὲν εὐθὺς ὡς τυράννου, δι' ἐμὲ δὲ μετατεθέντων ἐς χάριν τῶν ὑπὲρ Καίσαρος ἐψηφισμένων, ἐπεὶ καὶ σὺ τὰ λοιπὰ φέρων οἴσεις ἀντὶ τοῦ δήμου τοῖς δυσχεραίνουσιν, ἂν σωφρονῇς. Οἱ μὲν γὰρ ἐκπέμψουσιν, ἂν συμφρονῶσι, τὸν δῆμον ἐπὶ τὰς ἀποικίας· ὁ δὲ δῆμός ἐστιν, ὥσπερ καὶ σὺ τῶν Ἑλληνικῶν ἀρτιδίδακτος ὢν ἔμαθες, ἀστάθμητον ὥσπερ ἐν θαλάσσῃ κῦμα κινούμενον· ὁ μὲν ἦλθεν, ὁ δ' ἀπῆλθεν. ᾯ λόγῳ καὶ τῶν ἡμετέρων αἰεὶ τοὺς δημοκόπους ὁ δῆμος ἐπὶ πλεῖστον ἐξάρας ἐς γόνυ ἔρριψε. » III. 21. Τούτων τοῖς πολλοῖς δυσχεράνας ὁ Καῖσαρ ἐς ὕβριν εἰρημένοις ἀπεχώρει, τὸν πατέρα ἀνακαλῶν θαμινὰ ἐξ ὀνόματος, καὶ τὴν οὐσίαν ἐς πρᾶσιν αὐτίκα προυτίθει πᾶσαν, ὅση κατὰ τὸν κλῆρον ἐγίγνετο αὐτοῦ, προτρέπων ἐπικουρεῖν οἱ τὸν δῆμον ἐκ τῆσδε τῆς σπουδῆς· φανερᾶς δὲ τῆς Ἀντωνίου πρὸς αὐτὸν ἔχθρας γενομένης καὶ τῆς βουλῆς ζήτησιν εὐθὺς εἶναι τῶν δημοσίων χρημάτων ψηφισαμένης, οἱ πολλοὶ ἔδεισαν ἐπὶ τῷ νέῳ Καίσαρι τῆς πατρῴας ἐς τοὺς στρατιώτας καὶ τὸν δῆμον εὐνοίας οὕνεκα καὶ τῆς νῦν ἐπὶ τῇ χορηγίᾳ δημοκοπίας καὶ περιουσίας, ἣ δὴ πάνυ αὐτῷ πολλὴ προσελθοῦσα οὐκ ἐδόκει τοῖς πλείοσιν αὐτὸν ἐν ἰδιώτου μέτρῳ καθέξειν, ἐπὶ δὲ Ἀντωνίῳ μάλιστα, μὴ τὸν Καίσαρα, νέον ἄνδρα καὶ ἔνδοξον καὶ πλούσιον, ἑταιρισάμενος ὑφ' ἑαυτὸν εἶναι πρότερος ἅψαιτο τῆς Καίσαρος δυναστείας. Οἱ δὲ καὶ τοῖς τότε γιγνομένοις ἐφήδοντο, ὡς καὶ τῶν ἀνδρῶν ἀλλήλοις ἐμποδὼν ἐσομένων καὶ τοῦ Καίσαρος πλούτου τῇ ζητήσει τῶν χρημάτων αὐτίκα διαλυθησομένου καὶ σφίσι τοῦ ταμιείου περιουσίας πλήρους ἐξ αὐτῆς ἐσομένου· τὰ γὰρ πολλὰ τῶν κοινῶν εὑρήσειν παρὰ Καίσαρι.
22. Πολλοί τε αὐτῶν ἐς δίκας τὸν Καίσαρα ὑπῆγον
περὶ χωρίων, ἕτερος ἑτέρῳ ἐπιλέγοντες ἄλλα τε ἕκαστοι καὶ τὸ κοινὸν ἐπὶ τοῖς
πλείστοις, ἐκ προγραφῆς εἶναι τῶν δημευθέντων ἢ φυγόντων ἢ ἀναιρεθέντων. Ἦγόν τε
τὰς δίκας ἐπὶ τὸν Ἀντώνιον αὐτὸν ἢ τὸν ἕτερον ὕπατον Δολοβέλλαν. Εἰ δέ τις καὶ
ἐφ' ἑτέρας ἀρχῆς ἐδικάζετο, πανταχοῦ τὰ πολλὰ ὁμοίως ὁ Καῖσαρ εἰς χάριν Ἀντωνίου
ἡττᾶτο, τά τε ὠνήματα τῷ πατρὶ ἐκ τοῦ δημοσίου γενόμενα ἐπιδεικνὺς καὶ τὸ
τελευταῖον ψήφισμα τὸ βεβαιοῦν τὰ Καίσαρι πεπραγμένα πάντα. Ὕβρεις τε πολλαὶ
παρὰ τὰς δίκας ἦσαν αὐτῷ, καὶ τὸ τῆς ζημίας προύκοπτεν ἐς ἄπειρον, ἔστε Πέδιον
καὶ Πινάριον (οὗτοι γὰρ τὴν ἐκ τῶν Καίσαρος διαθηκῶν τοῦ κλήρου μοῖραν εἶχον)
μέμψασθαι τῷ Ἀντωνίῳ περί τε σφῶν αὐτῶν καὶ περὶ τοῦ Καίσαρος ὡς ἄδικα πασχόντων
παρὰ τὸ ψήφισμα τῆς βουλῆς. ᾬοντό τε αὐτὸν τὰ ἐς ὕβριν ἐκλύειν δεῖν μόνον, τὰ
ἄλλα δὲ πάντα κυροῦν, ὅσα τῷ Καίσαρι πέπρακται. 23. Θέας δὲ πλησιαζούσης, ἣν ἔμελλεν ὑπὲρ Βρούτου στρατηγοῦντος ἐπιδώσειν Γάιος Ἀντώνιος ὁ ἀδελφὸς Ἀντωνίου, καὶ τἆλλα τοῦ Βρούτου τῆς στρατηγίας ἐπιτροπεύων ἀπόντος, παρασκευή τε ἦν ἐς αὐτὴν δαψιλὴς καὶ ἐλπὶς ἐν τῇ θέᾳ τὸν δῆμον ἐπικλασθέντα καλέσειν τοὺς ἀμφὶ τὸν Βροῦτον. Ὁ δὲ Καῖσαρ ἀντιθεραπεύων τὸ πλῆθος, ὅσον ἀργύριον ἐκ τῆς πράσεως ἐγίγνετο, αἰεὶ κατὰ μέρος τοῖς φυλάρχοις ἀνεδίδου νέμειν τοῖς φθάνουσι λαβεῖν· καὶ ἐς τὰ πωλητήρια περιιὼν ἀποκηρύσσειν ἔλεγεν ὅσου δύναιντο πάντα τοὺς πιπράσκοντας ὀλιγίστου, διά τε δίκας ἀμφίβολα ἢ ἐπίφοβα ἔτι ὄντα καὶ διὰ τὴν Καίσαρος σπουδήν. Ἅπερ αὐτῷ πάντα τὸν δῆμον εἰς εὔνοιαν ἤγειρεν καὶ ἐς ἔλεον, ὡς ἀναξίῳ τοιάδε πάσχειν. Ὡς δ' ἐπὶ τῇ κληρονομίᾳ καὶ τὴν ἴδιον αὑτοῦ περιουσίαν ὅση τε παρὰ Ὀκταουίου τοῦ πατρὸς ἢ ἑτέρωθεν ἦν αὐτῷ, καὶ τὰ τῆς μητρὸς πάντα καὶ τὰ Φιλίππου, καὶ τὸ μέρος τοῦ κλήρου Πινάριον καὶ Πέδιον αἰτήσας, προύθηκεν ἐς τὴν διανέμησιν πιπράσκεσθαι, ὡς τῆς Καίσαρος περιουσίας οὐδ' ἐς τοῦτο μόνον ἀρκούσης διὰ τὰς ἐπηρείας, ὁ δῆμος οὐκέτι παρὰ τοῦ πρώτου Καίσαρος, ἀλλὰ παρὰ τοῦδε αὐτοῦ τὴν ἐπίδοσιν λογιζόμενος εἶναι ἐκπαθῶς αὐτὸν ἠλέει καὶ ἐπῄνουν ὧδε πάσχοντα καὶ ὧδε φιλοτιμούμενον δῆλοί τε ἦσαν οὐκ ἐς πολὺ τὴν ἐς αὐτὸν Ἀντωνίου ὕβριν ὑπεροψόμενοι.
24. Διέδειξαν δὲ παρὰ τὰς Βρούτου θέας,
πολυτελεστάτας δὴ γενομένας· ἐμμίσθων γάρ τινων ἀνακραγόντων κατακαλεῖν Βροῦτόν
τε καὶ Κάσσιον, ἐπεὶ τὸ λοιπὸν αὐτοῖς θέατρον συνεδημαγωγεῖτο ἐς τὸν ἔλεον,
ἐσέδραμον ἀθρόοι καὶ τὰς θέας ἐπέσχον, μέχρι τὴν ἀξίωσιν αὐτῶν σβέσαι. 25. Ἄφνω δὴ φήμη κατέσκηψε, Γέτας τὸν θάνατον τὸν Καίσαρος πυθομένους Μακεδονίαν πορθεῖν ἐπιτρέχοντας, καὶ ὁ Ἀντώνιος τὴν βουλὴν ᾖτει τὸν στρατὸν ὡς Γέταις ἐπιθήσων δίκην· ἔς τε γὰρ Γέτας αὐτὸν πρὸ Παρθυαίων Καίσαρι παρεσκευάσθαι καὶ τὰ Παρθυαίων ἠρεμεῖν ἐν τῷ παρόντι. Ἡ μὲν οὖν βουλὴ τὴν φήμην ὑπενόει καὶ τοὺς ἐπισκεψομένους ἔπεμψεν· ὁ δὲ Ἀντώνιος τὸν φόβον αὐτῶν καὶ τὴν ὑπόνοιαν ἐκλύων ἐψηφίσατο μὴ ἐξεῖναί πω κατὰ μηδεμίαν αἰτίαν περὶ δικτάτορος ἀρχῆς μήτε εἰπεῖν μήτ' ἐπιψηφίζειν μήτε λαβεῖν διδομένην, ἢ τὸν ἐκ τῶνδέ τινος ὑπεριδόντα νηποινεὶ πρὸς τῶν ἐντυχόντων ἀναιρεῖσθαι. Καὶ τῷδε μάλιστα ἑλὼν τοὺς ἀκούοντας καὶ τοῖς ὑπὲρ Δολοβέλλα πράττουσι συνθέμενος ἓν τέλος δώσειν, ἡἡρέθη τῆς ἐν Μακεδονίᾳ δυνάμεως εἶναι στρατηγὸς αὐτοκράτωρ. Καὶ ὁ μὲν ἔχων, ἃ ἐβούλετο, Γάιον τὸν ἀδελφὸν αὐτίκα σὺν ἐπείξει τὸ δόγμα φέροντα τῷ στρατῷ διεπέμπετο· οἱ δὲ ἐπισκέπται τῆς φήμης ἐπανελθόντες Γέτας ἔλεγον οὐκ ἰδεῖν ἐν Μακεδονίᾳ, προσέθεσαν δέ, εἴτε ἀληθὲς εἴτε ὑπ' Ἀντωνίου διδαχθέντες, ὅτι δέος ἦν, μὴ τῆς στρατιᾶς ποι μετελθούσης οἱ Γέται τὴν Μακεδονίαν ἐπιδράμοιεν.
26. Ὧδε μὲν εἶχε τὰ ἐν Ῥώμῃ, Κάσσιος δὲ καὶ
Βροῦτος χρήματα καὶ στρατιὰν συνέλεγον, καὶ Τρεβώνιος ὁ τῆς Ἀσίας ἡγούμενος τὰς
πόλεις αὐτοῖς ἐτείχιζε καὶ Δολοβέλλαν ἐλθόντα οὐκ ἐδέχετο οὔτε Περγάμῳ οὔτε
Σμύρνῃ, ἀλλὰ μόνην ἀγορὰν ἔξω τείχους ὡς ὑπάτῳ προυτίθει. Ἐπιχειροῦντος δ'
ἐκείνου σὺν ὀργῇ τοῖς τείχεσι καὶ οὐδὲν ἀνύοντος, ὁ Τρεβώνιος αὐτὸν ἔφη δέξεσθαι
Ἐφέσῳ καὶ ἐς τὴν Ἔφεσον εὐθὺς ἀπιόντι τοὺς ἐφεψομένους ἐκ διαστήματος ἔπεμπεν,
οἳ νυκτὸς ἐπιγενομένης ἀπιόντα τὸν Δολοβέλλαν ὁρῶντες καὶ οὐδὲν ἔτι ὑπονοοῦντες,
ὀλίγους σφῶν ὑπολιπόντες ἕπεσθαι αὐτῷ, ἐς τὴν Σμύρναν ἐπανῆλθον. Καὶ τοὺς
ὀλίγους ὁ Δολοβέλλας ἐνεδρεύσας τε καὶ περιλαβὼν ἔκτεινε καὶ ἦλθε τῆς αὐτῆς ἔτι
νυκτὸς ἐς Σμύρναν καὶ αὐτὴν ἀφύλακτον εὑρὼν εἷλε διὰ κλιμάκων. IV. 27. Ὁ δ' Ἀντώνιος ἐς τὴν Ἰταλίαν τὸν στρατὸν ἐκ τῆς Μακεδονίας διενεγκεῖν ἐπενόει, καὶ προφάσεως ἄλλης ἐς τοῦτο ἀπορῶν ἠξίου τὴν βουλὴν ἀντὶ τῆς Μακεδονίας ἐναλλάξαι οἱ τὴν ἐντὸς Ἄλπεων Κελτικήν, ἧς ἡγεῖτο Δέκμος Βροῦτος Ἀλβῖνος, εἰδὼς μέν, ὅτι καὶ ὁ Καῖσαρ ἐκ τῆσδε τῆς Κελτικῆς ὁρμώμενος ἐκράτησε Πομπηίου, ὡς δὲ τὸν στρατὸν δόξων οὐκ ἐς τὴν Ἰταλίαν, ἀλλ' ἐς τὴν Κελτικὴν μετακαλεῖν. Ἡ δὲ βουλὴ τήνδε τὴν Κελτικὴν ἀκρόπολιν ἐπὶ σφίσιν ἡγουμένη ἐδυσχέραινέ τε καὶ τῆς ἐνέδρας τότε πρῶτον ᾖσθοντο καὶ τὴν Μακεδονίαν δόντες αὐτῷ μετενόουν. Ἰδίᾳ τε αὐτῶν οἱ δυνατοὶ ἐπέστελλον τῷ Δέκμῳ τῆς ἀρχῆς ἐγκρατῶς ἔχεσθαι καὶ στρατὸν ἄλλον καὶ χρηματα ἀγείρειν, εἰ πρὸς Ἀντωνίου βιάζοιτο· οὕτως ἐδεδοίκεσάν τε καὶ ἐν ὀργῇ τὸν Ἀντώνιον εἶχον. Ὁ δὲ ἀντὶ μὲν τῆς βουλῆς ἐπενόει τὸν δῆμον αἰτῆσαι νόμῳ τὴν Κελτικήν, ᾧ τρόπῳ καὶ ὁ Καῖσαρ αὐτὴν πρότερον εἰλήφει καὶ Συρίαν Δολοβέλλας ὑπογύως, ἐς δὲ φόβον τῆς βουλῆς τὴν στρατιὰν ἐς τὸ Βρεντέσιον ἐκέλευε Γαΐῳ τὸν Ἰόνιον περᾶν αὐτίκα.
28. Καὶ ὁ μὲν ἔμελλε ποιήσειν, ὡς προσετέτακτο·
θέαι δ' ἦσαν, ἃς Κριτώνιος ἀγορανομῶν ἔμελλε τελέσειν· καὶ ὁ Καῖσαρ ἐς τὰς θέας
τῷ πατρὶ τόν τε χρύσεον θρόνον καὶ στέφανον παρεσκεύαζεν, ἅπερ αὐτῷ κατὰ πάσας
θέας ἐψηφίσαντο προτίθεσθαι. Τοῦ Κριτωνίου δὲ εἰπόντος οὐκ ἀνέξεσθαι τιμωμένου
Καίσαρος ἐν ταῖς αὑτοῦ δαπάναις, ὁ Καῖσαρ αὐτὸν ἐς τὸν Ἀντώνιον ἦγεν ὡς ὕπατον.
Ἀντωνίου δὲ εἰπόντος ἐς τὴν βουλὴν ἐπανοίσειν, χαλεπήνας ὁ Καῖσαρ, ἀνάφερε,"
εἶπεν, ἐγὼ δὲ τὸν θρόνον, ἕως ἂν ᾖ τὸ δόγμα, προθήσω." καὶ ὁ Ἀντώνιος χαλεπήνας
ἐκώλυσεν. Ἐκώλυσε δὲ καὶ ἐν ταῖς ἑξῆς θέαις ἔτι παραλογώτερον, ἃς αὐτὸς ὁ Καῖσαρ
ἐτέλει, ἀνακειμένας ἐκ τοῦ πατρὸς Ἀφροδίτῃ Γενετείρᾳ, ὅτε περ αὐτῇ καὶ τὸν νεὼν
ὁ πατὴρ τὸν ἐν ἀγορᾷ ἅμα αὐτῇ ἀγορᾷ ἀνετίθει. Τότε δὴ καὶ μάλιστα μῖσος ἤδη
σαφὲς ἐκ πάντων ἐς τὸν Ἀντώνιον ἐγίγνετο, ὡς οὐκ ἐς τὸν νῦν Καίσαρα φιλονικοῦντα
μᾶλλον ἢ ἐς τὸν πρότερον ὑβρίζοντα ἀχαρίστως. 29. Ἐφ' οἷς ἤδη παρὰ πάντων συνεχεῖς ἐγίγνοντο καὶ φανεραὶ κατὰ τοῦ Ἀντωνίου βοαί. Ἀπειλησαμένου δὲ αὐτοῦ τῷ Καίσαρι πικρότερον καὶ τῆς ἀπειλῆς ἐξενεχθείσης ἐς τὸ φανερόν, ἔτι μᾶλλον ἅπαντες ὥρμηντο· καὶ οἱ τῆς φρουρᾶς Ἀντωνίου ταξίαρχοι, ἐστρατευμένοι τε Καίσαρι τῷ προτέρῳ καὶ ἐς τὰ μέγιστα ὑπ' Ἀντωνίου τότε προτιμώμενοι, τὴν ὕβριν αὐτὸν ἐπισχεῖν ἠξίουν καὶ διὰ σφᾶς καὶ δι' ἑαυτόν, ὑπὸ Καίσαρι στρατευσάμενον καὶ τῶνδε τῶν οἱ παρόντων ἀγαθῶν παρ' ἐκείνου τυχόντα. Συγγιγνώσκων οὖν ὁ Ἀντώνιος ἀληθέσιν οὖσιν τούτοις καὶ τοὺς προφέροντας αὐτὰ αἰδούμενος, ἤδη δέ τι καὶ τοῦ Καίσαρος αὐτοῦ διὰ τὸν δῆμον ἐς τὴν ἀλλαγὴν τῆς Κελτικῆς δεόμενος, ὡμολόγει τοῖς λεγομένοις καὶ ἐπώμνυεν αὐτὰ καὶ οἷ πάνυ ἀβούλητα εἶναι, τῆς δὲ γνώμης τοῦ νεανίσκου ἕνεκεν μετατίθεσθαι, ἐπηρμένου τε ἐπαχθῶς ἔτι τηλικοῦδε ὄντος καὶ οὐδὲν ἔχοντος αἰδέσιμον ἢ τίμιον ἐς πρεσβυτέρους τε καὶ ἐς ἄρχοντας· ἅπερ αὐτοῦ μὲν χάριν τοῦ νεανίσκου χρῄζειν ἔτι νουθεσίας, σφῶν δὲ τῶν ταῦτα ἀξιούντων ἕνεκα αὐτὸς καθέξειν τῆς ὀργῆς καὶ ἐς τὴν προτέραν ἑαυτοῦ φύσιν τε καὶ γνώμην ἐπανήξειν, ἢν κἀκεῖνος ἀπέχηται τῆς ἀμετρίας. 30. Ταῦτα οἱ ταξίαρχοι ἀσπασάμενοι συνῆγον ἀμφοτέρους. Οἱ δὲ ἐπεμέμφοντο ἀλλήλοις καὶ συνέβαινον ἐς φιλίαν. Ὅ τε νόμος ὁ περὶ τῆς Κελτικῆς προυγράφετο αὐτίκα, ὀρρωδούσης πάνυ τῆς βουλῆς καὶ ἐπινοούσης, εἰ μὲν ὁ Ἀντώνιος αὐτὸν προβουλεύοι, κωλύειν προβουλευόμενον, εἰ δὲ ἀπροβούλευτον ἐς τὸν δῆμον ἐσφέροι, τοὺς δημάρχους ἐς κώλυσιν ἐπιπέμπειν. Ἦσαν δ' οἳ καὶ τὸ ἔθνος ὅλως ἐλευθεροῦν ἡγεμονίας ἠξίουν· οὕτως ἐδεδοίκεσαν ἀγχοῦ τὴν Κελτικὴν οὖσαν. Ὁ δὲ Ἀντώνιος αὐτοῖς ἀντενεκάλει, εἰ Δέκμῳ μὲν αὐτὴν πιστεύουσιν, ὅτι Καίσαρα ἀπέκτεινεν, αὑτῷ δ' ἀπιστοῦσιν, ὅτι οὐκ ἀπέκτεινε τὸν καταστρεψάμενον αὐτὴν καὶ κλίναντα ἐς γόνυ, ἀπορρίπτων ἤδη ταῦτα φανερῶς ἐς ἅπαντας ὡς ἐφηδομένους τοῖς γεγονόσιν. Ἐλθούσης δὲ τῆς κυρίας ἡμέρας ἡ μὲν βουλὴ τὴν λοχῖτιν ἐνόμιζεν ἐκκλησίαν συλλεγήσεσθαι, οἱ δὲ νυκτὸς ἔτι τὴν ἀγορὰν περισχοινισάμενοι τὴν φυλέτιν ἐκάλουν, ἀπὸ συνθήματος ἐληλυθυῖαν. Καὶ ὁ δημότης λεώς, ἀχθόμενος τῷ Ἀντωνίῳ, συνέπρασσεν ὅμως διὰ τὸν Καίσαρα ἐφεστῶτα τοῖς περισχοινίσμασι καὶ δεόμενον. Ἐδεῖτο δὲ μάλιστα μέν, ἵνα μὴ Δέκμος ἄρχοι χώρας τε ἐπικαίρου καὶ στρατιᾶς ἀνδροφόνος ὢν τοῦ πατρός, ἐπὶ δὲ τούτῳ καὶ ἐς χάριν Ἀντωνίου συνηλλαγμένου. Προσεδόκα δὲ ἄρα τι καὶ αὐτὸς ἀντιλήψεσθαι παρὰ Ἀντωνίου. Διαφθαρέντων δὲ χρήμασι τῶν δημάρχων ὑπ' Ἀντωνίου καὶ κατασιωπώντων ὁ νόμος ἐκυροῦτο, καὶ ὁ στρατὸς Ἀντωνίῳ μετ' αἰτίας εὐπρεποῦς ἤδη τὸν Ἰόνιον ἐπέρα. V. 31. Τῶν δὲ δημάρχων τινὸς ἀποθανόντος, ἐς τὴν ἀντ' αὐτοῦ χειροτονίαν ὁ Καῖσαρ συνέπρασσεν Φλαμινίῳ· καὶ ὁ δῆμος οἰόμενος αὐτὸν ἐπιθυμοῦντα τῆς ἀρχῆς διὰ τὸ νεώτερον τῆς ἡλικίας οὐ παραγγέλλειν, ἐπενόουν ἐν ταῖς χειροτονίαις δήμαρχον ἀποφῆναι τὸν Καίσαρα. Ἡ δὲ βουλὴ τῆς αὐξήσεως ἐφθόνει καὶ ἐδεδοίκει, μὴ δημαρχῶν τοὺς φονέας τοῦ πατρὸς ἐπὶ τὸν δῆμον ἐς δίκην ἀπαγάγοι· Ἀντώνιός τε τῆς ἄρτι συγκειμένης πρὸς τὸν Καίσαρα φιλίας ὑπεριδών, εἴτε ἐς χάριν τῆς βουλῆς ἢ παρηγορίαν, ἀχθομένης τῷ περὶ τῆς Κελτικῆς νόμῳ, εἴτε ἀπ' οἰκείας γνώμης, προύγραφεν ὡς ὕπατος μηδενὶ Καίσαρα ἐγχειρεῖν παρανόμως, ἢ χρήσεσθαι κατ' αὐτοῦ παντὶ μέτρῳ τῆς ἐξουσίας. Ἀχαρίστου δ' ἐς τὸν Καίσαρα καὶ ὑβριστικῆς ἅμα ἐς αὐτὸν καὶ τὸν δῆμον τῆς προγραφῆς γενομένης, ὁ μὲν δῆμος διώργιστο καὶ φιλονικήσειν ἔμελλον ἐν ταῖς χειροτονίαις, ὥστε δεῖσαι τὸν Ἀντώνιον καὶ ἀνελεῖν τὴν χειροτονίαν, τοῖς ὑπολοίποις τῶν δημάρχων ἀρκούμενον· ὁ δὲ Καῖσαρ, ὡς σαφῶς ἐπιβουλευόμενος ἤδη, πολλοὺς περιέπεμπεν ἔς τε τὰς τοῦ πατρὸς ἀποικίδας πόλεις ἐξαγγέλλειν, ἃ πάσχοι, καὶ τὴν ἑκάστων γνώμην καταμανθάνειν· ἔπεμπε δὲ καὶ ἐς τὰ Ἀντωνίου στρατόπεδα ἐπιμίγνυσθαί τινας ἀγορὰν φέροντας καὶ ἐντυγχάνειν τοῖς θαρροῦσι μάλιστα καὶ ἐς τὸ πλῆθος διαρριπτεῖν ἀφανῶς βιβλία. 32. Καὶ ὁ μὲν ἀμφὶ ταῦτα ἦν· οἱ ταξίαρχοι δὲ αὖθις παρὰ Ἀντωνίου καιρὸν αἰτήσαντες ἔλεγον· « Ἡμεῖς, ὦ Ἀντώνιε, καὶ ὅσοι ἄλλοι μετὰ σοῦ Καίσαρι στρατευσάμενοι τήν τε ἡγεμονίαν αὐτῷ συνεστησάμεθα καὶ ἐς τὰ καθ' ἡμέραν αὐτῆς ὑπηρέται γιγνόμενοι διετελοῦμεν, ἔχθει μὲν ἴσῳ καὶ ἐπιβουλῇ τοὺς φονέας αὐτοῦ γιγνώσκομεν εἰς ἡμᾶς χρωμένους καὶ τὴν βουλὴν ἐκείνοις ἐπιρρέπουσαν, τοῦ δήμου δ' ἐξελάσαντος αὐτοὺς ἀνεθαρρήσαμεν, οὐ πάντῃ τὰ Καίσαρος ὁρῶντες ἄφιλα οὐδὲ ἀμνήμονα οὐδὲ ἀχάριστα. Τὴν δ' ἐς τὸ μέλλον ἀσφάλειαν εἴχομεν ἐν σοί, φίλῳ τε Καίσαρος ὄντι καὶ ἡγεμονικωτάτῳ μετ' ἐκεῖνον ἐκ πάντων καὶ ἄρχοντι νῦν ἡμῶν καὶ ἐς τὰ μάλιστα ἐπιτηδείῳ. Ἀναφυομένων δὲ τῶν ἐχθρῶν καὶ θρασέως ἔς τε Συρίαν καὶ Μακεδονίαν βιαζομένων καὶ χρήματα καὶ στρατιὰν ἐφ' ἡμᾶς συνιστάντων, καὶ τῆς βουλῆς σοι Δέκμον ἐπαλειφούσης, καὶ σοῦ τὰς φροντίδας ἐς τὴν Καίσαρος τοῦ νέου διαφορὰν δαπανῶντος, δέδιμεν εἰκότως, μὴ ἐς τὸν μέλλοντα καὶ ὅσον οὔπω παρόντα πόλεμον ἡ στάσις ὑμῶν τῷ πολέμῳ συνεπιθῆται καὶ διαπραχθῇ τοῖς ἐχθροῖς καθ' ἡμῶν, ἃ βούλονται. Ὧν ἐνθυμηθέντα σε ἀξιοῦμεν, ὁσίας τε χάριν ἐς τὸν Καίσαρα καὶ φειδοῦς ὑπὲρ ἡμῶν οὐδὲν ἐπιμέμπτων σοι γενομένων καὶ πρὸ ἡμῶν αὐτοῦ σοῦ τῶν συμφερόντων οὕνεκα, ἕως ἔτι δύνασαι, Καίσαρι μέν, ὅπερ ἀρκέσει, μόνον συνεπαμῦναι τοὺς φονέας τιμωρουμένῳ, σὲ δὲ αὐτίκα δυναστεύειν, ἐν ἀμερίμνῳ γενόμενόν τε καὶ ἡμᾶς γενέσθαι παρασκευάσαντα τοὺς ὑπέρ τε σφῶν αὐτῶν καὶ ὑπὲρ σοῦ δεδιότας. » 33. Τοσαῦτα τοὺς ταξιάρχους εἰπόντας ὁ Ἀντώνιος ὧδε ἠμείψατο· « Ὅσῃ μὲν εὐνοίᾳ καὶ σπουδῇ πρὸς Καίσαρα περιόντα ἐχρώμην, φιλοκινδυνότατος ἐκ πάντων ἐς τὰς ἐκείνου χρείας γενόμενος, ἴστε σαφῶς, συστρατευσάμενοί τε καὶ τοῖς γιγνομένοις παρατυχόντες· ὅσῃ δ' αὖ κἀκεῖνος εἰς ἐμὲ χάριτι καὶ προτιμήσει χρώμενος διετέλει, οὐ μαρτυρεῖν ἐμὲ δίκαιον. Ἄμφω δὲ ταῦτα καὶ οἱ φονεῖς εἰδότες συνετίθεντο κἀμὲ Καίσαρι συνανελεῖν, ὡς ἐμοῦ περιόντος οὐ καθέξοντες ὧν ἐπενόουν. Καὶ ὅστις αὐτοὺς μετέπεισε τῆς γνώμης, οὐκ εὐνοίᾳ τῆς ἐμῆς σωτηρίας ἔπεισεν, ἀλλ' εὐπρεπείᾳ τῆς τυραννοκτονίας, ὡς μὴ δοκῶσι πολλοὺς ὥσπερ ἐχθρούς, ἀλλ' ἕνα ἀνελεῖν ὡς τύραννον. Τίς ἂν οὖν πιστεύσειεν ἐμὲ Καίσαρός τε ἀμελεῖν εὐεργέτου μοι γεγενημένου καὶ προτιμᾶν τοὺς ἐχθροὺς ἐκείνου καὶ τὸν φόνον ἑκόντα χαρίζεσθαι τοῖς ἐμοῖς ἐπιβούλοις, ὡς οἴεται Καῖσαρ ὁ νέος; Πόθεν οὖν αὐτοῖς ἀμνηστία τοῦ φόνου καὶ ἡγεμονίαι; Ταῦτα γὰρ ἐπικαλεῖν, ἀντὶ τῆς βουλῆς, ἐμοὶ βούλεται. Μάθετε, ὡς ἐγένετο. 34. « Καίσαρος ἐν τῷ βουλευτηρίῳ σφαγέντος ἄφνω, δέος ἐπέσχεν ἐκ πάντων δὴ μάλιστα πλεῖστον ἐμὲ φιλίᾳ τε αὐτοῦ Καίσαρος καὶ ἀγνοίᾳ τοῦ ἀκριβοῦς· οὐ γάρ πω τὴν συνθήκην ἑώρων οὐδὲ ἐπὶ ὅσοις. Ὁ δὲ δῆμος ἐθορυβεῖτο, καὶ οἱ σφαγεῖς σὺν μονομάχοις τὸ Καπιτώλιον καταλαβόντες ἀπέκλειον, καὶ ἡ βουλὴ σὺν ἐκείνοις ἦν, ᾗ καὶ νῦν ἐστι φανερώτερον, γέρα τε τοῖς ἀνελοῦσιν ὡς τυραννοκτόνοις ἐψηφίζετο. Καὶ εἰ τύραννος ὁ Καῖσαρ ἐφάνη, ἡμῖν ὑπῆρχεν ἀπολέσθαι πᾶσιν ὡς τυράννου φίλοις. Ὧδε δή με ἔχοντα θορύβου καὶ μερίμνης καὶ δέους, ὅτε οὐκ ἦν γνώμης παράδοξον οὐδὲ ἀπορῆσαι, σκοποῦντες εὑρήσετε, ἔνθα μὲν ἔδει τόλμης, θρασύτατον, ἔνθα δὲ ὑποκρίσεως, εὐμήχανον. Τὸ μὲν δὴ πρῶτον ἐκ πάντων καὶ τὰ λοιπὰ συνέχον ἦν ἀναιρεθῆναι τὰ γέρα τὰ ψηφιζόμενα τοῖς ἀνδράσιν· ὅπερ, ἀντιτάξας ἐμαυτὸν ἐγὼ τῇ τε βουλῇ καὶ τοῖς σφαγεῦσιν ἐγκρατῶς, ἔπραττον σὺν θράσει παραβόλῳ καὶ ἐπικινδύνῳ, τότε μόνον ἡγούμενος ἡμᾶς τοὺς Καίσαρος ἀσφαλῶς περιέσεσθαι, ὅταν μὴ Καῖσαρ εἶναι δόξῃ τύραννος. Τῷ δ' αὐτῷ δέει τῶν ἐχθρῶν καὶ τῆς βουλῆς αὐτῆς ἐχομένων, ὅτε μὴ Καῖσαρ εἴη τύραννος, ἀνδροφονίας αὐτοὺς ἁλώσεσθαι, καὶ διὰ τοῦτο φιλονικούντων, εἶξα τῆς ἀμνηστίας διδομένης ἀντὶ τῶν γερῶν, ἵν' ὅσων ἔχρῃζον ἀντιλάβοιμι. Τὰ δὲ ἦν πόσα καὶ πηλίκα; Μήτε τὴν ἐπωνυμίαν τοῦ Καίσαρος ἀπηλεῖφθαι τὴν ἐμοὶ μάλιστα πάντων ἡδίστην μήτε τὴν περιουσίαν δεδημεῦσθαι μήτε τὴν θέσιν, ἐφ' ᾗ νῦν οὗτος γαυριᾷ, διαλελύσθαι μήτε τὰς διαθήκας ἀκύρους γενέσθαι τό τε σῶμα τεθάφθαι βασιλικῶς καὶ τιμὰς αὐτῷ τὰς πάλαι δεδομένας ἀθανάτους διαμένειν καὶ τὰ πεπραγμένα πάντα κύρια εἶναι καὶ τὸν ἐκείνου παῖδα καὶ τοὺς φίλους ἡμᾶς, καὶ στρατηγοὺς καὶ στρατιώτας, ἐν ἀσφαλεῖ γενέσθαι σωτηρίᾳ καὶ ἐνδόξῳ βίῳ ἀντὶ ἐπονειδίστου. 35. « Ἆρ' ὑμῖν ὀλίγα ἢ σμικρὰ τῆς ἀμνηστίας τὴν βουλὴν ἀνταιτῆσαι δοκῶ; Ἢ δοῦναι ἂν αὐτὰ ἡ βουλὴ χωρὶς τῆς ἀμνηστίας; Ἦν μὲν δὴ καὶ καθαρῶς ἀντιδοῦναι τάδε ττῶνδε ἄξιον καὶ φείσασθαι σὺν ἀληθεῖ γνώμῃ φονέων ἀνδρῶν ὑπὲρ ἀθανάτου Καίσαρος δόξης καὶ ἡμῶν ἀσφαλοῦς σωτηρίας· οὐ μὴν ἐγὼ μετὰ τῆσδε τῆς γνώμης ἐποίουν, ἀλλ' ἀνατιθέμενος τὴν δίκην. Ἐπεί γέ τοι τῆς βουλῆς ἐς ἃ πρῶτα ἔχρῃζον ἐκράτησα καὶ οἱ σφαγεῖς ὡς ἐν ἀμερίμνῳ μεθεῖντο, ἀνεθάρρησα καὶ τὴν ἀμνηστίαν παρέλυον, οὐ ψηφίσμασιν ἢ δόγμασιν νοὐ γὰρ ἦνν, ἀλλ' ἀσήμῳ δημοκοπίᾳ, τὸ σῶμα τοῦ Καίσαρος ἐπὶ προφάσει τῆς ταφῆς ἐς τὴν ἀγορὰν ἐκφέρων καὶ τὰ τραύματα ἀπογυμνῶν καὶ τὸ πλῆθος αὐτῶν καὶ τὴν ἐσθῆτα ἐπιδεικνὺς ἡἡμαγμένην τε καὶ κατακεκομμένην καὶ τὴν ἀρετὴν καὶ τὸ φιλόδημον αὐτοῦ παλιλλογῶν, ἐκπαθῶς ἐν μέσῳ καὶ ὀδυρόμενος μὲν ὡς ἀνῃρημένον, κατακαλῶν δ' ὡς θεόν. Τάδε γάρ μου τὰ ἔργα καὶ ῥήματα ἠρέθισε τὸν δῆμον, καὶ τὸ πῦρ ἧψε μετὰ τὴν ἀμνηστίαν, καὶ ἐς τὰς οἰκίας τῶν ἐχθρῶν ἔπεμψε καὶ τοὺς ἄνδρας ἐξέβαλε τῆς πόλεως. Τοῦτο δ' ὅπως ἀντιπραττούσης καὶ λυπουμένης τῆς βουλῆς ἐγένετο, αὐτίκα ἔδειξαν, ἐμὲ μὲν αἰτιώμενοι τῆς δημοκοπίας, τοὺς δὲ φονέας ἐκπέμψαντες ἐπὶ τὰς τῶν ἐθνῶν ἡγεμονίας, Βροῦτον δὲ καὶ Κάσσιον ἐς Συρίαν καὶ Μακεδονίαν, αἳ μεσταὶ μεγάλων στρατῶν ἦσαν, ἐπείγεσθαι καὶ πρὸ τοῦ δεδομένου χρόνου διδάξαντες ἐπὶ προφάσει φροντίδος σίτου. Ἕτερον δή με δέος ἔτι μεῖζον ἐπελάμβανεν, οὐκ ἔχοντά πω στρατὸν ἴδιον οὐδένα, μὴ πρὸς ἐνόπλους τοσούσδε ἄνοπλοι καθιστώμεθα. Καὶ ὁ σύναρχος ὕποπτος ἦν, ἐμοί τε διάφορος ὢν αἰεὶ καὶ ὑποκρινόμενος ἐπιβουλεῦσαι τῷ Καίσαρι καὶ τὴν ἡμέραν τοῦ φόνου γενέθλιον τῇ πόλει τιθέμενος. 36. Ὧδε δὲ ἀπορῶν καὶ ἐπειγόμενος ἐξοπλίσαι τοὺς πολεμίους καὶ ἐς ἡμᾶς ἀντ' ἐκείνων τὰ ὅπλα μετενεγκεῖν, Ἀμάτιον ἔκτεινα καὶ κατεκάλεσα Πομπήιον, ἵνα τοῖσδε αὖθις ἁλοῦσα ἡ βουλὴ πρός με μεταθοῖτο. Καὶ οὐδ' ὣς αὐτῇ πιστεύων ἔπεισα Συρίαν αἰτεῖν Δολοβέλλαν, οὐ παρὰ τῆς βουλῆς, ἀλλὰ παρὰ τοῦ δήμου νόμῳ, καὶ συνέπραξα αἰτοῦντι, ἵνα τοῖς τε σφαγεῦσι Δολοβέλλας ἐχθρὸς ἀντὶ φίλου γένοιτο καὶ τοῖς βουλευταῖς αἰσχρὸν ᾖ μετὰ Δολοβέλλαν ἀντειπεῖν ἐμοὶ περὶ Μακεδονίας. Οὐ μέντ' ἂν οὐδ' ὥς μοι Μακεδονίαν ἔδοσαν, οὐδ' ἐπὶ Δολοβέλλᾳ, διὰ τὴν ἐν αὐτῇ στρατιάν, εἰ μὴ τὴν στρατιὰν προμεθῆκα τῷ Δολοβέλλᾳ ὡς Συρίαν καὶ τὰ ἐς Πάρθους διαλαχόντι. Τοὺς δ' αὖ περὶ τὸν Κάσσιον οὔτε Μακεδονίαν ἀφείλοντο ἂν οὔτε Συρίαν, μὴ ἕτερα αὐτοῖς ἐς ἀσφάλειαν ἀντιλαβόντες ἔθνη. Δεῆσαν οὖν ἀντιδοῦναι θεάσασθε, οἷα ἀνθ' οἵων καὶ ὡς στρατοῦ γυμνὰ ἐδόθη, Κυρήνη τε καὶ Κρήτη· ὧν καὶ οἱ ἐχθροὶ καταφρονοῦσιν οὐκ ἀσφαλῶν σφίσιν ὄντων καὶ ἐς τὰ ἀφῃρημένα βιάζονται. Οὕτω μὲν δὴ καὶ ὁ στρατὸς ἐς Δολοβέλλαν μετενήνεκτο ἀπὸ τῶν ἐχθρῶν τέχναις καὶ μηχαναῖς καὶ ἀντιδόσεσιν ἑτέρων· οὐ γάρ πω τῶν ὅπλων φανέντων ὑπὸ τοῖς νόμοις ἔδει πράσσειν. 37. « Γεγενημένων δὲ τῶνδε καὶ τῶν ἐχθρῶν ἕτερον στρατὸν ἀγειράντων, ἔδει μοι τοῦ περὶ τὴν Μακεδονίαν στρατοῦ καὶ προφάσεως ἠπόρουν. Φήμη δὲ κατέσκηψε Γέτας Μακεδονίαν πορθεῖν. Ἀπιστουμένης δὲ καὶ ταύτης καὶ τῶν ἐπισκεψομένων ἀπεσταλμένων, εἰσηγησάμην ἐγὼ περὶ τῆς δικτάτορος ἀρχῆς μὴ ἐξεῖναι μήτε εἰπεῖν μήτε ἐπιψηφίσαι μήτε λαβεῖν διδομένην· ᾧ δὴ μάλιστα ὑπαχθέντες ἔδοσάν μοι τὸν στρατόν. Καὶ ἐγὼ τότε πρῶτον ἐμαυτὸν ἡγησάμην ἰσόπαλον εἶναι τοῖς ἐχθροῖς, οὐ τοῖσδε τοῖς φανεροῖς, ὡς οἴεται Καῖσαρ, ἀλλὰ τοῖς πλέοσί τε καὶ δυνατωτέροις καὶ ἀφανέσιν ἔτι εἶναι θέλουσι. Ταῦτα δ' ἐργασαμένῳ μοι ἕτερος τῶν σφαγέων ἔλειπεν ἐν πλευραῖς, Βροῦτος ὁ Δέκμος, ἡγούμενος καὶ ὅδε χώρας ἐπικαίρου καὶ στρατοῦ πολλοῦ· ὃν ἐγὼ καὶ θρασύτερον εἰδὼς τὴν Κελτικὴν ἀφῃρούμην, ἐς εὐπρέπειαν ἔτι τῆς βουλῆς Μακεδονίαν ὑπισχνούμενος ἀντιδώσειν, γυμνὴν στρατοῦ γενομένην. Ἀγανακτούσης δὲ τῆς βουλῆς καὶ τὴν ἐνέδραν ἤδη καθορώσης καὶ ἴστε οἷα καὶ ὅσα Δέκμῳ πολλῶν γραφόντων καὶ ἐπαλειφόντων ἤδη τοὺς μετ' ἐμὲ ὑπάτους, ἐγὼ θρασύτερον ἔτι τὸ μὲν ἔθνος, ἀντὶ τῆς βουλῆς, νόμῳ παρὰ τοῦ δήμου λαβεῖν ἐπενόησα, τὸν δὲ στρατὸν ἀπὸ τῆς Μακεδονίας ἐς τὸ Βρεντέσιον ἐπέρων ὡς χρησόμενος δὴ ἐς τὰ ἐπείγοντα. Καὶ σὺν θεοῖς εἰπεῖν, χρησόμεθα, ὡς ἂν αἱ χρεῖαι καλῶσιν.
38.
«
Οὕτως ἐκ πολλοῦ δέους τοῦ πρὶν ἡμᾶς ἐπισχόντος
μετεβάλομεν ἔς τε ἀσφάλειαν ὑπὲρ ἡμῶν αὐτῶν ἐγκρατῆ καὶ ἐς θάρσος ἐπὶ τοὺς
ἐχθρούς· ὧν ἐκφανέντων ἀνεφάνη καὶ ἡ τῶν πλεόνων ἐς τοὺς πολεμίους σπουδή. Ὁρᾶτε
γάρ, ὅση μὲν αὐτοῖς ἐστι μεταμέλεια τῶν ἐψηφισμένων, ὅσος δὲ ἀγὼν ἀφελέσθαι με
τὴν Κελτικὴν ἤδη δεδομένην. Ἴστε, ἃ γράφουσι Δέκμῳ καὶ ὅσα τοὺς ὑπάτους τοὺς
μετ' ἐμὲ πείθουσι περὶ τῆς Κελτικῆς μεταψηφίσασθαι. Ἀλλὰ σὺν θεοῖς τε πατρῴοις
καὶ σὺν εὐσεβεῖ γνώμῃ καὶ σὺν ταῖς ὑμετέραις ἀνδραγαθίαις, μεθ' ὧν καὶ ὁ Καῖσαρ
ἐκράτει, ἀμυνοῦμεν αὐτῷ, τῷ τε σώματι ἐπεξιόντες καὶ τῇ γνώμῃ βοηθοῦντες.
VI. 39. Τοιαῦτα τοῦ Ἀντωνίου διεξιόντος, παρέστη
τοῖς ταξιάρχαις αὐτὸν ἅπαντα μετ' ἔχθρας ἀκριβοῦς ἐς τοὺς ἀνδροφόνους,
ἐπιτεχνάζοντα τῇ βουλῇ, πεποιηκέναι. Ἠξίουν δὲ καὶ ὣς τῷ Καίσαρι συναλλαγῆναι
καὶ πείσαντες αὐτοὺς συνήλλασσον αὖθις ἐν τῷ Καπιτωλίῳ. Οὐ πολὺ δὲ ὕστερον ὁ
Ἀντώνιος τῶν σωματοφυλάκων τινὰς ἐς τοὺς φίλους παρήγαγεν ὡς ὑπηρέτας γενομένους
ἐπιβουλεύοντος αὑτῷ τοῦ Καίσαρος, εἴτε συκοφαντῶν εἴτε τῷ ὄντι νομίσας εἴτε περὶ
τῶν εἰς τὰ στρατόπεδα περιπεμφθέντων πυθόμενος καὶ τὴν ἐς τὸ ἔργον ἐπιβουλὴν
μεταφέρωι ἐς τὸ σῶμα. Ὅ τε λόγος ἐκδραμὼν αὐτίκα θόρυβον ἤγειρε πάνδημον, καὶ
ἀγανάκτησις ἦν. Ὀλίγοι μὲν γάρ, οἷς τι λογισμοῦ βαθέος ἦν, ᾖδεσαν Καίσαρι
συμφέρειν Ἀντώνιον καὶ βλάπτοντα ὅμως περιεῖναι, ἐπίφοβον ὄντα τοῖς φονεῦσιν·
ἀποθανόντος γὰρ ἀδεέστερον ἐκείνους ἅπασιν ἐπιτολμήσειν, βοηθουμένους μάλιστα
ὑπὸ τῆς βουλῆς. Ὧδε μὲν εἴκαζον οἱ συνετώτεροι· τὸ δὲ πλέον, ὁρῶντες, οἷα καθ'
ἑκάστην ἡμέραν ὁ Καίσαρ ὑβριζόμενός τε καὶ ζημιούμενος πάσχοι, οὐκ ἄπιστον
ἐτίθεντο τὴν διαβολὴν οὐδὲ ὅσιον ἢ ἀνεκτὸν ἐνόμιζον Ἀντώνιον ὑπατεύοντα ἐς τὸ
σῶμα ἐπιβεβουλεῦσθαι. 40. Ὡς δὲ τῷ Καίσαρι ὑπὸ τῶν κρύφα ἀπεσταλμένων ἀπηγγέλθη τὸν ἐν Βρεντεσίῳ στρατὸν καὶ τοὺς ἀπῳκισμένους ἐν ὀργῇ τὸν Ἀντώνιον ἔχειν, ἀμελοῦντα τοῦ Καίσαρος φόνου, καὶ σφᾶς ἐπικουρήσειν, ἂν δύνωνται, ὁ μὲν Ἀντώνιος ἐς τὸ Βρεντέσιον ἐξῄει διὰ τάδε. Δείσας δὲ ὁ Καῖσαρ, μὴ μετὰ τῆς στρατιᾶς ἐπανελθὼν ἀφρούρητον αὑτὸν λάβοι, χρήματα φέρων εἰς Καμπανίαν ᾖει, πείσων τὰς πόλεις οἱ στρατεύεσθαι, τὰς ὑπὸ τοῦ πατρὸς ᾠκισμένας. Καὶ ἔπεισε Καλατίαν πρώτην, ἐπὶ δ' ἐκείνῃ Κασιλῖνον, δύο τάσδε Καπύης ἑκατέρωθεν· ἐπιδοὺς δ' ἑκάστῳ δραχμὰς πεντακοσίας ἦγεν ἐς μυρίους ἄνδρας, οὔτε ὡπλισμένους ἐντελῶς οὔτε συντεταγμένους πω κατὰ ἴλας, ἀλλ' ὡς ἐς μόνην τοῦ σώματος φυλακήν, ὑφ' ἑνὶ σημείῳ. Οἱ δὲ ἐν ἄστει τὸν Ἀντώνιον δεδιότες μετὰ στρατιᾶς ἐπανιόντα, ὡς ἐπύθοντο καὶ τὸν Καίσαρα μεθ' ἑτέρας προσιέναι, οἱ μὲν διπλασίως ἐδεδοίκεσαν, οἱ δ' ὡς χρησόμενοι κατ' Ἀντωνίου Καίσαρι ἠσμένιζον· οἱ δὲ αὐτῶν τὰς ἐν τῷ Καπιτωλίῳ διαλλαγὰς ἑωρακότες ὑπόκρισιν ἐνόμιζον εἶναι τὰ γιγνόμενα καὶ ἀντίδοσιν Ἀντωνίῳ μὲν δυναστείας, Καίσαρι δὲ τῶν φονέων. 41. Ὧδε δὲ αὐτῶν θορυβουμένων, Καννούτιος ὁ δήμαρχος, ἐχθρὸς ὢν Ἀντωνίῳ καὶ παρ' αὐτὸ Καίσαρι φίλος, ὑπήντα τῷ Καίσαρι καὶ τὴν γνώμην ἐκμαθὼν ἀπήγγελλε τῷ δήμῳ, μετ' ἔχθρας Ἀντωνίου σαφοῦς ἐπιέναι τον Καίσαρα καὶ χρῆναι δεδιότας Ἀντώνιον ἐπὶ τυραννίδι τόνδε προσεταιρίσασθαι, στρατὸν ἄλλον οὐκ ἔχοντας ἐν τῷ παρόντι. Ταῦτα δ' εἰπὼν ἐσῆγε τὸν Καίσαρα, αὐλισάμενον πρὸ τοῦ ἄστεος ἀπὸ σταδίων πεντεκαίδεκα ἐν τῷ τοῦ Ἄρεως ἱερῷ. Ὡς δὲ εἰσῆλθον, ὁ μὲν εἰς τὸν νεὼν τῶν Διοσκούρων παρῆλθε, καὶ τὸν νεὼν περιέστησαν οἱ στρατευόμενοι ξιφίδια ἀφανῶς περιεζωσμένοι, Καννούτιος δὲ πρότερον ἐδημηγόρει κατὰ τοῦ Ἀντωνίου. Ὁ δὲ Καῖσαρ καὶ τοῦ πατρὸς αὐτοὺς ὑπεμίμνησκε καὶ ὧν αὐτὸς ὑπὸ Ἀντωνίου πάθοι, δι' ἃ καὶ τόνδε τὸν στρατὸν ἐς φυλακὴν εἴη συνειλεγμένος· ἔφη τε ἐς πάντα τῆς πατρίδος ὑπηρέτης καὶ κατήκοος ἔσεσθαι καὶ ἐς τὰ νὺν πρὸς Ἀντώνιον ἕτοιμος. 42. Ὧδε δ' εἰπόντος αὐτοῦ καὶ τὴν ἐκκλησίαν διαλύσαντος ἐπὶ τῷδε, ὁ στρατὸς ἡγούμενος ἐς τὸ ἐναντίον ἐπὶ διαλλαγαῖς Ἀντωνίου τε καὶ Καίσαρος ἀφῖχθαι ἢ ἐς μόνην γε φυλακὴν τοῦ Καίσαρος καὶ τῶν φονέων ἄμυναν, ἤχθοντο τῇ κατ' Ἀντωνίου προαγορεύσει, στρατηγοῦ τε σφῶν γεγονότος καὶ ὄντος ὑπάτου· καὶ οἱ μὲν αὐτῶν ἐπανελθεῖν ᾖτουν εἰς τὰ οἰκεῖα ὡς ὁπλιούμενοι· οὐ γὰρ ἄλλων ἢ τῶν ἰδίων ὅπλων ἀνέξεσθαι· οἱ δὲ καὶ τὸ ἀληθὲς ὑπέφαινον. Ὁ δὲ Καῖσαρ ἠπόρητο μὲν ἐς τὸ ἐναντίον ὧν προσεδόκησε μετενεχθείς, ἐλπίσας δ' αὐτῶν πειθοῖ μᾶλλον ἢ βίᾳ περιέσεσθαι, συνεχώρει ταῖς προφάσεσι καὶ τοὺς μὲν ἐπὶ τὰ ὅπλα ἔπεμπε, τοὺς δὲ ἁπλῶς ἐς τὰ οἰκεῖα. Πάντας δ', ἐπικρύπτων τὴν ἀχθηδόνα, ἐπῄνει τῆς συνόδου καὶ ἐδωρεῖτο ἑτέραις δωρεαῖς καὶ δαψιλέστερον ἔτι ἀμείψεσθαι ἔλεγεν, αἰεὶ χρώμενος ἐς τὰ ἐπείγοντα ὡς πατρικοῖς φίλοις μᾶλλον ἢ στρατιώταις. Χιλίους μὲν δὴ μόνους ἢ τρισχιλίους τάδε λέγων ἐπέκλασεν ἐκ μυρίων οἱ παραμεῖναι ιδιαφέρονται γὰρ περὶ τοῦ ἀριθμοῦ. Οἱ δὲ λοιποὶ τότε μὲν ἐξῄεσαν, ἀνεμιμνήσκοντο δ' αὐτίκα γεωργίας τε πόνων καὶ κερδῶν στρατείας καὶ λόγων τῶν Καίσαρος καὶ εὐπειθείας αὐτοῦ, πρὸς ἃ ἐβούλοντο, καὶ χαρίτων, ὧν τε εἰλήφεσαν καὶ ὧν ἤλπιζον ἔτι λήψεσθαι. Οἷόν τε ὄχλος ἀνώμαλος μετενόουν καὶ τῆς προφάσεως ἐς εὐπρέπειαν ἐπιβαίνοντες ὡπλίζοντο καὶ πρὸς αὐτὸν ἐπανῄεσαν. Ὁ δὲ ἤδη μετὰ χρημάτων ἄλλων τήν τε Ῥάβενναν καὶ τὰ ἀγχοῦ πάντα περιῄει, στρατεύων ἑτέρους ἐφ' ἑτέροις· καὶ πάντας ἐς Ἀρρήτιον ἔπεμπεν. VII. 43. Ἀντωνίῳ δ' ἀφῖκτο μέσον ἐς τὸ Βρεντέσιον ἐκ πέντε τῶν ἐν Μακεδονίᾳ τελῶν τέσσαρα· ἐπιμεμφόμενοι δ' αὐτὸν οὐκ ἐπεξελθόντα τῷ φόνῳ Καίσαρος, χωρὶς εὐφημίας ἐς τὸ βῆμα παρέπεμπον ὡς περὶ τοῦδε σφίσιν ἐκλογιούμενον πρώτου. Ὁ δὲ αὐτοῖς χαλεπτόμενος τῆς σιωπῆς οὐ κατέσχεν, ἀλλ' ὠνείδιζεν ἀχαριστίαν ἐκ Παρθυαίων ὑπὸ οὗ μετενεχθεῖσιν ἐς τὴν Ἰταλίαν καὶ οὐκ ἐπιμαρτυροῦσι τοιᾶσδε χάριτος· ἐμέμφετο δὲ καὶ ὅτι παρὰ μειρακίου προπετοῦς, ὧδε τὸν Καίσαρα καλῶν, ἄνδρας ἐπιπεμπομένους σφίσιν εἰς διαφθορὰν οὐκ αὐτοὶ προσάγουσιν αὑτῷ. Ἀλλὰ τούσδε μὲν αὐτὸς εὑρήσειν, τὸν δὲ στρατὸν ἄξειν ἐπὶ τὴν ἐψηφισμένην οἱ χώραν εὐδαίμονα Κελτικήν, καὶ τοῖς παροῦσιν ἑκάστῳ δοθήσεσθαι δραχμὰς ἑκατόν. Οἱ δὲ ἐγέλασαν τῆς σμικρολογίας καὶ χαλεπήναντος αὐτοῦ μᾶλλον ἐθορύβουν καὶ διεδίδρασκον. Ὁ δὲ ἐξανέστη τοσοῦτον εἰπών· « Μαθήσεσθε ἄρχεσθαι. » Αἰτήσας δὲ παρὰ τῶν χιλιάρχων τοὺς στασιώδεις (ἀνάγραπτος γάρ ἐστιν ἐν τοῖς Ῥωμαίων στρατοῖς αἰεὶ καθ' ἕνα ἄνδρα ὁ τρόπος) διεκλήρωσε τῷ στρατιωτικῷ νόμῳ καὶ οὐ τὸ δέκατον ἅπαν, ἀλλὰ μέρος ἔκτεινε τοῦ δεκάτου, νομίζων σφᾶς ὧδε καταπλήξειν δι' ὀλίγου. Οἱ δὲ οὐκ ἐς φόβον μᾶλλον ἢ ἐς ὀργὴν ἀπὸ τοῦδε καὶ μῖσος ἐτρέποντο. 44. Ταῦτα δ' ὁρῶντες οὓς ὁ Καῖσαρ ἐπὶ διαφθορᾷ τῶνδε προπεπόμφει, βιβλία πολλὰ τότε μάλιστα διερρίπτουν ἐς τὸ στρατόπεδον, ἀντὶ τῆς Ἀντωνίου μικρολογίας τε καὶ ὠμότητος ἐς τὴν Καίσαρος μνήμην τοῦ προτέρου καὶ βοήθειαν τοῦ νῦν καὶ χορηγίας δαψιλεῖς μετατίθεσθαι. Οὓς ὁ Ἀντώνιος μηνύμασι τε μεγάλοις ἐζήτει, καὶ ἀπειλαῖς, εἴ τις ἐπικρύπτοι. Οὐδένα δὲ συλλαβὼν ἐχαλέπηνεν ὡς τοῦ στρατοῦ σφᾶς ἐπικρύπτοντος. Ἀπαγγελλομένων δὲ καὶ τῶν ἐν ταῖς ἀποικίαις τε καὶ ἐν Ῥώμῃ Καίσαρι πεπραγμένων ἐθορυβεῖτο. Καὶ ἐπελθὼν αὖθις ἐπὶ τὸν στρατὸν ἔφη χαλεπῆναι μὲν τῶν γεγονότων ὑπὸ ἀνάγκης στρατιωτικῆς ὀλίγοις ἀντὶ πλεόνων ὧν ἐκόλαζεν ὁ νόμος, αὐτοὺς δὲ εἰδέναι σαφῶς οὔτε ὠμὸν οὔτε μικρολόγον Ἀντώνιον. « Ἀλλ' ὁ μὲν φθόνος οἰχέσθω, κεκορεσμένος, ἔφη, καὶ τοῖς ἁμαρτήμασι καὶ ταῖς κολάσεσι· τὰς δὲ ἑκατὸν δραχμὰς ὑμῖν οὐ δωρεάν (οὐ γὰρ τοῦτό γε τῆς Ἀντωνίου τύχης), ἀλλὰ τῆς πρώτης ἐς ὑμᾶς ἐντεύξεως προσαγορευτικὸν μᾶλλον ἢ δωρεὰν ἐκέλευσα δοθῆναι, καὶ χρὴ νόμῳ πατρίῳ τε καὶ στρατιωτικῷ καὶ ἐς τάδε καὶ ἐς πάντα εὐπειθεῖς ὑπάρχειν. » Ὁ μὲν οὕτως εἶπεν, οὐδέν τι ἔτι προσθεὶς τῇ δωρεᾷ τοῦ μὴ δοκεῖν ὁ στρατηγὸς ἡσσῆσθαι τοῦ στρατοῦ. Οἱ δὲ ἐλάμβανον, εἴτε μεταγνόντες εἴτε καὶ δεδιότες. Ὁ δὲ αὐτῶν τοὺς μὲν ταξιάρχους, εἴτε μηνίων ἔτι τῆς στάσεως εἴθ' ἑτέρως ὑπονοῶν, ἐνήλλασσε, τοὺς δὲ λοιποὺς καὶ τἆλλα ἐν ταῖς χρείαις ἐδεξιοῦτο καὶ προύπεμπεν ἀνὰ μέρος τὴν παραθαλάσσιον ὁδεύειν ἐπὶ Ἀριμίνου. 45. Αὐτὸς δ' ἐπιλεξάμενος ἐκ πάντων στρατηγίδα σπεῖραν ἀνδρῶν ἀρίστων τά τε σώματα καὶ τὸν τρόπον ὥδευεν ἐς Ῥώμην ὡς ἐκεῖθεν ἐπὶ τὸ Ἀρίμινον ὁρμήσων. Ἐσῄει δὲ ἐς τὴν πόλιν σοβαρῶς, τὴν μὲν ἴλην πρὸ τοῦ ἄστεως στρατοπεδεύσας, τοὺς δ' ἀμφ' αὑτὸν ἔχων ὑπεζωσμένους καὶ τὴν οἰκίαν νυκτοφυλακοῦντας ἐνόπλους· συνθήματά τε αὐτοῖς ἐδίδοτο, καὶ αἱ φυλακαὶ παρὰ μέρος ἦσαν ὡς ἐν στρατοπέδῳ. Συναγαγὼν δὲ τὴν βουλὴν ὡς μεμψόμενος Καίσαρι περὶ τῶν πεπραγμένων, ἐσιὼν ἤδη μανθάνει τῶν τεσσάρων τελῶν τὸ καλούμενον Ἄρειον κατὰ τὴν ὁδὸν ἐς Καίσαρα μετατεθεῖσθαι. Καὶ αὐτῷ τὴν εἴσοδον ἐπισχόντι τε καὶ διαποροῦντι ἀγγέλλεται καὶ τὸ καλούμενον τέταρτον ὁμοίως τοῖς Ἀρείοις ἐς Καίσαρα μετατεθεῖσθαι. Διαταραχθεὶς οὖν εἰσῆλθε μὲν ἐς τὸ βουλευτήριον, ὡς δ' ἐφ' ἕτερα αὐτοὺς συναγαγὼν μικρὰ διελέχθη καὶ εὐθὺς ἐπὶ τὰς πύλας ἐχώρει καὶ ἀπὸ τῶν πυλῶν ἐπὶ Ἄλβην πόλιν ὡς μεταπείσων τοὺς ἀποστάντας. Βαλλόμενος δ' ἀπὸ τοῦ τείχους ἀνέστρεφε καὶ τοῖς ἄλλοις τέλεσι προσέπεμπεν ἀνὰ πεντακοσίας δραχμὰς ἑκάστῳ, καὶ σὺν οἷς εἶχεν αὐτὸς ἐς Τίβυρον ἐξῄει, σκευὴν ἔχων τὴν συνήθη τοῖς ἐπὶ τοὺς πολέμους ἐξιοῦσι· καὶ γὰρ ἤδη σαφὴς ἦν ὁ πόλεμος, Δέκμου τὴν Κελτικὴν οὐ μεθιέντος.
46. Δεῦρο δὲ ὄντι ἥ τε βουλὴ σχεδὸν ἅπασα καὶ τῶν
ἱππέων τὸ πλεῖστον ἀφίκετο ἐπὶ τιμῇ καὶ ἀπὸ τοῦ δήμου τὸ ἀξιολογώτατον· οἱ καὶ
καταλαβόντες αὐτὸν ὁρκοῦντα τοὺς παρόντας οἱ στρατιώτας καὶ τοὺς ἐκ τῶν πάλαι
στρατευσαμένων συνδραμόντας (πολὺ γὰρ καὶ τοῦτο ἦν) συνώμνυον ἑκόντες οὐκ
ἐκλείψειν τὴν ἐς Ἀντώνιον εὔνοιάν τε καὶ πίστιν, ὡς ἀπορῆσαι, τίνες ἦσαν, οἳ πρὸ
ὀλίγου παρὰ τὴν Καίσαρος ἐκκλησίαν τὸν Ἀντώνιον ἐβλασφήμουν. 47. Καίσαρι δὲ ἦν δύο ὁμοίως ἀξιολογώτατα, τὰ ἐς αὐτὸν ἀπὸ τοῦ Ἀντωνίου μεταστάντα, ἓν δὲ νεοσυλλόγων, δύο δὲ ἐκ τῶν πρότερον ἐστρατευμένων, οὐκ ἐντελῆ μὲν ταῦτα τοῖς ἀριθμοῖς οὐδὲ ταῖς ὁπλίσεσιν, ὑπὸ δὲ τῶν νεοσυλλόγων καὶ ταῦτα ἀναπληρούμενα. Συναγαγὼν δ' ἅπαντας ἐς Ἄλβην ἐπέστελλε τῇ βουλῇ. Ἡ δὲ ἐφήδετο μὲν αὖθις Καίσαρι, ὡς ἀπορεῖν καὶ τότε, τίνες ἦσαν, οἳ προύπεμπον Ἀντώνιον· ἤχθοντο δὲ τοῖς τέλεσιν οὐκ ἐς τὴν βουλήν, ἀλλ' ἐς τὸν Καίσαρα μετελθοῦσιν. Ἐπαινέσαντες δ' ὅμως αὐτούς τε καὶ τὸν Καίσαρα, ἔφασαν ὀλίγον ὕστερον ὅ τι χρὴ ποιεῖν αὐτοὺς ψηφιεῖσθαι, ὅταν αὐτοῖς αἱ νέαι ἀρχαὶ ἐς τὰ πράγματα παρέλθωσιν. Ἦν δὲ σαφές, ὅτι χρήσονται μὲν αὐτοῖς κατὰ Ἀντωνίου· στρατὸν δὲ οὐδένα πω ἔχοντες ἴδιον οὐδὲ καταλέξαι χωρὶς ὑπάτων δυνάμενοι ἐς τὰς νέας ἀρχὰς πάντα ἀνετίθεντο.
48. Τῷ Καίσαρι δ' ὁ στρατὸς πελέκεάς τε καὶ
ῥαβδοφόρους ἐσκευασμένους προσαγαγόντες, ἠξίουν ἑαυτὸν ἀντιστράτηγον ἀποφῆναι,
πολέμου τε ἡγεμονεύοντα καὶ σφῶν αἰεὶ ὑπ' ἄρχουσι ταχθέντων. Ὁ δὲ τὴν μὲν τιμὴν
ἐπῄνει, τὸ δὲ ἔργον ἐς τὴν βουλὴν ἀνετίθετο· καὶ βουλομένους ἐπὶ τοῦτο χωρεῖν
ἀθρόους ἐκώλυε καὶ πρεσβευομένους ἐπεῖχεν, ὡς καὶ τῆς βουλῆς ψηφιουμένης ταῦτα
καθ' ἑαυτήν, καὶ μᾶλλον, ἢν αἴσθωνται τὴν ὑμετέραν προθυμίαν καὶ τὸν ἐμὸν ὄκνον.
|