ALLER à LA TABLE DES MATIÈRES DE GALIEN
OEUVRES MÉDICALES ET PHILOSOPHIQUES DE GALIEN
ΓΑΛΗΝΟΥ ΟΤΙ Ο ΑΡΙΣΤΟΣ ΙΑΤΡΟΣ ΚΑΙ ΦΙΛΟΣΟΦΟΣ
[1] Οἷόν τι πεπόνθασιν οἱ πολλοὶ τῶν ἀθλητῶν ἐπιθυμοῦντες μὲν ὀλυμπιονῖκαι γενέσθαι, μηδὲν δὲ πράττειν ὡς τούτου τυχεῖν ἐπιτηδεύοντες, τοιοῦτόν τι καὶ τοῖς πολλοῖς τῶν ἰατρῶν συμβέβηκεν. Ἐπαινοῦσι μὲν γὰρ Ἱπποκράτην καὶ πρῶτον ἁπάντων ἡγοῦνται, γενέσθαι δ´ αὐτοὺς ὡς ὁμοιοτάτους ἐκείνῳ πάντα μᾶλλον ἢ τοῦτο πράττουσιν. Ὁ μὲν γὰρ οὐ σμικρὰν μοῖραν εἰς ἰατρικήν φησι συμβάλλεσθαι τὴν ἀστρονομίαν καὶ δηλονότι τὴν ταύτης ἡγουμένην ἐξ ἀνάγκης γεωμετρίαν· οἱ δὲ οὐ μόνον αὐτοὶ μετέρχονται τούτων οὐδετέραν ἀλλὰ καὶ τοῖς μετιοῦσι μέμφονται. Καὶ μὲν δὴ καὶ φύσιν σώματος ὁ μὲν ἀκριβῶς ἀξιοῖ γιγνώσκειν ἀρχὴν εἶναι φάσκων αὐτὴν τοῦ κατ´ ἰατρικὴν λόγου παντός· οἱ δ´ οὕτω καὶ περὶ τοῦτο σπουδάζουσιν, ὥστ´ οὐ μόνον ἑκάστου τῶν μορίων οὐσίαν ἢ πλοκὴν ἢ διάπλασιν ἢ μέγεθος ἢ τὴν πρὸς τὰ παρακείμενα κοινωνίαν ἀλλ´ οὐδὲ τὴν θέσιν ἐπίστανται. Καὶ μὲν δὴ καὶ ὧς ἐκ τοῦ μὴ γιγνώσκειν κατ´ εἴδη τε καὶ γένη διαιρεῖσθαι τὰ νοσήματα συμβαίνει τοῖς ἰατροῖς ἁμαρτάνειν τῶν θεραπευτικῶν σκοπῶν, Ἱπποκράτει μὲν εἴρηται προτρέποντι τὴν λογικὴν ἡμᾶς ἐξασκεῖν θεωρίαν· οἱ δὲ νῦν ἰατροὶ τοσοῦτον ἀποδέουσιν ἠσκῆσθαι κατ´ αὐτήν, ὥστε καὶ τοῖς ἀσκοῦσιν ὡς ἄχρηστα μεταχειριζομένοις ἐγκαλοῦσιν. Οὕτω δὲ καὶ τοῦ προγιγνώσκειν τε 〈καὶ λέγειν〉 τὰ παρόντα καὶ τὰ προγεγονότα καὶ τὰ μέλλοντα γενήσεσθαι τῷ κάμνοντι πολλὴν χρῆναι πεποιῆσθαι πρόνοιαν Ἱπποκράτης φησίν· οἱ δὲ καὶ περὶ τοῦτο τὸ μέρος τῆς τέχνης ἐπὶ τοσοῦτον ἐσπουδάκασιν, ὥστ´, εἴ τις αἱμορραγίαν ἢ ἱδρῶτα προείποι, γόητά τε καὶ παραδοξολόγον ἀποκαλοῦσιν. 〈Ὅπου δ´ οὐδὲ τῶν ταῦτα προειπόντων ἐπακούουσι,〉 σχολῇ γ´ ἂν οὕτω 〈καὶ〉 τἄλλα προλέγοντός τινος ἀνάσχοιντο, σχολῇ δ´ ἄν ποτε τῆς διαίτης τὸ σχῆμα πρὸς τὴν μέλλουσαν ἔσεσθαι τοῦ νοσήματος ἀκμὴν καταστήσαιντο, καὶ μὴν Ἱπποκράτης γε οὕτως διαιτᾶν κελεύει. Τί δὴ οὖν ὑπόλοιπόν ἐστιν, ὃ ζηλοῦσι τἀνδρός; Οὐ γὰρ δὴ τήν γε τῆς ἑρμηνείας δεινότητα· τῷ μὲν γὰρ καὶ τοῦτο κατώρθωται, τοῖς δ´ οὕτω τοὐναντίον, ὥστε πολλοὺς αὐτῶν ἰδεῖν ἐστι καθ´ ἓν ὄνομα δὶς ἁμαρτάνοντας, ὃ μηδ´ ἐπινοῆσαι ῥᾴδιον. [2] Διόπερ ἔδοξέ μοι ζητῆσαι τὴν αἰτίαν ἥτις ποτ´ ἐστί, δι´ ἣν καίτοι θαυμάζοντες ἅπαντες τὸν ἄνδρα μήτ´ ἀναγιγνώσκουσιν αὐτοῦ τὰ συγγράμματα μήτ´, εἰ καί 〈ποτ´ αὐ〉τοῖς τοῦτο παρασταίη, συνιᾶσι τῶν λεγομένων ἤ, εἰ καὶ τοῦτ´ εὐτυχήσειαν, ἀσκήσει τὴν θεωρίαν ἐπεξέρχονται βεβαιώσασθαί τε καὶ εἰς ἕξιν ἀγαγεῖν βουλόμενοι. Εὑρίσκω δὴ καὶ σύμπαντα 〈τὰ〉 κατορθούμενα βουλήσει τε καὶ δυνάμει τοῖς ἀνθρώποις παραγιγνόμενα· θατέρου δ´ αὐτῶν ἀτυχήσαντας καὶ τοῦ τέλους αὐτοὺς ἀναγκαῖον ἀποτυχεῖν. Αὐτίκα γέ τοι τοὺς ἀθλητὰς ἢ διὰ τὴν τοῦ σώματος ἀφυίαν ἢ διὰ τὴν τῆς ἀσκήσεως ἀμέλειαν ὁρῶμεν ἀποτυγχάνοντας τοῦ τέλους· ὅτῳ δ´ ἂν καὶ ἡ τοῦ σώματος φύσις ἀξιόνικος ᾖ καὶ τὰ τῆς ἀσκήσεως ἄμεμπτα, τίς μηχανὴ μὴ οὐ πολλοὺς ἀνελέσθαι τόνδε στεφανίτας ἀγῶνας; Ἆρ´ οὖν ἐν ἀμφοτέροις οἱ νῦν ἰατροὶ δυστυχοῦσιν οὔτε δύναμιν οὔτε βούλησιν ἀξιόλογον ἐπιφερόμενοι πρὸς τὴν τῆς τέχνης ἄσκησιν ἢ τὸ μὲν ἕτερον αὐτοῖς ὑπάρχει, θατέρου δ´ ἀπολείπονται; Τὸ μὲν δὴ μηδένα φύεσθαι δύναμιν ἔχοντα ψυχικὴν ἱκανὴν καταδέξασθαι τέχνην οὕτω φιλάνθρωπον οὔ μοι δοκεῖ λόγον ἔχειν ὁμοίου γε δὴ τοῦ κόσμου καὶ τότ´ ὄντος καὶ νῦν καὶ μήτε τῶν ὡρῶν τῆς τάξεως ὑπηλλαγμένης μήτε τῆς ἡλιακῆς περιόδου μετακεκοσμημένης μήτ´ ἄλλου τινὸς ἀστέρος ἢ ἀπλανοῦς ἢ πλανωμένου μεταβολήν τιν´ ἐσχηκότος· εὔλογον δ´ ἐστὶ διὰ μοχθηρὰν τροφήν, οἵαν οἱ νῦν ἄνθρωποι τρέφονται, καὶ διὰ τὸ [τὸν] πλοῦτον ἀρετῆς εἶναι τιμιώτερον οὔθ´ οἷος Φειδίας ἐν πλάσταις οὔθ´ οἷος Ἀπελλῆς ἐν γραφεῦσιν οὔθ´ οἷος Ἱπποκράτης ἐν ἰατροῖς ἔτι γίγνεσθαί τινα. Καίτοι τό γ´ ὑστέροις τῶν παλαιῶν ἡμῖν γεγονέναι καὶ δὴ τὰς τέχνας ὑπ´ ἐκείνων ἐπὶ πλεῖστον προηγμένας παραλαμβάνειν οὐ σμικρὸν ἦν πλεονέκτημα. Τὰ γοῦν ὑφ´ Ἱπποκράτους εὑρημένα χρόνῳ παμπόλλῳ ῥᾷστον ἦν ἐν ὀλιγίστοις ἔτεσιν ἐκμαθόντα τῷ λοιπῷ χρόνῳ τοῦ βίου πρὸς τὴν τῶν λειπόντων εὕρεσιν καταχρήσασθαι. Ἀλλ´ οὐκ ἐνδέχεται πλοῦτον ἀρετῆς τιμιώτερον ὑποθέμενον καὶ τὴν τέχνην οὐκ εὐεργεσίας ἀνθρώπων ἕνεκεν ἀλλὰ χρηματισμοῦ μαθόντα τοῦ τέλους τοῦ κατ´ αὐτὴν ἐφίεσθαι, 〈καλῶς κἂν εἰ〉 φθάσουσί γ´ ἰατροὶ 〈πλεῖστοι〉 πλουτῆσαι πρὶν ἠ〈ρέ〉μας ἐπὶ τὸ τέλος αὐτῆς ἐξικέσθαι· οὐ γὰρ δὴ δυνατὸν ἅμα χρηματίζεσθαί τε καὶ μυρμηκίζεσθαι καὶ οὕτω μεγάλην ἐπασκεῖν τέχνην, ἀλλ´ ἀνάγκη καταφρονῆσαι θατέρου τὸν ἐπὶ θάτερον ὁρμήσαντα σφοδρότερον. Ἆρ´ οὖν ἔχομέν τινα τῶν νῦν ἀνθρώπων εἰπεῖν εἰς τοσοῦτον μόνον ἐφιέμενον χρημάτων κτήσεως, εἰς ὅσον ὑπηρετεῖν ἐξ αὐτῆς ταῖς ἀναγκαίαις χρείαις τοῦ σώματος; Ἔστι τις ὁ δυνάμενος οὐ μόνον λόγῳ πλάσασθαι ἀλλ´ ἔργῳ διαδείξασθαι τοῦ κατὰ φύσιν πλούτου τὸν ὅρον ἄχρι τοῦ μὴ πεινῆν ἢ διψῆν ἢ ῥιγοῦν προιόντα; Καὶ μὴν εἴ τίς γ´ ἐστὶ τοιοῦτος, ὑπερόψεται μὲν Ἀρταξέρξου τε καὶ Περδίκκου καὶ τοῦ μὲν οὐδ´ ἂν εἰς ὄψιν ἀφίκοιτό ποτε, τὸν δ´ ἰάσεται μὲν νοσοῦντα νόσημα τῆς Ἱπποκράτους τέχνης δεόμενον, οὐ μὴν ἀξιώσει γε διὰ παντὸς συνεῖναι, θεραπεύσει δὲ τοὺς ἐν Κρανῶνι καὶ Θάσῳ καὶ ταῖς ἄλλαις πολίχναις πένητας. Ἀπολείψει δὲ Κῴοις μὲν τοῖς πολίταις Πόλυβόν τε καὶ τοὺς ἄλλους μαθητάς, αὐτὸς δ´ εἰς πᾶσαν ἀλώμενος ἀφίξεται τὴν Ἑλλάδα· χρὴ γὰρ αὐτὸν γράψαι καὶ περὶ φύσεως χωρίων. Ἵν´ οὖν κρίνῃ τῇ πείρᾳ τὰ ἐκ λόγου διδαχθέντα, χρὴ παντοίων αὐτόπτην γενέσθαι πόλεων, τῆς πρὸς μεσημβρίαν ἐστραμμένης καὶ τῆς πρὸς ἄρκτον καὶ τῆς πρὸς ἥλιον ἀνίσχοντα καὶ τῆς πρὸς δυσμάς, ἰδεῖν δὲ καὶ τὴν ἐν κοίλῳ κειμένην καὶ τὴν ἐφ´ ὑψηλοῦ καὶ τὴν ἐπακτοῖς ὕδασι χρωμένην καὶ τὴν πηγαίοις καὶ τὴν ὀμβρίοις καὶ τὴν ἐκ λιμνῶν καὶ ποταμῶν, ἀμελῆσαι δὲ καὶ μηδ´ εἴ τις ψυχροῖς ἄγαν ὕδασι μηδ´ εἴ τις θερμοῖς χρῆται μηδ´ εἰ νιτρώδεσι μηδ´ εἰ στυπτηριώδεσιν ἤ τισιν ἑτέροις τοιούτοις, ἰδεῖν δὲ καὶ ποταμῷ μεγάλῳ πρόσοικον πόλιν καὶ λίμνῃ καὶ ὄρει καὶ θαλάττῃ καὶ τἄλλα πάντα νοῆσαι τοι〈αῦτα〉, περὶ ὧν ἡμᾶς αὐτὸς ἐδίδαξεν. Ὥστ´ οὐ μόνον ἀνάγκη χρημάτων καταφρονεῖν τὸν τοιοῦτον ἐσόμενον ἀλλὰ καὶ φιλόπονον ἐσχάτως ὑπάρχειν. Καὶ μὴν οὐκ ἐνδέχεται φιλόπονον εἶναί τινα μεθυσκόμενον 〈ἢ〉 ἐμπιπλάμενον ἢ ἀφροδισίοις προσκείμενον ἢ συλλήβδην εἰπεῖν αἰδοίοις καὶ γαστρὶ δουλεύοντα. Σωφροσύνης οὖν φίλος ὥσπερ γε καὶ ἀληθείας ἑταῖρος ὅ γ´ ἀληθὴς ἰατρὸς ἐξεύρηται. Καὶ μὲν δὴ καὶ τὴν λογικὴν μέθοδον ἀσκεῖν 〈ἀνάγκη〉 χάριν τοῦ γνῶναι, πόσα τὰ πάντα κατ´ εἴδη τε καὶ γένη νοσήματα ὑπάρχει καὶ πῶς ἐφ´ ἑκάστου ληπτέον ἔνδειξίν τιν´ ἰαμάτων. Ἡ δ´ αὐτὴ μέθοδος ἥδε καὶ τὴν τοῦ σώματος αὐτοῦ διδάσκει 〈σύν〉θεσιν, τήν τ´ ἐκ τῶν πρώτων στοιχείων, ἃ δι´ ἀλλήλων ὅλα κέκραται, καὶ τὴν ἐκ τῶν δευτέρων, τῶν αἰσθητῶν, ἃ δὴ καὶ ὁμοιομερῆ προσαγορεύεται, καὶ τρίτην ἐπὶ ταύταις τὴν ἐκ τῶν ὀργανικῶν μορίων. Ἀλλὰ καὶ τίς ἡ χρεία τῷ ζῴῳ τῶν εἰρημένων ἑκάστου καὶ τίς ἡ ἐνέργεια δέον 〈ἀ〉πολαβεῖν ταῦτα μὴ ἀβασανίστως, ἀλλὰ μετ´ ἀποδείξεως πιστώσασθαι πρὸς τῆς λογικῆς δήπου διδάσκεται μεθόδου. Τί δὴ οὖν ἔτι λείπεται πρὸς τὸ μὴ 〈οὐκ〉 εἶναι φιλόσοφον τὸν ἰατρόν, ὃς ἂν Ἱπποκράτους ἀξίως ἀσκήσῃ τὴν τέχνην; Εἰ γάρ, ἵνα μὲν ἐξεύρῃ φύσιν σώματος καὶ νοσημάτων διαφορὰς καὶ ἰαμάτων ἐνδείξεις, ἐν τῇ λογικῇ θεωρίᾳ γεγυμνάσθαι προσήκει, ἵνα δὲ φιλοπόνως τῇ τούτων ἀσκήσει παραμένῃ, χρημάτων τε καταφρονεῖν καὶ σωφροσύνην ἀσκεῖν, πάντα δὴ τῆς φιλοσοφίας ἔχει τὰ μέρη, τό τε λογικὸν καὶ τὸ φυσικὸν καὶ τὸ ἠθικόν. Οὐ γὰρ δὴ δέος γε, μὴ χρημάτων καταφρονῶν καὶ σωφροσύνην ἀσκῶν ἄδικόν τι πράξῃ· πάντα γάρ, ἃ τολμῶσιν ἀδίκως ἅνθρωποι, φιλοχρηματίας ἀναπειθούσης ἢ γοητευούσης ἡδονῆς πράττουσιν. Οὕτω δὲ καὶ τὰς ἄλλας ἀρετὰς ἀναγκαῖον ἔχειν αὐτόν· σύμπασαι γὰρ ἀλλήλαις ἕπονται καὶ οὐχ οἷόν τε μίαν ἡντινοῦν λαβόντι μὴ οὐχὶ καὶ τὰς ἄλλας ἁπάσας εὐθὺς ἀκολουθούσας ἔχειν ὥσπερ ἐκ μιᾶς μηρίνθου δεδεμένας. Καὶ μὴν εἴ γε πρὸς τὴν ἐξ ἀρχῆς μάθησιν καὶ πρὸς τὴν ἐφεξῆς ἄσκησιν ἀναγκαία τοῖς ἰατροῖς ἐστιν ἡ φιλοσοφία, δῆλον ὡς, ὅστις ἂν 〈ἄριστος〉 ἰατρὸς ᾖ, πάντως οὗτός ἐστι καὶ φιλόσοφος. Οὐδὲ γὰρ οὐδ´ ὅτι πρὸς τὸ χρῆσθαι καλῶς τῇ τέχνῃ φιλοσοφίας δεῖ τοῖς ἰατροῖς, ἀποδείξεως ἡγοῦμαί τινος χρῄζειν ἑωρακότας γε πολλάκις ὡς φαρμακεῖς εἰσιν, οὐκ ἰατροὶ καὶ χρῶνται τῇ τέχνῃ πρὸς τοὐναντίον ἢ πέφυκεν οἱ φιλοχρήματοι. [3] Πότερον οὖν ὑπὲρ ὀνομάτων ἔτι διενεχθήσῃ καὶ ληρήσεις ἐρίζων, ἐγκρατῆ μὲν καὶ σώφρονα καὶ χρημάτων κρείττονα καὶ δίκαιον ἀξιῶν εἶναι τὸν ἰατρόν, οὐ μὴν φιλόσοφόν γε, καὶ φύσιν 〈μὲν〉 γιγνώσκειν σωμάτων καὶ ἐνεργείας ὀργάνων καὶ χρείας μορίων καὶ διαφορὰς νοσημάτων καὶ θεραπειῶν ἐνδείξεις, οὐ μὴν ἠσκῆσθαί γε κατὰ τὴν λογικὴν θεωρίαν ἢ τὰ πράγματα συγχωρήσας ὑπὲρ ὀνομάτων αἰδεσθήσῃ διαφέρεσθαι; Καὶ μὴν ὀψὲ μὲν 〈σωφρονεῖς〉· ἄμεινον δὲ νῦν γοῦν σωφρονήσαντά σε μὴ καθάπερ κολοιὸν ἢ κόρακα περὶ φωνῶν ζυγομαχεῖν ἀλλ´ αὐτῶν τῶν πραγμάτων σπουδάζειν τὴν ἀλήθειαν. Οὐ γὰρ δὴ τοῦτό γ´ ἂν ἔχοις εἰπεῖν, ὡς ὑφάντης μέν τις ἢ σκυτοτόμος ἀγαθὸς ἄνευ μαθήσεώς τε καὶ ἀσκήσεως οὐκ ἄν ποτε γένοιτο, δίκαιος δ´ ἰα〈τρός〉 τις ἢ σώφρων ἢ ἀποδεικτικὸς ἢ δεινὸς περὶ φύσιν ἐξαιφνίδιον ἀναφανήσεται μήτε διδασκάλοις χρησάμενος μήτ´ αὐτὸς ἐπασκήσας ἑαυτόν. Εἰ τοίνυν καὶ τοῦτ´ ἀναίσχυντον καὶ θάτερον οὐ περὶ πραγμάτων ἐστὶν ἀλλ´ ὑπὲρ ὀνομάτων ἐρίζοντος, φιλοσοφητέον ἡμῖν εἶναι πρόδηλον, εἴπερ Ἱπποκράτους ἀληθῶς ἐσμεν ζηλωταί, κἂν τοῦτο ποιῶμεν, οὐδὲν κωλύει μὴ παραπλησίους ἀλλὰ καὶ βελτίους αὐτοῦ γενέσθαι μανθάνοντας μὲν ὅσα καλῶς ἐκείνῳ γέγραπται, τὰ λείποντα δ´ αὐτοὺς ἐξευρίσκοντας.
|