Diels

HERMANN DIELS

 

DIE FRAGMENTE DER VORSOKRATIKER

27 Phaleas et Hippodamus

 

26 Ion de Chios. 28 Polyclète

Phaleas et Hippodamus.

 

PHALEAS ET HIPPODAMUS

A 1 /1 = Aristotelés, Politica II, 7, 1-2; p. 1266a 36

(1) δοκεῖ γάρ τισι τὸ περὶ τὰς οὐσίας εἶναι μέγιστον τετάχθαι καλῶς· περὶ γὰρ τούτων ποιεῖσθαί φασι τὰς στάσεις πάντας. διὸ Φαλέας ὁ Χαλκηδόνιος τοῦτ᾿ εἰσήνεγκε πρῶτος. φησὶ γὰρ δεῖν ἴσας εἶναι τὰς κτήσεις τῶν πολιτῶν. (2) τοῦτο δὲ κατοικιζομέναις μὲν εὐθὺς οὐ χαλεπὸν ὤιετο ποιεῖν, τὰς δ᾿ ἤδη κατοικουμένας ἐργωδέστερον μέν, ὅμως δὲ τάχιστ᾿ ἂν ὁμαλισθῆναι τῶι τὰς προῖκας τοὺς μὲν πλουσίους διδόναι μὲν λαμβάνειν δὲ μή, τοὺς δὲ πένητας μὴ διδόναι μὲν λαμβάνειν δέ ...

A 1 /2 = Aristotelés, Politica II, 8, 1; p. 1267b 20

περὶ μὲν οὖν τῆς Φαλέου πολιτείας σχεδὸν ἐκ τούτων ἄν τις θεωρήσειεν, εἴ τι τυγχάνει καλῶς εἰρηκὼς ἢ μὴ καλῶς.

A 1 /3 = Aristotelés, Politica II, 8, 1-5; p. 1267b 22

῾Ιππόδαμος δὲ Εὐρυφῶντος Μιλήσιος (ὃς καὶ τὴν τῶν πόλεων διαίρεσιν εὗρε καὶ τὸν Πειραιᾶ κατέτεμεν, γενόμενος καὶ περὶ τὸν ἄλλον βίον περιττότερος διὰ φιλοτιμίαν οὕτως ὥστε δοκεῖν ἐνίοις ζῆν περιεργότερον τριχῶν τε πλήθει καὶ κόσμωι πολυτελεῖ, ἔτι δὲ ἐσθῆτος εὐτελοῦς μὲν ἀλεεινῆς δὲ οὐκ ἐν τῶι χειμῶνι μόνον ἀλλὰ καὶ περὶ τοὺς θερινοὺς χρόνους, λόγιος δὲ καὶ περὶ τὴν ὅλην φύσιν εἶναι βουλόμενος) πρῶτος τῶν μὴ πολιτευομένων ἐνεχείρησέ τι περὶ πολιτείας εἰπεῖν τῆς ἀρίστης. (2) κατεσκεύαζε δὲ τὴν πόλιν τῶι πλήθει μὲν μυρίανδρον, εἰς τρία δὲ μέρη διηιρημένην· ἐποίει γὰρ ἓν μὲν μέρος τεχνίτας, ἓν δὲ γεωργούς, τρίτον δὲ τὸ προπολεμοῦν καὶ τὰ ὅπλα ἔχον· διήιρει δ᾿ εἰς τρία μέρη τὴν χώραν, τὴν μὲν ἱερὰν τὴν δὲ δημοσίαν τὴν δ᾿ ἰδίαν· ὅθεν μὲν τὰ νομιζόμενα ποιήσουσι πρὸς τοὺς θεοὺς ἱεράν, ἀφ᾿ ὧν δ᾿ οἱ προπολεμοῦντες βιώσονται κοινήν, τὴν δὲ τῶν γεωργῶν ἰδίαν. ὤιετο δ᾿ εἴδη καὶ τῶν νόμων εἶναι τρία μόνον· περὶ ὧν γὰρ αἱ δίκαι γίνονται, τρία ταῦτ᾿ εἶναι τὸν ἀριθμόν, ὕβριν βλάβην θάνατον. (3) ἐνομοθέτει δὲ καὶ δικαστήριον ἓν τὸ κύριον, εἰς ὃ πάσας ἀνάγεσθαι δεῖν τὰς μὴ καλῶς κεκρίσθαι δοκούσας δίκας. τοῦτο δὲ κατεσκεύαζεν ἔκ τινων γερόντων αἱρετῶν. τὰς δὲ κρίσεις ἐν τοῖς δικαστηρίοις οὐ διὰ ψηφοφορίας ὤιετο γίνεσθαι δεῖν, ἀλλὰ φέρειν ἕκαστον πινάκιον, ἐν ὧι γράφειν, εἰ καταδικάζοι ἁπλῶς, τὴν δίκην, εἰ δ᾿ ἀπολύοι ἁπλῶς, κενόν (sc. φέρειν), εἰ δὲ τὸ μὲν τὸ δὲ μή, τοῦτο διορίζειν. νῦν γὰρ οὐκ ὤιετο νενομοθετῆσθαι καλῶς· ἀναγκάζειν γὰρ ἐπιορκεῖν ἢ ταῦτα ἢ ταῦτα δικάζοντας. (4) ἔτι δὲ νόμον ἐτίθει περὶ τῶν εὑρισκόντων τι τῆι πόλει συμφέρον ὅπως τυγχάνωσι τιμῆς, καὶ τοῖς παισὶ τῶν ἐν τῶι πολέμωι τελευτώντων ἐκ δημοσίου γίνεσθαι τὴν τροφήν, ὡς οὔπω τοῦτο παρ᾿ ἄλλοις νενομοθετημένον· ἔστι δὲ καὶ ἐν ᾿Αθήναις οὗτος ὁ νόμος νῦν καὶ ἐν ἑτέραις τῶν πόλεων. τοὺς δ᾿ ἄρχοντας ὑπὸ τοῦ δήμου αἱρετοὺς εἶναι πάντας· δῆμον δ᾿ ἐποίει τὰ τρία μέρη τῆς πόλεως· τοὺς δ᾿ αἱρεθέντας ἐπιμελεῖσθαι κοινῶν καὶ ξενικῶν καὶ ὀρφανικῶν. (5) τὰ μὲν οὖν πλεῖστα καὶ τὰ μάλιστα ἀξιόλογα τῆς ῾Ιπποδάμου τάξεως ταῦτ᾿ ἐστίν.

A 2 = Aristotelés, Politica Η 11; p. 1330b 21

ἡ δὲ τῶν ἰδίων οἰκήσεων διάθεσις ἡδίων μὲν νομίζεται καὶ χρησιμωτέρα πρὸς τὰς ἄλλας πράξεις, ἂν εὔτομος ἦι κατὰ τὸν νεώτερον καὶ τὸν ῾Ιπποδάμειον τρόπον, πρὸς δὲ τὰς πολεμικὰς ἀσφαλείας τοὐναντίον ὡς εἶχον κατὰ τὸν ἀρχαῖον χρόνον.

A 3 = Hésychios, Lexicon s.v. ῾Ιπποδάμου νέμησις

῾Ιπποδάμου νέμησις· τὸν Πειραιᾶ ῾Ιππόδαμος Εὐρυφῶντος παῖς ὁ καὶ μετεωρολόγος διεῖλεν ᾿Αθηναίοις. οὗτος δὲ ἦν καὶ ὁ μετοικήσας εἰς Θουριακοὺς Μιλήσιος ὤν.

A 4 /1 = Harpokratión Gramm., Lexicon in decem oratores Atticos, Dindorf; s.v. ῾Ιπποδάμεια·

Δημοσθένης ἐν τῶι πρὸς Τιμόθεον (49, 22) ἀγοράν φησιν εἶναι ἐν Πειραιεῖ καλουμένην ῾Ιπποδάμειαν ἀπὸ ῾Ιπποδάμου Μιλησίου ἀρχιτέκτονος τοῦ οἰκοδομησαμένου τοῖς ᾿Αθηναίοις τὸν Πειραιᾶ.

A 4 /2 = Bekk. Anecd. I, 266, 28

῾Ιπποδάμεια <ἢ ῾Ιπποδάμειος> ἀγορά· τόπος ἐν τῶι Πειραιεῖ ἀπὸ ῾Ιπποδάμου Μιλησίου ἀρχιτέκτονος ποιήσαντος ᾿Αθηναίοις τὸν Πειραιᾶ καὶ κατατεμόντος τῆς πόλεως τὰς ὁδούς.

A 4 /3 = Schol. Aristoph Equ. 327

᾿ὁ δ᾿ ῾Ιπποδάμου᾿·

οὗτος ἐν Πειραιεῖ κατώικει καὶ οἰκίαν εἶχεν ἥνπερ ἀνῆκε δημοσίαν εἶναι. καὶ πρῶτος αὐτὸς τὸν Πειραιᾶ κατὰ τὰ Μηδικὰ (!) συνήγαγεν ... καὶ οἱ μὲν αὐτόν φασι Θούριον, οἱ δὲ Σάμιον, οἱ δὲ Μιλήσιον.

A 5 /1 = Strabón, Geographica XIV, 654

ἡ δὲ νῦν πόλις ἐκτίσθη κατὰ τὰ Πελοποννησιακὰ ὑπὸ τοῦ αὐτοῦ ἀρχιτέκτονος, ὥς φασιν, ὑφ᾿ οὗ καὶ ὁ Πειραιεύς.

A 5 /2 = Diodóros Sik., Bibliotheca historica XIII, 75 (Ol. 93, 1= -408)

οἱ δὲ τὴν ῾Ρόδον νῆσον κατοικοῦντες καὶ ᾿Ιαλυσὸν καὶ Λίνδον καὶ Κάμιρον μετωικίσθησαν εἰς μίαν πόλιν τὴν νῦν καλουμένην ῾Ρόδον.