EUSÈBE DE CÉSARÉE

DÉMONSTRATION ÉVANGÉLIQUE - Εὐαγγελικῆς Ἀποδείξεως

LIVRE I. CHAPITRES VII à X

Chapitres I à VI - livre II

 

EUSÈBE

 DÉMONSTRATION ÉVANGÉLIQUE

LIVRE I

Εὐαγγελικῆς Ἀποδείξεως
 

 

  ζʹ. Πῶς ὁ Χριστὸς τὰ παρὰ Μωσεῖ πρότερον ἐκτελέσας καινῆς καὶ νέας εἰσαγωγεὺς κατέστη πολιτείας.

Νυνὶ δὲ πάντα κατὰ τὸν Μωσέως νόμον πεπολιτευμένος τοῖς ἀποστόλοις αὐτοῦ κέχρηται διακόνοις τῆς καινῆς αὐτοῦ νομοθεσίας, ὁμοῦ μὲν καὶ τὰ Μωσέως οὐκ ἀλλότρια οὐδ´ ἐχθρὰ τῆς οἰκείας θεοσεβείας ἡγεῖσθαι δεῖν διδάξας, ὁμοῦ δὲ καὶ αὐθέντης καὶ εἰσηγητὴς νέας καὶ σωτηρίου πᾶσιν ἀνθρώποις καταστὰς νομοθεσίας, ὡς μηδαμῶς εἰς τὰ Μωσεῖ δοκοῦντα παρανομῆσαι αὐτόν, τέλος δ´ ἐκείνοις ἐπιθεῖναι πρότερον, καὶ πληρωτὴν αὐτῶν γενέσθαι, καὶ οὕτως ἐπὶ τὴν αὐθεντίαν τοῦ κατὰ τὸ εὐαγγέλιον νόμου παρεληλυθέναι. Καὶ τοῦτον ἀκουστέον αὐτοῦ λέγοντος τὸν τρόπον· « Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι ». Εἰ μὲν γὰρ παραβάτης τοῦ Μωσέως νόμου κατέστη, κἂν εὐλόγως ἐνομίσθη λύειν αὐτὸν καὶ παρανομεῖν· φαῦλος δέ τις καὶ παράνομος πεφυκὼς οὐκ ἂν ἐπιστεύθη αὐτὸς εἶναι ὁ Χριστός. Λύων δὲ τὰ Μωσέως πῶς ἂν ἐνομίσθη αὐτὸς ὑπάρχειν ὁ ὑπὸ Μωσέως καὶ τῶν προφητῶν κατηγγελμένος; πῶς δ´ ἂν ἔσχεν τὸ ἀξιόπιστον καινῆς νομοθεσίας; ἔδοξε γὰρ ἂν εἰκότως τῆς παρανομίας χάριν ἐπὶ τὴν καινοτομίαν ἐληλυθέναι, φεύγων τὴν ἐπὶ ταῖς παρανομίαις τιμωρίαν.

Νῦν δὲ μηδὲν μηδαμῶς τῶν ἐν τῷ νόμῳ λύσας, πληρωτὴς δ´ αὐτῶν γενόμενος καὶ τέλειος, ὡς ἄν τις εἴποι, κατὰ Μωσέα, ἐπεὶ μηκέτι τοῖς λοιποῖς ἔθνεσιν δυνατὸν ἦν ἐφαρμόζειν τὰ παρὰ Μωσεῖ νόμιμα διὰ τὰς προδηλωθείσας αἰτίας, (χρῆν δὲ δήπου φιλανθρωπίᾳ τοῦ παναγάθου τῶν ὅλων θεοῦ « Πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν ») τὰ κατάλληλα καὶ ἁρμόδια τοῖς πᾶσιν ἐνομοθέτησεν, οὐκ ἂν φθονήσας καὶ τὰ Μωσέως διὰ τῶν ἀποστόλων αὐτοῦ πᾶσιν ἀνθρώποις καταγγεῖλαι, εἰ μὴ τὸ ἀδύνατον ἐμποδὼν ἦν, ὡς διδάσκει λέγων ὁ ἀπόστολος· « Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει, ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας » καὶ τὰ ἑξῆς· ἀδύνατον δὲ πᾶσιν δή που τοῖς ἔθνεσιν ὑπάρχειν τρὶς τοῦ ἔτους ἀπαντᾶν εἰς Ἱεροσόλυμα κατὰ τὸν Μωσέως νόμον, καὶ ἀπὸ τῶν περάτων τῆς οἰκουμένης τὴν ἀπὸ λέχους γυναῖκα σπεύδειν αὐτόθι τὰ καθάρσια ἀποθησομένην, καὶ ἄλλα μυρία ἃ καὶ ἑαυτῷ τις ἐπὶ σχολῆς ἀναλέξαιτο ἄν. Ἐπειδὴ τοίνυν ταῦτα οὐδὲ βουλομένοις δυνατὰ ἦν τοῖς ἀπῳκισμένοις τῆς Ἰουδαίας ἔθνεσιν φυλάττειν, εἰκότως μηδὲν τούτων δι´ ἑαυτοῦ λύσας ὁ σωτὴρ καὶ κύριος ἡμῶν, πληρωτὴς δὲ γενόμενος τῶν ἐν τῷ νόμῳ, καὶ πίστιν παρασχὼν τοῖς ὁρῶσιν ὡς ἄρα αὐτός ἐστιν ὁ Χριστὸς τοῦ θεοῦ, ὁ πρὸς τῶν παρὰ Ἰουδαίοις πάλαι γενομένων προφητῶν μεμαρτυρημένος, μετὰ ταῦτα πᾶσι τοῖς ἔθνεσι τὰ ἁρμόδια παραγγέλματα διὰ τῶν οἰκείων μαθητῶν προβέβληται. Ἔνθεν καὶ ἡμεῖς τὸ μὲν ἰουδαΐζειν παρῃτήμεθα, ὡς ἡμῖν μὴ νενομοθετημένον μηδ´ ἐφαρμόζειν τοῖς ἔθνεσι δυνάμενον, τὰς δὲ παρὰ Ἰουδαίοις προφητείας ἀσμένως κατεδεξάμεθα, ὡς ἂν τὰς περὶ ἡμῶν περιεχούσας προρρήσεις. Ὁ δέ γε σωτὴρ καὶ διδάσκαλος ἡμῶν καὶ ἄλλως πληρωτὴς ὑπάρχει τοῦ Μωσέως νόμου καὶ τῶν μετ´ αὐτὸν προφητῶν. Ἐπειδὴ γὰρ τοῖς τεθεσπισμένοις τὰ τῶν συμπερασμάτων ἔλιπεν τά τε τῶν λόγων ἀποτελέσματα, χρῆν δήπου καὶ τούτων αὐτῶν πληρωτὴν αὐτὸν γενέσθαι, οἷον, ὡς ἐπὶ παραδείγματος, ἡ μὲν παρὰ Μωσεῖ φησιν προφητεία· « Προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ὑμῶν, ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν εἴπῃ ὑμῖν ὁ προφήτης ἐκεῖνος ». Τοῦτο δὴ τὸ λεῖπον ἀπεπλήρου δεύτερος μετὰ Μωσέα νομοθέτης ἀναφανεὶς ἀνθρώποις τῆς ἀληθοῦς εὐσεβείας τοῦ τῶν ὅλων θεοῦ.

Τὸ γὰρ μὴ ἁπλῶς φάσκειν Μωσέα προφήτην ἀναστήσεσθαι, ἀλλὰ μετὰ προσθήκης τῆς ὡς αὐτόν· « Προφήτην γὰρ ὑμῖν ἀναστήσει, φησίν, κύριος ὁ θεὸς ὑμῶν, ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε », τί ἕτερον ἐδήλου ἢ ὅτι αὐτῷ Μωσεῖ παρισωμένος τις ἔμελλεν 〈γενέσθαι〉 ὁ θεσπιζόμενος;  Μωσῆς δὲ νομοθέτης εὐσεβείας ἦν τοῦ ἐπὶ πάντων θεοῦ. Οὐκοῦν καὶ τὸν προφητευόμενον, ὅσπερ ἔμελλεν ὅμοιος γενήσεσθαι Μωσεῖ, νομοθέτην ἐκείνῳ παραπλήσιον φῆναι εἰκὸς ἦν. Μυρίων γοῦν μετὰ ταῦτα προφητῶν μετὰ Μωσέα γεγονότων, οὐδεὶς ὅμοιος Μωσεῖ μεμαρτύρηται· πάντες γὰρ εἰς ἐκεῖνον ἀνέπεμπον τοὺς ἀκροωμένους. Μαρτυρεῖ δ´ οὖν ἡ γραφὴ ὅτι οὐκ ἐγήγερται προφήτης ὅμοιος Μωσεῖ· οὔτε οὖν Ἱερεμίας οὔτε Ἡσαΐας οὔτε τις ἕτερος τῶν προφητῶν ὅμοιος αὐτῷ ἂν εἴη, ἐπειδὴ μηδὲ εἷς τούτων νομοθέτης ἀναδέδεικται. Προσδοκωμένου τοίνυν τοῦ κατὰ Μωσέα μέλλοντος ἀναστήσεσθαι προφήτου τε καὶ νομοθέτου, παρῆν οὗτος Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ, νομοθετῶν πᾶσι τοῖς ἔθνεσι καὶ τὰ ὑπὲρ νόμον διαπραττόμενος. Τὸ γάρ· « Ἐλέχθη τοῖς ἀρχαίοις, οὐ μοιχεύσεις, ἐγὼ δὲ λέγω ὑμῖν μη〈δὲ〉 ἐπιθυμεῖν », καὶ τὸ « Ἐλέχθη τοῖς ἀρχαίοις· οὐ φονεύσεις, ἐγὼ δὲ λέγω ὑμῖν μηδὲ ὀργίζεσθαι », καὶ τό· « Μηκέτι ἐν Ἱεροσολύμοις, ἀλλ´ ἐν παντὶ τόπῳ προσκυνεῖν », καὶ τὸ μὴ λιβανωτῷ καὶ θυσίαις, « Ἐν πνεύματι δὲ καὶ ἀληθείᾳ θρησκεύειν », καὶ ὅσα τοιαῦτα ἐν τῇ αὐτοῦ φέρεται διδασκαλίᾳ, πανσόφου ἦν ἄντικρυς καὶ τελειοτάτου νομοθέτου.  Διὸ καὶ οἱ ἀκροώμενοι « ἐξεπλήττοντο », φησὶν ἡ θεία γραφή, ὅτι ἐδίδασκεν αὐτοὺς « ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς αὐτῶν καὶ οἱ Φαρισαῖοι ». Καὶ τοῦτο τοίνυν τὸ λεῖπον τῇ Μωσέως προφητείᾳ λόγιον ἀπεπλήρου, ὡσαύτως δὲ καὶ τὰ λοιπὰ τῶν προφητειῶν τῶν περὶ αὐτοῦ καὶ περὶ τῆς τῶν ἐθνῶν κλήσεως θεσπίσματα. Γέγονε τοίνυν πληρωτὴς τοῦ νόμου καὶ τῶν προφητῶν, τὰς περὶ ἑαυτοῦ προρρήσεις εἰς πέρας ἀγαγών· καὶ μέχρι μὲν αὐτοῦ στήσας τὸν πρότερον νόμον, ἀρχηγὸς δὲ ἀναφανεὶς δευτέρου τοῦ τοῖς πᾶσιν ἔθνεσι κατηγγελμένου τῆς καινῆς διαθήκης νόμου, ὡς ὁμοῦ « νόμου καὶ ἀρχῆς » αἴτιον καταστῆναι τῶν δυεῖν ὑποθέσεων, ἰουδαϊσμοῦ λέγω καὶ χριστιανισμοῦ,

ὃ καὶ αὐτὸ θαυμάζειν ἄξιον 〈κατὰ〉 τὴν θείαν πρόρρησιν ὧδέ πως ἀναφωνοῦσαν· « Ἰδού, τίθημι ἐν Σιὼν λίθον ἐκλεκτόν, ἀκρογωνιαῖον, ἔντιμον· καὶ ὁ πιστεύων εἰς αὐτὸν οὐ καταισχυνθήσεται ». Τίς δ´ ἂν εἴη ἀκρογωνιαῖος ἢ οὗτος ὁ ζῶν καὶ πολυτίμητος λίθος μίαν ἐκ δυεῖν οἰκοδομῶν ὑποστησάμενος διὰ τῆς αὐτοῦ διδασκαλίας; τὴν γὰρ Μωσέως μέχρις αὐτοῦ παραταθεῖσαν στήσας, ἐκ θατέρου μέρους τὴν ἡμετέραν ἐπισυνῆψεν τὴν κατὰ τὸ εὐαγγέλιον οἰκοδομήν.  Ὅθεν εἰκότως ἀκρογωνιαῖος ὠνόμασται. Καὶ ἐν ψαλμοῖς δὲ εἴρηται· « Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας. Παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν ». Ἔνθα σαφῶς τὸ λόγιον καὶ τὴν ἐκ τοῦ Ἰουδαίων ἔθνους ἐπιβουλήν, ἣν πέπονθεν ὁ θεσπιζόμενος, διεσάφησεν, ἀποδοκιμασθῆναι μὲν αὐτὸν πρὸς τῶν τὸν παλαιὸν τοῖχον οἰκοδομούντων. Γραμματέων τινῶν καὶ Φαρισαίων ἀρχιερέων τε καὶ πάντων τῶν παρὰ Ἰουδαίοις ἀρχόντων, φῆναν, πλὴν ἀλλὰ μετὰ τὴν ἐξ ἐκείνων ἀτιμίαν καὶ ἀποβολὴν θεσπίσαν αὐτὸν « γενήσεσθαι εἰς κεφαλὴν γωνίας », ἀρχηγὸν καταστάντα τῆς καινῆς διαθήκης ἀκολούθως ταῖς ἀποδοθείσαις θεωρίαις.

Οὐκοῦν ἀποστάντες ἡμεῖς ἑλληνισμοῦ οὐκ ἐπὶ ἰουδαϊσμὸν καταπεπτώκαμεν, οὐδὲ ἀποδεχόμενοι τὸν Μωσέως νόμον καὶ τοὺς Ἑβραίων προφήτας, μὴ βιοῦντες δὲ ἰουδαϊκῶς ἀλλὰ κατὰ τὴν πρὸ Μωσέως τῶν θεοφιλῶν ἀνδρῶν πολιτείαν, πταίοιμεν ἄν. Κἀν τούτῳ γὰρ Μωσέα καὶ τοὺς μετ´ αὐτὸν προφήτας ἀληθεύοντας ἀποδείκνυμεν, τὸν ὑπ´ αὐτῶν προκεκηρυγμένον Χριστὸν ἀποδεχόμενοι καὶ τούτου τοῖς νόμοις πειθόμενοι, κατ´ ἴχνος τε τῆς αὐτοῦ διδασκαλίας βαίνειν δι´ εὐχῆς τιθέμενοι, αὐτῷ Μωσεῖ κἀν τούτῳ τὰ φίλα ποιοῦντες· ὃς προειπὼν ὅτι « Προφήτην ἀναστήσει κύριος ὁ θεὸς » ὅμοιον αὐτῷ ἐπιλέγει· « Πᾶσα δὲ ψυχὴ ἥτις μὴ ἀκούσεται τοῦ προφήτου ἐκείνου ἐξολοθρευθήσεται ἐκ τοῦ γένους αὐτῆς ».  Αὐτίκα Ἰουδαῖοι, μὴ παραδεξάμενοι τὸν προφήτην μηδ´ ἐπακούσαντες αὐτοῦ τοῖς ἁγίοις λόγοις, ἔσχατον ὑπέμειναν ὄλεθρον ἀκόλουθα τῇ προρρήσει πεπονθότες. Οὔτε γὰρ τὸν Χριστοῦ νόμον τὸν τῆς καινῆς διαθήκης κατεδέξαντο, οὔτε τὰ Μωσέως παραγγέλματα δίχα παρανομίας οἷοί τε ἂν εἶεν φυλάσσειν· διὸ καὶ τῇ Μωσέως ὑποβέβληνται κατάρᾳ, τῷ μηδὲ δυνατὸν αὐτοῖς εἶναι τὰ παρὰ Μωσεῖ νενομοθετημένα συντελεῖν, περιῃρημένης αὐτῶν τῆς μητροπόλεως, καὶ ἀποκεκλεισμένης τῆς μόνον αὐτόθι συγκεχωρημένης ἐπιτελεῖσθαι Μωσαϊκῆς θρησκείας. Ἡμεῖς δὲ τὸν ὑπὸ Μωσέως καὶ τῶν λοιπῶν προφητῶν κατηγγελμένον ἀποδεξάμενοι καὶ τούτῳ πείθεσθαι δι´ εὐχῆς ποιούμενοι πληρωταὶ ἂν εἴημεν τῆς Μωσέως παραγγελίας, δι´ ἧς ἔφησεν· « Αὐτοῦ ἀκούσεσθε. Πᾶσα δὲ ψυχὴ ἥτις δ´ ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου ἐξολοθρευθήσεται ἐκ τοῦ γένους αὐτῆς ». Τίνα δὲ διετάξατο ὁ προφήτης ὧν ἐπακούειν χρεών, μικρῷ πρόσθεν ἀκηκόαμεν· τὰ πάνσοφα καὶ ἐντελῆ καὶ οὐράνια παραγγέλματα, ἃ δὴ οὐκ « ἐν πλαξὶ λιθίναις » Μωσεῖ παραπλησίως, οὐδέ γε μέλανι καὶ χάρταις ἠξίωσεν παραθέσθαι, ψυχαῖς δὲ κεκαθαρμέναις καὶ νοερὰν οὐσίαν κεκτημέναις τῶν αὐτοῦ φοιτητῶν· ἐν αἷς ἐγγράψας τοὺς τῆς καινῆς διαθήκης νόμους ἔργοις ἀπεπλήρου τὴν φήσασαν διὰ Ἱερεμίου προφητείαν· « Διαθήσομαι διαθήκην καινήν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν. Ὅτι αὕτη ἡ διαθήκη ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραήλ, διδοὺς νόμους μου εἰς διάνοιαν αὐτῶν, καὶ ἐπὶ τὴν καρδίαν αὐτῶν γράψω αὐτούς, καὶ ἔσομαι αὐτῶν θεός, καὶ αὐτοὶ ἔσονταί μου λαός »
 

CHAPITRE VII.

C'est après avoir observé les traditions de Moïse, que le Christ a institué une loi toute nouvelle.

Après s'être soumis à tous les préceptes de Moïse, le Sauveur choisit les apôtres pour être ministres de la nouvelle alliance, nous apprenant ainsi que la loi de Moïse n'était ni en contradiction avec la sienne, ni opposée à ses préceptes, et il s'offrit aux hommes comme auteur et introducteur d'une loi nouvelle et salutaire. Ainsi il ne parut jamais transgresser les lois de Moïse, mais il y mit fin ; il leur donna leur parfait accomplissement, et acquit ainsi le droit d'établir la loi évangélique. Voici quelles étaient ses paroles à ce sujet: Je ne suis pas venu détruire la loi ni les prophètes, mais les accomplir (Matth. V, 17 ). Or, s'il eût violé la loi de Moïse, il  eût passé avec justice pour la détruire et la transgresser. S'il eût été contempteur et transgresseur, jamais il n'eut été reconnu pour le Christ. S'il se fût soustrait aux ordonnances du législateur, se fut-on imaginé qu'il fût le libérateur prédit par Moïse et les prophètes? Quelle autorité eût-il acquis pour faire embrasser la nouvelle loi? Il eût semblé ne publier son alliance que pour échapper aux châtiments des transgresseurs.

Or, après n'avoir dérogé en rien à la loi, après s'être montré fidèle observateur, et s'être perfectionné, pour ainsi dire, conformément aux préceptes de Moïse, comme les nations ne pouvaient se plier à ces lois pour les raisons que nous avons exposées, et que la charité du Dieu plein de bonté voulait sauver tous les hommes et les amener à la connaissance de la vérité, Jésus-Christ sanctionne ceux des préceptes de Moïse qui pouvaient convenir à tous ; car il n'eût pas craint .d'envoyer ses disciples enseigner à l'univers les lois de Moïse, si elles n'eussent pas présenté des impossibilités, comme l'Apôtre nous l'apprend : « Car ce qui était impossible à la loi, dans sa faiblesse, Dieu, en envoyant son Fils revêtu de la ressemblance de la chair de péché, etc. » ( Rom., VIII, 3). En effet, il était impossible aux nations de se rendre trois fois par an à Jérusalem, à la femme délivrée de venir des extrémités de la terre, présenter à l'autel une offrande de purification, et ainsi de mille circonstances que l'on peut remarquer. Puis donc que les ordonnances n'étaient pas praticables aux nations éloignées, malgré leur disposition favorable, quelle ne fut pas la sagesse de notre Sauveur et Seigneur qui, après avoir pratiqué la loi, l'avoir accomplie en tous ses points, et avoir rempli ceux qui le voyaient, de la foi qu'il était le Christ de Dieu, annoncé jadis par les projetés, envoya ses disciples annoncer aux nations des préceptes plus faciles? Aussi rejetons-nous le judaïsme, parce qu'il ne nous est pas praticable et ne peut convenir aux nations ; mais nous recevons volontiers les saints oracles de la main des Juifs, parce qu'ils renferment les prophéties qui nous concernent. Du reste il est reconnu que notre Sauveur et maître a accompli la loi de Moïse et des prophètes qui l'ont suivi ; car puisqu'il fallait que les oracles sacrés s'accomplissent et que les prophéties se réalisassent, il dut leur donner leur consommation. Par exemple, il se trouve dans les écrits de Moïse une prophétie ainsi conçue : Le Seigneur votre Dieu vous enverra un prophète comme moi; vous l'écouterez en tout ce qu'il vous enseignera ( Deut., XVIII, 15 ). Cette parole fut accomplie par le second législateur qui vint apprendre aux hommes le vrai culte, du Dieu de l'univers.

Moïse ne dit pas simplement: Il viendra un prophète, mais il ajoute: comme moi : «Le Seigneur votre Dieu, dit-il, vous enverra un prophète comme moi, écoutez-le. » Que laisse-t-il à entendre, sinon que celui qu'il présage lui sera égal. Or, Moïse enseigna le vrai culte du Dieu suprême ; donc ce prophète annoncé comme devant être semblable Moïse donnera des préceptes de même genre : mais de tous les prophètes qui ont parlé après Moïse, nul ne lui a été comparé ; tous au contraire renvoyaient au saint législateur ceux qui les écoutaient. L'Écriture nous atteste qu'il ne s'est point élevé de prophète semblable à Moïse. Ainsi donc ni Jérémie, ni Isaïe, ni quelque autre des prophètes ne fut comme lui, puisque aucun n'a donné de préceptes ni de lois. Tandis que l'on vivait dans l'attente de la venue du prophète annoncé par Moïse, lé Christ de Dieu, Jésus, parut et apporta aux nations une loi supérieure à celle des Juifs ; car il a été dit aux anciens: Vous ne commettrez point d'adultère ; « et moi, je vous dis de ne point convoiter; il a été dit aux anciens : Vous ne tuerez point ; et moi je vous dis de ne pas vous mettre en colère » (Matth., V, 27). Ce n'est plus à Jérusalem seulement, c'est en tout lieu qu'il faut adorer; ce n'est plus avec l'encens et les sacrifices qu'il faut honorer Dieu, mais c'est en esprit et en vérité. Toutes les autres paroles semblables contenues en sa doctrine sont d'un maître souverainement sage et parfait. Aussi, nous dit la divine Écriture, ceux qui l'écoutaient étaient-ils saisis d'admiration, car il les enseignait comme ayant puissance, et non comme les scribes et les pharisiens (Matth, VII, 29). Ainsi fut accomplie la prophétie de Moïse ; ainsi les oracles des prophètes sur le Messie et la vocation des Gentils eurent-ils leur consommation. Jésus-Christ acheva la loi et les prophètes en accomplissant leurs prédictions; après avoir établi la première loi jusqu'à sa venue, il parut en publiant la loi de la nouvelle alliance promise aux nations, de sorte qu'il est véritablement la source de l'autorité des deux Testaments du judaïsme et du christianisme.

La prophétie divine est admirable: «Voici que j'établirai dans Sion une pierre choisie, angulaire et précieuse. Celui qui croit en elle ne sera pas confondu » (Is., XXVIII, 16). Or quelle est cette pierre angulaire, sinon la pierre vivante et précieuse qui soutient les deux alliances réunies en une seule par sa doctrine? Car tandis qu'il affermit l'édifice de Moïse, qui devait subsister jusqu'à sa venue, il y joint encore notre édifice évangélique. Ainsi mérite-t-il d'être nommé la pierre angulaire. On lit encore dans les psaumes: « La pierre que les architectes avaient rejetée est devenue la pierre de l'angle. Ici est l'œuvre du Seigneur et la merveille pour tous les yeux »(Ps. CXVII, 22). Cet oracle prédit aussi les complots auxquels le Messie sera exposé de la part des Juifs ; il devait être rejeté par ceux qui construisaient l'ancien édifice, par les scribes, les pharisiens, les princes es prêtres et les chefs des Juifs. Mais après ces mépris et ce refus qu'en firent lès Juifs, il sera la pierre de l'angle, le chef et l'auteur du Nouveau Testament, suivant ce que nous avons dit plus haut.

Ainsi, quand nous avons rejeté les erreurs des Grecs, nous ne sommes pas tombés dans le judaïsme; et si nous avons reçu la loi de Moïse, et les prophètes des Hébreux, quoique nous ne conformions pas notre vie à celle des Juifs, mais que nous imitions la conduite des fidèles qui ont précédé le saint législateur, nous n'avons point failli. Nous montrons même que Moïse et les prophètes qui lui ont succédé ont dit vrai, lorsque nous recevons le Christ qu'ils ont prédit, lorsque nous obéissons à ses lois et que nous désirons marcher dans les sentiers de ses commandements, dociles a la voix de Moïse et à celle du Christ. Le saint législateur dit en effet : « Quiconque n'écoutera pas ce prophète périra du milieu de son peuple. » Aussi les Juifs qui ne reçurent pas le prophète, et ne furent pas dociles à ses salutaires conseils, furent frappés du plus terrible châtiment, en exécution de la prophétie. En effet, ils ne voulurent pas recevoir la loi du Christ en la nouvelle alliance, et ils ne pouvaient observer les préceptes de Moïse qu'au mépris de la loi. C'est pourquoi ils ont été frappés de l'anathème de leur législateur, parce qu'il leur était impossible de suivre ses ordonnances, après la destruction de leur métropole» sur le lieu désigné pour célébrer leur culte. Mais nous qui recevons le Christ annoncé par Moïse et les prophètes, et désirons suivre ses voies, nous avons obéi à l'ordre du chef des Hébreux : « Écoute-le ; quiconque n'écoutera pas ce prophète, périra du milieu de son peuple. » Or, les paroles du prophète, auxquelles il faut être docile, sont ces commandements sages, parfaits et tout divins que nous venons d'entendre, ces préceptes qu'il ne voulut pas écrire sur les tables de pierre de Moïse, ni confier à l'encre et au papier, mais qu'il grava dans les âmes de ses disciples purifiés et rendus capables des choses célestes, Jésus trace ainsi en leur cœur la nouvelle loi, et accomplit les prophéties de Jérémie: « J'établirai une nouvelle alliance, non pas selon l'alliance que j'ai formée avec leurs pères. Voici l'alliance que je ferai avec la maison d'Israël. J'inculquerai ma lui à leur intelligence; je récrirai dans leurs cœurs» et je serai leur Dieu, et ils seront mon peuple. »

 ηʹ. Ὡς εἰς δύο τρόπους ὁ κατὰ τὸν χριστιανισμὸν διῄρηται βίος.

Ἀλλ´ ὁ μὲν ἐν πλαξὶν ἀψύχοις, ὁ δ´ ἐν διανοίαις ζώσαις τὰ τέλεια τῆς καινῆς διαθήκης παραγγέλματα. Οἱ δέ γε αὐτοῦ μαθηταὶ τῷ τοῦ διδασκάλου νεύματι κατάλληλον ταῖς τῶν πολλῶν ἀκοαῖς ποιούμενοι τὴν διδασκαλίαν, ὅσα μὲν ἅτε τὴν ἕξιν διαβεβηκόσι πρὸς τοῦ τελείου διδασκάλου παρήγγελτο, ταῦτα τοῖς οἵοις τε χωρεῖν παρεδίδοσαν, ὅσα δὲ τοῖς ἔτι τὰς ψυχὰς ἐμπαθέσι καὶ θεραπείας δεομένοις ἐφαρμόζειν ὑπελάμβανον, ταῦτα, συγκατιόντες τῇ τῶν πλειόνων ἀσθενείᾳ, τὰ μὲν διὰ γραμμάτων τὰ δὲ δι´ ἀγράφων θεσμῶν φυλάττειν παρεδίδοσαν, ὥστν?ας, οὐδὲ κτῆσιν, οὐδὲ περιουσίας ὕπαρξιν παραδεχόμενον, ὅλον δὲ δι´ ὅλου τῆς κοινῆς καὶ συνήθους ἁπάντων ἀνθρώπων ἀγωγῆς παρηλλαγμένον, καὶ μόνῃ τῇ τοῦ θεοῦ θεραπείᾳ προσῳκειωμένον καθ´ ὑπερβολὴν ἔρωτος οὐρανίου.

Οἱ τόνδε μετιόντες τὸν τρόπον, τὸν θνητῶν βίον τεθνάναι δοκοῦντες, καὶ αὐτὸ μόνον τὸ σῶμα φέροντες ἐπὶ γῆς, φρονήματι δὲ τὴν ψυχὴν εἰς οὐρανὸν μετενηνεγμένοι, οἷά τινες οὐράνιοι τὸν τῶν ἀνθρώπων ἐφορῶσι βίον, ὑπὲρ τοῦ παντὸς γένους ἱερωμένοι τῷ ἐπὶ πάντων θεῷ, οὐ βουθυσίαις καὶ αἵμασιν, οὐδὲ σπονδαῖς καὶ κνίσαις, οὐδ´ αὖ καπνῷ καὶ πυρὸς ἀποβρώσει καὶ σωμάτων φθοραῖς, δόγμασι δὲ ὀρθοῖς ἀληθοῦς εὐσεβείας ψυχῆς τε διαθέσει κεκαθαρμένης, καὶ προσέτι τοῖς κατ´ ἀρετὴν ἔργοις τε καὶ λόγοις· οἷς τὸ θεῖον ἐξιλεούμενοι τὴν ὑπὲρ σφῶν αὐτῶν καὶ τῶν σφίσιν ὁμογενῶν ἀποτελοῦσιν ἱερουργίαν.

Τοιόσδε μὲν οὖν καθέστηκεν ὁ ἐντελὴς τῆς κατὰ τὸν χριστιανισμὸν πολιτείας τρόπος· ὁ δ´ ὑποβεβηκὼς ἀνθρωπινώτερος, οἷος καὶ γάμοις συγκατιέναι σώφροσιν καὶ παιδοποιίαις, οἰκονομίας τε ἐπιμελεῖσθαι, τοῖς κατὰ τὸ δίκαιον στρατευομένοις « τε » τὰ πρακτέα ὑποτίθεσθαι, ἀγρῶν τε καὶ ἐμπορίας καὶ τῆς ἄλλης πολιτικωτέρας ἀγωγῆς μετὰ τοῦ θεοσεβοῦς φροντίζειν, οἷς καὶ ἀσκήσεων καιροὶ μαθητείας τε καὶ τῶν θείων λόγων ἀκροάσεως ἡμέραι ἀφωρίσθησαν.

Καί τις τούτοις δεύτερος εὐσεβείας ἀπενεμήθη βαθμός, κατάλληλον τῷ τοιῳδὶ βίῳ παρέχων τὴν ὠφέλειαν, ὡς μηδένα ἀμοιρεῖν τῆς σωτηρίου ἐπιφανείας, πᾶν δὲ γένος ἀνθρώπων, Ἑλλήνων ὁμοῦ καὶ βαρβάρων, τῆς εὐαγγελικῆς ἀπολαύειν διδασκαλίας.


 

CHAPITRE VIII.

La vie conforme aux préceptes du christianisme offre un double caractère.

Moïse a écrit sa loi sur des tables inanimées ; Jésus-Christ a gravé les préceptes de la nouvelle alliance dans de vivantes intelligences, et ses disciples, guidés par l'esprit de leur maître, proportionnant leurs enseignements aux forces de leurs auditeurs, ne confièrent ce qu'ils avaient appris de leur parfait, docteur, lorsqu'ils furent plus affermis, qu'à ceux qui pouvaient le comprendre ; ce qu'ils jugèrent convenable à des cœurs encore charnels, et qui avaient besoin de soins multipliés, ils le rabaissèrent au niveau de leur faiblesse, le leur offrant tantôt dans leurs écrits, tantôt comme un simple usage, de sorte que dans l'Église du Christ il y eut deux règles de vie. L'une spirituelle et élevée bien au-dessus de la vie ordinaire, évite le mariage, le soin de perpétuer sa race, les biens et les richesses, elle s'éloigne de la vie ordinaire et commune, pour ne s'attacher qu'au culte de Dieu par un transport d'amour pour les choses célestes.

Ceux qui l'ont embrassée, morts à la vie des hommes, ne tenant à la terre que par leurs corps, mais élevés par leurs affections jusque dans le ciel, comme des Dieux, méprisent cette vie mortelle, consacrés qu'ils sont entre les autres hommes au Dieu de l'univers, non par des sacrifices ou l'effusion du sang, par des libations ou l'odeur des victimes, par la forme de feu ou la destruction des corps, mais par les droites croyances du culte de vérité, par les affections d'un cœur pur, par des actions et des discours qu'anime la vertu, lis présentent ces offrandes à la Divinité, et exercent ainsi le sacerdoce pour eux et pour ceux qui partagent leur foi.

Telle est la perfection du christianisme. L'autre règle, moins élevée et plus appropriée à la faiblesse humaine, permet un mariage modeste, la génération, le soin de son bien ; elle indique la voie de la justice à ceux qui sont engagés licitement dans la milice du monde ; elle forme à se livrer avec religion à la culture des champs, au commerce ou aux autres soins de la vie. Pour ceux qui la suivent sont déterminés les moments des pratiques spirituelles, le jour des instructions cl de l'assistance aux prédications.

De la sorte la nouvelle alliance offre à ces derniers un second degré convenable à la vie au'ils mènent, afin que personne ne soil prive de la révélation du salut, et que toute race, les Grecs ou les Barbares, puisse jouir des instructions de l'Evangile.

θʹ. Τί δήποτε μὴ ὁμοίως τοῖς παλαιοῖς καὶ παρ´ ἡμῖν τὰ τῆς πολυπαιδίας σπουδάζεται.

Τούτων ὧδε ἐχόντων ζητήσαι ἄν τις εἰκότως· εἰ δὴ κατὰ τοὺς πάλαι καὶ πρὸ Μωσέως θεοφιλεῖς ἄνδρας τὴν τοῦ σωτῆρος ἡμῶν εὐαγγελικὴν διδασκαλίαν θεοσεβεῖν ὑποτίθεσθαι φαμέν, μίαν τε ἡμῶν τε κἀκείνων εὐσέβειαν καὶ θεοῦ γνῶσιν τὴν αὐτήν, τί δῆτα οἱ μὲν περὶ γάμους καὶ παιδοποιίας πλείστην εἰσῆγον σπουδήν, ἡμῖν δὲ τοῦτο παραμελεῖται τὸ μέρος, καὶ πάλιν οἱ μὲν ταῖς διὰ ζῴων θυσίαις ἐξιλεούμενοι τὸν θεὸν ἀνεγράφησαν, ἡμῖν δὲ καὶ τοῦτο πράττειν ὥς τι τῶν ἀνοσίων ἀπηγόρευται; δύο γὰρ μόνα ταῦτα, οὐ σμικρὸν ἔχοντα λόγον, δόξειεν ἂν τοῖς ὑφ´ ἡμῶν εἰρημένοις ἀντιπίπτειν, ὡς μὴ κατὰ ταῦτα τὸν παλαιὸν σωζόντων τῆς εὐσεβείας τρόπον. Καὶ πρὸς ταῦτ´ οὖν τοιάνδε λύσιν ἐξ αὐτῶν πάρεστιν ἀναλέξασθαι τῶν παρ´ Ἑβραίοις λογίων.  Οἱ μὲν πρὸ Μωσέως ἐπ´ εὐσεβείᾳ μεμαρτυρημένοι ἀρχὴν ἔχοντος τότε καὶ συνισταμένου τοῦ βίου γενέσθαι μνημονεύονται, τὰ δὲ καθ´ ἡμᾶς περὶ τέλος ἐλαύνειν. Διὸ τοῖς μὲν σπουδάζεσθαι τὴν τῶν διαδόχων ἐπίδοσιν εἰς πολυανθρωπίαν, αὔξοντος κατ´ ἐκεῖνο καιροῦ καὶ πληθύοντος εἰς ἀκμήν τε προϊόντος τοῦ τῶν ἀνθρώπων γένους· ἡμῖν δὲ μὴ σφόδρα τι τοῦτο μέλειν, ὡς ἂν ἤδη τῶν πραγμάτων φθινόντων καὶ ἀποληγόντων ἐπὶ πέρας τε ἔσχατον ἐλαυνόντων, διαρρήδην τῆς τοῦ βίου συντελείας πρὸ〈ς〉 τῆς εὐαγγελικῆς διδασκαλίας « ἐπὶ θύραις » ἐλαύνειν λεγομένης, ἀνανεώσεώς τε καὶ παλιγγενεσίας αἰῶνος ἑτέρου ὅσον οὔπω μέλλοντος ἐπιστήσεσθαι προκηρυττομένης.

Μία μὲν οὖν ἀπόδοσις αὕτη· δευτέρα δ´ ἂν εἴη τοιαύτη.

Τοῖς μὲν παλαιοῖς ἀνειμένον καὶ ἐλεύθερον μετιοῦσι βίον οὐδὲν ἦν ἐμποδὼν οἴκου καὶ παίδων προΐστασθαι μετὰ τῆς περὶ τὸ θεῖον σχολῆς, αὐταῖς γαμεταῖς καὶ παισὶ καὶ οἴκοις θεοσεβεῖν ἀπερισπάστως δυναμένοις, καὶ μηδαμῶς ὑπὸ τῶν ἐκτὸς τῆς περὶ τὰ κρείττω προθέσεως ἀποσπωμένοις· τὰ δὲ καθ´ ἡμᾶς μυρία τὰ ἐκτὸς καθέλκοντα καὶ εἰς ἀλλοκότους φροντίδας περισύροντα τῆς τε περὶ τὰ θεῷ ἀρεστὰ σπουδῆς ἀφιστάντα τυγχάνει. Τοῦτο γοῦν αἴτιον εἶναι τῆς τῶν γάμων συστολῆς παρίστησιν ὁ τῆς εὐαγγελικῆς διδασκαλίας λόγος, φάσκων· « Τοῦτο δέ φημι, ἀδελφοί, ὁ καιρὸς συνεσταλμένος ἐστίν. Τὸ λοιπὸν ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσι καὶ οἱ κλαίοντες ὡς μὴ κλαίοντες, καὶ οἱ χαίροντες ὡς μὴ χαίροντες, καὶ οἱ ἀγοράζοντες ὡς μὴ κατέχοντες, καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ ὡς μὴ καταχρώμενοι. Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου· θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι· ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου, πῶς ἀρέσῃ τῷ κυρίῳ· ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσῃ τῇ γυναικί, καὶ μεμέρισται. Καὶ ἡ γυνὴ ἡ ἄγαμος καὶ ἡ παρθένος μεριμνᾷ τὰ τοῦ κυρίου, ἵνα ἀρέσῃ τῷ κυρίῳ, ἵνα ᾖ ἁγία καὶ τῷ σώματι καὶ τῷ πνεύματι, ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσῃ τῷ ἀνδρί. Τοῦτο δὲ πρὸς τὸ ὑμῶν συμφέρον λέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ κυρίῳ ἀπερισπάστως ».

Διαρρήδην γοῦν ἐν τούτοις τὸ αἴτιον τῆς ἀποχῆς τοῦ γάμου παρίστησιν, τὴν τῶν καιρῶν καὶ τῶν ἐκτὸς πραγμάτων ἀβελτερίαν ἐπιμεμψάμενος, ὧν οὐδὲν τοῖς παλαιοῖς προσέπιπτεν.

Καὶ τρίτος δ´ ἂν εἴη παρὰ ταῦτα λόγος, καθ´ ὃν οἱ πάλαι θεοφιλεῖς παιδοποιίας πλείστην ἐποιοῦντο σπουδήν. Τῶν λοιπῶν ἀνθρώπων εἰς κακοτροπίαν ἐπιδόντων, εἰς ἀνήμερόν τε καὶ ἀπάνθρωπον καὶ θηριώδη βίον ἀποπεπτωκότων, εἴς τε ἀσεβῆ παντελῶς καὶ ἄθεον τρόπον ἀπωλισθηκότων, βραχεῖς σφόδρα καὶ ἀριθμῷ ληπτοὶ περιλειπόμενοι κατὰ τὰ πρόσθεν ἡμῖν εἰρημένα τοῦ τῶν πολλῶν ὑπεξίσταντο βίου καὶ τῆς κοινῆς τῶν λοιπῶν ἀνθρώπων συναναστροφῆς. Κεχωρισμένως δ´ οὖν τῶν ἄλλων ἐθνῶν, καὶ κατὰ μόνας βιοῦντες, πολιτείαν ξένην καὶ βίον φιλόσοφον καὶ ὡς ἀληθῶς θεοσεβῆ καὶ τοῖς ἄλλοις ἀνθρώποις ἀνεπίμικτον συνίσταντο. ἵν´ οὖν καὶ τοῖς μετέπειτα τῆς οἰκείας θεοφοβίας ζώπυρον ἐξ αὐτῶν σπέρμα φυλάττοιτο, μηδ´ ἐκλίποι καὶ ἀπόλοιτο ἅμα τῇ τῶν ἀνδρῶν τελευτῇ τὰ τῆς κατ´ αὐτοὺς εὐσεβείας, εἰκότως παιδοποιίας καὶ παιδοτροφίας πρόνοιαν εἰσῆγον, ὡς ἂν διδάσκαλοι καὶ καθηγηταὶ γένοιντο τῶν ἰδίων παίδων, διαδόχους εὐσεβείας καὶ τῆς οἰκείας ἀρετῆς κληρονόμους τοῖς μετέπειτα καταλιπεῖν σπουδαῖον εἶναι ἡγούμενοι. Ἔνθεν μυρίοι προφῆται καὶ δίκαιοι ἄνδρες αὐτός θ´ ὁ σωτὴρ καὶ κύριος ἡμῶν οἵ τε τούτου μαθηταὶ καὶ ἀπόστολοι ἐκ τῆς αὐτῶν διαδοχῆς ἀναπεφήνασιν. Εἰ δέ τινες καὶ φαῦλοι προῆλθον ἐξ αὐτῶν, ὡς ἅμα σίτῳ καλάμης ὑποφυείσης, ἀλλ´ οὔπω τοὺς σπείραντας αἰτιατέον οὐδὲ τοὺς ἀναθρεψαμένους· ἐπεὶ καὶ τῶν τοῦ σωτῆρος μαθητῶν ἴσμεν τινὰς ἐξ αὐτεξουσίου παρατροπῆς ἀποσφαλέντας.

Ἡ μὲν οὖν αἰτία τῆς τῶν πάλαι θεοφιλῶν ἀνδρῶν παιδοποιίας ἀνείρηται, ἣν οὐκέτι ἐφ´ ἡμῶν χώραν ἔχει λέγειν, ὅτε σὺν θεῷ διὰ τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας μυρία ἔθνη καὶ λαοὺς κατά τε πόλεις καὶ χώρας καὶ ἀγροὺς πάρεστιν ἡμῖν ὀφθαλμοῖς ὁρᾶν σπεύδοντα κατὰ τὸ αὐτό, καὶ συντρέχοντα ἐπὶ τὴν κατὰ θεὸν μάθησιν τῆς εὐαγγελικῆς διδασκαλίας· οἷς ἀγαπητὸν δύνασθαι ἐξαρκεῖν τοὺς διδασκάλους καὶ κήρυκας τοῦ τῆς θεοσεβείας λόγου, πάντων ἀπολελυμένους τῶν τοῦ βίου δεσμῶν καὶ τῶν πολυμερίμνων φροντίδων. Μάλιστα δ´ οὖν τούτοις ἀναγκαίως τὰ νῦν διὰ τὴν περὶ τὰ κρείττω σχολὴν ἡ τῶν γάμων ἀναχώρησις σπουδάζεται, ἅτε περὶ τὴν ἔνθεον καὶ ἄσαρκον παιδοποιίαν ἀσχολουμένοις, οὐχ ἑνὸς οὐδὲ δυεῖν παίδων ἀλλ´ ἀθρόως μυρίου πλήθους τὴν παιδοτροφίαν καὶ τὴν κατὰ θεὸν παίδευσιν τῆς τε ἄλλης ἀγωγῆς τοῦ βίου τὴν ἐπιμέλειαν ἀναδεδεγμένοις.

Ἐπὶ τούτοις ἅπασιν εἴ τις ἀκριβῶς ἐξετάζοι τοὺς τῶν παλαιῶν βίους, περὶ ὧν τὸν λόγον ποιούμεθα, γνοίη ἂν αὐτοὺς ἐν ἀρχαῖς μὲν τῆς ἡλικίας παιδοποιουμένους, θᾶττον δὲ ἀνασχόντας καὶ ἀποπεπαυμένους. Γέγραπται γὰρ ὅτι « εὐηρέστησεν Ἐνὼχ τῷ θεῷ μετὰ τὸ γεννῆσαι τὸν Μαθουσαλά »· ἀκριβῶς οὕτω τῆς γραφῆς μετὰ τὴν τοῦ παιδὸς γέννησιν εὐηρεστηκέναι τῷ θεῷ τὸν δηλούμενον ἱστορούσης, καὶ οὐκέτι ἐξ ἐκείνου παῖδας αὐτῷ γενέσθαι μαρτυρούσης. Καὶ Νῶε δὲ ἄνθρωπος δίκαιος μετὰ τὴν τῶν παίδων γένεσιν μόνος σὺν τοῖς οἰκείοις ἐν τῇ τῶν ἐπὶ γῆς ἁπάντων φθορᾷ διασωθείς, πλείστοις μετὰ ταῦτα ἐπιβιοὺς ἔτεσιν, οὐδαμῶς εἰσάγεται παῖδας κτησάμενος. Λέγεται δὲ καὶ ὁ Ἰσαὰκ ἐκ μιᾶς γαμετῆς διδύμου γονῆς πατὴρ γεγονὼς μέχρι τούτου στῆσαι τὴν πρὸς γαμετὴν ὁμιλίαν. Καὶ ὁ Ἰωσήφ, καὶ ταῦτα παρ´ Αἰγυπτίοις τὰς διατριβὰς πεποιημένος, οὐ πλείω δύο παίδων κατέστη πατήρ, μίαν τὴν τούτων μητέρα ἀγόμενος. Καὶ αὐτός γε Μωσῆς ὅ τε τούτου ἀδελφὸς Ἀαρὼν πρὸ μὲν τῆς τοῦ θεοῦ ἐπιφανείας ἱστοροῦνται παιδοπεποιημένοι, μετὰ δὲ τοὺς θείους χρησμοὺς οὐκέτι ἔστιν αὐτοῖς παῖδας εὑρεῖν γεγενημένους. Τί χρὴ λέγειν περὶ Μελχισεδέκ; οὗ καθάπαξ οὐ παῖς, οὐ γένος, οὐ διαδοχὴ φέρεται, οὐδ´ Ἰησοῦ τοῦ Μωσέως διαδόχου, οὐδὲ πλείστων ἄλλων προφητῶν. Ζητουμένης δὲ τῆς κατὰ τὸν Ἀβραὰμ καὶ Ἰακὼβ παιδοποιίας, ἐν ἑτέροις τὸν λόγον σχολαίτερον ἀποδεδώκαμεν, ἐν οἷς περὶ τῆς τῶν πάλαι θεοφιλῶν ἀνδρῶν πολυγαμίας τε καὶ πολυπαιδίας διειλήφαμεν, ἐφ´ ἃ καὶ νῦν τοὺς φιλομαθεῖς ἀναπέμπομεν, τοσοῦτον ἐπισημηνάμενοι, ὅτι καὶ κατὰ τοὺς τῆς καινῆς διαθήκης νόμους οὐ πάμπαν ἀπηγόρευται τὰ τῆς παιδοποιίας, ἀλλὰ κἀν τούτῳ τὰ παραπλήσια τοῖς πάλαι θεοφιλέσιν διατέτακται. Χρῆναι γάρ φησιν ὁ λόγος τὸν ἐπίσκοπον γεγονέναι « Μιᾶς γυναικὸς ἄνδρα ». Πλὴν ἀλλὰ τοῖς ἱερωμένοις καὶ περὶ τὴν τοῦ θεοῦ θεραπείαν ἀσχολουμένοις ἀνέχειν λοιπὸν σφᾶς αὐτοὺς προσήκει τῆς γαμικῆς ὁμιλίας· ὅσοι δὲ μὴ τῆς τοσαύτης ἠξίωνται ἱερουργίας, τούτοις ὁ λόγος καθυφίησιν μονονουχὶ διαρρήδην ἅπασιν κηρύττων, ὅτι δὴ « Τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος, πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ θεός ».

Ταῦτα μὲν οὖν εἰς τὴν πρώτην ἡμῖν εἰρήσθω πρότασιν.

 

CHAPITRE IX.

Pourquoi nous ne songeons pas à multiplier notre race comme le faisaient les anciens.

S'il est vrai, comme nous l'avançons, que la foi évangélique ramène le culte suivi par les patriarches qui ont devancé Moïse  et que nous n'ayons qu'une même croyance et qu'une même connaissance de Dieu, on pourra nous demander pourquoi ceux-ci désiraient si fortement le mariage et la multiplication de leur famille, tandis que nous négligeons entièrement ce soin et pourquoi, tandis qu'il est écrit qu'ils se rendaient le Seigneur propice par l'immolation des victimes, nous évitons les sacrifices comme une impiété. Ces deux difficultés d'un assez grand poids semblent détruire ce que nous venons d'avancer, en montrant qu'en cela nous ne nous conformons pas aux usages de l'ancienne religion. Or, nous pouvons offrir la réponse suivante, tirée des livres des Hébreux et dire : Ceux qui, avant Moïse, ont mérité un illustre témoignage pour leur piété, ont vécu au commencement de la vie et des jours du monde; mais les préceptes qui nous sont donnés tendent à la consommation de toutes choses. Aussi ces saints personnages cherchèrent-ils avec grand soin à augmenter le nombre de .leurs. héritiers ; car le temps accroissait et se développait, et le genre humain avançait jusqu'à la fleur de l'âge. Pour nous, ce n'est plus notre but ; car maintenant toutes choses déclinent et tendent à leur fin, la consommation générale approche; voici la fin de la vie ; l'Évangile est prêché à nos portes, et l'on entend retentir la nouvelle de la rénovation et de la régénération du siècle futur qui approche.

Voilà notre première réponse; en voici une autre.

Ces hommes des premiers jours, dont la vie était sans sollicitudes et libre d'obligations, n'éprouvaient nul obstacle à réunir leur famille et leurs enfants pour se livrer avec recueillement à l'adoration de la Divinité, avec leurs femmes, leurs enfants et leur famille, n'ayant point à craindre d'être distraits d'une si noble occupation par des étrangers, tandis que mille choses extérieures, mille privations étrangères nous assiègent et nous écartent de la pratique continuelle de ce qui plaît à Dieu. Une instruction évangélique nous apprend que tel est le motif de s'abstenir du mariage. « Voici donc ce que je vous dis, mes frères : le temps est court, et ainsi il faut que ceux mêmes qui ont des femmes soient comme n'en ayant point, et ceux qui pleurent, comme ne pleurant point, ceux qui se réjouissent comme ne se réjouissant point, ceux qui achètent comme ne possédant point ; enfin ceux qui usent de ce monde comme n'en usant point ; car la figure de ce monde passe. Je désire vous voir dégagés de soins et d'inquiétudes. Or, celui qui n'est pas marié s'occupe uniquement du soin des choses du Seigneur et de ce qu^l doit faire pour plaire au Seigneur ; mais celui qui est marié s'occupa du soin des choses du monde, et de ce qu'il doit faire pour plaire à sa femme, et ainsi se trouve partagé. De même une femme qui n'est pas mariée et une vierge s'occupent du soin des choses du Seigneur, afin d'être saintes de corps et d'esprit; mais celle qui est mariée s'occupe du soin des choses du monde et de ce qu'elle doit faire pour plaire à son mari. Or, je vous dis cela pour votre avantage, non pour vous dresser un piège, mais pour vous porter à ce qui est plus parfait et qui vous donne un moyen plus facile de prier Dieu sans empêchement (I Cor.. VII, 31).

Eu blâmant les ineptes futilités des circonstances et des choses extérieures, qui n'existaient pas pour les anciens, l'Apôtre fait connaître clairement pourquoi il faut s'abstenir du mariage.

Nous ajouterons une troisième raison de l'ardeur qu'eurent les anciens fidèles de voir multiplier leur race, tandis que les autres hommes se plongeaient dans le mal, que leurs mœurs devenaient cruelles, inhumaines et sauvages, que leur culte dégénérait en impies superstitions, ces hommes de foi, peu nombreux et faciles à compter, s'écartèrent de la vie commune et des usages du reste du monde. Séparés donc des autres nations et vivant loin d'elles, ils instituèrent des usages contraires, une vie conforme à la sagesse et à la vraie religion et sans aucun commerce avec les autres hommes. Afin donc de conserver à ceux qui viendraient après, comme une étincelle sacrée qui ranimât le culte qu'ils suivaient, et pour qu'à leur mort ne périt pas la sainte piété, ils durent former le dessein d'avoir des enfants et de les élever pour être les maîtres et les précepteurs de leur postérité, persuadés de l'obligation de laisser des héritiers de leur piété et de leur religion à ceux qui viendraient dans la suite des temps. C'est d'eux que descendent les nombreux prophètes, les justes, le Sauveur lui-même, ses disciples et ses apôtres. Si quelques-uns de leurs descendants ont été pervers, ainsi que la paille naît avec le bon grain, il ne faut pas accuser ceux qui furent leurs pères et leurs maîtres ; ne savons-nous pas que quelques disciples du Sauveur s'égarèrent par un écart de leur volonté.

Telle est la cause du dessein que formèrent les patriarches pour la multiplication de leur race, cause qui n'existe plus pour nous ; car aujourd'hui, dans les contrées, dans les villes, dans les campagnes, nous voyons de nos yeux une multitude de nations, des peuples innombrables entraînés par la grâce de Dieu à la lumière de l'Évangile, et animés du même esprit, s'empresser d'acquérir la connaissance de Dieu par les lumières de l'Évangile ; de sorte que les docteurs et les prédicateurs de la parole de vie peuvent à peine suffire, quoique dégagés de tout lien de la vie et de toute sollicitude. Or, l'affranchissement du lien du mariage les oblige à se livrer à des biens plus élevés, parce qu'ils préparent une naissance spirituelle et divine,et qu'ils sont chargés non pas de deux ou de trois enfants, mais d'une multitude innombrable, de leur éducation dans l'ordre de Dieu, et du soin, de diriger le reste de leur vie.

Enfin, si l'on examine la vie des anciens patriarches dont nous parlons, on trouvera que si dans leur jeunesse ils cherchaient à avoir des enfants, ils s'abstenaient de bonne heure du mariage. Il est écrit en effet (Gen., V, 22) qu'après avoir engendré Mathusala, Enoch plut au Seigneur. L'histoire sacrée désigne spécialement que c'est après la naissance de ce fils qu'Énoch plut au Seigneur, et ne dit pas qu'il avait engendré d'autres enfants. Lorsque après la naissance de ses fils, Noé, l'homme juste, qui échappé à la destruction générale seul avec sa famille, quoiqu'il vécût longtemps encore, cependant il n'eut plus d'enfants. Isaac, après le double enfantement de son épouse, ne s'en approcha plus. Joseph, quoiqu'il vécût en Égypte, ne fut père que de deux fils, que lui donna une seule épouse. Il est raconté de Moïse et d'Aaron son frère, qu'avant l'apparition dont ils furent s. Nous avons exposé au long, dans un autre lieu, le motif qui porta Abraham et Isaac à multiplier leur race; c'est là que nous avons traité de la polygamie et de la nombreuse race des anciens fidèles, et nous y renvoyons le lecteur studieux en l'avertissant que les lois de la nouvelle alliance n'interdisent pas absolument le mariage, mais que leurs prescriptions sont semblables à celles des anciens fidèles. Il faut, dit l'Écriture, qu'un évêque n'ait épousé qu'une seule femme (1 Tim., III, 2). Ceux qui sont consacrés à Dieu, et qui se livrent à l'exercice du sacré ministère, doivent s'abstenir désormais de tout commerce avec leur épouse. Cependant les saintes lettres condescendent à la faiblesse de ceux qui ne sont pas jugés dignes d'un si grand honneur, mais elles les avertissent clairement que le mariage est honorable, et le lit nuptial inviolable ( Hébr., XIII, 4); que Dieu jugera les fornicateurs et les adultères.

Telle est la réponse que nous faisons à la première difficulté.

 ιʹ. Τίνι λόγῳ μὴ καὶ ἡμῖν ὁμοίως τοῖς παλαιοῖς θυμιᾶν καὶ θύειν τῷ θεῷ τὰ γεώδη παραδέδοται.

Περὶ δὲ τοῦ μὴ ζῳοθυτεῖν ἡμᾶς τῷ ἐπὶ πάντων θεῷ, τῶν πάλαι θεοφιλῶν ἀνδρῶν, ὧν δὴ φαμὲν κατὰ ζῆλον θεοσεβείας, τοῦτο πεποιηκότων, οὗτος ἐξ ἡμῶν ἀποδοθείη ἂν ὁ λόγος. Οὐχ ὥσπερ Ἕλλησιν ἐνομίζετο, καὶ τοῖς Ἑβραίων ἱεροῖς λόγοις ταὐτὰ δοκεῖ περὶ τῆς τῶν πάλαι καὶ πρώτων ἀνδρῶν θεραπείας τοῦ θείου. Οἱ μὲν ἔφασαν μὴ θύειν τοὺς προτέρους μηδὲν ὁτιοῦν τῶν ζῴων μηδὲ θυμιᾶν τοῖς θεοῖς, ἀλλ´ ἡλίῳ μὲν καὶ τοῖς κατ´ οὐρανὸν ἄστροις χλόην καὶ « οἱονεί τινα τῆς γονίμου φύσεως χνοῦν ταῖς χερσὶν ἀραμένους » πόαν τε καὶ φύλλα καὶ ῥίζας κατακαίειν πυρί· πόρρω δὲ παρανομίας ἐλαύνοντας τοὺς μετὰ ταῦτα ἀνθρώπους αἱμάξαι τοὺς βωμοὺς ζῴων σφαγαῖς, εἶναι δὲ ταύτην ἀνόσιον καὶ ἄδικον καὶ οὐδαμῶς θεῷ προσφιλῆ θυσίαν· μηδὲν γὰρ τῆς τῶν ἀνθρώπων λογικῆς ψυχῆς τὴν τῶν ἀλόγων διαφέρειν· διὸ καὶ φόνου δίκην ὑπέχειν ἄξιον τοὺς ζῳοθυτοῦντας ἔφασκον, ὡς τῆς αὐτῆς καὶ ὁμοίας ἔν τε ἀνθρώπῳ καὶ ἐν τῷ ἀλόγῳ ζῴῳ ψυχῆς ἐνυπαρχούσης.

Ἀλλ´ ὁ μὲν τῶν Ἑλλήνων περὶ τῶν παλαιῶν λόγος τοιόσδε τις ἦν· ὁ δέ γε τῆς Ἑβραίων γραφῆς οὐ τοιοῦτος. Τοὺς γάρ τοι πρώτους εὐθὺς γενομένους ἀνθρώπους ἅμα τῇ πρώτῃ συστάσει τοῦ βίου θυσίαις ταῖς ἀπὸ ζῴων τιμῆσαι τὸ θεῖον ἱστορεῖ. Λέγει δ´ οὖν· « Καὶ ἐγένετο μεθ´ ἡμέρας ἤνεγκε Κάϊν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ κυρίῳ· καὶ Ἄβελ ἤνεγκε καὶ αὐτὸς ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων αὐτοῦ. Καὶ ἐπεῖδεν ὁ θεὸς ἐπὶ Ἄβελ καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ· ἐπὶ δὲ Κάϊν καὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχεν ». Ἔνθα δὴ ἐπιστήσεις ὡς μᾶλλον ὁ ζῳοθυτήσας ἀπόδεκτος εἴρηται παρὰ τὸν ἀπὸ γῆς προσαγαγόντα τῷ θεῷ τὴν θυσίαν. Καὶ Νῶε δὲ εὐθὺς « ἀπὸ πάντων τῶν κτηνῶν τῶν καθαρῶν καὶ ἀπὸ πάντων τῶν πετεινῶν τῶν καθαρῶν ἀνήνεγκεν ὁλοκαρπώσεις ἐπὶ τὸ θυσιαστήριον, καὶ ὠσφράνθη κύριος ὀσμὴν εὐωδίας ». Ἀλλὰ καὶ Ἀβραὰμ θύσας ἀναγέγραπται, ὥστε κατὰ τὴν τῆς θείας γραφῆς μαρτυρίαν πρώτην ἁπάντων τὴν διὰ ζῴων θυσίαν ἐπινενοῆσθαι τοῖς πάλαι θεοφιλέσι.

Τούτου δὲ τὸν λογισμὸν ἡγοῦμαι εἶναι οὐ τὸν τύχοντα οὐδ´ ἀνθρωπίνως κεκινημένον, κατὰ θείαν δ´ ἐπίνοιαν ὑποβεβλημένον. Ἐπειδὴ γὰρ ἑώρων, ἅτε τὸν τρόπον εὐσεβεῖς καὶ θεῷ προσῳκειωμένοι θείῳ τε πνεύματι τὰς ψυχὰς πεφωτισμένοι, μεγάλης αὐτοῖς θεραπείας δεῖν εἰς ἀποκάθαρσιν τῶν θνητῶν πλημμελημάτων, λύτρον τῆς αὐτῶν σωτηρίας τῷ καὶ ζωῆς καὶ ψυχῆς χορηγῷ προσοφείλεσθαι ἡγοῦντο. Ἔπειτα μηδὲν κρεῖττον καὶ τιμι〈ώτερ〉ον τῆς οἰκείας ψυχῆς καθιεροῦν ἔχοντες, ἀντὶ ταύτης τέως τὴν διὰ τῶν ἀλόγων ζῴων προσῆγον θυσίαν, τῆς σφῶν ψυχῆς ἀντίψυχα προσκομίζοντες· οὐδὲν κατὰ τοῦτο πλημμελεῖν οὐδ´ ἀδικεῖν ἡγούμενοι, ὅτι μηδὲ τῇ τῶν ἀνθρώπων λογικῇ καὶ νοερᾷ δυνάμει παραπλησίαν εἶναι τὴν ψυχὴν τῶν ἀλόγων ἐπαιδεύοντο, οὐδ´ ἄλλο τι εἶναι αὐτὴν ἢ τὸ αἷμα αὐτῶν εἶναι μεμαθηκότες, καὶ τὴν ἐν τῷ αἵματι ζωτικὴν δύναμιν, ὃ καὶ παρέχειν αὐτοὺς ὥσπερ ψυχὴν ἀντὶ ψυχῆς ἀναφέροντας τῷ θεῷ. Τοῦτο δὲ αὐτὸ Μωσῆς λευκότατά που διασαφεῖ, λέγων· « Ψυχὴ πάσης σαρκὸς αἷμα αὐτοῦ ἐστιν, καὶ ἐγὼ δέδωκα ὑμῖν τὸ αἷμα ἐπὶ τοῦ θυσιαστηρίου, ἐξιλάσκεσθαι περὶ τῶν ἁμαρτιῶν ὑμῶν· τὸ γὰρ αἷμα αὐτῶν ἀντὶ ψυχῆς ἐξιλάσεται. Διὰ τοῦτο εἴρηκα τοῖς υἱοῖς Ἰσραήλ, πᾶσα ψυχὴ ἐξ ὑμῶν οὐ φάγεται αἷμα ». Πρό〈ς〉σχες γοῦν ἐπιμελῶς ἐν τούτοις ὅπως εἴρηται τό « Ἐγὼ δέδωκα ὑμῖν ἐπὶ τοῦ θυσιαστηρίου ἐξιλάσκεσθαι περὶ τῶν ψυχῶν ὑμῶν, τὸ γὰρ αἷμα ἀντὶ τῆς ψυχῆς ἐξιλάσεται ».

Σαφῶς γὰρ ἀντὶ τῆς ἀνθρωπίνης ψυχῆς τὸ τῶν σφαγιαζομένων ζῴων αἷμά φησιν ἐξιλάσκεσθαι. Τοῦτο δὲ αὐτὸ καὶ ὁ περὶ τῶν θυσιῶν νόμος ὑποβάλλει νοεῖν τῷ τεθεωρημένως σκοποῦντι. Πάντα γοῦν τὸν θύοντα τὰς χεῖρας ἐπιβάλλειν προστάττει τῇ κεφαλῇ τοῦ θυομένου, προσκομίζειν δὲ τὸ ζῷον τῷ ἱερεῖ τῆς κεφαλῆς ἐχόμενον, ὡσανεὶ ὑπὲρ τῆς ἑαυτοῦ κεφαλῆς τὸ ἱερεῖον προσφέροντα. Λέγει δ´ οὖν ἐφ´ ἑκάστῳ· « Προσάξει αὐτὸ ἔναντι κυρίου, καὶ ἐπιθήσει τὰς χεῖρας αὐτοῦ ἐπὶ τὴν κεφαλὴν τοῦ δώρου ». Καὶ οὕτως ἐφ´ ἑκάστου τετήρηται θύματος, οὐδεμιᾶς θυσίας ἄλλως ἀναφερομένης. Δι´ ὧν ὁ λόγος παρίστησιν, ὅτι δὴ ἀντίψυχα τῆς αὐτῶν ψυχῆς προσήγετο τὰ ζῳοθυτούμενα· ὁ δὲ τῶν ἀλόγων ζῴων τὸ αἷμα τὴν ψυχὴν εἶναι διδάξας, οὐδαμῶς λογικῆς καὶ νοερᾶς οὐσίας ὁμοίως τοῖς ἀνθρώποις μετέχειν αὐτὰ παρίστησιν, εἶναι γὰρ αὐτῶν τὴν σύστασιν ἐξ ὕλης καὶ σωμάτων, τοῖς ἀπὸ γῆς βλαστήμασι καὶ φυτοῖς παραπλησίαν. ἑνὶ δ´ οὖν λόγῳ πάλιν ὁ Μωσῆς φησιν τὸν θεὸν εἰπεῖν· « Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα καὶ ξύλον κάρπιμον ». Καὶ αὖθις παραπλησίως· « Ἐξαγαγέτω ἡ γῆ τετράποδα καὶ ἑρπετὰ καὶ θηρία τῆς γῆς κατὰ γένος ». Ὥστε ὁμογενῆ καὶ ὁμοφυῆ καὶ ὁμοούσια εἶναι ἡγεῖσθαι τοῖς ἀπὸ γῆς βλαστήμασι καὶ φυτοῖς τὰ ἄλογα, διὸ καὶ μηδαμῶς πλημμελεῖν τοὺς ζῳοθυτοῦντας. Εἴρηται γοῦν καὶ τῷ Νῶε ἔδεσθαι κρέα ὡς λάχανα ἀγροῦ.

Ἕως μὲν οὖν οὐδέπω τὸ κρεῖττον οὐδὲ τὸ μέγα καὶ τίμιον καὶ θεοπρεπὲς σφάγιον παρῆν ἀνθρώποις, ταῖς διὰ ζῴων θυσίαις λύτρα τῆς ἑαυτῶν ζωῆς καὶ ἀντίψυχα τῆς οἰκείας φύσεως προσηκόντως ἀποδιδόναι χρῆν τῷ θεῷ, ὡς καὶ ἔπραττον οἱ πάλαι θεοφιλεῖς, σεμνόν τι καὶ θεοφιλὲς καὶ μέγα ἱερεῖον ἥξειν ποτὲ εἰς ἀνθρώπους τῷ θείῳ πνεύματι προειληφότες, τὸ τοῦ παντὸς καθάρσιον κόσμου, οὗ καὶ τὰ σύμβολα τέως ἐπιτελεῖν αὐτούς, προφήτας ὄντας καὶ τὸ μέλλον ἔσεσθαι προτυπουμένους· ἐπειδὴ δὲ τὸ τέλειον παρῆν, τοῖς τῶν προφητῶν ἀκολούθως θεσπίσμασι πέπαυτο τὰ πρῶτα καὶ λέλυτο παραχρῆμα διὰ τῆς τοῦ κρείττονος καὶ ἀληθοῦς ἱερουργίας. Οὗτος δ´ ἦν ὁ Χριστὸς τοῦ θεοῦ, ἄνωθεν ἐκ παλαιῶν χρόνων ἥξειν εἰς ἀνθρώπους καὶ προβάτου δίκην ὑπὲρ παντὸς τοῦ τῶν ἀνθρώπων γένους σφαγήσεσθαι προαγορευόμενος. ᾗ φησιν περὶ αὐτοῦ Ἡσαΐας ὁ προφήτης· « Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος ἄφωνος ». Καὶ ἐπιλέγει· « Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται· καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει· αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν· παιδία εἰρήνης ἡμῶν ἐπ´ αὐτόν, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν καὶ κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν ». Αὐτὸς γὰρ « Ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδ´ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ ». Τὰ ὅμοια τούτοις καὶ Ἱερεμίας ἕτερος Ἑβραίων προφήτης ἐκ προσώπου τοῦ Χριστοῦ ἐπιφωνεῖ, λέγων· « Ἐγὼ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι ». Ἐπισφραγίζεται τὰς τούτων προρρήσεις Ἰωάννης ὁ βαπτιστὴς ἐπὶ τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας. Ἰδὼν γὰρ αὐτὸν καὶ τοῖς παροῦσιν ἐπιδείξας, ὡς ἄρα αὐτὸς εἴη ὁ προφητευόμενος, ἐπεφώνησεν· « Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου ».

Ὅτε τοίνυν κατὰ τὰς τῶν προφητῶν μαρτυρίας εὕρηται τὸ μέγα καὶ τίμιον λύτρον Ἰουδαίων ὁμοῦ καὶ Ἑλλήνων, τὸ τοῦ παντὸς κόσμου καθάρσιον, τὸ πάντων ἀνθρώπων ἀντίψυχον, τὸ πάσης κηλῖδος καὶ ἁμαρτίας καθαρὸν ἱερεῖον, ὁ ἀμνὸς τοῦ θεοῦ, τὸ θεοφιλὲς καὶ ἁγνὸν πρόβατον, τὸ προφητευόμενον ἀρνίον, οὗ διὰ τῆς ἐνθέου καὶ μυστικῆς διδασκαλίας πάντες ἡμεῖς οἱ ἐξ ἐθνῶν τὴν ἄφεσιν τῶν προτέρων ἁμαρτημάτων εὑράμεθα, —δι´ ὃ καὶ Ἰουδαίων οἱ εἰς αὐτὸν ἠλπικότες ἐλεύθεροι τῆς Μωσέως ἀφίενται κατάρας, — εἰκότως τὴν τούτου μνήμην τοῦ τε σώματος αὐτοῦ καὶ τοῦ αἵματος τὴν ὑπόμνησιν ὁσημέραι ἐπιτελοῦντες, καὶ τῆς κρείττονος ἢ κατὰ τοὺς παλαιοὺς θυσίας τε καὶ ἱερουργίας ἠξιωμένοι, οὐκέθ´ ὅσιον ἡγούμεθα καταπίπτειν ἐπὶ τὰ πρῶτα, « ἀσθενῆ στοιχεῖα », σύμβολα καὶ εἰκόνας ἀλλ´ οὐκ αὐτὴν ἀλήθειαν περιέχοντα. Εἰκότως δὲ καὶ αὐτῶν Ἰουδαίων οἱ εἰς τὸν Χριστὸν τοῦ θεοῦ καταπεφευγότες, εἰ μηκέτι τῶν Μωσέως ἐπιστρέφοιντο παραγγελμάτων, κατὰ τὴν καινὴν διαθήκην βιοῦντες τῆς ὑπὸ Μωσέως ὡρισμένης ἐκτὸς ἂν εἶεν κατάρας, ἅτε δὴ ἀμνοῦ τοῦ θεοῦ οὐ μόνον τὴν ἁμαρτίαν τοῦ κόσμου, ἀλλὰ καὶ τὴν ἐν τῇ παραβάσει τῶν Μωσέως ἐντολῶν κατάραν εἰς αὐτὸν ἀνειληφότος. Γέγονεν οὖν ὁ ἀμνὸς τοῦ θεοῦ καὶ ἁμαρτία καὶ κατάρα· ἁμαρτία μὲν ὑπὲρ τῶν ἁμαρτωλῶν τοῦ κόσμου, κατάρα δ´ ὑπὲρ τῶν 〈μὴ〉 ἐμμενόντων πᾶσι τοῖς ἐγγεγραμμένοις ἐν τῷ Μωσέως νόμῳ. Διό φησιν ὁ ἀπόστολος· « Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα », καὶ « τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν ». Τί γὰρ οὐκ ἔμελλε γίνεσθαι τὸ τοῦ κόσμου καθάρσιον, τὸ τῶν ἁμαρτωλῶν ἀντίψυχον, ὃ δὴ καὶ « Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη », καὶ ὡς « Ἀρνίον ἀγόμενον τοῦ θύεσθαι », ταῦτά τε πάντα ὑπὲρ ἡμῶν καὶ δι´ ἡμᾶς; ὅθεν οἱ μὲν παλαιοὶ καὶ θεοφιλεῖς ἄνδρες εἰκότως ἀπουσίᾳ τῶν κρειττόνων τοῖς συμβόλοις προσανεῖχον, ὡς καὶ τοῦτο αὐτὸ ὁ σωτὴρ ἡμῶν διδάσκει λέγων· « Πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ὑμεῖς ἀκούετε καὶ οὐκ ἤκουσαν ». Ἡμεῖς δὲ τὰ ἀληθῆ καὶ τῶν εἰκόνων τὰ ἀρχέτυπα διὰ τῆς μυστηριώδους οἰκονομίας τοῦ Χριστοῦ παρειληφότες οὐκέτι τῶν παλαιῶν δεησόμεθα. Μόνος δ´ οὖν αὐτὸς τῶν πώποτε λόγος ὢν θεοῦ προκόσμιος, καὶ ἀρχιερεὺς πάσης νοερᾶς καὶ λογικῆς κτίσεως, τὸν ἡμῖν ὁμοιοπαθῆ οἷα πρόβατον καὶ ἀμνὸν ἐκ τῆς ἀνθρώπων ἀφορίσας ἀγέλης, τούτῳ τε ἐπιγράψας τὰς πάντων ἡμῶν ἁμαρτίας, καὶ τὴν κατάραν γε αὐτῷ τὴν ἐν τῷ Μωσέως νόμῳ προστετιμημένην περιάψας, ὅτι δὴ Μωσέως ἀνειπόντος « Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου », τοῦτο πέπονθεν αὐτὸς δι´ ἡμᾶς « Γενόμενος ὑπὲρ ἡμῶν κατάρα »· καὶ δὴ καὶ ἁμαρτίαν αὐτὸν δι´ ἡμᾶς ποιήσας, ἐπεὶ « Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε », πάσας τε αὐτῷ δι´ ἡμᾶς τὰς ἡμῖν ἐπηρτημένας τιμωρίας ἐπιθείς, δεσμὰ καὶ ἀτιμίας καὶ ὕβρεις μάστιγάς τε καὶ ἐκτόπους πληγάς, καὶ ἐπὶ πᾶσιν τὸ τῆς κατάρας τρόπαιον, μετὰ δὴ πάντα οἷόν τι θαυμάσιον θῦμα καὶ σφάγιον ἐξαίρετον τῷ πατρὶ καλλιερησάμενος ὑπὲρ τῆς ἁπάντων ἡμῶν ἀνήνεγκε σωτηρίας, μνήμην καὶ ἡμῖν παραδοὺς ἀντὶ θυσίας τῷ θεῷ διηνεκῶς προσφέρειν. Τοῦτο καὶ προφητῶν ὁ θαυμάσιος Δαβὶδ θείῳ πνεύματι τὸ μέλλον προλαβὼν ἐθέσπισεν εἰπών· « Ὑπομένων ὑπέμεινα τὸν κύριον, καὶ προσέσχεν μοι, καὶ εἰσήκουσεν τῆς δεήσεώς μου, καὶ ἀνήνεγκέ με ἐκ λάκκου ταλαιπωρίας, καὶ ἀπὸ πηλοῦ ὕλεως. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, κατεύθυνεν τὰ διαβήματά μου. Καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινόν, ὕμνον τῷ θεῷ ἡμῶν ». Καὶ τί τὸ καινὸν ᾆσμα τυγχάνει, διασαφεῖ λέγων ἑξῆς· « Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι. Ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ηὐδόκησας. Τότε εἶπον, ἰδοὺ ἥκω, ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι, ὁ θεός, τὸ θέλημά σου ἐβουλήθην ». Καὶ ἐπιλέγει· « Εὐηγγελισάμην δικαιοσύνην ἐν ἐκκλησίᾳ μεγάλῃ »,

ἄντικρυς ἀντὶ τῶν πάλαι θυσιῶν καὶ ὁλοκαυτωμάτων τὴν ἔνσαρκον τοῦ Χριστοῦ παρουσίαν καὶ τὰ καταρτισθὲν αὐτοῦ σῶμα προσενηνέχθαι τῷ θεῷ διδάξας, τοῦτό τε αὐτὸ τῇ αὐτοῦ ἐκκλησίᾳ εὐαγγελίζεται, ὡς ἂν μέγα μυστήριον « Ἐν κεφαλίδι βιβλίου » τῇ προφητικῇ φωνῇ προαναπεφωνημένον.

Τούτου δῆτα τοῦ θύματος τὴν μνήμην ἐπὶ τραπέζης ἐκτελεῖν διὰ συμβόλων τοῦ τε σώματος αὐτοῦ καὶ τοῦ σωτηρίου αἵματος κατὰ θεσμοὺς τῆς καινῆς διαθήκης παρειληφότες, πάλιν ὑπὸ τοῦ προφήτου Δαβὶδ παιδευόμεθα λέγειν· « Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν, ἐξ ἐναντίας τῶν θλιβόντων με· ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριόν σου μεθύσκον με ὡς κράτιστον ». Διαρρήδην γοῦν ἐν τούτοις καὶ τὸ μυστικὸν σημαίνεται χρῖσμα, καὶ τὰ σεμνὰ τῆς Χριστοῦ τραπέζης θύματα, δι´ ὧν καλλιεροῦντες τὰς ἀναίμους καὶ λογικὰς αὐτῷ τε προσηνεῖς θυσίας διὰ παντὸς βίου τῷ ἐπὶ πάντων προσφέρειν θεῷ διὰ τοῦ πάντων ἀνωτάτου ἀρχιερέως αὐτοῦ δεδιδάγμεθα.

Τοῦτο καὶ ὁ μέγας προφήτης Ἡσαΐας θαυμασίως τῷ θείῳ πνεύματι προέγνω τε καὶ προανεφώνησε. Λέγει δ´ οὖν ὧδε καὶ αὐτός· « Κύριε ὁ θεός μου, δοξάσω σε, ὑμνήσω τὸ ὄνομά σου, ὅτι ἐποίησας θαυμαστὰ πράγματα ». Καὶ τίνα ταῦτα ὡς ἀληθῶς θαυμάσια διασαφεῖ, λέγων ἑξῆς· « Ποιήσει κύριος Σαβαὼθ πᾶσι τοῖς ἔθνεσι πίονται εὐφροσύνην, πίονται οἶνον, χρίσονται μύρον. Παράδος ταῦτα πάντα τοῖς ἔθνεσιν· ἡ γὰρ βουλὴ αὕτη ἐπὶ πάντα τὰ ἔθνη ».

Τοιαῦτά τινα ἦν καὶ τὰ Ἡσαΐου θαυμάσια, εὐωδίας ἀγαθῆς καὶ μύρου χρῖσιν οὐ τῷ Ἰσραὴλ ἀλλὰ πᾶσι τοῖς ἔθνεσιν ἐπαγγελλόμενα· ὅθεν εἰκότως παρὰ τὴν τοῦ μύρου χρῖσιν καὶ τῆς Χριστιανῶν ἠξιώθησαν προσηγορίας. Ἀλλὰ καὶ οἴνου τοῖς ἔθνεσιν εὐφροσύνην θεσπίζει, τὸ τῆς καινῆς τοῦ Χριστοῦ διαθήκης μυστήριον αἰνιττόμενος, ὃ παρὰ πᾶσι τοῖς ἔθνεσιν ἐναργῶς κατὰ τὸν παρόντα καιρὸν ἐκτελεῖται. Ταύτας δὲ πάλιν τὰς ἀσωμάτους καὶ νοερὰς θυσίας τὰ προφητικὰ κηρύττει λόγια, ὧδέ πη περιέχοντα· « Θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ ὑψίστῳ τὰς εὐχάς σου, καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεως, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με ». Καὶ πάλιν « Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή ». Καὶ αὖθις « Θυσία τῷ θεῷ πνεῦμα συντετριμμένον ». Πάντα δὴ οὖν ταῦτα ἐξ αἰῶνος τεθεσπισμένα διὰ τῆς εὐαγγελικῆς τοῦ σωτῆρος ἡμῶν διδασκαλίας κατὰ τὸν παρόντα καιρὸν πρὸς ἁπάντων τῶν ἐθνῶν ἐκτελεῖται, ἀληθείας ἐπιμαρτυρούσης τῇ προφητικῇ φωνῇ, δι´ ἧς τὰς κατὰ Μωσέα θυσίας ὁ θεὸς παραιτησάμενος τὸ μέλλον ἔσεσθαι καθ´ ἡμᾶς αὐτοὺς θεσπίζει λέγων· « Διότι ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά ». Θύομεν δῆτα τοιγαροῦν τῷ ἐπὶ πάντων θεῷ « θυσίαν αἰνέσεως »· θύομεν τὸ ἔνθεον καὶ σεμνὸν καὶ ἱεροπρεπὲς θῦμα· θύομεν καινῶς κατὰ τὴν καινὴν διαθήκην « τὴν καθαρὰν θυσίαν ». Θυσία δὲ τῷ θεῷ πνεῦμα συντετριμμένον εἴρηται· « Καρδίαν γοῦν συντετριμμένην καὶ τεταπεινωμένην ὁ θεὸς οὐκ ἐξουδενώσει ». Καὶ δὴ καὶ θυμιῶμεν τὸ προφητικὸν θυμίαμα, ἐν παντὶ τόπῳ προσκομίζοντες αὐτῷ τὸν εὐώδη καρπὸν τῆς παναρέτου θεολογίας, διὰ τῶν πρὸς αὐτὸν εὐχῶν ἀναφέροντες. Τοῦτό τοι καὶ ἄλλος διδάσκει προφήτης, ὁ φήσας· « Γενηθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου ». Οὐκοῦν καὶ θύομεν καὶ θυμιῶμεν· τοτὲ μὲν τὴν μνήμην τοῦ μεγάλου θύματος κατὰ τὰ πρὸς αὐτοῦ παραδοθέντα μυστήρια ἐπιτελοῦντες, καὶ τὴν ὑπὲρ σωτηρίας ἡμῶν εὐχαριστίαν δι´ εὐσεβῶν ὕμνων τε καὶ εὐχῶν τῷ θεῷ προσκομίζοντες, τοτὲ δὲ σφᾶς αὐτοὺς ὅλως καθιεροῦντες αὐτῷ, καὶ τῷ γε ἀρχιερεῖ αὐτοῦ λόγῳ αὐτῷ σώματι καὶ ψυχῇ ἀνακείμενοι. Διὸ πάσης μὲν αἰσχρουργίας τὸ σῶμα ἄχραντον καὶ ἀμίαντον αὐτῷ φυλάττειν ἀσκοῦμεν, παντὸς δὲ πάθους καὶ κηλῖδος ἁπάσης τῆς ἀπὸ κακίας κεκαθαρμένην τὴν διάνοιαν αὐτῷ προσκομίζομεν, λογισμοῖς τε ἀδιαπτώτοις καὶ ἀπλάστῳ διαθέσει δόγμασί τε ἀληθείας εὐσεβοῦμεν αὐτόν.

Ἀρεστὰ γὰρ αὐτῷ ταῦτα εἶναι μᾶλλον ἢ θυσιῶν πλῆθος αἵματι καὶ καπνῷ καὶ κνίσεσιν ἐπιτελουμένων πεπαιδεύμεθα.

suite

 

CHAPITRE X.

Quant à celle que l'on élève sur ce que nous ne sacrifions pas au Dieu de l'univers, comme le faisaient les anciens dans la ferveur de leurs adorations, voici ce que nous y répondrons. Les Grecs eurent sur le culte que les premiers hommes rendirent à la Divinité des idées bien différentes de celles qu'exposent les livres saints. Ils pensaient que les pères du genre humain n'immolèrent jamais quelque animal en l'honneur des dieux, ne firent rien brûler sur leurs autels, mais qu'ils adoraient le soleil et les autres astres du ciel, en cueillant de leurs mains un vert gazon et comme les trésors échappés à la seconde nature, et en jetant dans le feu de l'herbe, des feuilles et des racines. Les hommes qui vécurent après eux, entraînés dans de sacrilèges usages, ensanglantèrent les autels des dieux par des sacrifices impies, immolations sacrilèges, injustes et odieuses à la Divinité, car l'âme raisonnable de l'homme ne diffère en rien de celle des animaux. Aussi ceux qui offrent de telles victimes encourent-ils la vengeance due au meurtre, puisque, hommes et animaux, tous ont une âme semblable.

Telles sont les rêveries de la Grèce ; mais l'histoire du peuple hébreu est bien différente; elle nous transmet que les premiers hommes, dès les premiers jours de la vie, honorèrent la Divinité en lui offrant des sacrifices. Elle dit : « Or il arriva après que Caïn offrit au Seigneur des fruits de la terre, Abel offrit aussi des premiers-nés de ses troupeaux, et le Seigneur regarda Abel et ses présents ; mais il ne regarda point Caïn, ni ce qu'il avait offert » (Gen., IV, 3). Vous voyez ici combien celui qui avait immolé des animaux, fut plus agréable au Seigneur que cet homme qui lui offrait les fruits de la terre. Aussitôt que Noé fut sorti de l'arche, il choisit parmi les animaux et les oiseaux purs des victimes, qu'il fit consumer par le feu sur l'autel, et le Seigneur eut son sacrifice en odeur de suavité. Il est écrit d'Abraham qu'il immola des victimes, de sorte que, suivant la divine Écriture, il faut reconnaître que les sacrifices d'animaux furent les premiers qu'offrirent les anciens fidèles.

Or je crois que cette pratique ne fut pas due à un pur hasard, ni a une conception de l'homme, mais à une inspiration de la Divinité. Parvenus aune haute sainteté, dévoués entièrement à Dieu, et éclairés par la divine lumière du Saint-Esprit, ils sentirent qu'il fallait une grande expiation pour purifier leurs âmes des souillures de la vie, et qu'il était nécessaire d'offrir une hostie de propitiation à celui qui avait créé leurs corps et leurs âmes. Comme ils n'avaient rien à consacrer de plus précieux et de plus excellent que leur vie, ils la remplacèrent par l'offrande des animaux, offrant pour leur vie celle des créatures. En cela ils ne voyaient rien de criminel, ni d'injuste ; car ils n'ignoraient pas que chez les animaux il n'est rien de semblable à une âme raisonnable et intelligente, qu'ils n'ont que le sang, et que leur vie y réside, qu'ainsi ils offraient à Dieu comme vie pour vie. Moïse indique quelque part fort clairement lorsqu'il dit : « La vie de toute chair est dans le sang, et je vous l'ai donné afin qu'il vous serve sur l'autel pour l'expiation de vos péchés; car le sang de la victime est offert pour voire âme. C'est pourquoi j'ai dit aux enfants d'Israël que nul d'entre vous ne mange du sang» (Lév., XVII, ν. 11), Or remarquez, comme il est ajouté : « Je vous l'ai donné afin qu'il vous serve sur l'autel pour l'expiation de vos âmes par le sang de la victime est offert pour votre âme. »

Dieu dit évidemment que le sang des animaux immolés sera offert pour la vie de l'homme. La loi des sacrifices le laisse à entendre au lecteur attentif quand elle ordonne que quiconque qui offrira une victime étendra ses mains sur sa tête, l'offrira au prêtre par la tête, comme substituant la victime à sa tête. Elle dit de chaque expiateur : Il amènera son hostie devant le Seigneur, et imposera les mains sur la tête de sa victime (Lév. IV, 4 ). Ce rit fut observé pour toutes les victimes ; car jamais on n'offre un sacrifice autrement. Par ces paroles la loi fait comprendre que la vie des animaux tiendra lieu de celle de l'homme. Or celui qui enseigne que le sang des animaux est leur âme, ne veut pas que l'on voie qu'elle est, comme celle de l'homme, une substance raisonnable et spirituelle. Ils ne sont qu'une substance matérielle, comme tous les corps et les plantes. En effet, Moïse prête à Dieu ces paroles qui se lient entre elles : « Que la terre produise de l'herbe qui porte de la graine et des arbres fruitiers : » puis dans le même sens : « Que la terre produise des quadrupèdes, des reptiles et tous les animaux qui doivent la couvrir, chacun selon son espèce » (Gen., I, 11 ). De sorte que les arbres, les plantes et les animaux ont une même origine, une même naissance et une même substance. Par conséquent ceux qui immolent des victimes ne font aucune faute, Aussi fut-il permis à Noé de manger de la chair, comme de l'herbe des champs.

Comme les hommes n'avaient rien de meilleur, de plus grand, de plus honorable, de plus agréable à Dieu, il fallait donc, afin d'expier leur vie et de racheter leur existence, qu'ils immolassent des victimes au Seigneur. C'est ce que firent les anciens fidèles annonçant ainsi, sous l'inspiration de l'Esprit saint, la victime auguste, divine et majestueuse qui devait venir un jour, le sacrifice d'expiation pour le monde entier, qu'ils figuraient d'eux-mêmes comme prophètes et comme symboles de l'avenir. Dès que cette victime parfaite apparut sur la terre, suivant les paroles des prophètes, les anciennes oblations furent rejetées et remplacées par un sacrifice supérieur et véritable. Ce fut le Christ de Dieu, dont la venue était annoncée dès les anciens jours, et qui, semblable à un agneau, devait être immolé pour tous les hommes. Isaïe, le prophète, dit de lui : « Il fut conduit à la mort comme une brebis qu'on va égorger; il garda le silence comme un agneau devant celui qui le tond »(Isaïe, LIII, 7 ). Le même prophète dit encore : « Il a pris véritablement nos iniquités, et il souffre pour nous. Et nous l'avons considéré comme un homme voué aux fatigues, aux blessures et à l'affliction. Il a été percé de plaies pour nos iniquités, et il a été brisé pour nos crimes. La vengeance, source de notre paix, s'est appesantie sur lui. Nous avons été guéris par ses meurtrissures, et Dieu l'a chargé seul des iniquités de tous, parce qu'il n'a pas commis l'iniquité et que le mensonge n'a jamais été dans sa bouche. » Jérémie, cet autre prophète des Hébreux, parle de la même .manière en la personne du Christ : « Je suis comme un agneau innocent qui est mené au sacrifice » (Jérémie, XI, 19 ). Le témoignage de Jean-Baptiste à l'avènement du Sauveur, confirme ces témoignages. En le voyant il le montra à ceux qui étaient auprès de lui, comme celui que désignaient les prophètes, et dit. « Voici l'agneau de Dieu, celui qui efface les péchés du monde » (Jean, I,  19).

Puisque maintenant nous avons trouvé, suivant le témoigne des prophètes, la grande et vénérable rançon des Juifs et des Grecs, la victime expiatoire de tout le monde, qui se dévoue pour tous les hommes, une très pure oblation pour toute tache et toute souillure, l'agneau de Dieu, la brebis chérie du ciel et très pure; l'agneau annoncé par les prophètes, dont la doctrine céleste et mystique nous a apporté la rémission des péchés, à nous qui fûmes tirés du sein des nations, tout en délivrant des imprécations de Moïse les Juifs qui ont espéré en lui, tandis que nous célébrons chaque jour la mémoire de son corps et de son sang, honorés que nous sommes de la possession d'un sacrifice bien supérieur à celui des anciens, nous ne voulons plus nous soumettre à ces rits antiques qui n'étaient que de symboliques images dépourvues de la vérité; et ceux des Juifs qui se réfugient dans la religion du Christ de Dieu, s'ils vivent en pratiquant la nouvelle alliance, sans s'inquiéter des préceptes de Moïse, ne seront pas soumis aux malédictions de ce législateur, car l'agneau de Dieu a pris sur lui et le péché du monde, et l'anathème encouru par les transgressions de la loi de Moïse. Cet agneau céleste s'est donc rendu péché et malédiction : péché, pour les péchés du monde; et malédiction, pour ceux qui demeurent soumis à la loi de Moïse. Aussi, dit l'Apôtre : « Le Christ nous a délivrés de la malédiction de la loi, en se rendant malédiction pour nous » ( Galates, III, 13 ). « Et pour vous Dieu a rendu péché celui qui n'avait pas connu le péché » (II Cor., V, 21 ). A quoi, en effet, ne se soumettra pas la victime d'expiation pour le monde, la rançon du pécheur, celui qui a été conduit au supplice comme une brebis, et mené au sacrifice comme un agneau, et cela pour nous et par nous? Les anciens fidèles durent donc chercher avec soin de vrais symboles dans la privation où ils étaient de victimes plus parfaites. Le Sauveur nous dit en effet : « Plusieurs prophètes et justes ont désiré voir ce que vous voyez, et ne l'ont pas vu, entendre ce que vous entendez et ne l'ont pas entendu » (Matth., XIII, 17). Pour nous qui, par la dispensation des mystères du Christ, jouissons de la vérité, que voilaient les symboles, nous n'avons plus besoin des anciennes offrandes. Celui qui seul est le Verbe de Dieu, qui était au commencement, et le pontife de toute intelligence, a été séparé de la multitude des hommes, comme une brebis ou un agneau. Celui qui était soumis à nos infortunes, le couvrit de nos iniquités, le chargea des malédictions contenues dans la loi de Moïse. Car le législateur ayant dit : « Quiconque est pendu au bois est maudit de Dieu, » (Deut., XXI, 23). C'est à cela qu'il s'est exposé en se rendant malédiction pour nous : « Il n'a pas balancé de se rendre péché pour nous  »(Gal., III, 13). En effet, quoique le Christ ne connût pas le péché, Dieu l'a rendu péché; il l'a chargé des châtiments réservés à nos crimes, des liens du déshonneur, des outrages, de la flagellation, des tortures atroces et même du trophée de malédiction ; il a enfin offert à son Père, pour notre salut, la victime la plus admirable, l'offrande la plus agréable, dont il a établi que nous célébrerions la mémoire comme un sacrifice à Dieu. C'est ce que prédit David en ses transports prophétiques lorsqu'il s'écrie : « J'ai attendu le Seigneur avec une grande patience; il s'est abaissé vers moi ; il a exaucé ma prière, il m'a tiré de l'abîme de misère et de la boue profonde. Il a placé mes pieds sur la pierre ; il a dirigé mes pas. Il m'a mis dans la bouche un cantique nouveau pour être, chanté à notre Dieu. Et voici quel est ce cantique nouveau : Vous n'avez voulu ni sacrifices, ni oblations; mais vous m'avez donné un corps. Vous n'avez pas demandé d'holocaustes même pour le péché ; alors j'ai dit : Me voici; je viens (Ps. XXXIX, 4). Il est écrit de moi à la tête ne votre livre que je ferai votre volonté. Je l'ai voulu. » Ce prophète ajoute : « J'ai annoncé la justice dans une grande assemblée

Par ces paroles le saint roi nous apprend évidemment qu'aux anciens sacrifices et aux holocaustes d'autrefois, succédèrent la présence corporelle et l'immolation du Christ à Dieu ; et dans l'effusion de sa joie, il annonce à toute l'Église ce grand mystère exposé « à la tête du livre » par l'expression prophétique.

Sur le point de célébrer sur une table et par des symboles augustes la mémoire de ce sacrifice de son corps et de son sang salutaire, nous apprenons de lui à dire : «Vous avez préparé une table pour moi, à la vue de ceux qui me persécutent. Vous inondez ma tête d'une huile odorante. Que votre calice à la douce ivresse est délicieux » ( Ps. XXII, 5) ! Par ces paroles le prophète désigne clairement cette onction mystique et ces redoutables sacrifices du Christ, où nous immolons à chaque jour de la vie une victime non sanglante, d'intelligence et d'agréable odeur au Dieu suprême, suivant les préceptes que nous avons reçus du pontife le plus auguste de tous.

C'est ce qu'Isaïe, le grand prophète, admirablement inspiré de l'Esprit saint, a vu dans l'avenir et a prédit en ces termes : « Seigneur, mon Dieu, je vous glorifierai : je louerai votre nom, parce que vous avez opéré des merveilles,» Puis il dévoile Ces merveilles en ajoutant : « Le Seigneur des armées préparera un festin à tous les peuples. Ils s'abreuveront de joie ; ils boiront le vin ; ils s'inonderont de parfums sur cette montagne. Annonce ces paroles aux nations, car telle est sa volonté sur les nations. »

Telles sont les merveilles qu'Isaïe a prédites elles faisaient espérer l'onction de parfum et d'agréable odeur, non pas aux Juifs mais aux Gentils: aussi ont-ils obtenu non  seulement cette onction précieuse, mais encore l'auguste titre de chrétiens. Le prophète leur promet même la joie du vin, laissant à comprendre le mystère de la nouvelle alliance célébré aujourd hui à découvert chez toutes, les nations. Or les paroles prophétiques annoncent ces victimes spirituelles et raisonnables, quand elles disent : « Offrez à Dieu un sacrifice de louange, et rendez vos hommages au Très-Haut. Et invoquez-moi au jour de la tribulation : je vous délivrerai, et vous m'honorerez (Ps. XLIX, 14). Dans un autre psaume : «Que l'oblation de mes mains soit le sacrifice du soir »(Id.,CXL, 2). Et ailleurs: « Le sacrifice agréable à Dieu est un cœur brisé de douleur » (Id., LVI, 18). Ce sacrifice annoncé dans les temps les plus reculés est célébré aujourd'hui par toutes les nations, depuis l'enseignement de la doctrine évangélique de notre Sauveur. Ainsi sont confirmées les prophéties où Dieu, lorsqu'il rejette les sacrifices suivant les rits de Moïse, annonce en ces termes celui que nous devions loi offrir : « Depuis le lever du soleil jusqu'à son coucher, mon nom est glorifié parmi les nations, et en tout lieu est offert à mon nom un sacrifice et une victime pure » (Mal., I, 10}. Nous immolons donc au Dieu de l'univers le sacrifice de louange; nous immolons le divin, le redoutable, le très saint sacrifice, nous immolons, suivant de nouveaux rites, l'hostie immaculée de la nouvelle alliance. «Mais, est-il écrit, le sacrifice agréable à Dieu est un cœur brisé de douleur? Car Dieu ne repousse pas un cœur contrit et humilié. » Et déjà nous faisons monter vers lui le parfum du prophète, lui offrant en tout lieu les fruits de la divine science si féconde en vertus. C'est là ce qu'un autre prophète exprime ainsi: « Que ma prière s'élève comme l'encens devant vous » ( Ps. CXL, 2). Ainsi nous sacrifions à Dieu, nous lui offrons des parfums, lorsque nous célébrons la mémoire du grand sacrifice dont les mystères institués par le Christ, et que nous exprimons notre reconnaissance pour notre salut par des hymnes pieux et par nos prières; quand nous nous offrons tout entiers pour sa gloire, et quand nous consacrons nos âmes et nos corps au Verbe son pontife. C'est pourquoi nous travaillons à lui conserver notre chair pure et immaculée ; nous lui offrons une âme pure de toute affection déréglée et de toute souillure d'iniquité, et nous l'honorons avec des pensées sincères, des sentiments véritables, et les dogmes de la vérité : nous savons en effet que ces offrandes lui sont plus agréables que le sang, que la graisse ou l'odeur des victimes.

Ce n'est pas au hasard ni à la légère que nous avons reçu avec respect les prophéties des Juifs.

suite

 
 

 

(01)] Eusèbe semble tomber ici dans l'erreur des Ariens. Le Verbe-Dieu est égal à son père en puissance, en immensité. La distinction à laquelle l'auteur a recours et qu'il emploie assez fréquemment dans la suite de l'ouvrage n'est que frivole.