PLUTARQUE
II
--------------------------------------------
Paris. — Imprimerie de Gustave GRATIOT, 30, rue Mazarine.
VIES
DES
HOMMES ILLUSTRES
DE PLUTARQUE
TRADUCTION NOUVELLE
PAR ALEXIS PIERRON
PRÉCÉDÉE D’UNE NOTICE SUR PLUTARQUE PAR LE TRADUCTEUR
TOME DEUXIÈME
Timoléon. - Paul Emile
Pélopidas. — Marcelllus. - Aristide
Marcus Caton. — Philopoemen. — Titus Quintius
Flamininus. — Pyrrhus. — Marius
Lysandre. — Sylla
PARIS
CHARPENTIER, LIBRAIRE-ÉDITEUR,
17, Rue de Lille
----
1845
PLUTARQUE
VIES PARALLÈLES, OU VIES COMPARÉES.
---------------------------------
COMPARAISON DE LYSANDRE ET DE SYLLA.
ΛΥΣΑΝΔΡΟΥ ΚΑΙ ΣΥΛΛΑ ΣΥΓΚΡΙΣΙΣ Ἐπεὶ δὲ καὶ τὸν τούτου διεληλύθαμεν βίον, ἴωμεν ἤδη πρὸς τὴν σύγκρισιν. Τὸ μὲν οὖν ἀφ´ ἑαυτῶν αὐξήσεως ἀρχὴν λαβοῦσι μεγάλοις γενέσθαι κοινὸν ἀμφοτέροις ὑπῆρξεν, ἴδιον δὲ Λυσάνδρου τὸ βουλομένων τῶν πολιτῶν καὶ ὑγιαινόντων ὅσας ἔσχεν ἀρχὰς λαβεῖν, βιάσασθαι δὲ μηδὲν ἀκόντων μηδ´ ἰσχῦσαι παρὰ τοὺς νόμους. Ἐν δὲ διχοστασίῃ καὶ ὁ πάγκακος ἔλλαχε τιμῆς, ὥσπερ ἐν Ῥώμῃ τότε διεφθαρμένου τοῦ δήμου καὶ νοσοῦντος αὐτοῖς τοῦ πολιτεύματος ἄλλος ἀλλαχόθεν ἀνίστατο δυνάστης. Καὶ οὐδὲν ἦν θαυμαστὸν εἰ Σύλλας ἦρχεν, ὅτε Γλαυκίαι καὶ Σατορνῖνοι Μετέλλους ἤλαυνον ἐκ τῆς πόλεως, ὑπάτων δὲ ἀπεσφάττοντο παῖδες ἐν ἐκκλησίαις, ἀργυρίῳ δὲ καὶ χρυσίῳ τὰ ὅπλα παρελάμβανον ὠνούμενοι τοὺς στρατευομένους, πυρὶ δὲ καὶ σιδήρῳ τοὺς νόμους ἐτίθεσαν βιαζόμενοι τοὺς ἀντιλέγοντας. Οὐκ αἰτιῶμαι δὲ τὸν ἐν τοιούτοις πράγμασι μέγιστον ἰσχῦσαι διαπραξάμενον, ἀλλὰ σημεῖον οὐ τίθεμαι τοῦ βέλτιστον εἶναι τὸ γενέσθαι πρῶτον οὕτω πονηρὰ πραττούσης τῆς πόλεως. Ὁ δὲ ἀπὸ τῆς Σπάρτης εὐνομουμένης τότε μάλιστα καὶ σωφρονούσης ἐπὶ τὰς μεγίστας ἐκπεμπόμενος ἡγεμονίας καὶ πράξεις σχεδὸν ἀρίστων ἄριστος ἐκρίνετο καὶ πρώτων πρῶτος. Ὅθεν ὁ μὲν πολλάκις τὴν ἀρχὴν ἀποδοὺς τοῖς πολίταις ἀνέλαβε πολλάκις· διέμενε γὰρ ἡ τιμὴ τῆς ἀρετῆς ἔχουσα τὸ πρωτεῖον· ὁ δὲ ἅπαξ αἱρεθεὶς στρατεύματος ἡγεμών, ἔτη συνεχῶς δέκα, νῦν μὲν ὕπατον, νῦν δὲ δικτάτορα ποιῶν ἑαυτόν, ἀεὶ δὲ ὢν τύραννος, ἐν τοῖς ὅπλοις ἔμενεν. Ἐπεχείρησε μὲν οὖν ὁ Λύσανδρος, ὡς εἴρηται, μεταστῆσαι τὰ περὶ τὴν πολιτείαν πρᾳότερον καὶ νομιμώτερον ἢ Σύλλας· πειθοῖ γάρ, οὐ δι´ ὅπλων οὐδὲ πάντα συλλήβδην ἀναιρῶν, ὥσπερ ἐκεῖνος, ἀλλ´ αὐτὴν ἐπανορθούμενος τὴν κατάστασιν τῶν βασιλέων· ὃ καὶ φύσει που δίκαιον ἐδόκει, τὸν ἐξ ἀρίστων ἄριστον ἄρχειν ἐν πόλει τῆς Ἑλλάδος ἡγουμένῃ δι´ ἀρετήν, οὐ δι´ εὐγένειαν. Ὥσπερ γὰρ κυνηγὸς οὐ ζητεῖ τὸ ἐκ κυνός, ἀλλὰ κύνα, καὶ ἱππικὸς ἵππον, οὐ τὸ ἐξ ἵππου· τί γάρ, ἂν ἐξ ἵππου ἡμίονος γένηται; οὕτως ὁ πολιτικὸς ἁμαρτήσεται τοῦ παντός, ἐὰν μὴ ζητῇ τὸν ἄρχοντα τίς ἐστιν, ἀλλὰ ἐκ τίνος. Αὐτοί γέ τοι Σπαρτιᾶται βασιλεύοντας ἐνίους ἀφείλοντο τὴν ἀρχήν, ὡς οὐ βασιλικούς, ἀλλὰ φαύλους καὶ τὸ μηδὲν ὄντας. Εἰ δὲ κακία καὶ μετὰ γένους ἄτιμον, οὐδ´ ἀρετὴ δι´ εὐγένειαν, ἀλλ´ ἀφ´ ἑαυτῆς ἔντιμον. Αἱ τοίνυν ἀδικίαι τῷ μὲν ὑπὲρ φίλων, τῷ δ´ ἄχρι φίλων ἐπράχθησαν. Λύσανδρος μὲν γὰρ ὁμολογεῖται τὰ πλεῖστα διὰ τοὺς ἑταίρους ἐξαμαρτεῖν καὶ τὰς πλείστας σφαγὰς ὑπὲρ τῆς ἐκείνων ἀπεργάσασθαι δυναστείας καὶ τυραννίδος· Σύλλας δὲ καὶ Πομπηΐου περιέκοψε τὸ στρατιωτικὸν φθονήσας, καὶ Δολοβέλλα τὴν ναυαρχίαν ἐπεχείρησε δοὺς ἀφελέσθαι, καὶ Λουκρήτιον Ὀφέλλαν ἀντὶ πολλῶν καὶ μεγάλων ὑπατείαν μνώμενον ἐν ὀφθαλμοῖς ἀποσφάξαι προσέταξε, φρίκην καὶ δέος ἐμποιῶν πρὸς αὑτὸν ἀνθρώποις ἅπασι διὰ τῆς τῶν φιλτάτων ἀναιρέσεως. Ἔτι δὲ μᾶλλον ἡ περὶ τὰς ἡδονὰς καὶ τὰ χρήματα σπουδὴ δείκνυσι τοῦ μὲν ἡγεμονικήν, τοῦ δὲ τυραννικὴν τὴν προαίρεσιν οὖσαν. Ὁ μὲν γὰρ οὐδὲν ἀκόλαστον οὐδὲ μειρακιῶδες ἐν ἐξουσίᾳ καὶ δυνάμει τηλικαύτῃ φαίνεται διαπεπραγμένος, ἀλλ´, εἰ δή τις ἄλλος, ἐκπεφευγὼς τουτὶ τὸ περίακτον· "Οἴκοι λέοντες, ἐν ὑπαίθρῳ δὲ ἀλώπεκες·" οὕτω σώφρονα καὶ Λακωνικὴν καὶ κεκολασμένην ἐπεδείκνυτο πανταχοῦ τὴν δίαιταν. Ὁ δὲ οὔτε νέος ὢν περὶ τὰς ἐπιθυμίας ἐμετρίαζε διὰ τὴν πενίαν οὔτε γηράσας διὰ τὴν ἡλικίαν, ἀλλὰ τοὺς περὶ γάμων καὶ σωφροσύνης εἰσηγεῖτο νόμους τοῖς πολίταις αὐτὸς ἐρῶν καὶ μοιχεύων, ὥς φησι Σαλούστιος. Ὅθεν οὕτω τὴν πόλιν πτωχὴν καὶ κενὴν ἐποίησε χρημάτων ὥστε ταῖς συμμαχίσι καὶ φίλαις πόλεσιν ἀργυρίου πωλεῖν τὴν ἐλευθερίαν καὶ τὴν αὐτονομίαν, καίτοι τοὺς πολυαργυρωτάτους οἴκους καὶ μεγίστους ὁσημέραι δημεύοντος αὐτοῦ καὶ ἀποκηρύττοντος. Ἀλλὰ μέτρον οὐδὲν ἦν τῶν ῥιπτουμένων καὶ καταχορηγουμένων εἰς τοὺς κόλακας. Τίνα γὰρ εἰκὸς εἶναι λογισμὸν ἢ φειδὼ πρὸς τὰς παρ´ οἶνον συνουσίας αὐτοῦ καὶ χάριτας, ὃς ἐν φανερῷ ποτε τοῦ δήμου περιεστῶτος οὐσίαν μεγάλην διαπιπράσκων τιμῆς τῆς τυχούσης εἰς ἕνα τῶν φίλων ἐκέλευε κατακηρύσσειν, ἑτέρου δὲ τὴν τιμὴν ὑπερβαλομένου καὶ τοῦ κήρυκος τὸ προστεθὲν ἀγορεύσαντος διηγανάκτησε, "Δεινά γε, ὦ φίλοι πολῖται, καὶ τυραννικὰ πάσχω," φάμενος, "εἰ τὰ ἐμά μοι λάφυρα διαθέσθαι μὴ ἔξεστιν ὡς βούλομαι." Λύσανδρος δὲ καὶ τὰς αὐτῷ δοθείσας δωρεὰς μετὰ τῶν ἄλλων ἀπέπεμψε τοῖς πολίταις. Καὶ οὐκ ἐπαινῶ τὸ ἔργον· ἴσως γὰρ ἔβλαψε τῇ κτήσει τῶν χρημάτων τὴν Σπάρτην οὗτος ὅσον οὐκ ἔβλαψε τῇ ἀφαιρέσει τὴν Ῥώμην ἐκεῖνος· ἀλλὰ τεκμήριον τοῦτο ποιοῦμαι τῆς ἀφιλοπλουτίας τοῦ ἀνδρός. Ἴδιον δέ τι πρὸς τὴν ἑαυτοῦ πόλιν ἑκάτερος ἔπαθε. Σύλλας μὲν γὰρ ἀκόλαστος ὢν καὶ πολυτελὴς ἐσωφρόνιζε τοὺς πολίτας, Λύσανδρος δ´ ὧν αὐτὸς ἀπείχετο παθῶν ἐνέπλησε τὴν πόλιν, ὥστε ἁμαρτάνειν τὸν μὲν αὐτὸν ὄντα χείρονα τῶν ἰδίων νόμων, τὸν δὲ αὑτοῦ χείρονας ἀπεργαζόμενον τοὺς πολίτας· δεῖσθαι γὰρ ἐδίδαξε τὴν Σπάρτην ὧν αὐτὸς ἔμαθε μὴ προσδεῖσθαι. Καὶ τὰ μὲν πολιτικὰ ταῦτα. Πολέμων δὲ ἀγῶσι καὶ στρατηγικαῖς πράξεσι καὶ πλήθει τροπαίων καὶ μεγέθει κινδύνων ἀσύγκριτος ὁ Σύλλας. Ὁ μέντοι γε δύο νίκας ἐξηνέγκατο ναυμαχίαις δυσί· προσθήσω δὲ αὐτῷ τὴν Ἀθηνῶν πολιορκίαν, ἔργῳ μὲν οὐ μεγάλην, τῇ δὲ δόξῃ λαμπροτάτην γενομένην. Τὰ δ´ ἐν Βοιωτίᾳ καὶ Ἁλιάρτῳ δυστυχίᾳ μὲν ἴσως ἐπράχθη τινί, κακοβουλίᾳ δὲ προσέοικεν οὐκ ἀναμείναντος ὅσον οὔπω παροῦσαν ἐκ Πλαταιῶν τὴν μεγάλην τοῦ βασιλέως δύναμιν, ἀλλὰ θυμῷ καὶ φιλοτιμίᾳ παρὰ καιρὸν ὠσαμένου πρὸς τὸ τεῖχος, ὥστε τοὺς τυχόντας ἀνθρώπους ἐκπηδήσαντας ἐν οὐδενὶ λόγῳ καταβαλεῖν αὐτόν. Οὐ γὰρ ὡς Κλεόμβροτος ἐν Λεύκτροις ἀντερείδων ἐπικειμένοις τοῖς πολεμίοις, οὐδὲ ὡς Κῦρος οὐδὲ ὡς Ἐπαμεινώνδας κατέχων ἐγκεκλικότας καὶ τὸ νίκημα βεβαιούμενος πληγῇ καιρίᾳ περιέπεσεν· ἀλλ´ οὗτοι μὲν βασιλέων καὶ στρατηγῶν θάνατον ἀπέθνησκον, Λύσανδρος δὲ πελταστοῦ καὶ προδρόμου δίκην ἀκλεῶς παραναλώσας ἑαυτόν, ἐμαρτύρησε τοῖς παλαιοῖς Σπαρτιάταις ὅτι καλῶς ἐφυλάττοντο τὰς τειχομαχίας, ἐν αἷς οὐχ ὑπ´ ἀνδρὸς μόνον τοῦ τυχόντος, ἀλλὰ καὶ ὑπὸ παιδὸς καὶ γυναικὸς ἀποθανεῖν ἂν συντύχοι πληγέντα τὸν κράτιστον, ὥσπερ τὸν Ἀχιλλέα φασὶν ὑπὸ τοῦ Πάριδος ἐν ταῖς πύλαις ἀναιρεθῆναι. Σύλλας μὲν οὖν ὅσας ἐκ παρατάξεως ἐνίκησε νίκας καὶ κατέβαλε μυριάδας πολεμίων οὐδὲ ἀριθμῆσαι ῥᾴδιόν ἐστιν· αὐτὴν δὲ τὴν Ῥώμην δὶς εἷλε, καὶ τὸν Πειραιᾶ τῶν Ἀθηνῶν οὐ λιμῷ καθάπερ Λύσανδρος, ἀλλὰ πολλοῖς ἀγῶσι καὶ μεγάλοις, ἐκβαλὼν Ἀρχέλαον ἐκ τῆς γῆς ἐπὶ τὴν θάλατταν, κατέσχεν. Ἔστι δὲ μέγα καὶ τὸ τῶν ἀντιστρατήγων. Τρυφὴν γὰρ οἶμαι καὶ παιδιὰν πρὸς Ἀντίοχον διαναυμαχεῖν τὸν Ἀλκιβιάδου κυβερνήτην, καὶ Φιλοκλέα τὸν Ἀθηναίων ἐξαπατᾶν δημαγωγόν, Ἄδοξον, ἄκραν γλῶσσαν ἠκονημένον· οὓς οὐκ ἂν ἱπποκόμῳ Μιθριδάτης οὐδὲ ῥαβδούχῳ Μάριος ἠξίωσε παραβαλεῖν τῶν ἑαυτοῦ. Τῶν δὲ πρὸς Σύλλαν ἀνταραμένων δυναστῶν, ὑπάτων, στρατηγῶν, δημαγωγῶν, ἵνα τοὺς ἄλλους ἐάσω, τίς ἦν Ῥωμαίων Μαρίου φοβερώτερος ἢ Μιθριδάτου βασιλέων δυνατώτερος ἢ Λαμπωνίου καὶ Τελεσίνου τῶν Ἰταλικῶν μαχιμώτερος; ὧν ἐκεῖνος τὸν μὲν ἐξέβαλε, τὸν δὲ ὑπέταξε, τοὺς δὲ ἀπέκτεινε. Τὸ δὲ πάντων μέγιστον, ὡς ἐγὼ νομίζω, τῶν εἰρημένων ἐκεῖνό ἐστιν, ὅτι Λύσανδρος μὲν κατώρθου πάντα τῶν οἴκοι συναγωνιζομένων, Σύλλας δὲ φυγὰς ὢν καὶ κατεστασιασμένος ὑπὸ τῶν ἐχθρῶν, καθ´ ὃν χρόνον ἠλαύνετο μὲν αὐτοῦ γυνή, κατεσκάπτετο δὲ οἰκία, φίλοι δὲ ἀπέθνησκον, αὐτὸς ἐν Βοιωτίᾳ ταῖς ἀναριθμήτοις μυριάσι παρατασσόμενος καὶ κινδυνεύων ὑπὲρ τῆς πατρίδος, ἵστη τρόπαιον, καὶ Μιθριδάτῃ συμμαχίαν διδόντι καὶ δύναμιν ἐπὶ τοὺς ἐχθροὺς οὐδὲν οὐδαμῆ μαλακὸν ἐνέδωκεν οὐδὲ φιλάνθρωπον, ἀλλ´ οὐδὲ προσεῖπεν οὐδὲ τὴν δεξιὰν ἐνέβαλε πρότερον ἢ πυθέσθαι παρόντος ὅτι καὶ τὴν Ἀσίαν ἀφίησι καὶ τὰς ναῦς παραδίδωσι καὶ τοῖς βασιλεῦσιν ἐξίσταται καὶ Βιθυνίας καὶ Καππαδοκίας. Ὧν οὐδὲν ὅλως δοκεῖ Σύλλας κάλλιον ἔργον οὐδὲ ἀπὸ μείζονος εἰργάσθαι φρονήματος, ὅτι τὸ κοινὸν τοῦ οἰκείου πρόσθεν θέμενος, καὶ καθάπερ οἱ γενναῖοι κύνες οὐκ ἀνεὶς τὸ δῆγμα καὶ τὴν λαβὴν πρότερον ἢ τὸν ἀνταγωνιστὴν ἀπειπεῖν, τότε πρὸς τὴν τῶν ἰδίων ἄμυναν ὥρμησεν. Ἐπὶ πᾶσι δὲ καὶ τὸ περὶ τὰς Ἀθήνας ἔχει τινὰ ῥοπὴν εἰς ἤθους σύγκρισιν· εἴγε Σύλλας μὲν ὑπὲρ τῆς Μιθριδάτου δυνάμεως καὶ ἡγεμονίας πολεμήσασαν αὐτῷ τὴν πόλιν ἑλὼν ἐλευθέραν ἀφῆκε καὶ αὐτόνομον, Λύσανδρος δὲ τοσαύτης ἡγεμονίας καὶ ἀρχῆς ἐκπεσοῦσαν οὐκ ᾤκτειρεν, ἀλλὰ καὶ τὴν δημοκρατίαν ἀφελόμενος ὠμοτάτους αὐτῇ καὶ παρανόμους ἀπέδειξε τοὺς τυράννους.
Ὥρα δὴ σκοπεῖν, μὴ οὐ πολὺ τἀληθοῦς
διαμαρτάνωμεν ἀποφαινόμενοι πλέονα μὲν κατωρθωκέναι Σύλλαν, ἐλάττονα
δὲ ἐξημαρτηκέναι Λύσανδρον, καὶ τῷ μὲν ἐγκρατείας καὶ σωφροσύνης, τῷ
δὲ στρατηγίας καὶ ἀνδρείας ἀποδιδόντες τὸ πρωτεῖον. |
554 COMPARAISON DE LYSANDRE ET DE SYLLA. Nous venons de raconter la vie de Sylla ; passons maintenant à la comparaison des deux personnages. Ils ont eu cela de commun que tous les deux ils n’ont du qu’à eux-mêmes le principe de leur élévation ; mais, ce qui est particulier à Lysandre, c’est que tous les emplois qu’il a exercés, ses concitoyens les lui conférèrent d’une volonté libre et saine, et que jamais il ne leur arracha rien par force, et qu’il n’eut pas besoin pour s’agrandir de violer les lois. Dans la sédition, le plus scélérat lui-même a sa part aux honneurs. C’est ce qu’on vit à Rome du temps de Sylla : le peuple était corrompu, le gouvernement malade ; il s’y levait aujourd’hui un tyran, demain un autre. Il n’y avait rien d’étonnant a ce que Sylla usurpât l’autorité souveraine, alors que des Glaucia, des Saturninus, chassaient des Métellus de la ville, et que des fils de consuls étaient égorgés dans les assemblées du peuple ; alors que les soldats étaient à qui les payait, et que l’argent et l’or disposaient de la force des armes. On vit les lois établies parle fer et la flamme, et ceux qui osaient contredire. 555 réduits par la violence. Ce n’est pas que je blâme celui qui, dans le désordre de toutes choses, a pu se saisir du pouvoir suprême ; mais je ne crois pas non plus que celui qui a su devenir le premier dans une ville si dépravée en fût le citoyen le plus honnête. Mais celui que Sparte, si bien policée et si sage alors, honorait des plus grandes dignités, et qu’elle chargeait de ses plus grandes affaires, était à ses yeux, si je puis ainsi dire, le meilleur entre les meilleurs, et le premier entre les premiers. Aussi les citoyens lui rendirent-ils l’autorité chaque fois qu’il la résigna entre leurs mains, parce qu’il conservait toujours la vertu qui donne la véritable supériorité. Au contraire, Sylla, nommé une première fois général d’armée, retient dix ans l’autorité militaire, se nomme lui-même tantôt consul, tantôt proconsul, tantôt dictateur, et n’est jamais qu’un tyran. Il est vrai que Lysandre, comme nous l’avons dit, essaya de changer la forme du gouvernement, mais par des moyens plus doux, plus conformes aux lois que ceux de Sylla : il voulait employer la persuasion, et non la force des armes ; il ne se proposait pas, comme Sylla, de tout renverser à la fois, mais seulement de réformer la constitution de la royauté. Et il paraissait naturel et juste que, dans une ville qui devait à sa vertu et non à sa noblesse l’empire qu’elle exerçait sur les Grecs, ce fût le plus vertueux entre les plus vertueux qui fût revêtu de l’autorité suprême. En effet, de même qu’un chasseur, un écuyer ne cherche pas ce qui est né d’un » chien ou d’un cheval, mais le cheval même et le chien ; car qu’en ferait l’écuyer, si c’était un mulet qui fût né de la jument ? de même l’homme d’État tomberait dans une grande méprise, s’il cherchait non point quel est personnellement celui qui commande, mais de qui il est né. Les Spartiates eux-mêmes ont ôté le pouvoir à plusieurs de leurs rois, parce qu’au lieu d’avoir une âme 556 royale, c’étaient des hommes vicieux et de nul mérite. Le vice, pour être joint à la noblesse, n’en est pas moins infâme ; et la vertu tire son lustre non de la naissance, mais d’elle-même. Ils commirent tous deux des injustices, l’un en faveur de ses amis, l’autre contre ses amis mêmes. Il est certain que presque toutes les fautes dont Lysandre se rendit coupable, il les commit dans l’intérêt de ceux qui lui étaient dévoués, et que ce fut pour les faire rois ou tyrans qu’il se souilla de tant de meurtres. Mais Sylla voulut, par envie, ôter à Pompée l’armée qu’il avait sous ses ordres, et à Dolabella le commandement de la flotte, qu’il lui avait donné lui-même. Il fit égorger sous ses yeux Lucrétius Ofella, qui demandait le consulat pour prix de plusieurs grands services qu’il lui avait rendus, imprimant dans tous les esprits l’horreur et l’effroi par le supplice de ses meilleurs amis. Leur conduite à l’égard des voluptés et des richesses montre encore mieux dans l’un l’homme fait pour commander, et dans l’autre un tyran. On ne voit pas que Lysandre, revêtu d’une si grande puissance et d’une autorité si absolue, se soit porté à aucun excès, à rien qui sentît les passions d’un jeune homme ; il évita au contraire, autant que personne, la juste application de ce proverbe : Lions chez eux, renards en public ; tant la vie qu’il mena fut toujours tempérante, véritablement laconienne, et conforme aux plus étroites prescriptions de la vertu ! Sylla s’abandonna sans mesure à ses passions, sans pouvoir être retenu ni dans sa jeunesse par la pauvreté, ni dans ses vieux jours par la faiblesse de l’âge. Au temps même où il promulguait dans Rome des lois sur le mariage et la continence, il passait sa vie dans les adultères et dans les amours infâmes. Aussi rendit-il Rome 557 si pauvre et épuisa-t-il si bien le trésor, qu’il fut réduit à vendre, à prix d’argent, aux villes amies et alliées des Romains, leur indépendance et le droit de se gouverner par leurs lois. Cependant il confisquait et vendait chaque jour à l’encan les biens des familles les plus riches et les plus puissantes. Mais il faisait à ses flatteurs des prodigalités sans bornes. Et quelle mesure, quelle épargne peut-on croire qu’il gardât, au sein de la débauche, dans ses largesses privées, lorsqu’à la vue de tous, et environné du peuple, il adjuge à vil prix, à un de ses amis, les biens d’une famille opulente qu’il faisait vendre à l’encan ? Quelqu’un y ayant mis une enchère, que le crieur annonça, il en fut très-mécontent : « C’est une indignité, chers concitoyens, dit-il, c’est une vraie tyrannie qu’il ne me soit pas permis de disposer, comme il me plaît, des dépouilles qui m’appartiennent. » Lysandre, au contraire, envoyant à Sparte l’argent du butin fait sur les ennemis, y ajoute les dons qu’il avait reçus en particulier. Ce n’est pas que je le loue de l’avoir fait ; car peut-être nuisit-il plus à Sparte en y introduisant ces richesses, que Sylla ne fit à Rome en l’appauvrissant : je veux seulement donner une preuve du peu d’estime que Lysandre faisait des richesses. Il y eut quelque chose de singulier dans la conduite de tous deux par rapport à leur ville. Sylla, effréné dans ses débauches et prodigue à l’excès dans ses dépenses, força ses concitoyens à une vie réglée ; Lysandre remplit sa patrie de vices qu’il n’avait pas. Ainsi ils se montrèrent tous deux inconséquents. L’un fut moins bon que ses propres lois ; l’autre rendit ses concitoyens moins bons qu’il ne l’était lui-même, car il fit contracter à Sparte des besoins dont il avait su personnellement se défendre. Voilà pour leurs actes politiques. Si nous passons aux exploits de guerre, aux faits d’armes, au nombre des trophées, à la grandeur des périls, 558 Lysandre n’est point à comparer à Sylla. Il n’a gagné que deux batailles navales. J’ajouterai à ses exploits la prise d’Athènes, qui ne fut pas chose bien difficile en réalité, mais qui lui fit une grande réputation. Il y eut peut-être du malheur dans ce qui arriva en Béotie et auprès d’Haliarte ; mais ce fut une grande imprudence de n’avoir pas attendu la grande armée du roi, qui était sur le point d’arriver de Platée ; d’être allé mal Q propos, par un mouvement de colère et d’ambition, donner tête baissée contre les murailles, et de s’être fait battre hon-teusement par des soldats tels quels, qui s’élancèrent de la ville à l’improviste. Il tomba frappé d’un coup mortel, non point comme Cléombrotus a Leuctres, vivement pressé par les ennemis, et faisant une vigoureuse résistance ; non point comme Cyrus (56) ; non point comme Épaminondas ramenant à l’ennemi ses troupes qui avaient plié, et assurant la victoire. Eux, ils périrent de la mort qui convenait à des rois et à des capitaines ; mais Lysandre s’aventura lui-même sans honneur, comme un simple soldat et un enfant perdu ; il justifia par son exemple la répugnance qu’avaient les anciens Spartiates à se battre contre des murailles : luttes où l’homme le plus brave peut être tué par le dernier des soldats ; que dis-je ? par un enfant, par une femme, comme Achille tomba, dit-on, sous les coups de Paris aux portes de Troie. Au contraire il ne serait pas aisé de nombrer seulement toutes les batailles livrées par Sylla, toutes les victoires qu’il a remportées, tous les milliers d’ennemis qu’il a renversés à terre. Il prit deux fois Rome elle-même ; il se rendit maître du Pirée, non par la famine, comme Lysandre, mais après plusieurs grands combats, après avoir chassé Archélaüs de la terre ferme, et l’avoir réduit à ses forces maritimes. 559 C’est d’ailleurs un point important de voir quels généraux ils ont eu à combattre l’un et l’autre. Ce ne fut qu’un jeu et une bagatelle, à mon sens, de vaincre dans un combat naval Antiochus, qui n’était que le pilote d’Alcibiade, et de tromper un Philoclès, ce harangueur des Athéniens, Cet homme sans nom, à la langue affilée et tranchante (57) ; adversaires que Mithridate n’eût pas daigné comparer à un de ses palefreniers, ni Marius à un de ses licteurs. Mais, pour ne pas nommer ici tous les princes, tous les consuls, tous les généraux, tous les démagogues contre lesquels Sylla eut à lutter, qui d’entre les Romains fut plus redoutable que Marius ? qui d’entre les rois plus puissant que Mithridate ? qui d’entre les chefs italiens plus belliqueux que Lamponius et Télésinus ? Sylla chassa le premier de Rome, soumit le second, et tua les deux autres. Mais une chose me paraît au-dessus de tout le reste, c’est que, tandis que les succès de Lysandre furent toujours secondés par les efforts de Sparte, Sylla, banni de sa patrie, opprimé par la faction de ses ennemis, alors qu’on chassait sa femme de Rome, que sa maison était en proie aux flammes et que ses amis périssaient, livra bataille en Béotie aune multitude innombrable, s’exposa pour sa patrie aux plus grands périls, et dressa un trophée de victoire. Mithridate a beau lui offrir son alliance et le secours d’une puissante armée contre ses ennemis, il ne se montre à son égard ni plus doux ni plus facile ; bien plus, il ne lui répond, il ne lui prend la main qu’après l’avoir entendu déclarer hautement qu’il renonce à l’Asie, qu’il livrera ses vaisseaux, et restituera la Bithynie 560 et la Cappadoce à leurs rois légitimes. C’est, à mon gré, la plus belle action de Sylla, et le plus noble effet de sa grandeur d’âme, d’avoir sacrifié de la sorte à l’intérêt public son utilité personnelle. Comme les chiens généreux, il ne lâche point prise, il n’accorde rien à son antagoniste qu’il ne se soit avoué vaincu : c’est alors qu’il court venger ses propres injures. Enfin leur conduite à l’égard d’Athènes peut être de quelque poids pour faire juger la différence de leur caractère. Sylla prend la ville lorsqu’elle faisait la guerre pour soutenir la puissance et l’autorité de Mithridate, et lui laisse sa liberté et ses lois ; au lieu que Lysandre, loin de montrer la moindre pitié en la voyant déchue de cette glorieuse prééminence qu’elle avait exercée sur la, Grèce, lui ôte son gouvernement populaire, et la soumet à des tyrans cruels et iniques. Il me semble, d’après ce parallèle, qu’on ne s’éloignerait pas beaucoup de la vérité en disant que Sylla a fait de plus grandes actions, et Lysandre de moins grandes fautes ; que celui-ci mérite le prix de la tempérance et de la sagesse, l’autre celui du talent militaire et de la valeur.
FIN DU TOME DEUXIÈME. |
(56) Cyrus le Jeune, tué à Cunaxa. (57) Vers tiré de quelque comédie perdue.
|