RETOUR À L’ENTRÉE DU SITE      - table des matières d'Athénée de Naucratis

ATHÉNÉE DE NAUCRATIS

Du Luxe 

 

Le Livre XII des Deipnosophistes

 

   

 

 

Texte grec

(1-20) (21-40) (41- 60) (61-80)

 

 

Pour la traduction française, cliquez ici ou sur le numéro de chapitre.

ΙΒ
1. (510) ῎Ανθρωπος εἷναί μοι Κυρηναῖος δοκεῖς, κατὰ τὸν Ἀλέξιδος Τυνδάρεων, ἑταῖρε Τιμόκρατες·
Κἀκεῖ γὰρ ἄν τις ἐπὶ τὸ δεῖπνον ἕνα καλῇ,
πάρεισιν ὀκτωκαίδεκ' ἄλλοι καὶ δέκα
ἅρματα συνωρίδες τε πεντεκαίδεκα·
τούτοις δὲ δεῖ σε τἀπιτήδει' ἐμβαλεῖν,
ὥστ' ἦν κράτιστον μηδὲ καλέσαι μηδένα.
Κἀμοὶ δ' ἦν κράτιστον σιωπᾶν καὶ μὴ ἐπὶ τοσούτοις (510b) προειρημένοις ἕτερα προστιθέναι· ἀλλ' ἐπεὶ πάνυ λιπαρῶς ἡμᾶς ἀπαιτεῖς καὶ τὸν περὶ τῶν ἐπὶ τρυφῇ διαβοήτων γενομένων λόγον καὶ τῆς τούτων ἡδυπαθείας...
2. ῾Η γὰρ ἀπόλαυσις δήπου μετ' ἐπιθυμίας πρῶτον, ἔπειτα, μεθ' ἡδονῆς. Καίτοι Σοφοκλῆς, γ' ὁ ποιητής, τῶν ἀπολαυστικῶν εἷς ὢν, ἵνα μὴ κατηγορῇ τοῦ γήρως, εἰς σωφροσύνην ἔθετο τὴν ἀσθένειαν αὐτοῦ τὴν περὶ τὰς τῶν ἀφροδισίων ἀπολαύσεις, φήσας ἀσμένως ἀπηλλάχθαι αὐτῶν ὥσπερ (510c) τινὸς ἀγρίου δεσπότου. Ἐγὼ δέ φημι καὶ τὴν τοῦ Πάριδος κρίσιν ὑπὸ τῶν παλαιοτέρων πεποιῆσθαι ἡδονῆς πρὸς ἀρετὴν οὖσαν σύγκρισιν· προκριθείσης γοῦν τῆς ᾽Αφροδίτης, αὕτη δ' ἐστὶν ἡ ἡδονή, πάντα συνεταράχθη. Καί μοι δοκεῖ καὶ ὁ καλὸς ἡμῶν Ξενοφῶν τὸν περὶ τὸν Ἡρακλέα καὶ τὴν ᾽Αρετὴν μῦθον ἐντεῦθεν πεπλακέναι. Κατὰ γὰρ τὸν ᾽Εμπεδοκλέα·
Οὐδέ τις ἦν κείνοισιν ῎Αρης θεὸς οὐδὲ Κυδοιμὸς 
(510d) οὐδὲ Ζεὺς βασιλεὺς οὐδὲ Κρόνος οὐδὲ Ποσειδῶν, 
ἀλλὰ Κύπρις βασίλεια.
Τὴν οἵ γ' εὐσεβέεσσιν ἀγάλμασιν ἱλάσκοντο
γραπτοῖς τε ζῴοισι μύροισί τε δαιδαλεόδμοις
σμύρνης τ' ἀκρήτου θυσίαις λιβάνου τε θυώδους, 
ξανθῶν τε σπονδὰς μελίτων ῥίπτοντες ἐς οὖδας.
Καὶ Μένανδρος δ' ἐν Κιθαριστῇ περί τινος μουσικευομένου λέγων φησί· 
(511) Φιλόμουσον εἶν' αὐτὸν πάνυ
ἀκούσματ' εἰς τρυφήν τε παιδεύεσθ' ἀεί.
3. Καίτοι τινές φασι κατὰ φύσιν εἶναι τὴν ἡδονὴν ἐκ τοῦ πάντα ζῷα δεδουλῶσθαι ταύτῃ, ὥσπερ οὐχὶ καὶ δειλίας καὶ φόβου καὶ τῶν ἄλλων παθημάτων κοινῶς μὲν ἐν ἅπασιν ὄντων, παρὰ δὲ τοῖς λογισμῷ χρωμένοις ἀποδοκιμαζομένων. Τὸ οὖν ἡδονὰς διώκειν προπετῶς λύπας ἐστὶ θηρεύειν. Διόπερ ῞Ομηρος ἐπονείδιστον βουλόμενος ποιῆσαι τὴν ἡδονὴν (511b) καὶ τῶν θεῶν φησι τοὺς μεγίστους οὐδὲν ὑπὸ τῆς σφετέρας ὠφελεῖσθαι δυνάμεως, ἀλλὰ τὰ μέγιστα βλάπτεσθαι παρενεχθέντας ὑπ' αὐτῆς. Ὅσα μὲν γὰρ ἀγρυπνῶν ὁ Ζεὺς ἐφρόντιζεν ὑπὲρ τῶν Τρώων, ταῦτ' ἀπώλεσεν μεθ' ἡμέραν ὑφ ἡδονῆς κρατηθείς, καὶ ὁ ῎Αρης ἀλκιμώτατος ὢν ὑπὸ τοῦ ἀσθενεστάτου φαίστου συνεποδίσθη καὶ ὦφλεν αἰσχύνην καὶ ζημίαν ἐκδοὺς ἑαυτὸν ἔρωσιν ἀλογίστοις. Φησὶ γοῦν πρὸς τοὺς θεούς, ὅτ' λθον αὐτὸν θεασόμενοι δεδεμένον·
Οὐκ ἀρετᾷ κακὰ ἔργα· κιχάνει τοι βραδὺς ὠκύν,
(511c) ὡς και νῦν ῞Ηφαιστος ἐὼν βραδὺς εἶλεν ῎Αρηα
ὠκύτατόν περ ἐόντα θεῶν οἵ ῎Ολυμπον ἔχουσι,
χωλὸς ἐών, τέχνησι· τὸ καὶ ζωάγρι ὀφέλλει.
« Οὐδεὶς δὲ λέγει τὸν ᾽Αριστείδου βίον ἡδύν, ἀλλὰ τὸν Σμινδυρίδου τοῦ Συβαρίτου καὶ τὸν Σαρδαναπάλλου. Καίτοι κατά γε τὴν δόξαν,» φησὶν ἐν τῷ περὶ ῾Ηδονῆς Θεόφραστος, « οὐχ ὁμοίως λαμπρός ἐστιν· ἀλλ' οὐκ ἐτρύφησεν ὥσπερ ἐκεῖνοι. Οὐδὲ τὸν ᾽Αγησιλάου τοῦ Λακεδαιμονίων βασιλέως, ἀλλὰ μᾶλλον, εἰ ἔτυχεν, τὸν ᾽Ανάνιος οὕτως ἀοράτου (511d) κατὰ δόξαν ὄντος, οὐδὲ τὸν τῶν ἡμιθέων τῶν ἐπὶ Τροίας, ἀλλὰ πολλῷ μᾶλλον τῶν νῦν. Καὶ τοῦτ' εἰκότως. Ὁ μὲν γὰρ ἀκατάσκευος καὶ καθάπερ ἀνεύρετος ἦν, οὔτ' ἐπιμιξίας οὔσης οὔτε τῶν τεχνῶν διηκριβωμένων, ὁ δὲ πᾶσιν ἐξηρτυμένος πρὸς ῥᾳστώνην καὶ πρὸς ἀπόλαυσιν καὶ πρὸς τὰς ἄλλας διαγωγάς.» 
4. Πλάτων δ' ἐν τῷ Φιλήβῳ φησίν· « Ἡδονὴ μὲν γὰρ ἁπάντων ἀλαζονίστατον. Ὡς δὲ λόγος, καὶ ἐν (511e) ταῖς ἡδοναῖς ταῖς περὶ τὰ ἀφροδίσια, αἳ δὴ μέγισται δοκοῦσιν εἶναι, καὶ τὸ ἐπιορκεῖν συγγνώμην εληφεν παρὰ θεῶν, ὡς καθάπερ παίδων τῶν ἡδονῶν νοῦν οὐδὲ τὸν ὀλίγιστον κεκτημένων.» Ἐν δὲ τῷ ὀγδόῳ τῆς Πολιτείας ὁ αὐτὸς Πλάτων πρότερος ὑπέδειξε τὸ ὑπὸ τῶν ᾽Επικουρείων θρυλούμενον, ὅτι « Τῶν ἐπιθυμιῶν αἱ μέν εἰσι φυσικαὶ καὶ ἀναγκαῖαι, αἱ δὲ φυσικαὶ μέν, οὐκ ἀναγκαῖαι δέ, αἱ δὲ οὔτε φυσικαὶ οὔτε ἀναγκαῖαι, » γραφων οὕτως « Ἆρ' οὖν οὐχὶ ἡ τοῦ φαγεῖν μέχρις ὑγιείας (511f) καὶ εὐεξίας καὶ αὐτοῦ σίτου καὶ ὄψου ἀναγκαῖος ἂν εἴη; ἡ μέν γέ που τοῦ σίτου κατ' ἀμφότερα ἀναγκαία, ᾗ τε ὠφέλιμος ᾗ τε παῦσαι ζῶντας δυνατή; - Ναί. - Ἡ δὲ ὄψου, εἴ π τινα ὠφέλειαν πρὸς εὐεξίαν παρέχεται; - Πάνυ μὲν οὖν. - Τί δαί; ἡ πέρα τούτων καὶ ἀλλοίων ἐδερσμάτων τοιούτων (512) ἐπίθυμια, δυνατὴ δὲ κολαζομένη ἐκ νέων πολλῶν ἀπαλλάττεσθαι, καὶ βλαβερὰ μὲν σώματι, βλαβερὰ δὲ ψυχ πρός τε φρόνησιν καὶ πρὸς τὸ σωφρονεῖν, ἆρά γε ὀρθῶς οὐκ ἀναγκαία ἂν καλοῖτο; - Ὀρθότατα μὲν οὖν.»
5. Ἡρακλείδης δ' ὁ Ποντικὸς ἐν τῷ περὶ ῾Ηδονῆς τάδε λέγει· « Οἱ τύραννοι καὶ οἱ βασιλεῖς τῶν ἀγαθῶν ὄντες κύριοι καὶ πάντων εἰληφότες πεῖραν τὴν ἡδονὴν προκρίνουσιν, μεγαλοψυχοτέρας ποιούσης τῆς ἡδονῆς τὰς τῶν ἀνθρωπών φύσεις. Ἅπαντες γοῦν οἱ τὴν ἡδονὴν τιμῶντες καὶ τρυφᾶν προῃρημένοι μεγαλόψυχοι καὶ μεγαλοπρεπεῖς εἰσιν, (512b) ὡς Πέρσαι καὶ Μῆδοι. Μάλιστα γὰρ τῶν ἄλλων ἀνθρώπων τὴν ἡδονὴν οτοι καὶ τὴν τρυφὴν τιμῶσιν, ἀνδρειότατοι καὶ μεγαλοψυχότατοι τῶν βαρβάρων ὄντες. Ἐστὶ γὰρ τὸ μὲν ἥδεσθαι καὶ τὸ τρυφᾶν ἐλευθέρων· ἀνίησι γὰρ τὰς ψυχὰς καὶ αὔξει· τὸ δὲ πονεῖν δούλων καὶ ταπεινῶν· διὸ καὶ συστέλλονται οτοι καὶ τὰς φύσεις. Καὶ ἡ ᾽Αθηναίων πόλις, ἕως ἐτρύφα, μεγίστη τε ἦν καὶ μεγαλοψυχοτάτους ἔτρεφεν ἄνδρας. Ἁλουργῆ μὲν γὰρ (512c) ἠμπίσχοντο ἱμάτια, ποικίλους δ' ὑπέδυνον χιτῶνας, κορυμβους δ' ἀναδούμενοι τῶν τριχῶν χρυσοῦς τέττιγας περὶ τὸ μέτωπον καὶ τὰς κόρρας ἐφόρουν· ὀκλαδίας τε αὐτοῖς δίφρους ἔφερον οἱ παῖδες, ἵνα μὴ καθίζοιεν ὡς ἔτυχεν. Καὶ τοιοῦτοι ἦσαν οἱ τὴν ἐν Μαραθῶνι νικήσαντες μάχην καὶ μόνοι τὴν τῆς ᾽Ασίας ἁπάσης δύναμιν χειρωσάμενοι, καὶ οἱ φρονιμώτατοι δέ, φησίν, καὶ μεγίστην δόξαν ἐπὶ σοφίᾳ ἔχοντες μέγιστον ἀγαθὸν τὴν ἡδονὴν εἷναι νομίζουσιν, Σιμωνίδης μὲν οὑτωσὶ λέγων·
Τίς γὰρ, ἁδονᾶς ἄτερ
θνατῶν βίος ποθεινὸς ποία τυραννίς;
(512d) τᾶσδ' ἄτερ οὐδὲ θεῶν ζαλωτὸς αἰών.
Πίνδαρος δὲ παραινῶν ῾Ιέρωνι τῷ Συρακοσίων ἄρχοντι·
Μηδ' ἀμαύρου, φησί, τέρψιν ἐν βίῳ· πολύ τοι
φέριστον ἀνδρὶ τερπνὸς αἰών. 
Καὶ ῞Ομηρος δὲ τὴν εὐφροσύνην καὶ τὸ εὐφραίνεσθαι τέλος φησὶν εἱναι χαριέστερον, ὅταν δαιτυμόνες μὲν ἀοιδοῦ ἀκουάζωνται, παρὰ δὲ πλήθωσι τράπεζαι. Τοὺς δὲ θεούς φησιν εἷναι ῥεῖα ζώοντας (τὸ δὲ ῥεῖα ἐστὶν ἀπόνως), ὥσπερ ἐνδεικνύμενος ὅτι μέγιστόν ἐστι τῶν κακῶν ἡ περὶ τὸ ζῆν ταλαιπωρία καὶ ὁ πόνος.» 
6. (512e) Διόπερ καὶ Μεγακλείδης ἐπιτιμᾷ τοῖς μεθ᾽ ῞Ομηρον καὶ ῾Ησίοδον ποιηταῖς ὅσοι περὶ ῾Ηρακλέους εἰρήκασιν ὡς στρατοπέδων ἡγεῖτο καὶ πόλεις ἥρει· « Ὃς μεθ' ἡδονῆς πλείστης τὸν μετ᾽ ἀνθρώπων βίον διετέλεσε, πλείστας μὲν γυναῖκας γήμας, ἐκ πλείστων δὲ λάθρᾳ παρθένων παιδοποιησάμενος.» Εἴποι γὰρ ἄν τις πρὸς τοὺς οὐ ταῦτα παραδεχομένους· « Πόθεν, ὦ οὗτοι, τὴν περὶ τὰς (512f) ἐδωδὰς αὐτῷ σπουδὴν ἀνατίθετε, ἢ πόθεν παρῆλθεν εἰς τοὺς ἀνθρώπους τὸ τῆς λοι
βαίας κύλικος μηδὲν ὑπολείπεσθαι, εἰ μὴ τὰ περὶ τὰς ἡδονὰς ἐδοκίμαζεν, ἢ διὰ τί τὰ θερμὰ λουτρὰ τὰ φαινόμενα ἐκ τῆς γῆς πάντες ῾Ηρακλέους φασὶν εἶναι ἱερά, ἢ διὰ τί τὰς μαλακὰς στρωμνὰς ῾Ηρακλέους κοίτας εἰώθασι καλεῖν, εἰ κατεφρόνει τῶν ἡδέως ζώντων;» Τοῦτον οὖν, φησίν, οἱ νεώτεροι ποιηταὶ κατασκευάζουσιν ἐν λῃστοῦ σχήματι μόνον περιπορευόμενον, ξύλον ἔχοντα καὶ λεοντῆν καὶ τόξα· καὶ ταῦτα πλάσαι (513) πρῶτον Στησίχορον τὸν ῾Ιμεραῖον. Καὶ Ξάνθος δ᾽ ὁ μελοποιός, πρεσβύτερος ὢν Στησιχόρου, ὡς καὶ αὐτὸς ὁ Στησίχορος μαρτυρεῖ, ὥς φησιν ὁ Μεγακλείδης, οὐ ταύτην αὐτῷ περιτίθησι τὴν στολήν, ἀλλὰ τὴν ῾Ομηρικήν. Πολλὰ δὲ τῶν Ξάνθου παραπεποίηκεν ὁ Στησίχορος, ὥσπερ καὶ τὴν ᾽Ορέστειαν καλουμένην. ᾽Αντισθένης δὲ τὴν ἡδονὴν ἀγαθὸν εἶναι φάσκων προσέθηκεν τὴν ἀμεταμέλητον.
7. ῾Ο δὲ παρὰ τῷ ῾Ομήρῳ ᾽Οδυσσεὺς ἡγεμὼν δοκεῖ γεγενῆσθαι ᾽Επικούρῳ τῆς πολυθρυλήτου ἡδονῆς, ὅσπερ φησίν·
(513b) Οὐ γὰρ ἔγωγέ τι φημὶ τέλος χαριέστερον εἶναι 
ἢ ὅταν εὐφροσύνη μὲν ἔχη κάτα' δῆμον ἅπαντα,
δαιτυμόνες δ' ἀνὰ δώματ' ἀκουάζωνται ἀοιδοῦ
ἥμενοι ἑξείης, παρὰ δὲ πλήθωσι τράπεζαι
σίτου καὶ κρειῶν, μέθυ δ' ἐκ κρητῆρος ἀφύσσων
οἰνοχόος παρέχῃσι καὶ ἐγχείῃ δεπάεσσιν.
τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἷναι. 
Ὁ δὲ Μεγακλείδης φησὶ τὸν ᾽Οδυσσέα καθομιλοῦντα τοὺς καιρους ὑπὲρ τοῦ δοκεῖν ὁμοήθη τοῖς Φαίαξιν εἷναι τὸ ἁβροδίαιτον αὐτῶν ἀσπάζεσθαι, (513c) προπυθόμενον τοῦ ᾽Αλκίνου·
Αἰεὶ δ' ἡμῖν δαίς τε, φίλη κίθαρίς τε χοροί τε
εἵματα τ' ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐναί.
Μόνως γὰρ οὕτως ᾠήθη ὧν ἤλπιζεν μὴ διαμαρτεῖν. 
Τοιοῦτός ἐστιν καὶ ὁ παραινῶν ᾽Αμφιλόχῳ τῷ παιδί·
Ὦ τέκνον,
ποντίου θηρὸς πετραίου χρωτὶ μάλιστα νόον
προσφέρων πάσαις πολίεσσιν ὁμίλει·
τῷ παρεόντι δ' ἐπαινήσαις ἑκὼν
(513d) ἄλλοτ' αλλοῖα φρόνει.
Ὁμοίως φησὶν καὶ Σοφοκλῆς ἐν ᾽Ιφιγενείᾳ·
Νόει πρὸς ἀνδρί, σῶμα πουλύπους ὅπως
πέτρᾳ τραπέσθαι γνησίου φρονήματος.
Καὶ ὁ Θέογνις·
Πουλύπου ὀργὴν ἴσχε πολυπλόκου.
Εἰσὶ δ' οἵ φασι ταύτης εἷναι τῆς γνώμης τὸν ῞Ομηρον, προτάττοντα τοῦ σπουδαίου βίου πολλάκις τὸν καθ' ἡδονήν, λέγοντα·
Οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο
(513e) χρυσέῳ ἐν δαπέδῳ, μετὰ δέ σφισι πότνια ῞Ηβη
νέκταρ ἐῳνοχόει, τοὶ δὲ χρυσέοις δεπάεσσι
δειδέχατ' ἀλλήλους.
Καὶ ὁ Μενέλαος δὲ παρ' αὐτῷ φησιν·
Οὐδέ κεν ἡμέας
ἄλλο διέκρινεν φιλέοντέ τε τερπομένω τε.
Καί·
Ἣμεθα δαινύμενοι κρέα τ' ἄσπετα καὶ μέθυ ἡδύ.
Διόπερ καὶ ᾽Οδυσσεὺς τρυφὴν καὶ λαγνείαν τέλος τοῦ βίου παρὰ τῷ ᾽Αλκινόῳ τίθεται. 
8. Διαβόητοι δὲ ἐπὶ τρυφῇ ἐγένοντο πρῶτοι πάντων (513f) ἀνθρώπων Πέρσαι, ὧν καὶ οἱ βασιλεῖς ἐχείμαζον μὲν ἐν Σούσοις, ἐθέριζον δὲ ἐν ᾽Εκβατάνοις. (Κληθῆναι δὲ τὰ Σοῦσά φησιν ᾽Αριστόρουλος καὶ Χάρης διὰ τὴν ὡραιότητα τοῦ τόπου· σοῦσον γὰρ εἷναι τῇ ῾Ελλήνων φωνῇ τὸ κρίνον.) Ἐν Περσεπόλει δὲ διατρίβουσι φθινόπωρον καὶ ἐν Βαρυλῶνι τὸ λεῖπον τοῦ ἐνιαυτοῦ μέρος. Καὶ οἱ Πάρθων δὲ βασιλεῖς ἐαρίζουσι μὲν ἐν ῾Ράγαις, χειμάζουσι δὲ (514) ἐν Βαρυλῶνι,.... τὸ λεῖπον τοῦ ἐνιαυτοῦ, καὶ τὸ παράσημον δὲ ὃ ἐπετίθεντο τ κεφαλ οἱ τῶν Περσῶν βασιλεῖς οὐδ' αὐτὸ ἠρνεῖτο τὴν τῆς ἡδυπαθείας ἀπόλαυσιν. « Κατεσκευάζετο γάρ,» ὥς φησι Δίνων, « ἐκ σμύρνης καὶ τοῦ καλουμένου λαβύζου. Εὐώδης δ' ἐστὶν ἡ λάβυζος καὶ πολυτιμοτέρα τῆς σμύρνης. Ὁπότε δὲ καὶ ἀπὸ τοῦ ἅρματος κατίοι,» φησί, « βασιλεύς, οὔτε καθήλλετο ὀλίγου ὄντος ἐπὶ τὴν γῆν τοῦ ὕψους οὔτε διὰ χειρῶν ἐρειδόμενος, ἀλλ' αἰεὶ αὐτῷ χρυσοῦς δίφρος ἐτίθετο (514b) καὶ τούτῳ ἐπιβαίνων κατει· καὶ ὁ βασιλέως διφροφόρος, εἰς τοῦτο εἵπετο.» « Φυλάσσουσί τε αὐτον καὶ τριακόσιαι γυναῖκες, ὡς ἱστορεῖ ὁ Κυμαῖος ῾Ηρακλείδης ἐν α' Περσικῶν. Αὗται δὲ τὰς μὲν ἡμέρας κοιμῶνται ἵνα νυκτὸς ἐγρηγορῶσι, τῆς δὲ νυκτὸς ᾄδουσαι καὶ ψάλλουσαι διατελοῦσι λύχνων καιομένων· χρῆταί δὲ αὐταῖς καὶ παλλακίσιν ὁ βασιλεὺς... διὰ τῆς τῶν μηλοφόρων αὐλῆς. Ἦσαν δὲ οὗτοι τῶν δορυφόρων, καὶ τῷ γένει πάντες Πέρσαι, ἐπὶ τῶν στυράκων μῆλα χρυσᾶ ἔχοντες, χίλιοι τὸν ἀριθμόν, ἀριστίνδην (514c) ἐκλεγόμενοι ἐκ τῶν μυρίων Περσῶν τῶν ᾽Αθανάτων καλουμένων. Καὶ διῄει διὰ τῆς τούτων αὐλῆς πεζὸς ὑποτιθεμένων ψιλοταπίδων Σαρδιανῶν, ἐφ' ὧν οὐδεὶς ἄλλος ἐπέβαινεν ἢ βασιλεύς. Ὅτε δὲ εἰς τὴν ἐσχάτην αὐλὴν ἔλθοι, ἀνέβαινεν ἐπὶ τὸ ἅρμα, ἐνίοτε δὲ καὶ ἐφ' ἵππον. Πεζὸς δὲ οὐδέποτε ἑωράθη ἔξω τῶν βασιλείων, εἰ δὲ ἐπὶ θήραν ἐξίοι, καὶ αἱ παλλακίδες αὐτῷ συνεξᾐεσαν. Ὁ δὲ θρόνος ἐφ ᾧ ἐχρημάτιζεν καθήμενος χρυσοῦς ἦν, ὃν περιειστήκεσαν τέσσαρες κιονίσκοι λιθοκόλλητοι χρυσοῖ, ἐφ ὧν διετέτατο ἱμάτιον ποικίλον πορφυροῦν.»
9. (514d) Ὁ Κλέαρχος δὲ ὁ Σολεὺς ἐν τετάρτῳ Βίων προειπὼν περὶ τῆς Μήδων τρυφῆς καὶ ὅτι διὰ ταύτην πολλοὺς εὐνουχίσαιεν τῶν περικτιόνων, ἐπιφέρει καὶ τὴν παρὰ Μήδων γενέσθαι Πέρσαις μηλοφορίαν μὴ μόνον ὧν ἔπαθον τιμωρίαν, ἀλλὰ καὶ τῆς τῶν δορυφορούντων τρυφῆς εἰς ὅσον ἦλθον ἀνανδρίας ὑπόμνημα. Δύναται γάρ, ὡς ἔοικεν, ἡ παράκαιρος ἅμα καὶ μάταιος αὐτῶν περὶ τὸν βίον τρυφὴ καὶ τοὺς ταῖς λόγχαις καθωπλισμένους ἀγύρτας ἀποφαίνειν (514e). Καὶ προελθὼν δὲ γράφει· « Τοῖς γοῦν πορίσασί τι αὐτῷ ἡδὺ βρῶμα διδοὺς ἆθλα τοῦ πορισθέντος οὐχ ἑτέραις ἡδύνων ταῦτα τιμαῖς παρετίθει, πολὺ δὲ μᾶλλον αὐτὸς ἀπολαύειν αὐτῶν, νοῦν ἔχων· τοῦτο μεν γάρ ἐστιν ὁ λεγόμενος, οἶμαι, καὶ Διὸς ἅμα καὶ βασιλέως ἐγκέφαλος. » Χάρης δ' ὁ Μιτυληναῖος ἐν τῇ πέμπτῃ,τῶν περὶ Ἀλέξανδρον Ἱστοριῶν « Εἰς τοῦτο, » φησιν, « ἥκον τρυφῆς οἱ τῶν Περσῶν βασιλεῖς ὥστε ἔχεσθαι τῆς βασιλικῆς κλίνης ὑπὲρ κεφαλῆς οἴκημά τι πεντάκλινον, ἐν ᾦ χρυσίου πεντακισχίλια διὰ παντὸς (514f) ἔκειτο τάλαντα, καὶ τοῦτο ἐκαλεῖτο προσκεφάλαιον βασιλικόν. Καὶ πρὸς ποδῶν ἕτερον οἴκημα τρίκλινον, οὗ τάλαντα τρισχίλια ἔκειτο ἀργυρίου, καὶ προσηγορεύετο βασιλικὸν ὑποπόδιον. Ἦν δ' ἐν τῷ κοιτῶνι καὶ λιθοκόλλητος ἄμπελος χρυσῆ ὑπὲρ τῆς κλίνης.» Τὴν δ' ἄμπελον ταύτην ᾽Αμύντας φησὶν ἐν τοῖς Σταθμοῖς καὶ βότρυας ἔχειν ἐκ τῶν πολυτελεστάτων ψήφων συντεθειμένους. Οὐ μακράν τε ταύτης ἀνακεῖσθαι κρατῆρα χρυσοῦν (515) Θεοδώρου τοῦ Σαμίου ποίημα. γαθοκλῆς δ' ἐν τρίτῳ περὶ Κυζίκου ἐν Πέρσαις φησὶν εἷναι καὶ χρυσοῦν καλούμενον ὕδωρ, εἷναι δὲ τοῦτο λιβάδας ἑβδομήκοντα, καὶ μηδένα πίνειν ἀπ' αὐτοῦ ἢ μόνον βασιλέα καὶ τὸν πρεσβύτατον αὐτοῦ τῶν παίδων· τῶν δ' ἄλλων ἐάν τις πί, θάνατος ἡ ζημία.
10. Ξενοφῶν δὲ, ἐν ὀγδόῳ Παιδείας « Ἐχρῶντο,» φησιν, « ἔτι τότε τῇ ἐκ Περσῶν παιδείᾳ καὶ τῇ Μήδων στολῇ καὶ ἁβρότητι. Νῦν δὲ τὴν μὲν ἐκ Περσῶν καρτερίαν περιορῶσιν ἀποσβεννυμένην, τὴν δὲ τῶν Μήδων μαλακίαν διασῴζονται. Σαφηνίσαι (515a) δὲ βούλομαι καὶ τὴν θρύψιν αὐτῶν. Ἐκείνοις γὰρ πρῶτον μὲν οὐκέτι τὰς εὐνὰς μόνον ἀρκεῖ μαλακῶς ὑποστόρνυσθαι, ἀλλ' ἤδη καὶ τῶν κλινῶν τοὺς πόδας ἐπὶ ταπίδων τιθέασιν, ὅπως μὴ ἀντερείδῃ τὸ δάπεδον, ἀλλ' ὑπείκωσιν αἱ τάπιδες. Καὶ μὴν τὰ πεττόμενα ἐπὶ τράπεζαν ὅσα τε πρότερον εὕρητο οὐδὲν αὐτῶν ἀφρηται ἄλλα τε καινὰ αἰεὶ ἐπιμηχανῶνται, καὶ ὄψα γε ὡσαύτως· καὶ γὰρ (515b) καινοποιητὰς ἀμφοτέρων τούτων κέκτηνται. ἀλλὰ καὶ ἐν τῷ χειμῶνι οὐ μόνον κεφαλὴν καὶ σῶμα καὶ πόδας αὐτοῖς ἀρκεῖ ἐσκεπάσθαι, ἀλλὰ καὶ περὶ ἄκραις ταῖς χερσὶν χειρίδας δασείας καὶ δακτυλήθρας ἔχουσιν. Ἒν γε μὴν τῷ θέρει οὐκ ἀρκοῦσιν αὐτοῖς οὔθ' αἱ τῶν δένδρων οὔθ' αἱ τῶν πετρῶν σκιαί, ἀλλ' ἐν ταύταις ἑτέρας σκιάδας ἄνθρωποι μηχανώμενοι αυτοῖς παρεστᾶσι.» Κἀν τοῖς ἑξῆς δέ φησι περὶ αὐτῶν οὑτωσί· « Νῦν δὲ στρώματα πλείω ἔχουσιν ἐπὶ τῶν ἵππων ἢ ἐπὶ τῶν εὐνῶν· οὐ γὰρ τῆς ἱππείας οὕτως ὡς τοῦ μαλακῶς καθῆσθαι (515d) ἐπιμέλονται. Καὶ τοὺς θυρωροὺς δὲ καὶ τοὺς σιτοποιοὺς καὶ τοὺς ὀψοποιοὺς καὶ οἰνοχόους καὶ παρατιθέντας καὶ ἀναιροῦντας καὶ κατακοιμίζοντας καὶ ἀνιστάντας καὶ τοὺς κοσμητὰς οἵ ὑποχρίουσί τε καὶ ἐντρίρουσιν αὐτοὺς καὶ τἄλλα ῥυθμίζουσιν... »
11. Λυδοὶ δὲ εἰς τοσοῦτον ἦλθον τρυφῆς ὡς καὶ πρῶτοι γυναῖκας εὐνουχίσαι, ὡς ἱστορεῖ Ξάνθος ὁ Λυδὸς ἢ ὁ τὰς εἰς αὐτὸν ἀναφερομένας ἱστορίας (515e) συγγεγραφώς - Διονύσιος δ' ὁ Σκυτορραχίων, ὡς ᾽Αρτέμων φησὶν ὁ Κασανδρεὺς ἐν τῷ περὶ Συναγωγῆς Βιρλίων, ἀγνοῶν ὅτι ῎Εφορος ὁ συγγραφεὺς μνημονεύει αὐτοῦ ὡς παλαιοτέρου ὄντος καὶ ῾Ηροδότῳ τὰς ἀφορμὰς δεδωκότος - ὁ δὲ οὖν Ξάνθος ἐν τῇ δευτέρᾳ τῶν Λυδιακῶν ᾽Αδραμύτην φησὶ τὸν Λυδῶν βασιλέα, πρῶτον γυναῖκας εὐνουχίσαντα χρῆσθαι αὐταῖς ἀντὶ ἀνδρῶν εὐνούχων. Κλεαρχος δ᾽ ἐν τῇ τετάρτῃ περὶ Βίων « Λυδοί » φησί « διὰ τρυφὴν παραδείσους κατασκευασάμενοι καὶ κηπαίους αὐτοὺς ποιήσαντες ἐσκιατροφοῦντο, τρυφερώτερον ἡγησάμενοι τὸ μηδ' ὅλως αὐτοῖς ἐπιπίπτειν τὰς (515f) τοῦ ἡλίου αὐγάς. Καὶ πόρρω προάγοντες ὕβρεως τὰς τῶν ἄλλων γυναῖκας καὶ παρθένους εἰς τὸν τόπον τὸν διὰ τὴν πρᾶξιν Ἁγνεῶνα κληθέντα συνάγοντες ὕβριζον. Καὶ τέλος τὰς ψυχὰς ἀποθηλυνθέντες ἠλλάξαντο τὸν τῶν γυναικῶν βίον, διόπερ καὶ γυναῖκα τύραννον ὁ βίος εὕρετο αὐτοῖς μίαν τῶν ὑβρισθεισῶν ᾽Ομφάλην· ἥτις πρώτη κατῆρξε τῆς εἰς Λυδοὺς πρεπούσης τιμωρίας· τὸ γὰρ ὑπὸ γυναικὸς ἄρχεσθαι ὑβριζομενους σημεῖόν (516) ἐστι βίας. Οὖσα οὖν καὶ αὐτὴ ἀκόλαστος καὶ ἀμυνομένη τὰς γενομένας αὐτῇ πρότερον ὕβρεις τοῖς ἐν τῇ πόλει δούλοις τὰς τῶν δεσποτῶν παρθένους ἐξέδωκεν ἐν ᾧ τόπῳ πρὸς ἐκείνων ὑβρίσθη· εἰς τοῦτον οὖν συναθροίσασα μετ' ἀνάγκης συγκατέκλινε τοῖς δούλοις τὰς δεσποίνας. Ὅθεν οἱ Λυδοὶ τὸ πικρὸν τῆς πράξεως ὑποκοριζόμενοι τὸν τόπον καλοῦσιν Γλυκὺν Ἀγκῶνα. Οὐ μόνον δὲ Λυδῶν γυναῖκες ἄφετοι οὖσαι τοῖς ἐντυχοῦσιν, ἀλλὰ καὶ Λοκρῶν τῶν ᾽Επιζεφυρίων, ἔτι δὲ τῶν περὶ Κύπρον καὶ πάντων ἁπλῶς τῶν ἑταιρισμῷ τὰς (516b) ἑαυτῶν κόρας ἀφοσιούντων, παλαιᾶς τινος ὕβρεως ἐοίκασιν εἷναι πρὸς ἀλήθειαν ὑπόμνημα καὶ τιμωρίας. Πρὸς ἣν εἷς τῶν Λυδῶν εὐγενὴς ἀνὴρ ὁρμήσας καὶ τῇ παρ' αὐτοῖς Μίδου βασιλείᾳ βαρυνθείς, τοῦ μὲν Μίδου ὑπ' ἀνανδρίας καὶ τρυφῆς ἐν' πορφύρᾳ κειμένου καὶ ταῖς γυναιξὶν ἐν τοῖς ἱστοῖς συνταλασιουργοῦντος, ᾽Ομφάλης δἐ πάντας τοὺς συγκατακλιθέντας αὑτῇ ξενοκτονούσης ἀμφοτέρους ἐκόλασε, τὸν μὲν ὑπὸ ἀπαιδευσίας κεκωφημένον τῶν ὤτων ἐξελκύσας, ὃς διὰ τὴν τοῦ (516e) φρονεῖν ἔνδειαν τοῦ πάντων ἀναισθητοτάτου ζῴου τὴν ἐπωνυμίαν ἔσχε· τὴν δὲ ...
12. Πρῶτοι δὲ Λυδοὶ καὶ τὴν καρύκην ἐξεῦρον, περὶ ἧς τῆς σκευασίας οἱ τὰ ᾽Οψαρτυτικὰ συνθέντες εἰρήκασιν, Γλαῦκός τε ὁ Λοκρὸς καὶ Μίθαικος καὶ Διονύσιος ῾Ηρακλεῖδαί τε δύο γένος Συρακόσιοι καὶ Ἄγις καὶ ᾽Επαίνετος καὶ Διονύσιος ἔτι τε ῾Ηγησιππος καὶ ᾽Ερασίστρατος καὶ Εὐθύδημος καὶ Κρίτων, πρὸς τούτοις δὲ Στέφανος, ᾽Αρχύτας, ᾽Ακέστιος, ᾽Ακεσίας, Διοκλῇς, Φιλιστίων. Τοσούτους γὰρ οἷδα γράψαντας Ὀψαρτυτικά. Καὶ κάνδαυλον (516f) δέ τινα ἔλεγον οἱ Λυδοί, οὐχ ἕνα ἀλλὰ τρεῖς· οὕτως ἐξήσκηντο πρὸς τὰς ἡδυπαθείας. Γίνεσθαι δ᾽ αὐτόν φησιν ὁ Ταραντῖνος ῾Ηγήσιππος ἐξ ἑφθοῦ κρέως καὶ κνηστοῦ ἄρτου καὶ Φρυγίου τυροῦ ἀνήθου τε καὶ ζωμοῦ πίονος. Μνημονεύει δ' αὐτοῦ ῎Αλεξις ἐν Παννυχίδι ἢ ᾽Ερίθοις· μάγειρος δ' ἐστὶν ὁ προσδιαλεγόμενος·
Ὅτι δέ σοι παρὰ τοῦτο κάνδαυλόν τινα
παραθήσομεν, Β. Κάνδαυλον; Οὐκ ἐδήδοκα
κάνδαυλον οὐδ' ἀκήκο' οὐδεπώποτε.
Α. Θαυμαστὸν ἐμὸν εὕρημα· πάνυ πολὺν δ' ἐγὼ
(516e) ἐν παραθῶ σοι, προσκατέδει τοὺς δακτύλους
αὐτῷ γε χαίρων χόρια μὲν ποιῄσομεν -
Β. Ἄνθρωπε, ποίεί λευκὰ καὶ βλέπ' εἰς...
Α. Εἷτ' ἀντακαῖον ἰχθύων τάριχος ἢ
κρεῶν, βατανίων εὐθέως...
δίπυρον παραθήσω κᾠὸν ἐπιτετμημένον,
πυόν, μέλιτος ὀξύβαφον ἐπὶ ταγηνιῶν,
τυροῦ τροφάλια χλωρὰ Κυθνίου παρατεμών,
βοτρύδιόν τι, χόριον, ἐν ποτηρίῳ 
γλυκύν τὸ τοιοῦτον, γὰρ ἀεί πως μέρος
(516f) ἐπιπαίζεται, κεφαλὴ δὲ δείπνου γίνεται,
Β. Ἄνθρωπ' ἐπίπαιζε· μόνον ἀπαλλάγηθί μου,
τοὺς σοὺς δὲ κανδαύλους λέγων καὶ χόρια καὶ 
βατάνια. Πᾶσαν ἀφανιεῖς τὴν ἡδονήν.
Μνημονεύει τοῦ κανδαύλου καὶ Φιλήμων ἐν Παρεισιόντι οὕτως·
Τοὺς ἐν τῇ πόλει
μάρτυρας ἔχω γὰρ ὄτι μόνος φύσκην ποιῶ,
κάνδαυλον, ᾠόθριον ἐν στενῷ. Τί γὰρ
τούτων διάπτωμ' ἐγένετ' ἢ ἁμάρτημα τί;
(517) Καὶ Νικόστρατος ἐν Μαγείρῳ·
Ὃς μέλανα ποιεῖν ζωμὸν οὐκ ἠπίστατο,
θρῖον δὲ καὶ κάνδαυλον.
Καὶ Μένανδρος Τροφωνίῳ·
᾽Ιωνικὸς πλούταξ, ὑποστάσεις ποιῶν
κάνδαυλον, ὑποβινητιῶντα βρώματα.
Καὶ εἰς τοὺς πολέμους δὲ ἐξιόντες οἱ Λυδοὶ παρατάττονται μετὰ συρίγγων καὶ αὐλῶν, ὥς φησιν ῾Ηρόδοτος. Καὶ Λακεδαιμόνιοι δὲ μετ' αὐλῶν ἐξορμῶσιν ἐπὶ τοὺς πολέμους, καθάπερ Κρῆτες μετὰ λύρας.
 13. (517b) ῾Ηρακλείδης δ' ὁ Κυμαῖος ὁ τὰ Περσικὰ συγγράψας ἐν τοῖς ἐπιγραφομένοις, Παρασκευαστικοῖς εἰπὼν ὡς ὁ ἐν τῇ λιβανοφόρῳ χώρᾳ βασιλεὺς αὐτόνομός τε ἐστι καὶ οὐδενὸς ὑπήκοος, γράφει καὶ ταῦτα· « Οὗτος δ' ὑπερβάλλει τῇ τρυφῇ και ῥᾳθυμίᾳ. Διατρίβει τε γὰρ αἰεὶ ἐν τοῖς βασιλείοις ἐν τρυφῇ καὶ δαπάνῃ τὸν βίον διάγων καὶ πράττει οὐδὲ ἓν πρᾶγμα αὐτὸς οὐδὲ πολλοῖς πλησιάζει, (517c) ἀλλὰ δικαστὰς ἀποδεικνύει· καὶ ἐάν τις αὐτοὺς ἡγῆται μὴ δικαίως δεδικακέναι, ἔστι θυρὶς ἐν τῷ ὑψηλοτάτῳ τῶν βασιλείων καὶ αὕτη ἁλύσει δέδεται. Ὁ οὗν ἡγούμενος ἀδίκως δεδικάσθαι ἐπιλαμβάνεται τῆς ἁλύσεως καὶ ἕλκει τὴν θυρίδα, καὶ ὁ βασιλεὺς ἐπειδὰν αἴσθηται εἰσκαλεῖ καὶ αὐτὸς δικάζει. Καὶ ἐὰν φαίνωνται οἱ δικασταὶ ἀδίκως δικάσαντες, ἀποθνήσκουσιν ἐὰν δὲ δικαίως, ὁ κινήσας τὴν θυρίδα ἀπόλλυται. Τὰ δ' ἀναλώματα λέγεται τῆς ἡμέρας εἰς τὸν βασιλέα καὶ τὰς περὶ αὐτὸν γυναῖκας καὶ φίλους γίνεσθαι τάλαντα πεντεκαίδεκα Βαρυλῴνια.»
14. (517d) Παρα δὲ Τυρρῃνοῖς ἐκτόπως τρυφήσασιν ἱστορεῖ Τίιμαιος ἐν τῇ α' ὅτι αἱ θεράπαιναι, γυμναὶ τοῖς ἀνδράσι διακονοῦνται. Θεόπομπος δὲ ἐν τῇ τεσσαρακοσττῇ τρίτῃ τῶν Ίστοριων καὶ νόμον εἶναί φησιν παρὰ τοῖς Τυρρηνοῖς κοινὰς ὑπάρχειν τὰς γυναῖκας· ταύτας δ' ἐπιμελεῖσθαι σφόδρα τῶν σωμάτων καὶ γυμνάζεσθαι πολλάκις καὶ μετ' ἀνδρῶν, ἐνίοτε δὲ καὶ πρὸς ἑαυτάς· οὐ γὰρ αἰσχρὸν εἷναι αὐταῖς φαίνεσθαι γυμναῖς. Δειπνεῖν δὲ αὐτὰς οὐ παρὰ τοῖς ἀνδράσι τοῖς ἑαυτῶν, ἀλλὰ παρ' οἷς ἂν τύχωσι τῶν παρόντων, καὶ προπίνουσιν οἷς ἂν (517e) βουληθῶσιν. Εἷναι δὲ καὶ πιεῖν δεινὰς καὶ τὰς ὄψεις πάνυ καλάς. Τρέφειν δὲ τοὺς Τυρρηνοὺς πάντα τὰ γινόμενα παιδία οὐκ εἰδότας ὅτου πατρός ἐστιν ἕκαστον. Ζῶσι δὲ καὶ οὗτοι τὸν αὐτὸν τρόπον τοῖς θρεψαμένοις, πότους τὰ πολλὰ ποιούμενοι καὶ πλησιάζοντες ταῖς γυναιξὶν ἁπάσαις. Οὐδὲν δ' αἰσχρόν ἐστι Τυρρηνοῖς οὐ μόνον αὐτοὺς ἐν τῷ μέσῳ τι ποιοῦντας, ἀλλ' οὐδὲ πάσχοντας φαίνεσθαι· Ἐπιχώριον γὰρ καὶ τοῦτο παρ' αὐτοῖς ἐστι. Και τοσούτου δέουσιν αἰσχρὸν ὑπολαμβάνειν ὥστε καὶ λέγουσιν, ὅταν ὁ μὲν δεσπότης τῆς οἰκίας (517f) ἀφροδισιάζηται, ζητῇ δέ τις αὐτόν, ὅτι πάσχει τὸ καὶ τό, προσαγορεύσαντες αἰσχρῶς τὸ πρᾶγμα. Ἐπειδαν δὲ συνουσιάζωσι καθ' ἑταιρίας, ἢ κατὰ συγγενείας, ποιοῦσιν οὕτως· πρῶτον μὲν ὅταν παύσωνται πίνοντες καὶ μέλλωσι καθεύδειν, εἰσάγουσι παρ' αὐτοὺς οἱ διάκονοι τῶν λύχνων ἔτι καιομένων ὁτὲ μὲν ἑταίρας, ὁτὲ δὲ παῖδας πάνυ καλούς, ὁτὲ δὲ καὶ γυναῖκας· ὅταν δὲ τούτων ἀπολαύσωσιν, αὖθις νεανίσκους ἀκμάζοντας, οἳ πλησιάζουσιν αὐτοὶ ἐκείνοις, ἀφροδισιάζουσιν δὲ καὶ ποιοῦνται τὰς συνουσίας ὁτὲ μὲν ὁρῶντες ἀλλήλους, ὡς δὲ τὰ πολλὰ καλύβας περιβάλλοντες περὶ τὰς κλίνας, α πεπλεγμέναι εἰσὶν ἐκ ῥάβδων, (518) ἐπιβέβληται δ' ἄνωθεν ἱμάτια. Καὶ πλησιάζουσι μὲν σφόδρα καὶ ταῖς γυναιξί, πολὺ μέντοι γε μᾶλλον χαίρουσι συνόντες τοῖς παισὶ καὶ τοῖς μειρακίοις. Καὶ γὰρ γίνονται παρ' αὐτοῖς πάνυ καλοὶ τὰς ὄψεις, ἅτε τρυφερῶς διαιτώμενοι καὶ λεαινόμενοι τὰ σώματα. Πάντες δὲ οἱ πρὸς ἑσπέραν οἰκοῦντες βάρβαροι πιττοῦνται καὶ ξυροῦνται τὰ σώματα· καὶ παρά γε τοῖς Τυρρηνοῖς ἐργαστήρια κατεσκεύασται πολλὰ καὶ τεχνῖται τούτου τοῦ πράγματός εἰσιν, ὥσπερ παρ' ἡμῖν οἱ κουρεῖς. (518b) Παρ' ος ὅταν εἰσέλθωσιν, παρέχουσιν ἑαυτοὺς πάντα τρόπον, οὐθὲν αἰσχυνόμενοι τοὺς ὁρῶντας οὐδὲ τοὺς παριόντας. Χρῶνται δὲ τούτῳ τῷ νόμῳ πολλοὶ καὶ τῶν ῾Ελλήνων τῶν τὴν ᾽Ιταλίαν οἰκούντων, μαθόντες παρὰ Σαυνιτῶν καὶ Μεσσαπίων. Ὑπὸ δὲ τῆς τρυφῆς οἱ Τυρρηνοί, ὡς ῎Αλκιμος ἱστορεῖ, πρὸς αὐλὸν καὶ μάττουσιν καὶ πυκτεύουσι καὶ μαστιγοῦσιν.
15. (518c) Δια
βόητοι δ' εἰσὶν ἐπὶ τρυφῇ καὶ αἱ τῶν Σικελῶν τράπεζαι, οἵτινες καὶ τὴν παρ' αὐτοῖς θάλατταν λέγουσιν εἷναι γλυκεῖαν, χαίροντες τοῖς ἐξ αὐτῆς γινομένοις ἐδέσμασιν, ὥς φησι Κλέαρχος ἐν πέμπτῳ Βίων. Περὶ δὲ Συβαριτῶν τί δεῖ καὶ λέγειν; Παρ᾽ οἷς πρώτοις εἰσήχθησαν εἰς τὰ βαλανεῖα λουτροχόοι καὶ παραχύται πεπεδημένοι, τοῦ μὴ θᾶττον ἰέναι καὶ ὅπως μὴ σπεύδοντες κατακαίωσι τοὺς λουομένους. Πρῶτοι δὲ Συβαρῖται καὶ τὰς ποιούσας ψόφον τέχνας οὐκ ἐῶσιν ἐπιδημεῖν τῇ πόλει, οἷον (518d) χαλκέων καὶ τεκτόνων καὶ τῶν ὁμοίων, ὅπως αὐτοῖς πανταχόθεν ἀθόρυβοι ὦσιν οἱ ὕπνοι· οὐκ ἐξῆν δ' οὐδ' ἀλεκτρυόνα ἐν τῇ πόλει τρέφεσθαι.
στορεῖ δὲ περὶ αὐτῶν Τίμαιος ὅτι ἀνὴρ Συβαρίτης εἰς ἀγρόν ποτε πορευόμενος ἔφη ἰδὼν τοὺς ἐργάτας σκάπτοντας αὐτὸς ῥῆγμα λαβεῖν· πρὸς ὃν ἀποκρίνασθαί τινα τῶν ἀκουσάντων « Αὐτὸς δὲ σοῦ διηγουμένου ἀκούων πεπονεκέναι τὴν πλευράν.» Ἐν Κρότωνι δὲ σκάπτοντί τινι τὴν τῶν ἀθλούντων κόνιν ἐπιστάντες τινὲς Συβαριτῶν ἐθαύμαζον λέγοντες, εἰ τηλικαύτην ἔχοντες πόλιν οἰκέτας μὴ κέκτηνται τοὺς σκάψοντας ἑαυτοῖς τὴν παλαίστραν. (518e) Ἄλλος δὲ Συβαρίτης παραγενόμενος εἰς Λακεδαίμονα καὶ κληθεὶς εἰς φιδίτιον, ἐπὶ τῶν ξύλων κατακείμενος καὶ δειπνῶν μετ' αὐτῶν, πρότερον μὲν ἔφη καταπεπλῆχθαι τὴν τῶν Λακεδαιμονίων πυνθανόμενος ἀνδρείαν, νῦν δὲ θεασάμενος νομίζειν μηδὲν τῶν ἄλλων αὐτοὺς διαφέρειν. Καὶ γὰρ τὸν ἀνανδρότατον μᾶλλον ἂν ἑλέσθαι ἀποθανεῖν ἢ τοιοῦτον βίον ζῶντα καρτερεῖν. 
16. ῎Εθος δὲ παρ' αὐτοῖς καὶ τοὺς παῖδας μέχρι τῆς τῶν ἐφήβων ἡλικίας ἁλουργίδας τε φορεῖν καὶ πλοκαμῖδας ἀναδεδεμένους χρυσοφορεῖν. Ἐπιχωριάζείν δὲ παρ' αὐτοῖς διὰ τὴν τρυφὴν ἀνθρωπάρια (518f) μικρὰ καὶ τοὺς σκωπαίους, ὥς φησιν ὁ Τίμαιος, τοὺς καλουμένους παρά τισι στίλπωνας καὶ κυνάρια Μελιταῖα, ἅπερ αὐτοῖς καὶ ἕπεσθαι εἰς τὰ γυμνάσια. Πρὸς οὓς καὶ τοὺς ὁμοίους τούτοις Μασσανάσσης ὁ τῶν Μαυρουσίων βασιλεὺς ἀπεκρίνατο, ὥς φησι Πτολεμαῖος ἐν ὀγδόῳ ῾Υπομνημάτων, ζητοῦσιν συνωνεῖσθαι πιθήκους· « Παρ᾽ ὑμῖν, ὦ οὗτοι, αἱ γυναῖκες οὐ τίκτουσιν παιδία; » Παιδίοις γὰρ ἔχαιρεν ὁ Μασσανάσσης καὶ εἷχεν (519) παρ' αὑτῷ τρεφόμενα τῶν υἱῶν (πολλοὶ δὲ ἦσαν) τὰ τέκνα καὶ τῶν θυγατέρων ὁμοίως, καὶ πάντα ταῦτα αὐτὸς ἔτρεφεν μέχρι τριῶν ἐτῶν· μεθ' ἃ ἀπέπεμπε πρὸς τοὺς γεγεννηκότας, παραγινομένων ἄλλων. Τὰ δ' αὐτὰ ἔφη καὶ Εὔβουλος ὁ κωμικὸς ἐν Χάρισιν οὕτως· 
Καὶ γὰρ πόσῳ κάλλιον, ἱκετεύω, τρέφειν
ἄνθρωπον ἔστ' ἄνθρωπον, ἂν ἔχῃ βίον,
ἢ χῆνα πλατυγίζοντα καὶ κεχηνότα
ἢ στρουθὸν ἢ πίθηκον, ἐπίβουλον κακόν.
(519b) Καὶ ᾽Αθηνόδωρος δὲ ἐν τῷ περὶ Σπουδῆς καὶ Παιδιᾶς ᾽Αρχύταν φησὶ τὸν Ταραντῖνον πολιτικον ἅμα και φιλόσοφον γενομενον πλείστους οἰκέτας ἔχοντα αἰεὶ τούτοις παρὰ τὴν δίαιταν ἀφιεμένοις εἰς τὸ συμπόσιον ἥδεσθαι. Ἀλλ' οἱ Συαρῖται ἔχαιρον τοῖς Μελιταίοις κυνιδίοις καὶ ἀνθρώποις οὐκ ἀνθρώποις.
17 ᾽Εφόρουν δ' οἱ Συβαρῖται καὶ ἱμάτια Μιλησίων ἐρίων πεποιημένα· ἀφ' ὧν δὴ καὶ αἱ φιλίαι ταῖς πόλεσιν ἐγένοντο, ὡς ὁ Τίμαιος ἱστορεῖ, ἠγάπων (519c) γὰρ τῶν μὲν ἐξ ᾽Ιταλίας Τυρρηνούς, τῶν δ' ἕωθεν τοὺς ῎Ιωνας ὅτι τρυφῇ προσεῖχον. Οί δ' ἱππεῖς τῶν Συαριτῶν ὑπὲρ τοὺς πεντακισχιλίους ὄντες ἐπόμπευον ἔχοντες κροκωτοὺς ἐπὶ τοῖς θώραξιν, καὶ τοῦ θέρους οἱ νεώτεροι αὐτῶν εἰς τὰ τῶν Νυμφῶν ἄντρα τῶν Λουσιάδων ἀποδημοῦντες διετέλουν μετὰ πάσης τρυφῆς. Οἱ δ' εὔποροι αὐτῶν ὁπότε εἰς ἀγρὸν παραβάλλοιεν καίπερ ἐπὶ ζευγῶν πορευόμενοι τὴν ἡμερησίαν πορείαν ἐν τρισὶν ἡμέραις διήνυον. Ἦσαν δέ τινες αὐτοῖς καὶ τῶν εἰς (519d) τοὺς ἀγροὺς φερουσῶν ὁδῶν κατάστεγοι. Τοῖς δὲ πλείστοις αὐτῶν ὑπάρχουσιν οἰνῶνες ἐγγὺς τῆς θαλάσσης, εἰς οὓς δι' ὀχετῶν τῶν οἴνων ἐκ τῶν ἀγρῶν ἀφειμένων τὸν μὲν ἔξω τῆς χώρας πιπράσκεσθαι, τὸν δὲ εἰς τὴν πόλιν τοῖς πλοίοις διακομίζεσθαι. Ποιοῦνται δὲ καὶ δημοσίᾳ πολλὰς καὶ πυκνὰς ἑστιάσεις καὶ τοὺς λαμπρῶς φιλοτιμηθέντας χρυσοῖς στεφάνοις τιμῶσι καὶ τούτους ἀνακηρύττουσιν ἐν ταῖς δημοσίαις θυσίαις καὶ τοῖς ἀγῶσιν, προσκηρύττοντες οὐκ εὔνοιαν, ἀλλὰ τὴν εἰς τὰ (519e) δεῖπνα χορηγίαν· ἐν οἷς στεφανοῦσθαι καὶ τῶν μαγείρων τοὺς ἄριστα τὰ παρατεθέντα διασκευάσαντας. Παρὰ Συβαρίταις δ' εὑρέθησαν καὶ πύελοι ἐν α
ς κατακείμενοι ἐπυριῶντο. Πρῶτοι δὲ καὶ ἀμίδας ἐξεῦρον, ἃς εἰσέφερον εἰς τὰ συμπόσια. Καταγελῶντες δὲ τῶν ἀποδημούντων ἐκ τῶν πατρίδων αὐτοὶ ἐσεμνύνοντο ἐπὶ τῷ γεγηρακέναι ἐπὶ ταῖς τῶν ποταμῶν γεφύραις.
18. Δοκεῖ δὲ μέγα τῆς εὐδαιμονιας αἴτιον εἷναι ὅτι ἐκ τῆς χωρας, ἀλιμένου τῆς θαλάσσης παρηκούσης (519f) καὶ τῶν καρπῶν σχεδὸν ἁπάντων ὑπὸ τῶν πολιτῶν καταναλισκομένων, ὅ τε, τῆς πόλεως τόπος καὶ ὁ παρὰ τοῦ θεοῦ χρησμὸς συμπαροξῦναι πάντας ἐκτρυφῆσαι καὶ ποιῆσαι ζῆσαι ὑπὲρ τὸ μέτρον ἐκλελυμένως. Ἡ δὲ πόλις αὐτῶν ἐν κοίλῳ κειμένη τοῦ μὲν θέρους ἕωθέν τε καὶ πρὸς ἑσπέραν ψῦχος ὑπερβάλλον ἔχει, τὸ δὲ μέσον τῆς ἡμέρας καῦμα ἀνύποιστον· ὥστε τοὺς πλείστους αὐτῶν ὑπειληφέναι (520) πρὸς ὑγίειαν διαφέρειν τοὺς πότους. Ὅθεν και ῥηθῆναι ὅτι τὸν βουλόμενον ἐν Συβάρει μὴ πρὸ μοίρας ἀποθανεῖν οὔτε δυόμενον οὔτε ἀνίσχοντα τὸν ἥλιον ὁρᾶν δεῖ. Ἔπεμψαν δέ ποτε καὶ εἰς θεοῦ τοὺς χρησομένους, ὧν ἦν εἷς ῎Αμυρις, πυνθανόμενοι μέχρι τίνος εὐδαιμονήσουσι. Καὶ ἡ Πυθία ἔφη·
Εὐδαίμων, Συβαρῖτα, πανευδαίμων σὺ μὲν αἰεὶ
ἐν θαλίῃσιν ἔση, τιμῶν γένος αἰὲν ἐόντων,
εὖτ' ἂν δὲ πρότερον θνητὸν θεοῦ ἄνδρα σεβίσσῃς,
(520b) τηνίκα σοι πόλεμός τε και ἔμφυλος στάσις ἥξει.
Τούτων ἀκούσαντες ἔδοξαν λέγειν αὐτοῖς τὸν θεὸν ὡς οὐδέποτε παύσοιντο τρυφῶντες· οὐδέποτε γὰρ τιμήσειν ἄνθρωπον μᾶλλον θεοῦ. Ἐγένετ' οὖν αὐτοῖς τῆς τύχης ἡ μεταρολὴ ἐπεί τις τῶν οἰκετῶν τινα μαστιγῶν τοῦτον καταφυγόντα εἰς τὰ ἱερὰ πάλιν ἐμαστίγου· ὡς δὲ τὸ τελευταῖον κατέδραμεν ἐπὶ τὰ τοῦ πατρὸς αὐτοῦ μνήματα, ἀφῆκεν αἰδεσθείς. (520c) ξαναλώθησαν δὲ φιλοτιμούμενοι πρὸς ἑαυτοὺς τρυφαῖς, καὶ ἡ πόλις δὲ πρὸς ἁπάσας τὰς ἄλλας ἡμιλλᾶτο περὶ τρυφῆς. Εἱτα μετ' οὐ πολὺ γινομένων αὐτοῖς σημείων πολλῶν τῆς ἀπωλείας, περὶ ς οὐ κατεπείγει λέγειν, διεφθάρησαν.
19 Εἰς τηλικοῦτον δ' ἦσαν τρυφῆς ἐληλακότες ὡς καὶ παρὰ τὰς εὐωχίας τοὺς ἵππους ἐθίσαι πρὸς αὐλὸν ὀρχεῖσθαι. Τοῦτ' οὖν εἰδότες οἱ Κροτωνιᾶται ὅτε αὐτοῖς ἐπολέμουν, ὡς καὶ ᾽Αριστοτέλης ἱστορεῖ (520d) διὰ τῆς Πολιτείας αὐτῶν, ἐνέδοσαν τοῖς ἵπποις τὸ ὀρχηστικὸν μέλος· συμπαρῆσαν γὰρ αὐτοῖς καὶ αὐληταὶ ἐν στρατιωτικῇ σκευῇ· καὶ ἅμα αὐλούντων ἀκούοντες οἱ ἵπποι οὺ μόνον ἐξωρχήσαντο, ἀλλὰ καὶ τοὺς ἀναβάτας ἔχοντες ηὐτομόλησαν πρὸς τοὺς Κροτωνιάτας. Τὰ ὅμοια ἱστόρησε καὶ περὶ Καρδιανῶν ὁ Λαμψακηνὸς Χάρων ἐν δευτέρῳ ῞Ωρων γράφων οὕτως· « Βισάλται εἰς Καρδίην ἐστρατεύσαντο καὶ ἐνίκησαν. Ἡγεμὼν δὲ τῶν Βισαλτέων ᾖν ὁ Νάρις. Οὑτος δὲ παῖς ὢν ἐν τῇ Καρδίῃ (520e) ἐπράθη καί τινι Καρδιηνῷ δουλεύσας κορσωτεὺς ἐγένετο. Καρδιηνοῖς δὲ λόγιον ἦν ὡς Βισάλται ἀπίξονται ἐπ' αὐτούς, καὶ πυκνὰ, περὶ τούτου διελέγοντο ἐν τῷ κορσωτηρίῳ ἱζάνοντες. Και ἀποδρὰς ἐκ τῆς Καρδίης εἰς τὴν πατρίδα τοὺς Βισάλτας ἔστειλεν ἐπὶ τοὺς Καρδιηνοὺς ἀποδειχθεὶς ἡγεμὼν ὑπὸ τῶν Βισαλτέων, οἱ δὲ Καρδιηνοὶ πάντες τοὺς ἵππους ἐδίδαξαν ἐν τοῖς συμποσίοις ορχεῖσθαι ὑπὸ τῶν αὐλῶν, καὶ ἐπὶ τῶν ὀπισθίων ποδῶν ἱστάμενοι τοῖς προσθίοις ὥσπερ χειρονομέοντες ὠρχοῦντο ἐξεπιστάμενοι τὰ αὐλήματα. Ταῦτ' οὖν ἐπιστάμενος ὁ Νάρις ἐκτήσατο (520f) ἐκ τῆς Καρδίης αὐλητρίδα, καὶ ἀφικομένη ἡ αὐλητρὶς εἰς τοὺς Βισάλτας ἐδίδαξε πολλοὺς αὐλητάς· μεθ' ὧν δὴ καὶ στρατεύεναι ἐπὶ τὴν Καρδίην. Καὶ ἐπειδὴ ἡ μάχη συνειστήκει, ἐκέλευσεν αὐλεῖν τὰ αὐλήματα ὅσα οἱ ἵπποι τῶν Καρδιηνῶν ἐξεπισταίατο. Καὶ ἐπεὶ ἤκουσαν οἱ ἵπποι τοῦ αὐλοῦ, ἔστησαν ἐπὶ τῶν ὀπισθίων ποδῶν καὶ πρὸς ὀρχησμὸν ἐτράποντο· τῶν δὲ Καρδιηνῶν ἡ ἰσχὺς ἐν τῇ ἵππῳ ἦν, καὶ οὕτως ἐνικήθησαν.»
521 Συβαριτῶν δέ τις εἰς Κρότωνά ποτε διαπλεῦσαι βουληθεὶς ἐκ τῆς Συβάρεως ἰδιόστολον ἐναυλώσατο πλοῖον, ἐφ' ᾧ οὔτε ῥαντισθήσεται οὔτ' ἐμβήσεται ἕτερος καὶ ἐφ' ᾧ τὸν ἵππον ἀναλήψεται. Τοῦ δ᾽ οὕτως συμφωνήσαντος ἐνεβίβασέν τε τὸν ἵππον καὶ ὑποστορέσαι τῷ ζῴῳ ἐκέλευσεν. Ἔπειτα τινὸς τῶν προπεμπόντων ἐδεῖτο συμπλεῦσαι αὐτῷ, λέγων ὅτι προδιεστειλάμην τῷ πορθμεῖ ἵνα παρὰ τὴν γῆν πλέῃ. Ὁ δὲ ἀπεκρίνατο ὅτι μόλις ἄν σου ὑπήκουσα εἰ παρὰ τὴν θάλασσαν ἔμελλες πεζεύειν καὶ μὴ παρὰ τὴν γῆν πλεῖν. 
20 (521b) Φύλαρχος δ' ἐν τῇ πέμπτῃ καὶ εἰκοστῇ τῶν ῾Ιστοριῶν εἰπὼν ὅτι παρὰ Συρακοσίοις νόμος ἦν τὰς γυναῖκας μὴ κοσμεῖσθαι χρυσῷ μηδ' ἀνθινὰ φορεῖν μηδ' ἐσθῆτας ἔχειν πορφυρᾶς ἐχούσας παρυφὰς έὰν μή τις αὐτῶν συγχωρῃ ἑταίρα εἶναι κοινή, καὶ ὅτι ἅλλὸς ἦν νόμος τὸν ἄνδρα μὴ καλλωπίζεσθαι μηδ' ἐσθῆτι περιέργῳ χρῆσθαι καὶ διαλλαττούσῃ, ἐὰν μὴ ὁμολογῇ μοιχεύειν ἢ κίναιδος εἶναι, καὶ τήν ἐλευθέραν μὴ ἐκπορεύεσθαι ἡλίου δεδυκότος, ἐὰν μὴ μοιχευθησομένην· ἐκωλύετο δὲ καὶ (521c) ἡμέρας ἐξιέναι ἄνευ τῶν γυναικονόμων ἀκολουθούσης αὐτῇ μιᾶς θεραπαινίδος. « Συβαρῖται,» φησίν, « ἐξοκειλαντες εἰς τρυφὴν ἔγραψαν νόμον τὰς γυναῖκας εἰς τὰς ἑορτὰς καλεῖν καὶ τοὺς εἰς τὰς θυσίας καλοῦντας πρὸ ἐνιαυτοῦ τὴν κλῆσιν ποιεῖσθαι, ἵνα ἀξίως ποιούμεναι τοῦ χρόνου τὴν παρασκευὴν τῶν τε ἱματίων καὶ τοῦ λοιποῦ κόσμου προάγωσιν οὕτως εἰς τὰς κλήσεις. Εἰ δέ τις τῶν ὀψοποιῶν ἢ μαγείρων ἴδιον εὕροι βρῶμα καὶ περιττόν, ἐξουσιαν μὴ εἶναι χρήσασθαι τούτῳ ἕτερον πρὸ ἐνιαυτοῦ ἀλλ' αὐτῷ τῷ εὑρόντι, τὸν χρονον τοῦτον ὅπως (521d) ὁ πρῶτος εὑρὼν καὶ τὴν ἐργασίαν ἔχ, πρὸς τὸ τοὺς ἄλλους φιλοπονοῦντας αὑτοὺς ὑπερβάλλεσθαι τοῖς τοιούτοις. Ὡσούτως δὲ μηδὲ τοὺς τὰς ἐγχέλεις πωλοῦντας τέλος ἀποτίνειν μηδὲ τοὺς θηρεύοντας, τὸν αὐτὸν τρόπον καὶ τοὺς τὴν πορφύραν τὴν θαλαττίαν βάπτοντας καὶ τοὺς εἰσάγοντας ἀτελεῖς ἐποίησαν.